← 回書卷目次 · 希臘教父 › 《教會史》卷十
優西比烏
《教會史》卷十 第 8 章
希臘文原文.19 節.部分字詞可點開查義
8:1
Τοιαῦτα μὲν οὖν ἡμῖν ἡ θεία καὶ οὐράνιος τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας ἐδωρεῖτο χάρις, τοσαύτη τε ἅπασιν ἀνθρώποις ἀγαθῶν ἀφθονία διὰ τῆς ἡμετέρας ἐπρυτανεύετο εἰρήνης. καὶ ὧδε μὲν τὰ καθ ἡμᾶς ἐν εὐφροσύναις καὶ πανηγύρεσιν ἐτελεῖτο.
於是,我們救主顯現那屬神屬天的恩典,所賜給我們的便是這樣的事;藉著我們的太平,又給眾人帶來了這樣豐盛的美善。我們中間的事便如此在歡樂與節慶中得以成就。
Such, then, were the things which the divine and heavenly grace of the manifestation of our Saviour bestowed upon us, and so great an abundance of good things was procured for all men through our peace. And thus the things among us were being accomplished in joys and festivals.
8:2
οὐκ ἢν δὲ ἄρα τῷ μισοκάλῳ φθόνῳ, τῷ τε φιλοπονήρῳ δαίμονι φορητὸς ἡ τῶν ὁρωμένων θέα, ὥσπερ οὑν οὐδὲ Λικιννίῳ πρὸς σώφρονα λογισμὸν ἐτύγχανεν αὐτάρκη τὰ τοῖς πρόσθεν δεδηλωμένοις τυράννοις συμβεβηκότα· ὃς εὖ φερομένης τῆς ἀρχῆς αὐτῷ, βασιλέως τε μεγάλου Κωνσταντίνου δευτερείων τιμῆς, ἐπιγαμβρίας τε καὶ συγγενείας τῆς ἀνωτάτω ἠξιωμένος, μιμήσεως μὲν τῆς τῶν καλῶν ἀπελιμπάνετο, τῆς δὲ τῶν ἀσεβῶν τυράννων μοχθηρίας ἐζήλου τὴν κακοτροπίαν, καὶ ὧν τοῦ βίου τὴν καταστροφὴν ἐπεῖδεν αὐτοῖς ὀφθαλμοῖς, τούτων ἕπεσθαι τῇ γνώμη μᾶλλον ἢ τῇ τοῦ κρείττονος ἐμμένειν φιλίᾳ τε καὶ διαθέσει ᾑρεῖτο.
但看來,所見之事的景象,是那恨惡良善的嫉妒、那喜愛邪惡之鬼魔所不能忍受的;正如前面所述眾暴君的遭遇,也不足以使李錫尼有清醒的省察。他在自己統治興旺之時,又蒙算為配得在偉大的皇帝君士坦丁以下第二品階的尊榮,並蒙得至高的姻親與宗親關係,卻離棄了對美善之事的效法,反倒效尤那些不敬虔暴君的歹毒,並寧可在心志上跟從那些他親眼看見其性命傾覆之人,而不肯持守對那更佳者的友誼與情誼。
But the sight of what was seen was not, it seems, endurable to the envy that hates the good and to the demon that loves evil; just as, indeed, what had befallen the tyrants previously described did not suffice for Licinius unto a sober reckoning. He, while his rule was prospering, and while he had been deemed worthy of the honour of the second rank after the great Emperor Constantine, and of marriage-alliance and the highest kinship, forsook the imitation of good things, and emulated the depravity of the impious tyrants, and chose rather to follow in purpose those whose overthrow of life he had beheld with his very own eyes, than to abide in the friendship and disposition of the better one.
8:3
διαφθονηθείς γέ τοι τῷ πανευεργέτῃ πόλεμον δυσαγῆ καὶ δεινότατον πρὸς αὐτὸν ἐκφέρει, οὐ φύσεως νόμων φεισάμενος, οὐχ ὁρκωμοσιῶν, οὐχ αἵματος, οὐ συνθηκῶν μνήμην ἐν διανοίᾳ λαβών.
他既嫉妒那全然施恩者,便向祂發動一場褻瀆而至為可怕的戰爭,既不顧自然的律法,也不顧誓言、不顧血緣,心思中毫不記念盟約。
Indeed, having become envious of the all-benefactor, he carries on against Him a war unholy and most terrible, sparing neither the laws of nature, nor oaths, nor blood, taking no remembrance of covenants in his mind.
8:4
ὁ μὲν γὰρ αὐτῷ οἷα πανάγαθος βασιλεὺς, εὐνοίας παρέχων ἀληθοῦς σύμβολα, συγγενείας τῆς πρὸς αὐτὸν οὐκ ἐφθόνησε, γάμων τε λαμπρῶν ἀδελφῆς μετουσίαν οὐκ ἀπηρνήσατο, ἀλλὰ καὶ τῆς ἐκ πατέρων εὐγενείας, βασιλικοῦ τε ἀνέκαθεν αἵματος κοινωνὸν γενέσθαι ἠξίωσε, τῆς τε κατὰ πάντων ἀπολαύειν ἀρχῆς οἷα κηδεστῇ καὶ συμβασιλεῖ παρεῖχε τὴν ἐξουσίαν, οὐκ ἔλαττον μέρος τῶν ὑπὸ Ῥωμαίους ἐθνῶν διέπειν αὐτῷ καὶ διοικεῖν κεχαρισμένος.
原來他,身為至善的皇帝,向對方表明真誠善意的憑據,並不吝惜與自己結為親屬,也不拒絕讓他與自己的妹妹締結光榮的婚姻;不但如此,更以為他配得成為自己祖傳尊貴與自古以來皇室血統的同分者,並且如同對待姻親與共治的皇帝一般,賜他權柄,得享統管萬民之權,將羅馬治下不亞於他人的疆土交付他治理掌管。
For he, like a wholly good emperor, offering tokens of true goodwill toward him, did not begrudge him kinship with himself, nor did he refuse him a share in a splendid marriage with his sister; but he also deemed him worthy to become a partaker of his ancestral nobility and of his imperial blood from of old, and, as to a kinsman by marriage and a co-emperor, he granted him the authority to enjoy a share in the rule over all, bestowing on him the governing and administration of no lesser portion of the nations under the Romans.
8:5
ὁ δ ἔμπαλιν τούτοις τἀναντία διεπράττετο, παντοίας ὁσημέραι κατὰ τοῦ κρείττονος μηχανὰς ἐπιτεχνώμενος, πάντας τε ἐπινοῶν ἐπιβουλῆς τρόπους, ὡς ἂν κακοῖς τὸν εὐεργέτην ἀμείψοιτο. τὰ μὲν οὖν πρῶτα πειρώμενος τὴν συσκευὴν ἐπικρύπτειν, φίλος εἶναι προσεποιεῖτο, δόλῳ τε καὶ ἀπάτῃ πλειστάκις ἐπιθέμενος ῥᾷστα ἂν τυχεῖν τοῦ προσδοκωμένου ἤλπισε.
然而他卻反其道而行,與此相違,天天對那比他尊貴的設計各樣詭計,籌劃一切陰謀的手段,要以惡報答那恩待他的人。起初,他試圖隱藏這陰謀,假裝作朋友,屢次以詭詐與欺哄向他下手,盼望能最容易地達成所圖謀的事。
But he, on the contrary, did the very opposite of these things, day by day contriving all manner of devices against his better, and inventing every kind of plot, so that he might requite his benefactor with evils. At first, then, attempting to conceal the conspiracy, he pretended to be a friend, and by setting upon him repeatedly with guile and deceit, he hoped most easily to attain what he expected.
8:6
τῷ δὲ ἄρα ὁ θεὸς ἦν φίλος, κηδεμών τε καὶ φύλαξ, ὃς αὐτῷ τὰς ἐν ἀπορρήτῳ καὶ σκότει μηχανωμένας ἐπιβουλὰς εἰς φῶς ἄγων διήλεγχε. τοσοῦτον ἀρετῆς τὸ μέγα τῆς θεοσεβείας ὅπλον πρὸς ἄμυναν μὲν ἐχθρῶν, οἰκείας δὲ φυλακὴν σωτηρίας ἰσχύει ᾧ δὴ πεφραγμένος ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς τὰς τοῦ δυσωνύμου πολυπλόκους ἐπιβουλὰς διεδίδρασκεν.
但對他,神卻是良友、看顧者與保護者,神將那暗中與黑暗裡所設計的陰謀帶到光中,使之顯露。敬虔這偉大的兵器,其德行的力量何等大,能抵禦仇敵,又能保守自己的得救;我們那蒙神所愛的皇帝既以此為盾牌,便逃脫了那惡名昭彰之人錯綜複雜的陰謀。
But to him God was a Friend, a Guardian and a Protector, who, bringing to light the plots devised in secret and in darkness, exposed them. So great is the strength of virtue—the mighty weapon of godliness—to ward off enemies and to keep safe one's own salvation; fenced about with this, our most God-beloved emperor escaped the manifold plots of that ill-named man.
8:7
ὁ δὲ τὴν λαθραίαν συσκευὴν ὡς οὐδαμῶς ἐώρα κατὰ γνώμην αὐτῷ χωροῦσαν, τοῦ θεοῦ πάντα δόλον τε καὶ ῥᾳδιουργίαν τῷ θεοφιλεῖ βασιλεῖ κατάφωρα ποιοῦντος, οὐκέθ οἷός τε ὢν ἐπικρύπτεσθαι προφανῆ πόλεμον αἴρεται.
當他見自己暗中的陰謀絲毫不照他的心意得逞——因為神將一切詭詐與奸計都向那蒙神所愛的皇帝顯明——他既不能再隱藏自己,便公然興起戰爭。
And when he saw that his secret conspiracy was by no means proceeding according to his purpose—since God was making every guile and trickery manifest to the God-beloved emperor—being no longer able to conceal himself, he raised up open war.
8:8
ὁμόσε δῆτα Κωνσταντίνῳ πολεμεῖν διαγνοὺς, ἤδη καὶ κατὰ τοῦ θεοῦ τῶν ὅλων, ὂν ἠπίστατο σέβειν αὐτὸν, παρατάττεσθαι ὡρμᾶτο, κἄπειτα τοὺς ὑπ αὐτῷ θεοσεβεῖς, μηδὲν μηδ ὅλως πώποτε τὴν ἀρχὴν αὐτοῦ λυπηρὸν διαθεμένους, ἠρέμα τέως καὶ ἡσυχῆ πολιορκεῖν ἐπεβάλλετο· καὶ τοῦτ ἔπραττε, δεινῶς ἀβλεπτεῖν ὑπὸ τῆς ἐμφύτου κακίας ἠναγκασμένος.
於是他既決意要與君士坦丁正面交戰,便已著手列陣抵擋萬有的神——他知道君士坦丁所敬拜的正是這神;其後他又開始,暫且暗暗悄悄地,圍攻他治下那些敬虔的子民,這些人從未絲毫使他的政權受過任何損害。他如此行,乃因他天生的惡性可怕地逼他陷於盲目。
Indeed, having resolved to wage war against Constantine at close quarters, he was already setting himself in battle-array even against the God of all, whom he knew that Constantine worshipped; and thereupon he set about, quietly and silently for the present, to besiege the godly subjects under his rule, who had never at any time done his government the least harm. And this he did, terribly compelled to blindness by his innate wickedness.
8:9
οὔτ οὖν τὴν μνήμην τῶν πρὸ αὐτοῦ Χριστιανοὺς ἐκδιωξάντων πρὸ ὀφθαλμῶν ἔθετο, οὐδ ὧν αὐτὸς ὀλετὴρ καὶ τιμωρὸς δι ἃς μετῆλθον ἀσεβείας κατέστη. ἀλλὰ γὰρ τοῦ σώφρονος ἐκτραπεὶς λογισμοῦ, διαρρήδην δὲ μανεὶς τὰς φρένας, τὸν θεὸν αὐτὸν, οἷα δὴ Κωνσταντίνου βοηθὸν, ἀντὶ τοῦ βοηθουμένου πολεμεῖν ἐγνώκει.
因此他眼前既不顧念那在他以先逼迫基督徒之人的下場,也不顧念那些他自己曾因其所行的不虔而作其毀滅者與刑罰者之人的鑑戒。反倒偏離了清明的思慮,心思全然瘋狂,竟決意要向神自己爭戰,因神乃是君士坦丁的幫助者,而非向那蒙幫助的人爭戰。
He therefore set before his eyes neither the memory of those who before him had driven out the Christians, nor of those whose destroyer and avenger he himself had become because of the impieties they pursued. But, turning aside from sound reason and going utterly mad in his mind, he resolved to make war on God Himself, as being the helper of Constantine, instead of on the one who was being helped.
8:10
καὶ πρῶτα μὲν τῆς οἰκίας τῆς αὐτοῦ πάντα Χριστιανὸν ἀπελαύνει, ἔρημον αὐτὸς αὑτὸν ὁ δείλαιος τῆς τούτων καθιστὰς ὑπὲρ αὐτοῦ πρὸς τὸν θεὸν εὐχῆς, ἣν ὑπὲρ ἀπάντων αὐτοῖς ποιεῖσθαι πάτριον μάθημα τυγχάνει· εἶτα δὲ τοὺς κατὰ πόλιν στρατιώτας ἐκκρίνεσθαι καὶ ἀποβάλλεσθαι τοῦ τῆς τιμῆς ἀξιώματος, εἰ μὴ τοῖς δαίμοσι θύειν αἱροῖντο, παρακελεύεται. καὶ ἔτι γε ταῦτα ἦν μικρὰ, τῇ τῶν μειζόνων συγκρινόμενα παραθέσει.
他首先將每一個基督徒從自己的家中趕逐出去,這可憐的人,竟使自己失去了他們為他向神所獻的禱告——按祖傳的教訓,他們本是要為眾人獻上這禱告的。隨後他下令,城中的兵士要被挑出來,並被剝奪尊榮的職位,除非他們情願向羣鬼獻祭。然而與那更重大之事相比,這些還算是小事。
And first he drives away every Christian from his household, thereby, wretched man, depriving himself of their prayer to God on his behalf, which they have it as an ancestral teaching to offer for all men. Then he commands that the soldiers in the cities be singled out and cast out from the dignity of their rank, unless they chose to sacrifice to the demons. And yet these were small things, compared with the array of greater ones.
8:11
τί δεῖ τούτων τὰ καθέκαστα καὶ κατὰ μέρος τῷ θεομισεῖ πεπραγμένα μνημονεύειν, ὅπως τε νόμους ἀνόμους ὁ παρανομώτατος ἐξηῦρε; τούς γέ τοι ἐν ταῖς εἱρκταῖς ταλαιπωρουμένους ἐνομοθέτει μηδένα μεταδόσει τροφῆς φιλανθρωπεύεσθαι, μηδ ἐλεεῖν τοὺς ἐν δεσμοῖς λιμῷ διαφθειρομένους, μηδ ἁπλῶς ἀγαθὸν εἶναι μηδένα, μηδ ἀγαθόν τι πράττειν τοὺς καὶ πρὸς αὐτῆς τῆς φύσεως ἐπὶ τὸ συμπαθὲς τῶν πέλας ἑλκομένους. καὶ ἦν γε νόμων οὗτος ἄντικρυς ἀναιδὴς καὶ ἀπηνέστατος, πᾶσαν ἥμερον ὑπερεξάγων φύσιν, ἐφ ᾧ καὶ τιμωρία προσέκειτο, τοὺς ἐλεοῦντας τὰ ἴσα πάσχειν τοῖς ἐλεουμένοις, δεσμοῖς τε καὶ φυλακαῖς καθείργνυσθαι, τὴν ἴσην τοῖς καταπονουμένοις ὑπομένοντας τιμωρίαν, τοὺς τὰ φιλάνθρωπα διακονουμένους.
何必逐一詳述這恨惡神之人所行的事,以及那極不法之人怎樣設立了不法的律例呢?論到那些在獄中受苦的人,他立法規定:無人可以憑分送食物向他們施恩,不得憐憫那些在捆鎖中餓死的人,總而言之,無人可以行善,連那些被本性自然牽引去憐恤鄰舍的人,也不得行任何善事。這條律例實在是公然無恥、極其殘忍,踐踏了人性一切溫柔的情感;因為其上還附加了刑罰:凡施憐憫的,要與所憐憫的人同受其苦,凡以仁愛施援的,要被囚於捆鎖監牢之中,與那些受苦的人同受一樣的刑罰。
What need is there to recount one by one and in detail the things done by this hater of God—and how that most lawless man devised lawless laws? For with regard to those afflicted in the prisons, he enacted that no one should show humanity by sharing food, nor pity those perishing of hunger in bonds, nor in short that anyone should be good, nor that those drawn by nature itself to compassion for their neighbours should do any good thing. And this law was outright shameless and most cruel, overriding every gentle instinct of nature; for to it was attached a penalty as well: that those who showed mercy should suffer the same as those they pitied, and that those who humanely ministered should be shut up in bonds and prisons, undergoing the same punishment as the afflicted.
8:12
τοιαῦται αἶ Λικιννίου διατάξεις. τί χρὴ τὰς περὶ γάμων καινοτομίας ἀπαριθμεῖσθαι, ἢ τοὺς ἐπὶ τοῖς τὸν βίον μεταλλάττουσι νεωτερισμοὺς αὐτοῦ, δι᾿ ὧν τοὺς παλαιοὺς Ρωμαίων εὖ καὶ σοφῶς κειμένους νόμους περιγράψαι τολμήσας, βαρβάρους τινὰς καὶ ἀνημέρους ἀντεισῆγε νόμους, ἀνόμους ὡς ἀληθῶς καὶ παρανόμους; ἐπισκήψεις τε μυρίας κατὰ τῶν ὑποχειρίων ἐθνῶν ἐπενόει, χρυσοῦ τε καὶ ἀργύρου παντοίας εἰσπράξεις, ἀναμετρήσεις τε γῆς, καὶ τῶν κατ᾿ ἀγροὺς μηκέτ᾿ ὄντων ἀνθρώπων, πρόπαλαι δὲ κατοιχομένων, ἐπιζήμιον κέρδος.
利錫尼的法令就是如此。何必細數他在婚姻上的種種新規,或他對那些離世之人所行的種種變革呢?藉著這些,他膽敢廢除羅馬人古時美善而智慧所立的律法,反而引進某些野蠻而殘暴的律例,實在是不法又違法的;他又設計出無數的苛索,加在受治的列邦之上,索取各樣金銀,丈量田地,甚至從那些早已不在田間、久已亡故的人身上,攫取害人的利益。
Such were the ordinances of Licinius. Why need one enumerate his innovations concerning marriage, or his revolutions concerning those who depart this life, whereby—daring to set aside the ancient laws of the Romans, well and wisely established—he introduced in their place certain barbarous and savage laws, lawless in truth and contrary to law? He devised countless impositions against the subject nations, all manner of exactions of gold and silver, surveys of land, and a ruinous profit drawn even from men no longer living in the fields but long since deceased.
8:13
οἵους δ᾿ ἐφηῦρεν ἐπὶ τούτοις ὁ μισάνθρωπος κατὰ μηδὲν ἠδικηκότων ἐξορισμοὺς, οἵας εὐπατριδῶν καὶ ἀξιολόγων ἀνδρῶν ἀπαγωγὰς, ὧν δὴ τὰς κουριδίας ἀποζευγνὺς γαμετὰς μιαροῖς τισὶν οἰκέταις ἐφ᾿ ὕβρει πράξεως αἰσχρᾶς παρεδίδου, ὅσαις δὲ αὐτὸς ὁ ἐσχατόγηρως γυναιξὶν ὑπάνδροις, παρθένοις τε κόραις ἐμπαροινῶν, τὴν ἀκόλαστον τῆς αὐτοῦ ψυχῆς ἐπιθυμίαν ἐπλήρου — τί χρὴ ταῦτα μηκύνειν, τῆς τῶν ἐσχάτων αὐτοῦ πράξεων ὑπερβολῆς μικρὰ τὰ πρῶτα καὶ τὸ μηδὲν εἶναι διελεγχούσης;
這恨惡世人之人,又對那些毫無過犯的人設計出何等的放逐,對那些出身高貴、地位顯赫之人施行何等的拘捕——他將他們合法的妻子從他們身邊奪走,交給某些卑污的奴僕去施行可恥的凌辱;又有多少有夫之婦與童貞少女,被這已是衰老的人所淫辱,以滿足他心中放縱的情慾——何必再贅述這些事呢?他末後行為的窮兇極惡,已顯出起初所行的不過是小事,甚至算不得什麼。
And what kinds of banishments this hater of mankind devised against those who had done no wrong, what arrests of well-born and notable men—whose lawful wedded wives he tore from them and handed over to certain vile servants for the outrage of shameful deeds; and how many married women and virgin maidens this man, decrepit with age, debauched, to satisfy the unbridled lust of his soul—why need one prolong these matters, when the excess of his last deeds proves the first to be small and as nothing?
8:14
τὸ γοῦν τέλος αὐτῷ τῆς μανίας ἐπὶ τοὺς ἐπισκόπους ἐχώρει. ἤδη τε τούτους, ὡσὰν τοῦ ἐπὶ πάντων θεοῦ θεράποντας, ἐναντίους ὑπάρχειν οἷς ἔδρα ἡγούμενος, οὔπω μὲν ἐκ τοῦ φανεροῦ διὰ τὸν ἀπὸ τοῦ κρείττονος φόβον, λάθρα δὲ αὖθις καὶ δολίως συνεσκευάζετο, ἀνῄρει τε τούτων δι᾿ ἐπιβουλῆς τῶν ἡγεμόνων τοὺς δοκιμωτάτους. καὶ ὁ τρόπος δὲ τοῦ κατ᾿ αὐτῶν φόνου ξένος τις ἦν, καὶ οἷος οὐδεπώποτε ἠκούσθη.
無論如何,他瘋狂的頂點竟臨到眾主教身上。他既以為這些人,既是萬有之神的僕役,便與他所行的相敵,於是設計對付他們——尚不敢公然行事,乃因懼怕那比他尊貴的;卻又暗中詭詐地謀算,藉著省長們的陰謀,將他們中間最受敬重的除滅。他們被殺害的方式更是離奇,是前所未聞的。
At any rate, the consummation of his madness proceeded against the bishops. Already reckoning these, as servants of the God who is over all, to be opposed to what he was doing, he plotted against them—not yet openly, because of his fear of his better, but again secretly and craftily—and through the schemes of the governors he made away with the most approved among them. And the manner of their murder was something strange, such as was never heard of before.
8:15
τὰ γοῦν ἀμφὶ τὴν Ἀμάσειαν καὶ τὰς λοιπὰς τοῦ Πόντου πόλεις κατεργασθέντα πᾶσαν ὑπερβολὴν ὠμότητος ὑπερηκόντισεν, ἔνθα τῶν ἐκκλησιῶν τοῦ θεοῦ αἱ μὲν ἐξ ὕψους εἰς ἔδαφος αὖθις κατερρίπτοντο, τὰς δὲ ἀπέκλειον, ὡς ἂν μὴ συνάγοιτό τις τῶν εἰωθότων, μηδὲ τῷ θεῷ τὰς ἐποφειλομένας ἀποδιδῷ λατρείας.
在亞馬西亞及本都其餘各城所行的事,超越了一切殘忍的極致;在那裡,神的眾教會有些再次從高處被拆毀夷為平地,另有些則被封閉,使那些素常聚集敬拜的人無一得以聚集,也不得向神獻上當盡的事奉。
The things done about Amasea and the rest of the cities of Pontus surpassed every excess of cruelty; there some of the churches of God were again cast down from on high to the ground, while others they shut up, so that none of the accustomed worshippers might assemble, nor render to God the worship that was due.
8:16
συντελεῖσθαι γὰρ οὐχ ἡγεῖτο ὑπὲρ αὐτοῦ τὰς εὐχὰς, συνειδότι φαύλῳ τοῦτο λογιξόμενος, ἀλλ ὑπὲρ τοῦ θεοφιλοῦς βασιλέως πάντα πράττειν ἡμάς καὶ τὸν θεὸν ἱλεοῦσθαι πέπειστο· ἔνθεν ὡρμᾶτο καθ ἡμῶν τὸν θυμὸν ἐπισκήπτειν.
因他以為那些禱告並非為他而獻——他憑著自己邪惡的良心如此推斷;反倒深信我們所行的一切,並我們向神的祈求,都是為著那蒙神所愛的皇帝。由此他便起意向我們發洩他的怒氣。
For he supposed that the prayers were not being offered on his behalf, reasoning this out of his evil conscience; but he was persuaded that we did all things and besought God on behalf of the God-beloved emperor. From this he was moved to vent his wrath against us.
8:17
καὶ δῆτα τῶν ἡγεμόνων οἶ κόλακες, τὰ φίλα πράττειν τῷ δυσαγεῖ πεπεισμένοι, τῶν ἐπισκόπων τοὺς μὲν συνήθως ταῖς τῶν κακούργων ἀνδρῶν περιέβαλλον τιμωρίαις, ἀπήγοντό τε καὶ ἐκολάζοντο ἀπροφασίστως τοῖς μιαιφόνοις ὁμοίως οἶ μηδὲν ἠδικηκότες· ἤδη δέ τινες καινοτέραν ὑπέμενον τελευτὴν, ξίφει τὸ σῶμα εἰς πολλὰ τμήματα κατακρεουργούμενοι, καὶ μετὰ τὴν ἀπηνῆ ταύτην καὶ φρικτοτάτην θέαν τοῖς τῆς θαλάσσης βυθοῖς ἰχθύσι εἰς βορὰν ῥιπτούμενοι.
於是省長中那些諂媚之徒,深信自己所行的乃是討那不虔之人的喜悅,便將通常加在作惡之人身上的刑罰,加在某些主教身上;那些毫無過犯的人,竟如同兇手一般,無故被拉去受刑。已有一些人受了更為離奇的死法:他們的身體被刀劍砍成許多塊,在這殘酷而極其可怖的景象之後,又被拋入海的深處,作魚的食物。
And so the flatterers among the governors, persuaded that they were doing what pleased the impious man, surrounded some of the bishops with the punishments customary for malefactors; and those who had done no wrong were led away and punished without a pretext, like murderers. And already some endured a stranger form of death: their bodies hacked by the sword into many pieces, and after this cruel and most horrible spectacle, cast into the depths of the sea as food for the fishes.
8:18
φυγαὶ δὴ αὖθις ἐπὶ τούτοις τῶν θεοσεβῶν ἐγίνοντο ἀνδρῶν, καὶ πάλιν ἀγροὶ, καὶ πάλιν ἐρημίαι, νάπαι τε καὶ ὄρη τοὺς Χριστοῦ θεράποντας ὑπεδέχοντο. ἐπεὶ δὲ καὶ ταῦτα τοῦτον προυχώρει τῷ δυσσεβεῖ τὸν τρόπον, λοιπὸν καὶ τὸν κατὰ πάντων ἀνακινεῖν διωγμὸν ἐπὶ διάνοιαν ἐβάλλετο.
於是敬虔之人再次逃亡,田野又一次、曠野又一次,幽谷與羣山,收納了基督的僕人。當這些事也如此順遂這不虔之人的心意時,他便存心要再挑起那遍及眾人的逼迫。
Thereupon the flights of the godly men began again, and once more the fields, once more the wildernesses, the glens and the mountains received the servants of Christ. And when these things too went forward in this manner for the impious man, he then set his mind upon stirring up the persecution against all.
8:19
ἐκράτει τε γνώμης καὶ οὐδὲν ἐμποδὼν ἦν αὐτῷ μὴ οὐχὶ ἐν ἔργῳ χωρεῖν, εἰ μὴ τάχιστα τὸ μέλλον ἔσεσθαι προλαβὼν ὁ τῶν οἰκείων ψυχῶν ὑπέρμαχος θεὸς ὡς ἐν βαθεῖ σκότῳ καὶ νυκτὶ ζοφωδεστάτῃ φωστῆρα μέγαν ἀθρόως καὶ σωτῆρα τοῖς πᾶσιν ἐξέλαμψε, τὸν αὐτοῦ θεράποντα Κωνσταντῖνον ὑψηλῷ βραχίονι ἐπὶ τὰ τῇδε χειραγωγήσας.
他的計謀本已得逞,再無任何攔阻使他不能付諸行動,若不是神——祂自己子民魂的衛護者——以極快的速度預先看見將要發生的事,便如同在深沉的黑暗與最幽暗的夜裡,驟然使一位偉大的光體、眾人的拯救者照耀出來,用高舉的膀臂引領祂的僕人君士坦丁到這些地方來。
And he prevailed in his purpose, and there was nothing to hinder him from proceeding to action, had not God, the Champion of the souls that are His own, anticipating with all speed what was about to happen, caused to shine forth all at once, as in deep darkness and the most gloomy night, a great luminary and saviour to all, leading His servant Constantine by a lofty arm to these regions.