📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 《教會史》卷十

優西比烏

《教會史》卷十 第 9 章

希臘文原文.9 節.部分字詞可點開查義

← 第 8 章
9:1
Νώ. H. E. VII, 45-46] Τούτῳ μὲν οὖν ἄνωθεν ἐξ οὐρανοῦ καρπὸν εὐσεβείας ἐπάξιον, τὰ τρόπαια τῆς κατὰ τῶν ἀσεβῶν παρεῖχε νίκης, τὸν δ ἀλιτήριον, αὐτοῖς συμβούλοις ἅπασι καὶ φίλοις, ὑπὸ τοῖς Κωνσταντίνου ποσὶ πρηνῆ κατέβαλεν.
因此,神從天上將敬虔當得的果子賜給他——就是勝過那不虔之人的凱旋戰利品;至於那有罪的,連同他一切的謀士與朋友,神都使他們面伏於地,倒在君士坦丁的腳下。
To him, therefore, from heaven above God granted a worthy fruit of piety—the trophies of victory over the impious; but the guilty one, together with all his counsellors and friends, He cast down prone beneath the feet of Constantine.
9:2
ὡς γὰρ εἰς ἔσχατα μανίας τὰ κατ αὐτὸν ἤλαυνεν, οὐκέτ ἀνεκτὸν εἶναι λογισάμενος βασιλεὺς τῷ θεῷ φίλος, τὸν σώφρονα συναγαγὼν λογισμὸν, καὶ τὸν στερρὸν τοῦ δικαίου τρόπον φιλανθρωπίᾳ κερασάμενος, ἄσμενος ἐπαμῦναι κρίνει τοῖς ὑπὸ τῷ τυράννῳ ταλαιπωρουμένοις, καὶ τό γε πλεῖστον ἀνθρώπων γένος, βραχεῖς λυμεῶνας ἐκποδὼν ποιησάμενος, ἀνασώσασθαι ὁρμᾶται.
因為當他的所作所為被逼到瘋狂的極點時,那作神之友的皇帝,斷定這已不能再容忍,便聚集起他清明的思慮,又以仁愛調和那剛正不阿的公義,欣然決意要援助那些在暴君手下受苦的人,並起意除去少數的毀壞者,以拯救人類中極大的一部分。
For when his affairs were driven to the uttermost madness, the emperor, the friend of God, reckoning that it was no longer to be endured, gathered his sound reason, and tempering the steadfast manner of justice with humanity, gladly determined to come to the aid of those afflicted under the tyrant, and set out to rescue the greatest part of the human race by removing a few destroyers out of the way.
9:3
μόνῃ γὰρ αὐτῷ χρωμένῳ φιλανθρωπίᾳ τὸν πρὸ τούτου χρόνον, καὶ τὸν οὐ συμπαθείας ἄξιον ἐλεοῦντι, τῷ μὲν οὐδὲν ἐγίνετο πλέον, τῆς κακίας οὐκ ἀπαλλαττομένῳ, αὔξοντι δὲ μᾶλλον τὴν κατὰ τῶν ὑποχειρίων ἐθνῶν λύτταν, τοῖς δὲ κακουμένοις οὔτις ἐλείπετο σωτηρίας ἐλπὶς, ὑπὸ δεινῷ θηρίῳ καταπονουμένοις.
因為他在此以先,單單施行仁愛,憐憫那不配得同情的人,於那人卻毫無益處——他既不肯離棄自己的惡行,反倒更加增添他對受治列邦的狂暴;而那些受虐待的人,既被一頭可怕的野獸所壓制,便毫無得救的指望了。
For while he, in the time before this, used humanity alone and showed pity to one unworthy of sympathy, nothing more came of it for that man, who did not turn from his wickedness but rather increased his frenzy against the subject nations; and for those who were being maltreated there remained no hope of salvation, ground down as they were beneath a terrible beast.
9:4
διὸ δὴ τῷ φιλαγάθῳ μίξας τὸ μισοπόνηρον τῶν ἀγαθῶν ἀρωγὸς, πρόεισιν ἅμα παιδὶ Κρίσπῳ βασιλεῖ φιλανθρωποτάτῳ, σωτήριον δεξιὰν ἅπασι τοῖς ἀπολλυμένοις ἐκτείνας· εἶθ οἷα παμβασιλεῖ θεῷ, θεοῦ παιδὶ σωτῆρι ἁπάντων ποδηγῷ καὶ συμμάχῳ χρώμενοι, πατὴρ ἅμα καὶ υἱὸς, ἄμφω κύκλῳ διελόντες τὴν κατὰ τῶν θεομισῶν παράταξιν, ῥᾳδίαν τὴν νίκην ἀποφέρονται, τῶν κατὰ τὴν συμβολὴν πάντων ἐξευμαρισθέντων αὐτοῖς ὑπὸ τοῦ θεοῦ κατὰ γνώμην.
因此,這善人的扶助者,將恨惡邪惡與愛慕良善二者調和,偕同他的兒子、那極其仁愛的皇帝克利斯普一同出征,向一切將亡的人伸出拯救的右手。於是,他們以萬王之神、神之子萬人的救主為引導與盟友,父與子一同從各方分列陣勢,抵擋那些恨惡神的人,便輕易得了勝利,因為交戰中的一切,都照神的旨意,由神為他們鋪平了。
Wherefore, mingling hatred of evil with love of good, the helper of the good went forth, together with his son Crispus, a most humane emperor, stretching out a saving right hand to all who were perishing. Then, using as their guide and ally God the King of all, the Son of God the Saviour of all, the father and son together, dividing their battle-line on every side against the haters of God, easily carried off the victory, all things in the encounter having been made smooth for them by God according to His purpose.
9:5
ἀθρόως δῆτα καὶ λόγου θάττον οἱ μὲν χθὲς καὶ πρὸ ἡμέρας θανάτου πνέοντες καὶ ἀπειλῆς οὐκέτ ἦσαν, οὐδὲ μέχρις ὀνόματος μνημονευόμενοι· γραφαί τε αὐτῶν καὶ τιμαὶ τὴν ἀξίαν αἰσχύνην ἀπελάμβανον. καὶ τοῖς πάλαι δυσσεβέσι τυράννοις ἐνεῖδεν αὐτοῖς ὀφθαλμοῖς Λικίννιος, ταῦτα ὁμοίως καὶ αὐτὸς ἔπασχεν, ὅτι μηδ αὐτὸς ἐδέξατο παιδείαν, μηδὲ ταῖς τῶν πέλας ἐσωφρονίσθη μάστιξι, τὴν ὁμοίαν δ ἐκείνοις τῆς ἀσεβείας μετελθὼν ὁδὸν, ἐπὶ τὸν ἴσον αὐτοῖς ἐνδίκως περιηνέχθη κρημνόν.
於是,驟然之間,比話語還快,那些昨日與前日還在噴吐死亡與威嚇的人,竟不復存在,連名字也無人記念;他們的碑銘與尊榮都受了應得的羞辱。利錫尼曾親眼看見古時不虔的暴君所遭遇的事,這些事他自己也照樣受了,因為他自己也不肯領受教訓,也不因鄰人所受的鞭撻而醒悟,反倒走上與他們相同的不虔之路,便公義地被拋下與他們相同的懸崖。
All at once, then, and quicker than a word, those who but yesterday and the day before were breathing death and threats were no more, nor even remembered so much as in name; their inscriptions and honours received their deserved disgrace. And the things that Licinius had seen with his own eyes befall the impious tyrants of old, these he himself likewise suffered, because he too did not receive instruction, nor was brought to his senses by the scourges of his neighbours, but, traversing the same road of impiety as they, was justly hurled over the same precipice as they.
9:6
ἀλλ οὗτος μὲν ταύτῃ πη βεβλημένος ἔκειτο, δ ἀρετῇ πάσῃ θεοσεβείας ἐκπρέπων μέγιστος νικητὴς Κψνσταντῖνος σὺν παιδὶ Κρίσπῳ βασιλεῖ θεοφιλεστάτῳ καὶ κατὰ πάντα τοῦ πατρὸς ὁμοίῳ τὴν οἰκείαν ἑῴαν ἀπελάμβανον, καὶ μίαν ἡνωμένην τὴν Ῥωμαίων κατὰ τὸ παλαιὸν παρεῖχον ἀρχὴν, τὴν ἀπ ἀνίσχοντος ἡλίου πᾶσαν ἐν κύκλῳ κατὰ θάτερα τῆς οἰκουμένης, ἄρκτον τε ὁμοῦ καὶ μεσημβρίαν, εἰς ἔσχατα δυομένης ἡμέρας ὑπὸ τὴν αὐτῶν ἄγοντες εἰρήνην.
當那人這樣倒臥被棄之時,那位在敬虔一切美德上卓然超羣、至大的得勝者君士坦丁,偕同他的兒子、那極蒙神愛、各方面都肖似父親的皇帝克利斯普,收復了本屬他們的東方,並如同古時一般,使羅馬的政權合而為一,將其全境環抱於他們的太平之下——從日出之處起,環繞普世兩端,北方與南方一同,直到日落之地的盡頭。
But while this man lay thus cast down, the one pre-eminent in every virtue of godliness, the greatest victor Constantine, together with his son Crispus, an emperor most beloved of God and in all respects like his father, recovered their own East, and presented the Roman empire, as in ancient times, as one united whole, bringing under their peace all of it in a circle, from the rising sun on both sides of the inhabited world, north and south alike, even to the uttermost limits of the setting day.
9:7
ἀφῄρητο δ οὖν ἐξ ἀνθρώπων πᾶν δέος τῶν πρὶν αὐτοὺς πιεζόντων, λαμπρὰς δ ἐτέλουν καὶ πανηγυρικὰς ἑορτῶν ἡμέρας· ἦν δὲ φωτὸς ἔμπλεα πάντα, καὶ μειδιῶσι προσώποις, ὄμμασί τε φαιδροῖς οἱ πρὶν κατηφεῖς ἀλλήλους ἔβλεπον, χορεῖαι δ αὐτοῖς καὶ ὕμνοι κατὰ πόλεις ὁμοῦ καὶ ἀγρούς· τὸν παμβασιλέα θεὸν πρώτιστα πάντων, ὅτι δὴ τοῦτ ἐδιδάχθησαν, κἄπειτα τὸν εὐσεβῆ βασιλέα παισὶν ἅμα θεοφιλέσιν ἐγέραιρον.
於是人間一切對先前壓迫他們之人的懼怕,都被除去了;他們守那輝煌而歡慶的節日。萬物都充滿了光明,先前愁苦的人,如今帶著微笑的面容與明亮的眼目彼此相看;他們在各城各鄉一同歌舞頌讚,首先將尊榮歸與萬王之神——因他們素來受了這樣的教導——其次歸與那敬虔的皇帝,並他蒙神所愛的眾子。
There was taken away, then, from men all fear of those who before had oppressed them; and they kept brilliant and festive holy days. All things were full of light, and with smiling faces and beaming eyes those who before were downcast looked upon one another; with dances and hymns throughout cities and fields alike, they gave honour first of all to God the King of all—for this they had been taught—and then to the pious emperor together with his God-beloved sons.
9:8
κακῶν δ ἀμνηστία παλαιῶν ἦν, καὶ λήθη πάσης δυσσεβείας, παρόντων δ ἀγαθῶν ἀπόλαυσις, καὶ προσέτι μελλόντων προσδοκίαι. ἥπλωντο δ οὖν κατὰ πάντα τόπον τοῦ νικητοῦ βασιλέως φιλανθρωπίας ἔμπλεοι διατάξεις, νόμοι τε μεγαλοδωρεᾶς καὶ ἀληθοῦς εὐσεβείας γνωρίσματα περιέχοντες.
昔日的諸惡得了赦免,一切的不虔都被遺忘;既享受現今的美善,又懷有對將來之事的盼望。於是那得勝皇帝充滿仁愛的法令,便遍傳各處,那些律例都帶著慷慨大度與真實敬虔的標記。
There was an amnesty of old evils, and forgetfulness of all impiety; an enjoyment of present good things, and besides, expectations of those yet to come. There were spread abroad, then, in every place, the ordinances of the victorious emperor, full of humanity, and laws containing the marks of munificence and of true piety.
9:9
οὕτω δῆτα πάσης τυραννίδος ἐκκαθαρθείσης, μόνοις ἐφυλάττετο τὰ τῆς προσηκούσης βασιλείας βέβαιά τε καὶ ἀνεπίφθονα Κωνσταντίνῳ καὶ τοῖς αὐτοῦ παισὶν, οἳ τῶν πρόσθεν πάντων ἀποσμήξαντες τὴν θεοστυγίαν τοῦ βίου, τῶν ἐκ θεοῦ πρυτανευθέντων ἀγαθῶν αὐτοῖς ᾐσθημένοι, τὸ φιλάρετον καὶ θεοφιλὲς τότε πρὸς τὸ θεῖον εὐσεβὲς καὶ εὐχάριστον δι ὧν εἰς προῦπτον ἅπασιν ἀνθρώποις παρέσχον ὁρᾶν ἐπεδείξαντο.
這樣,一切的暴政既被肅清,那本屬他們之國度的諸般福分,便穩固而無可妒忌地單單保存給君士坦丁和他的眾子;他們既從從前的一切中抹去了那敵神的生活,又體會了神所分賜給他們的美善,便將他們愛慕美德、敬愛神的心,並向神的虔敬與感恩,藉著種種行為顯明出來,使眾人都得以清楚看見。
Thus, when all tyranny had been purged away, there were preserved for Constantine and his sons alone, secure and unbegrudged, the things of the kingdom that belonged to them; who, having wiped away from all that went before the hatred of God in their manner of life, and having perceived the good things dispensed to them by God, displayed their love of virtue and devotion to God, their piety and thankfulness toward the Divine, by deeds whereby they granted all men to behold it openly.
← 第 8 章
123456789