EnglishVerbum原文閱讀馬加比四書 · 🔍 搜尋

馬加比四書 第 16 章

希臘文原文.25 節.此語言尚無詞彙資料

📖 這一章另有 1 種原文 —— 並排對照(七十士譯本)
16:1
εἰ δὲ τοίνυν καὶ γυνὴ καὶ γεραιὰ καὶ ἑπτὰ παίδων μήτηρ ὑπέμεινεν τὰς μέχρι θανάτου βασάνους τῶν τέκνων ὁρῶσα ὁμολογουμένως αὐτοκράτωρ ἐστὶν τῶν παθῶν εὐσεβὴς λογισμός
那麼,倘若連一個婦人,而且是年邁的、七個孩子的母親,都能忍受看著自己兒女至死的酷刑,敬虔的理性無可否認地就連情慾也能駕馭。
If, then, even a woman, and that an aged one, and the mother of seven children, endured to see her children’s torments even to death, confessedly religious reasoning is master even of the passions.
16:2
ἀπέδειξα οὖν ὅτι οὐ μόνον ἄνδρες τῶν παθῶν ἐκράτησαν ἀλλὰ καὶ γυνὴ τῶν μεγίστων βασάνων ὑπερεφρόνησεν
我既已證明,不單是男子勝過了情慾,連一個婦人也藐視了最大的酷刑。
I have proved, then, that not only men have obtained the mastery of their passions, but also that a woman despised the greatest torments.
16:3
καὶ οὐχ οὕτως οἱ περὶ Δανιηλ λέοντες ἦσαν ἄγριοι οὐδὲ Μισαηλ ἐκφλεγομένη κάμινος λαβροτάτῳ πυρί ὡς τῆς φιλοτεκνίας περιέκαιεν ἐκείνην φύσις ὁρῶσαν αὐτῆς οὕτως ποικίλως βασανιζομένους τοὺς ἑπτὰ υἱούς
但以理周圍的獅子並不那樣兇猛,米沙利那燒著最猛烈之火的火窯也不那樣熾烈,正如愛子女的天性在那母親裡面焚燒著,她看著自己七個兒子受那各樣的酷刑。
And not so fierce were the lions round Daniel, nor the furnace of Misael burning with most vehement fires as that natural love of children burned within her, when she saw her seven sons tortured.
16:4
ἀλλὰ τῷ λογισμῷ τῆς εὐσεβείας κατέσβεσεν τὰ τοσαῦτα καὶ τηλικαῦτα πάθη μήτηρ
然而這母親卻以敬虔的理性撲滅了這麼大、這麼強烈的情慾。
But with the reasoning of religion the mother quenched passions so great and powerful.
16:5
καὶ γὰρ τοῦτο ἐπιλογίσασθε ὅτι δειλόψυχος εἰ ἦν γυνὴ καίπερ μήτηρ οὖσα ὠλοφύρετο ἂν ἐπ’ αὐτοῖς καὶ ἴσως ἂν ταῦτα εἶπεν
因為你們當思想這事:這婦人若是膽怯的,雖身為母親,必為他們哀號,或許會這樣說:
For we must consider also this: that, had the woman been faint hearted, as being their other, she would have lamented over them; and perhaps might have spoken thus:
16:6
μελέα ἔγωγε καὶ πολλάκις τρισαθλία ἥτις ἑπτὰ παῖδας τεκοῦσα οὐδενὸς μήτηρ γεγένημαι
「我何等悲慘,又何等三重不幸!我生了七個兒子,如今卻一個也沒有了,作了沒有兒女的母親。
Ah! wretched I, and many times miserable; who having born seven sons, have become the mother of none.
16:7
μάταιοι ἑπτὰ κυοφορίαι καὶ ἀνόνητοι ἑπτὰ δεκάμηνοι καὶ ἄκαρποι τιθηνίαι καὶ ταλαίπωροι γαλακτοτροφίαι
哦,這七次徒勞的懷胎、七段無益的十月之孕、無果的撫育、可憐的哺乳!
O seven useless childbirths, and seven profitless periods of labor, and fruitless givings of suck, and miserable nursings at the breast.
16:8
μάτην δὲ ἐφ’ ὑμῖν παῖδες πολλὰς ὑπέμεινα ὠδῖνας καὶ χαλεπωτέρας φροντίδας ἀνατροφῆς
兒女啊,我為你們白白忍受了許多劇痛,又承受了養育更艱難的憂慮。
Vainly, for your sakes, O sons, have I endured many pangs, and the more difficult anxieties of rearing.
16:9
τῶν ἐμῶν παίδων οἱ μὲν ἄγαμοι οἱ δὲ γήμαντες ἀνόνητοι οὐκ ὄψομαι ὑμῶν τέκνα οὐδὲ μάμμη κληθεῖσα μακαρισθήσομαι
哦,我的兒女中,有的未曾婚娶,有的雖娶卻無益處;我看不見你們的兒女,也不能被稱為祖母而蒙福。
Alas, of my children, some of you unmarried, and some who have married to no profit, I shall not see your children, nor be felicitated as a grandmother.
16:10
πολύπαις καὶ καλλίπαις ἐγὼ γυνὴ χήρα καὶ μόνη πολύθρηνος
哦,我這曾有眾多俊美兒女的婦人,如今卻成了孤獨的寡婦,滿懷哀傷!
Ah, that I who had many and fair children, should be a lone widow full of sorrows!
16:11
οὐδ’ ἂν ἀποθάνω θάπτοντα τῶν υἱῶν ἕξω τινά
我縱然死了,也沒有一個兒子來埋葬我。」
Nor, should I die, shall I have a son to bury me. But with such a lament as this the holy and God-fearing mother bewailed none of them.
16:12
ἀλλὰ τούτῳ τῷ θρήνῳ οὐδένα ὠλοφύρετο ἱερὰ καὶ θεοσεβὴς μήτηρ οὐδ’ ἵνα μὴ ἀποθάνωσιν ἀπέτρεπεν αὐτῶν τινα οὐδ’ ὡς ἀποθνῃσκόντων ἐλυπήθη
但這聖潔、敬畏神的母親卻沒有用這樣的哀歌為任何一個兒子悲傷,也沒有為了使他們不死而勸阻他們中任何一個,更沒有因他們將死而憂愁。
Nor did she divert any of them from death, nor grieve for them as for the dead.
16:13
ἀλλ’ ὥσπερ ἀδαμάντινον ἔχουσα τὸν νοῦν καὶ εἰς ἀθανασίαν ἀνατίκτουσα τὸν τῶν υἱῶν ἀριθμὸν μᾶλλον ὑπὲρ τῆς εὐσεβείας ἐπὶ τὸν θάνατον αὐτοὺς προετρέπετο ἱκετεύουσα
反倒她如同擁有金鋼石般堅定的心思,將她兒子的全數重新生入不朽,懇切地催促他們為敬虔而赴死。
But as one possessed with an adamantine mind, and as one bringing forth again her full number of sons to immortality, she rather with supplication exhorted them to death in behalf of religion.
16:14
μῆτερ δῑ εὐσέβειαν θεοῦ στρατιῶτι πρεσβῦτι καὶ γύναι διὰ καρτερίαν καὶ τύραννον ἐνίκησας καὶ ἔργοις δυνατωτέρα καὶ λόγοις εὑρέθης ἀνδρός
哦,母親啊,你這為著敬虔神而作的精兵!你年邁、身為婦人,卻藉著堅忍勝過了暴君;你雖軟弱,卻在行為與言語上顯為比男子更剛強。
O woman, soldier of God for religion, you, aged and a female, have conquered through endurance even a tyrant; and though but weak, have been found more powerful in deeds and words.
16:15
καὶ γὰρ ὅτε συνελήμφθης μετὰ τῶν παίδων εἱστήκεις τὸν Ελεαζαρον ὁρῶσα βασανιζόμενον καὶ ἔλεγες τοῖς παισὶν ἐν τῇ Εβραΐδι φωνῇ
因為你與兒女一同被捕時,站著看以利亞撒受刑,又用希伯來話對你的兒子們說:
For when you were seized along with your children, you stood looking upon Eleazar in torments, and said to your sons in the Hebrew tongue,
16:16
παῖδες γενναῖος ἀγών ἐφ’ ὃν κληθέντες ὑπὲρ τῆς διαμαρτυρίας τοῦ ἔθνους ἐναγωνίσασθε προθύμως ὑπὲρ τοῦ πατρῴου νόμου
「兒女啊,這是何等高尚的爭戰!你們既被召作這民族的見證,就當為祖宗的律法熱切地奮戰。
O sons, noble is the contest; to which you being called as a witness for the nation, strive zealously for the laws of your country.
16:17
καὶ γὰρ αἰσχρὸν τὸν μὲν γέροντα τοῦτον ὑπομένειν τὰς διὰ τὴν εὐσέβειαν ἀλγηδόνας ὑμᾶς δὲ τοὺς νεανίσκους καταπλαγῆναι τὰς βασάνους
因為這老人尚且為著敬虔忍受痛苦,你們這些年輕人若在酷刑面前驚慌,那是何等可恥!
For it were disgraceful that this old man should endure pains for the sake of righteousness, and that you who are younger should be afraid of the tortures.
16:18
ἀναμνήσθητε ὅτι διὰ τὸν θεὸν τοῦ κόσμου μετελάβετε καὶ τοῦ βίου ἀπελαύσατε
你們要記念:你們是藉著神才得以存在、得以享受人生;
Remember that through God you⌃ obtained existence, and have enjoyed it.
16:19
καὶ διὰ τοῦτο ὀφείλετε πάντα πόνον ὑπομένειν διὰ τὸν θεόν
因此你們更當為著神忍受各樣的苦難。
And on this second account you⌃ ought to bear every affliction because of God.
16:20
δῑ ὃν καὶ πατὴρ ἡμῶν Αβρααμ ἔσπευδεν τὸν ἐθνοπάτορα υἱὸν σφαγιάσαι Ισαακ καὶ τὴν πατρῴαν χεῖρα ξιφηφόρον καταφερομένην ἐπ’ αὐτὸν ὁρῶν οὐκ ἔπτηξεν
為著神,我們的先祖亞伯拉罕甚至急切要把民族之祖以撒獻為祭;他看見自己慈父的手持刀落在以撒身上,也不畏縮。
For whom also our father Abraham was forward to sacrifice Isaac our progenitor, and shuddered not at the sight of his own paternal hand descending down with the sword upon him.
16:21
καὶ Δανιηλ δίκαιος εἰς λέοντας ἐβλήθη καὶ Ανανιας καὶ Αζαριας καὶ Μισαηλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν καὶ ὑπέμειναν διὰ τὸν θεόν
公義的但以理被扔在獅子中間;哈拿尼雅、亞撒利雅、米沙利被甩進火窯,他們卻都為著神忍耐到底。
And the righteous Daniel was cast to the lions; and Ananias, and Azarias, and Misael, were slung out into a furnace of fire; yet they endured through God.
16:22
καὶ ὑμεῖς οὖν τὴν αὐτὴν πίστιν πρὸς τὸν θεὸν ἔχοντες μὴ χαλεπαίνετε
所以你們既對神懷有同樣的信心,就不要憂慮。
You, then, having the same faith towards God, be not troubled.
16:23
ἀλόγιστον γὰρ εἰδότας εὐσέβειαν μὴ ἀνθίστασθαι τοῖς πόνοις
因為人既認識敬虔,卻不抵擋苦難,這實在是不合理的。」
For it is unreasonable that they who know religion should not stand up against troubles.
16:24
διὰ τούτων τῶν λόγων ἑπταμήτωρ ἕνα ἕκαστον τῶν υἱῶν παρακαλοῦσα ἀποθανεῖν ἔπεισεν μᾶλλον παραβῆναι τὴν ἐντολὴν τοῦ θεοῦ
這位七子之母用這些話勉勵她每一個兒子,說服他們寧可赴死,也不違背神的誡命。
With these arguments, the mother of seven, exhorting each of her sons, over-persuaded them from transgressing the commandment of God.
16:25
ἔτι δὲ καὶ ταῦτα εἰδότες ὅτι οἱ διὰ τὸν θεὸν ἀποθνῄσκοντες ζῶσιν τῷ θεῷ ὥσπερ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ πάντες οἱ πατριάρχαι
並且他們也深知:那些為神而死的人,乃是向神活著,正如亞伯拉罕、以撒、雅各和眾先祖一樣。
And they saw this, too, that they who die for God, live to God; as Abraham, and Isaac, and Jacob, and all the patriarchs.
123456789101112131415161718