📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 以弗所書講道集

金口若望

以弗所書講道集 第 12 章

希臘文原文.148 節.部分字詞可點開查義

← 第 11 章第 13 章 →
12:1
Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν, ἐσκο τισμένοι τῇ διανοίᾳ
所以我說,且在主裏鄭重的說,你們行事為人,不要再像其餘的外邦人,存虛妄的心而行,心地昏暗。
This therefore I say and testify in the Lord, that you no longer walk as the rest of the Gentiles also walk, in the vanity of their mind, being darkened in their understanding.
12:2
Τὸν διδάσκαλον, οὐ μόνον συμβουλεύοντα καὶ διδάσκοντα δεῖ
作教師的,不但要勸勉、教導,
The teacher must not only counsel and teach,
12:3
καταρτίζειν καὶ ὀρθοῦν τὰς τῶν μαθητευομένων ψυχὰς, ἀλλὰ καὶ φοβοῦντα καὶ τῷ Θεῷ παραδιδόντα
裝備並匡正受教之人的心靈,還要使他們懼怕,並把他們交託與神。
equipping and setting straight the souls of those being discipled, but also making them fear and committing them to God.
12:4
Ἐπειδὴ γὰρ τὰ παρὰ τῶν ἀνθρώπων λεγόμενα, ὡς παρὰ ὁμοδούλων, οὐχ ἱκανὰ καθ. άψασθαι ψυχῆς, ἀναγκαῖον τῷ Κυρίῳ παραδιδόναι λοιπόν
因為人所說的話,既是出於同作僕人的,不足以抓住人的心靈,此後就必須把他們交託與主。
For since the things spoken by men, as coming from fellow-servants, are not sufficient to take hold of the soul, it is necessary thereafter to commit them to the Lord.
12:5
Τοῦτο οὖν καὶ Παῦλος ποιεῖ
這正是保羅所行的。
This, then, is what Paul also does.
12:6
Περὶ ταπεινοφροσύνης γὰρ καὶ ἑνώσεως διαλεχθεὶς, καὶ τοῦ μὴ δεῖν ἕτερον κατεξανίστασθαι τοῦ ἑτέρου, ἄκουσον τί φησι·
他既論到謙卑與合一,又論到人不當彼此相爭,你且聽他怎麼說:
For having discoursed concerning humility and unity, and that one ought not to rise up against another, hear what he says:
12:7
Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ
「所以我說,且在主裏鄭重的說,你們行事為人,不要再像其餘的外邦人。」
'This therefore I say and testify in the Lord, that you no longer walk as the rest of the Gentiles also walk.'
12:8
Οὐκ εἶπε, Μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς περιπατεῖτε·
他沒有說:「你們行事為人,不要再像你們自己所行的那樣」;
He did not say, 'that you no longer walk as you walk';
12:9
πληκτικώτερος γὰρ λόγος·
因為那樣說話就過於尖刻了;
for the saying would have been too cutting;
12:10
ἀλλὰ τὸ αὐτὸ μὲν ἐδήλωσεν, ἀπὸ δὲ ἑτέρων τὸ παρά. δειγμα ἤγαγε
他所指明的原是同一件事,卻是從別人身上引出這個例證來。
but he indicated the same thing, while drawing the example from others.
12:11
Καὶ πρὸς Θεσσαλονικέας δὲ γράφων, τὸ αὐτὸ τοῦτο ποιεῖ λέγων·
他寫信給帖撒羅尼迦人時,也照樣行了這事,說:
And writing to the Thessalonians also, he does this very same thing, saying:
12:12
Μὴ ἐν πάθει ἐπιθυμίας, καθὼς καὶ τὰ λοιπὰ ἔθνη
「不放縱私慾的邪情,像那不認識神的外邦人。」
'Not in the passion of lust, even as the rest of the Gentiles.'
12:13
Διεστήκατε, φησὶ, τοῖς δόγμασιν αὐτῶν, ἀλλὰ τὸ ὅλον γέγονε τοῦ Θεοῦ·
他說:「你們在教義上已與他們分別,然而這一切都是出於神;
'You have parted ways,' he says, 'from their doctrines, but the whole has become God's;
12:14
ἐγὼ δὲ ζητῶ τὰ παρ' ὑμῶν, τὸν βίον καὶ τὸν περίπατον τὸν κατὰ τὸν Θεόν·
但我所尋求的,乃是出於你們的——就是照著神而有的生活與行事為人。」
yet I seek what is from you — the life and the walk that is according to God.'
12:15
Μάρτυρα δὲ τὸν Κύριον καλῶ τῶν εἰρημένων ἐμοὶ, ὅτι οὐχ ὑπεστειλάμην, ἀλλ' εἶπον πῶς δεῖ περιπατεῖν
「我且呼求主為我所說的話作見證,我並沒有退縮,乃是告訴了你們當怎樣行事為人。」
'And I call the Lord as witness of the things spoken by me, that I did not shrink back, but told how one ought to walk.'
12:16
Ἐν ματαιότητι, φησὶ, τοῦ νοὸς αὑτῶν
他說:「存虛妄的心。」
'In the vanity,' he says, 'of their mind.'
12:17
Τί ἐστι νοῦ ματαιότης; Τὸ περὶ τὰ μάταια ἠσχολῆσθαι
何為心思的虛妄?就是把心思用在虛妄的事上。
What is vanity of mind? To be occupied about vain things.
12:18
Τίνα δέ ἐστι μάταια, ἀλλ' τὰ παρόντα ἅπαντα; περὶ ὧν φησιν Ἐκκλησιαστής·
何為虛妄的事?豈不就是這一切現今的事麼?論到這些事,傳道者說:
And what are vain things, but all present things? Concerning which the Preacher says:
12:19
Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης
「虛空的虛空,凡事都是虛空。」
'Vanity of vanities, all is vanity.'
12:20
Εἰ μάταια καὶ ματαιότης, τίνος ἕνεκεν γέγονεν; εἰ τοῦ Θεοῦ ἔργα, πῶς μάταια; καὶ πολὺς περὶ τούτων λόγος
它們若是虛妄、是虛空,那為何被造出來呢?若是神的工作,又怎會是虛妄呢?論到這些,可說的話甚多。
If they are vain and vanity, for what purpose have they come to be? If they are God's works, how are they vain? And much is the discussion concerning these things.
12:21
Οὐ τὰ τοῦ Θεοῦ ἔργα εἶπε μάταια, μὴ γένοιτο·
他並沒有稱神的工作為虛妄——斷乎沒有!
He did not call God's works vain — far from it!
12:22
οὐκ οὐρανὸς μάταιος, οὐδὲ γῆ ματαία, μὴ γένοιτο·
天不是虛妄的,地也不是虛妄的——斷乎沒有!
The heaven is not vain, nor is the earth vain — far from it!
12:23
οὐχ ἥλιος, οὐδὲ σελήνη καὶ ἄστρα, οὐδὲ τὸ σῶμα τὸ ἡμέτερον·
日頭不是,月亮星辰不是,我們的身體也不是;
not the sun, nor the moon and the stars, nor our body;
12:24
πάντα γὰρ ταῦτα καλὰ λίαν·
因為這一切都是甚好的;
for all these things are very good;
12:25
ἀλλὰ τί μάταιον; Ἀκούσωμεν αὐτοῦ λέγοντος τοῦ Ἐκκλησιαστοῦ·
那麼,甚麼是虛妄的呢?讓我們聽傳道者自己怎麼說:
but what is vain? Let us hear the Preacher himself as he speaks:
12:26
Ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, ἐποίησά μοι κολυμβήθρας ὑδάτων, ἐγένετό μοι ποίμνια καὶ βουκόλια, συνήγαγον χρυσίον καὶ ἀργύριον·
「我為自己栽種葡萄園,為自己置辦歌唱的男子和歌唱的女子,為自己挖造水池,我有牛群羊群,我又積蓄金子和銀子。」
'I planted myself vineyards, I made me singing men and singing women, I made me pools of water, I had flocks and herds, I gathered together silver and gold.'
12:27
καὶ εἶδον ὅτι πάντα ματαιότης·
「我看見這一切都是虛空。」
'And I saw that all was vanity.'
12:28
καὶ πάλιν, Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης
又說:「虛空的虛空,凡事都是虛空。」
And again: 'Vanity of vanities, all is vanity.'
12:29
Ἄκουε καὶ τοῦ Προφήτου λέγοντος·
你也要聽先知所說的:
Hear also the Prophet as he says:
12:30
Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά
「他積蓄財寶,卻不知將來有誰收取。」
'He heaps up riches, and knows not for whom he shall gather them.'
12:31
Κατὰ τοῦτο ματαιότης ματαιοτήτων, αἱ λαμπραὶ οἰκοδομαὶ, πολὺς καὶ περιῤῥέων χρυσὸς, τῶν ἀνδραπόδων αἱ ἀγέλαι κατὰ τὴν ἀγορὰν σοβοῦσαι, τῦφος καὶ κενοδοξία, τὰ φρονήματα καὶ κόμπος
從這意義上說,那些都是「虛空的虛空」:華麗的建築,豐足而滿溢的黃金,在市場上招搖的成群奴僕,那驕傲與虛榮,那自負與誇耀。
In this sense are 'vanity of vanities': the splendid buildings, the abundant and overflowing gold, the droves of slaves bustling through the marketplace, the pride and vainglory, the haughtiness and the pomp.
12:32
οὐ γὰρ παρὰ Θεοῦ γεγένηται, ἀλλὰ παρ' ἡμῶν δεδημιούργηται
因為這些並非出於神,乃是我們自己所造作出來的。
For these have not come to be from God, but have been fashioned by ourselves.
12:33
Τί δήποτε δὲ μάταια; Ὅτι οὐδὲν ἔχει τέλος χρηστόν
但它們究竟為何是虛空的呢?因為其中沒有一樣有美好的結局。
But why exactly are they vain? Because nothing about them has any good end.
12:34
Τὰ χρήματα μάταια, ὅταν εἰς τρυφὴν ἀναλίσκηται·
財富被揮霍在奢華享樂上時,就是虛空的;
Riches are vain when they are squandered on luxury;
12:35
οὐ μάταια δὲ γίνεται, ὅταν εἰς πένητας σκορπίζηται
然而當它們分散給窮人時,就不是虛空的了。
but they do not become vain when they are scattered among the poor.
12:36
Ὅταν δὲ εἰς τρυφὴν ἀναλώσῃς, ἴδωμεν αὐτῶν τὸ τέλος τί ποτέ ἐστι·
但當你把財富耗費在奢華上,讓我們看看它們最終究竟有何結局:
But when you have spent them on luxury, let us see what their end at last may be:
12:37
λιπασμὸς σώματος, ἐρυγαὶ, πνεύματα, κόπρου πλῆθος, καρηβαρία, μαλακία σαρκὸς, καὶ θερμότης καὶ ἔκλυσις
身體的肥膩、打嗝、放屁、大量的糞便、頭腦的昏沉、肉體的軟弱,以及發熱與倦怠。
the grease of the body, belchings, breaking wind, an abundance of dung, heaviness of the head, softness of the flesh, and feverish heat and languor.
12:38
Ὡς γὰρ ἂν εἴ τις τετρημένον πίθον ἐπαντλῶν ματαιοπονεῖ, οὕτω καὶ τρυφῶν εἰς πίθον τετρημένον ἀντλεῖ
因為正如一個不斷向漏底的桶裡注水的人是徒勞無功,那奢華度日的人也照樣是把水注入漏底的桶裡。
For just as one who keeps pouring into a leaky cask toils in vain, so also he who lives in luxury draws for a leaky cask.
12:39
Ἄλλως δὲ, μάταιον λέγεται τὸ προσδοκηθὲν μὲν ἔχειν τιμὴν, μὴ ἐσχηκὸς δέ·
從另一意義上說,凡被指望有價值、卻實在沒有價值的,就稱為虛空的;
In another sense, that is called vain which was expected to have value but had none;
12:40
ὅπερ καὶ κενὸν λέγουσι, καὶ κενὰς ἐλπίδας, καὶ τὸ εἰκῆ
這也被人稱為空虛,稱為空盼望,稱為徒然之事。
this too men call empty, and empty hopes, and that which is done to no purpose.
12:41
Καὶ ἁπλῶς δὲ μάταιον λέγεται τὸ πρὸς μηδὲν χρήσιμον
而且簡言之,凡對任何事都無用處的,就稱為虛空的。
And, quite simply, that is called vain which is useful for nothing.
12:42
Ἴδωμεν οὖν, εἰ μὴ τοιαῦτα τὰ ἀνθρώπινα
那麼讓我們看看,人間的事物豈不正是如此。
Let us see, then, whether human things are not of this kind.
12:43
Τί οὖν τὸ τέλος, εἰπέ μοι; Φθορά
那麼,請告訴我,結局是甚麼呢?就是敗壞。
What, then, is the end, tell me? Corruption.
12:44
Ἐνδυσώμεθα καὶ περιβαλώμεθα, καὶ τί τὸ πέρας; Οὐδέν
我們穿戴衣裳、妝飾自己,結果又如何呢?毫無所得。
Let us clothe and array ourselves, and what is the outcome? Nothing.
12:45
Τοιαῦτά τινες τῶν Ἑλλήνων ἐφιλοσόφησαν, ἀλλὰ μάτην·
有些希臘人也曾如此思辨探究,卻是徒然;
Certain of the Greeks philosophized in this manner, but to no purpose;
12:46
τὸν σκληρὸν βίον ἐπεδείξαντο, ἀλλ' ἁπλῶς, οὐ πρός τι τέλος χρήσιμον ὁρῶντες, ἀλλὰ πρὸς κενοδοξίαν καὶ τὴν παρὰ τῶν πολλῶν τιμήν
他們誇示自己嚴謹刻苦的生活,卻只是白白如此,並非著眼於任何有益的目的,乃是為著虛榮和從眾人而來的尊榮。
they made a display of a rigorous life, but merely so, not looking toward any useful end, but toward vainglory and the honor that comes from the many.
12:47
Τί δὲ παρὰ τῶν πολλῶν τιμή; Οὐδέν
但從眾人而來的尊榮又是甚麼呢?毫無價值。
But what is the honor that comes from the many? Nothing.
12:48
Εἰ γὰρ αὐτοὶ οἱ τὴν τιμὴν παρεχόμενοι ἀπόλλυνται, πολλῷ μᾶλλον τιμή
因為那些賜予尊榮的人自己尚且滅亡,何況那尊榮本身呢。
For if those very men who bestow the honor perish, much more does the honor itself.
12:49
τιμὴν παρέχων ἑτέρῳ, ἑαυτῷ πρότερον ὀφείλει παρασχεῖν·
那將尊榮賜給別人的,必須先能將它賜給自己;
He who bestows honor on another ought first to bestow it on himself;
12:50
εἰ δὲ μὴ παρέχοι ἑαυτῷ, πῶς ἂν ἑτέρῳ παρέξοι; Νῦν δὲ καὶ τὰς τιμὰς ζητοῦμεν ἐξ εὐτελῶν καὶ εὐκαταφρονήτων ἀνδρῶν, ἀτίμων ὄντων καὶ ἐπονειδίστων
他若不能賜給自己,又怎能賜給別人呢?然而如今,我們竟向那些卑賤可鄙、自身毫無尊榮又當受責備的人尋求尊榮。
and if he cannot bestow it on himself, how should he bestow it on another? But as it is, we even seek honors from cheap and contemptible men, who are themselves without honor and worthy of reproach.
12:51
Ὁρᾷς ὅτι ματαιότης ματαιοτήτων τὰ πάντα; Διὰ τοῦτο ἔλεγεν·
你看見凡事都是虛空的虛空嗎?因此他說:
Do you see that all is vanity of vanities? Therefore he said:
12:52
Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν
「在他們心思的虛妄裡。」
'In the vanity of their mind.'
12:53
Ἀλλ' θρησκεία αὐτῶν οὐ τοιαύτη; Τί δαί; ἆρα οὐ ξύλα καὶ λίθοι τὰ προσκυνούμενα; Ἥλιον φαίνειν ἡμῖν ἐποίησεν ἀντὶ λύχνου·
但他們的宗教難道不也是如此嗎?那又怎樣呢?他們所敬拜的豈不是木頭和石頭嗎?神造了太陽為我們發光,好代替燈;
But is their religion not of this sort? What then? Are not the things they worship wood and stones? He made the sun to shine for us in place of a lamp;
12:54
τίς τὸν λύχνον τὸν ἑαυτοῦ προσκυνεῖ; Ἥλιος παρέχει τὸ φῶς·
誰會敬拜自己的燈呢?太陽供給光明;
who worships his own lamp? The sun provides light;
12:55
τί τοίνυν οὐ προσκυνεῖς τὸν λύχνον; Ναὶ, φησὶ, προσκυνῶ τὸ πῦρ
那麼你為何不敬拜燈呢?他說:「是的,我敬拜火。」
why then do you not worship the lamp? 'Yes,' he says, 'I worship the fire.'
12:56
τοσαύτη ὕβρις, καὶ οὐκ αἰσχύνῃ; Ὅρα δὲ καὶ ἑτέραν πάλιν·
這是何等的悖逆狂妄,你難道不覺得羞恥嗎?再看另一點:
So great is the outrage, and are you not ashamed? But consider yet another point:
12:57
Τὸ προσκυνούμενον τί σβεννύεις; τί ἀπολλύεις; τί ἀναιρεῖς σου τὸν θεόν; διὰ τί μὴ συγχωρεῖς τὴν οἰκίαν ἐμπεπλῆσθαι αὐτοῦ; Εἰ γὰρ θεός ἐστι τὸ πῦρ, ἐπινεμέσθω σου τὸ σῶμα, μὴ τῷ πυθμένι τῆς χύτρας καὶ τοῦ λέβητος τὸν θεὸν ὑποβάλῃς·
你為何撲滅你所敬拜之物?你為何毀滅它?你為何除掉你的神?你為何不容你的房屋被它充滿?因為火若是神,就讓它吞噬你的身體吧;不要把這神塞到鍋底和大鍋底下;
Why do you quench the thing you worship? Why do you destroy it? Why do you make away with your god? Why do you not allow your house to be filled with it? For if fire is a god, let it feed upon your body; do not thrust the god beneath the bottom of the pot and the cauldron;
12:58
εἴσαγε εἰς τὰ ταμεῖα, εἴσαγε εἰς τὰ σηρικὰ ἱμάτια
把它引進你的庫房,引進你的絲綢衣裳之中。
bring it into your storerooms, bring it in among your silken garments.
12:59
Σὺ δὲ οὐ μόνον οὐκ εἰσάγεις, ἀλλὰ κἂν διὰ περιπέτειάν τινος ἐπεισέλθῃ, πάντοθεν ἐλαύνεις, πάντας συγκαλεῖς, καὶ ὥσπερ θηρίου τινὸς ἐπεισελθόντος, ὀδύρῃ καὶ στένεις, καὶ συμφορὰν τὸ πρᾶγμα καλεῖς ὑπερβάλλουσαν τὸ τὸν θεόν σου παρεῖναι
但你不但不引它進來,反倒若因某種意外它闖了進來,你就四面八方地驅趕它,召集眾人,彷彿有甚麼野獸闖入一般,號啕哀哭,把這事稱為超乎一切的大災禍——就是你的神竟然臨到了。
But you not only do not bring it in, but even if by some mischance it makes its way in, you drive it out on every side, you call everyone together, and as though some wild beast had broken in, you wail and groan, and you call the affair a calamity surpassing all others—that your god should be present.
12:60
Ἔχω ἐγὼ Θεὸν, καὶ πάντα ποιῶ, ὥστε αὐτὸν ἐνστερνίσασθαι, καὶ μακαριότητα ἐμαυτοῦ ἡγοῦμαι, οὐχ ὅταν τὴν οἰκίαν ἐπισκέπτηται τὴν ἐμὴν, ἀλλ' ἂν εἰς τὴν καρδίαν αὐτὸν ἑλκύσω τὴν ἐμήν
我有一位神,我竭盡所能要將祂擁抱在懷中,並且我以此為我的福分,不是當祂造訪我的房屋時,乃是當我把祂吸引到我心裡的時候。
I have a God, and I do everything to embrace Him to my bosom, and I count it my blessedness, not when He visits my house, but when I draw Him into my heart.
12:61
Ἕλκυσον καὶ σὺ τὸ πῦρ εἰς τὴν καρδίαν τὴν σήν
你也把那火吸引到你心裡去吧。
Do you also draw the fire into your heart.
12:62
Γέλως ταῦτα, καὶ ματαιότης
這些事都是可笑的,是虛空的。
These things are laughable, and vanity.
12:63
Καλὸν τὸ πῦρ εἰς χρῆσιν, οὐκ εἰς προσκύνησιν·
火用來使用是好的,卻不是用來敬拜;
Fire is good for use, not for worship;
12:64
εἰς διακονίαν, εἰς ὑπηρεσίαν, εἰς τὸ δουλεύειν ἐμοὶ, οὐκ εἰς τὸ κρατεῖν ἐμοῦ·
是用來供役、服事、服侍我,而不是用來轄制我;
for ministry, for service, for serving me, not for ruling over me;
12:65
ἐκεῖνο δι' ἐμὲ γέγονεν, οὐκ ἐγὼ δι' αὐτό
它是為我而被造的,不是我為它而受造的。
it came into being for my sake, not I for its sake.
12:66
Εἰ προσκυνεῖς τὸ πῦρ, τί αὐτὸς μὲν ἐπὶ τῆς κλίνης κατάκεισαι, μαγείρῳ δὲ κελεύεις παρεστάναι σου τῷ θεῷ; Αὐτὸς ἀνάδεξαι τὴν μαγειρικὴν, καὶ ἀρτοκόπος γενοῦ, εἰ βούλει, καὶ χαλκεύς
你若敬拜火,為何你自己躺臥在榻上,卻吩咐廚子站在你的神旁邊呢?你自己去承擔廚房的活計吧,若你願意,就作烤餅的、作打鐵的。
If you worship the fire, why do you yourself recline upon your couch, while you command a cook to stand beside your god? Take up the cook's task yourself, and become a baker, if you wish, and a smith.
12:67
Οὐδὲν γὰρ τούτων τῶν τεχνῶν τιμιώτερον, ἐπειδὴ ταῦτα σὸς ἐπισκέπτεται θεός
因為這些手藝沒有一樣是更尊貴的,既然你的神所服事的正是這些事。
For none of these crafts is more honorable, since it is these that your god attends upon.
12:68
Τί ὕβριν ἡγῇ τὴν τέχνην, ἔνθα σου πολὺς θεός; τί τοῖς δούλοις ἐπιτάττεις, αὐτὸς δὲ οὐ καταξιοῖς; Καλὸν τὸ πῦρ, ἐπειδὴ καὶ καλοῦ δημιουργοῦ, ἀλλ' οὐ θεός·
在你的神如此充分臨在之處,你為何把那手藝視為羞辱?你為何把它派給你的奴僕,自己卻不肯屈就?火是好的,既然它也是善良的匠師之工作,但它並非神;
Why do you count the craft an outrage, there where your god is so much present? Why do you enjoin it upon your slaves, but do not deem yourself worthy of it? Fire is good, since it is also the work of a good Craftsman, but it is not a god;
12:69
ἔργον γὰρ Θεοῦ, οὐ θεὸς ἐκλήθη
因為它被稱為神的工作,而不是神。
for it was called a work of God, not a god.
12:70
Οὐχ ὁρᾷς αὐτοῦ τὸ ἄτακτον; πῶς ὅταν ἐπιλάβηται οἰκίας, οὐδαμοῦ ἵσταται; ἀλλ' ἐὰν σχῇ συνεχῆ τινα, πάντα καθαιρεῖ, κἂν μὴ τεκτόνων χεῖρες καὶ ἄλλων τινῶν σβέσωσιν αὐτοῦ τὴν μανίαν, οὐ φίλους οἶδεν, οὐ πολεμίους, ἀλλ' ὁμοίως πᾶσι κέχρηται
你豈不看見它的無法無天嗎?它一旦抓住一座房屋,何處肯停息呢?但它若得著甚麼連綿不絕的燃料,就把一切都拆毀,除非木匠或別人的手撲滅它的狂暴,否則它不認朋友,也不認仇敵,乃是一視同仁地對待眾人。
Do you not see its unruliness? How, whenever it lays hold of a house, it nowhere stands still? But if it gets some continuous fuel, it pulls everything down, and unless the hands of carpenters or of certain others quench its frenzy, it knows neither friends nor foes, but treats all alike.
12:71
Τοῦτο οὖν θεὸς, καὶ οὐκ αἰσχύνεσθε; Ὄντως καλῶς εἶπεν·
這樣的東西竟是神嗎,你難道不覺得羞恥?他說得實在好:
Is this then a god, and are you not ashamed? Truly he spoke well:
12:72
Ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν
「在他們心思的虛妄裡。」
'In the vanity of their mind.'
12:73
Τοῦτο γὰρ, εἰπέ μοι, πόθεν, καὶ διὰ τί; ὅτι φῶς ἀφίησι πολύ; Ἀλλ' οὐχ ὁρᾷς αὐτὸν νικώμενον ὑπὸ τῶν νεφῶν, καὶ ἀνάγκῃ δουλεύοντα φύσεως, καὶ ἐκλείποντα καὶ ὑπὸ σελήνης καὶ νέφους κρυπτόμενον; Καίτοι γε νέφος ἀσθενέστερον ἡλίου, ἀλλ' ὅμως πολλαχοῦ κρατεῖ, καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστίν
請告訴我,這尊榮從何而來,又是為著甚麼呢?是因它發出許多光嗎?但你豈不看見它被雲彩所勝,又受制於自然的定律,並且會虧缺,被月亮和雲彩所遮蔽嗎?雲彩雖比太陽軟弱,卻仍在許多地方勝過它;而這也是神智慧的工作。
For tell me, whence comes this, and on what account? Because it sends forth much light? But do you not see it overcome by the clouds, and enslaved to the necessity of nature, and failing, and hidden both by the moon and by the cloud? And yet a cloud is weaker than the sun, but nevertheless in many places it prevails; and this too is a work of the wisdom of God.
12:74
Θεὸς παναρκὴς εἶναι ὀφείλει, οὗτος δὲ πολλῶν ἐστιν ἐνδεής·
神本當是全然自足的,這太陽卻需要許多東西;
God ought to be all-sufficient, but this one is in need of many things;
12:75
Δεῖται γὰρ ἀέρος πρὸς τὸ φᾶναι, καὶ ἀέρος λεπτοῦ·
因為它需要空氣才能發光,而且是稀薄的空氣;
for it needs air in order to shine, and thin air at that;
12:76
ὡς γε σφόδρα πυκνωθεὶς οὐκ ἀφίησι τὴν ἀκτῖνα διαδῦναι·
因為當空氣十分濃厚時,就不容那光線穿透;
since, when the air is very dense, it does not let the ray pass through;
12:77
δεῖται καὶ ὕδατος, καὶ ἑτέρου τοῦ ἐπέχοντος, ὥστε μὴ καταφλέξαι
它也需要水,還需要別的東西來抑制它,免得它把一切都燒盡。
it needs water also, and something else to hold it in check, so that it may not burn everything up.
12:78
Εἰ γὰρ μὴ πηγαὶ καὶ λίμναι καὶ ποταμοὶ καὶ θάλασσαι τινὰ ὑγρότητα διὰ τῆς τῶν ἀτμῶν συνέστησαν ἀναδόσεως, οὐδὲν ἂν ἐκώλυσεν ἐκπυρωθῆναι τὰ πάντα
因為若不是泉源、湖泊、江河和海洋藉著蒸氣的散發而維持某種濕氣,就沒有甚麼能攔阻萬物被火燒盡。
For if springs and lakes and rivers and seas did not maintain a certain moisture through the giving off of vapors, nothing would prevent all things from being consumed by fire.
12:79
Ὁρᾷς οὖν, φησὶν, ὅτι θεός; τῆς μανίας!
他說:「那麼你看見它是神了嗎?」何等的瘋狂!
'Do you see, then,' he says, 'that it is a god?' O the madness!
12:80
ἐπειδὴ, φησὶ, βλάψαι δύναται, θεός, Καὶ μὴν διὰ τοῦτο οὐ θεὸς, ὅτι ἐν οἷς μὲν βλάπτει, οὐδενὸς δεῖται, ἐν οἷς δὲ ὠφελεῖ, πολλῶν ἑτέρων χρῄζει·
他說:「因為它能造成傷害,所以它是神。」然而恰恰因為這緣故它才不是神,因為在它施行傷害的事上它一無所需,但在它施行益處的事上卻需要許多別的東西;
'Since,' he says, 'it is able to do harm, it is a god.' And yet for this very reason it is not a god, that in the things by which it harms it needs nothing, but in the things by which it helps it requires many other things;
12:81
Θεοῦ δὲ τὸ μὲν βλάπτειν, πόῤῥω, τὸ δὲ ὠφελεῖν, οἰκεῖον
但論到神,傷害是與祂遠離的,施益卻是祂本性所固有的。
but with God, to harm is far removed, while to benefit is proper to Him.
12:82
Ὅταν οὖν τὸ ἐναντίον , πῶς θεός;. Οὐχ ὁρᾷς, ὅτι τὰ δηλητήρια φάρμακα καταβλάπτει, καὶ οὐδενὸς δεῖται, ὅταν δὲ ὠφελῇ, πολλῶν; Διὰ σὲ τοίνυν ἐστὶ τοιοῦτος, καὶ καλὸς καὶ ἀσθενής·
那麼,當情形恰恰相反時,它怎能是神呢?你豈不看見致命的毒藥能造成傷害,一無所需,但當它們要有益處時,卻需要許多東西嗎?可見它之所以如此,既美好又軟弱,乃是為你的緣故;
When, then, the contrary is the case, how is it a god? Do you not see that deadly drugs do harm, and need nothing, but when they benefit, they need many things? For your sake, then, it is such as it is, both good and weak;
12:83
καλὸς μὲν, ἵνα ἐπιγινώσκῃς τὸν Δεσπότην·
美好,是要叫你認識那主宰;
good, that you may recognize the Master;
12:84
ἀσθενὴς δὲ, ἵνα μὴ Δεσπότην αὐτὸν εἶναι λέγῃς
軟弱,是要叫你不至於稱它為主宰。
weak, that you may not call it the Master.
12:85
Ἀλλὰ τρέφει, φησὶ, τὰ φυτὰ καὶ τὰ σπέρματα
他說:「但它滋養植物和種子。」
'But it nourishes,' he says, 'the plants and the seeds.'
12:86
Τί οὖν μὴ παρὰ τοῦτο καὶ κόπρος θεός; καὶ γὰρ καὶ ἐκείνη τρέφει
那麼,照這道理,糞肥豈不也是神了嗎?因為那也能滋養。
Why then, on this ground, is not dung also a god? For that too nourishes.
12:87
Τί μὴ παρὰ τοῦτο καὶ τὸ δρέπανον, καὶ αἱ τοῦ γεωργοῦ χεῖρες; Δεῖξόν μοι μόνον τρέφοντα τὸν ἥλιον, καὶ μηδενὸς δεόμενον, μήτε γῆς, μήτε ὕδατος, μήτε γεωργίας·
照這道理,鐮刀,還有農夫的手,豈不也是神了嗎?你只要讓我看見太陽單憑自己滋養萬物,一無所需,不需地、不需水、不需耕作;
Why, on this ground, is not the sickle also, and the hands of the farmer? Only show me the sun nourishing by itself, and needing nothing, neither earth, nor water, nor husbandry;
12:88
ἀλλὰ βαλλέσθω τὰ σπέρματα, καὶ τὴν ἀκτῖνα ἀφεὶς δεικνύτω τοὺς ἀστάχυας
只要把種子撒下,讓它單單放出光線,就長出禾穗來。
but let the seeds be cast down, and let it, merely emitting its ray, produce the ears of grain.
12:89
Εἰ δὲ οὐκ αὐτοῦ μόνου, ἀλλὰ καὶ τῶν ὑετῶν ἐστι, διὰ τί μὴ καὶ τὸ ὕδωρ θεός; Ἀλλὰ μήπω περὶ τούτου
但這既不是單靠它,也靠雨水,那麼水為何不也是神呢?不過關於這一點,暫且不論。
But if this belongs not to it alone, but also to the rains, why is not the water also a god? But not yet concerning this.
12:90
Διὰ τί μὴ καὶ γῆ θεός; διὰ τί μὴ καὶ κόπρος, καὶ δίκελλα; Πάντα οὖν, εἰπέ μοι, προσκυνήσομεν; τῆς ληρωδίας!
為何地不也是神呢?為何糞肥、鋤頭不也是神呢?那麼請告訴我,我們要敬拜一切東西嗎?何等的荒謬!
Why is not the earth also a god? Why not dung too, and the mattock? Shall we then worship everything, tell me? O the absurdity!
12:91
Καίτοι μᾶλλον ἄνευ ἡλίου γένοιτο ἄσταχυς, ἄνευ γῆς καὶ ὕδατος, καὶ φυτὰ καὶ τὰ ἄλλα ἅπαντα
況且,禾穗沒有太陽尚可長成,沒有地和水卻不能,植物和其他一切也都是如此。
And yet an ear of grain could sooner come to be without the sun than without earth and water, and so too plants and all other things.
12:92
Γῆς μὲν οὖν οὐκ οὔσης, οὐκ ἄν ποτε τούτων τι φανείη·
因為若沒有地,這些東西沒有一樣能夠顯現;
For if there were no earth, none of these things could ever appear;
12:93
εἰ δέ τις ἐν κεραμίῳ, οἷα τὰ παιδία ποιοῦσι καὶ αἱ γυναῖκες
但若有人在一個瓦器裡——就像孩童和婦人所作的那樣——
but if someone, in an earthen vessel—such as children and women make—
12:94
γῆν ἐναποθέμενος, ὑπὸ τὸν ὄροφον κατάθοιτο, κέραμον ἐμπλήσας κόπρου πολλῆς, ἀσθενῆ μὲν, ἀναδίδοται δὲ ὅμως τὰ φυτά
把土放進去,將它放在屋頂之下,用許多糞肥填滿那器皿,植物雖然瘦弱,卻仍舊照樣生長起來。
having placed earth within, should set it beneath the roof, having filled the vessel with much dung, the plants, though weak, do nevertheless spring up.
12:95
Ὥστε πλείων παρὰ τῆς γῆς καὶ τῆς κόπρου συντέλεια, καὶ ταῦτα μᾶλλον ἐκείνου χρὴ προσκυνεῖν
如此看來,出自地和糞肥的貢獻反倒更大,我們豈不當敬拜這些,而不是那太陽了嗎?
So that the contribution from the earth and the dung is the greater, and these rather than that ought we to worship.
12:96
Οὐρανοῦ δεῖται, ἀέρος δεῖται, ὑδάτων δεῖται τούτων, ὥστε μὴ βλάπτειν καθάπερ χαλινῶν κατεχόντων αὐτοῦ τὴν τῆς δυνάμεως ἀγριότητα, καὶ οὐκ ἐώντων ἐπαφεῖναι πανταχοῦ τὴν ἀκτῖνα, ὥσπερ τινὰ ἵππον ἄγριον
它需要天空,需要空氣,需要這些水,好使它不致造成傷害——彷彿有韁繩勒住了它那力量的狂野,不容它向四面八方射出光芒,如同一匹野馬一般。
It has need of heaven, it has need of air, it has need of these waters, so as not to do harm—as though bridles held back the fierceness of its power, and did not permit it to send forth its ray in every direction, like some wild horse.
12:97
Εἰπὲ δή μοι, ποῦ ἡμῖν ἐστιν οὗτος κατὰ τὴν νύκτα; ποῦ θεὸς ἀποδεδήμηκεν; οὐ γὰρ θεοῦ τοῦτο τὸ περικλείεσθαι καὶ περατοῦσθαι·
那麼請告訴我,這太陽在夜間到哪裡去了?這位「神」遷徙到何處去了呢?因為被圍困、被限制絕非神的特徵;這實在只是物體才有的性質。
Tell me, then, where is this sun of ours during the night? Where has the god departed to? For to be enclosed and bounded is not a mark of God; this belongs truly to bodies alone.
12:98
σωμάτων γὰρ ὄντως τοῦτο μόνον
因為被圍困與被限定實在只屬於物體。
For to be enclosed and bounded belongs truly to bodies alone.
12:99
Ἀλλὰ καὶ δύναμίς τίς ἐστιν ἐν αὐτῷ, φησὶ, καὶ κινεῖται
但他說,在它裡面也有一種力量,而且它會運行。
But there is also, he says, a certain power in it, and it moves.
12:100
Αὕτη οὖν δύναμις, εἰπέ μοι, θεός; τί οὖν αὕτη δεῖται, καὶ μὴ κατέχει τὸ πῦρ; πάλιν γὰρ αὐτός μοι λόγος
那麼請告訴我,這力量就是神嗎?既然如此,它為何還有所需求,為何不能約束那火呢?因為同樣的論證又回到我這裡來了。
This power, then, tell me—is it God? Why then does it have need, and why does it not restrain the fire? For again the same argument returns to me.
12:101
Τί δὲ δύναμις ἐκείνη; φωτιστική τί[ς] ἐστιν, διὰ τούτου φωτίζει, αὐτὴ μετέχουσα τούτων μηδενός; Οὐκοῦν μείζων αὐτῆς ἥλιος
那力量究竟是什麼呢?它本身是發光的嗎,還是藉著這物體發光,而自己卻絲毫不分享這些性質呢?若是如此,那麼太陽便比它更大了。
But what is that power? Is it something illuminating, or does it give light through this body, itself partaking of none of these things? In that case the sun is greater than it.
12:102
Μέχρι τίνος ἀνελίττομεν λαβύρινθον; γʹ
我們還要把這座迷宮解開到幾時呢?(三)
How long shall we go on unwinding this labyrinth? 3.
12:103
Τί δὲ τὸ ὕδωρ; οὐχὶ καὶ αὐτὸ θεὸς, φασί; Τοῦτο ὄντως γέλωτος πάλιν φιλονείκου
那麼水又如何呢?他們說,這豈不也是神嗎?這實在又是好爭辯者的一場可笑之談。
And what of the water? Is not this too a god, they say? This is truly again a matter for contentious laughter.
12:104
Οὐχὶ θεὸς, φησὶν, πρὸς τοσαῦτα κεχρήμεθα; Καὶ περὶ τῆς γῆς πάλιν ὁμοίως
他說,既然我們用它做這麼多用途,它豈不是神嗎?關於大地也照樣如此說。
Is it not a god, he says, seeing that we use it for so many purposes? And concerning the earth again likewise.
12:105
Ὄντως, Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τὴν διάνοιαν
誠然,他們「存虛妄的心,心地昏昧」。
Truly, In the vanity of their mind, being darkened in their understanding.
12:106
Ἀλλὰ περὶ βίου ταῦτά φησι νῦν·
但他現在所說的,是關乎他們的生活行為。
But he is now speaking about their manner of life.
12:107
Πορνεύουσι καὶ μοιχεύουσιν Ἕλληνες
外邦的希臘人行淫亂、行姦淫。
The Greeks commit fornication and adultery.
12:108
οἱ γὰρ τοιούτους ὑπογράφοντες ἑαυτοῖς θεοὺς, πάντα ἀκολούθως ἐργάζονται·
因為那些為自己描繪出這樣一些神明的人,凡事都與這些神明相符地去行;
For those who portray for themselves such gods do everything in keeping with them;
12:109
κἂν τοὺς τῶν ἀνθρώπων δυνηθῶσι λαθεῖν ὀφθαλμοὺς, οὐδεὶς καθέξων αὐτούς
縱然他們能逃過人的眼目,也沒有人能約束他們。
and even if they are able to escape the eyes of men, there is no one to hold them back.
12:110
Τί γὰρ δυνήσεται περὶ ἀναστάσεως λόγος, μῦθος αὐτοῖς εἶναι δοκῶν; Ἀλλὰ περὶ τῶν ἐν ᾅδου; Ἀλλὰ καὶ ταῦτα μῦθοι·
因為復活的道理若在他們看來只是神話,又能有什麼作用呢?那麼陰間的事又如何呢?這些在他們看來也不過是神話罷了;
For what force will the doctrine of the resurrection have, when it seems to them to be a myth? But what of the things in Hades? These too are myths to them;
12:111
καὶ θέα τὴν σατανικὴν ἔννοιαν
且看這撒但式的念頭。
and behold the satanic conception.
12:112
Ὅταν μὲν λέγωσιν αὐτοῖς θεοὺς πόρνους, οὔ φασιν εἶναι μύθους, ἀλλὰ πείθονται·
當有人對他們說他們的眾神是行淫之輩時,他們並不說這些是神話,反倒信以為真;
When men tell them that their gods are fornicators, they do not say that these are myths, but they believe;
12:113
ὅταν δὲ περὶ κολάσεως διαλέγωνται, Ποιηταὶ, φασὶν, εἰσὶ, καὶ πάντα μυθεύουσιν, ἵνα πάντοθεν ἀνατρέπηται τῆς εὐζωΐας κατάστασις
但當有人向他們講論刑罰時,他們卻說:「那些不過是詩人,一切都是他們編造的神話」,好叫那安逸生活的整個結構,從各方面都被推翻。
but when men discourse to them about punishment, They are poets, they say, and they make up everything as fable—so that on every side the whole framework of easy living may be overturned.
12:114
Ἀλλ' οἱ φιλόσοφοι, φησὶν, ἐφεῦρόν τι σεμνὸν πάντως, καὶ τούτων κρεῖττον
他說,但哲學家們豈不總算發現了某種莊嚴、比這些更高超的東西嗎?
But the philosophers, he says, surely discovered something dignified, and better than these things.
12:115
Πῶς; οἱ τὴν εἱμαρμένην ἐπεισάγοντες, καὶ ἀπρονόητα εἶναι λέγοντες τὰ πάντα, καὶ μηδενὶ μέλειν μηδενὸς, ἀλλ' ἐξ ἀτόμων συνεστάναι; ἀλλ' ἕτεροι οἱ σῶμα τὸν Θεὸν εἰπόντες; Ἀλλὰ. τίνες, εἰπέ μοι; οἱ τὰς ἀνθρωπίνας ψυχὰς κυνείας ποιοῦντες, καὶ τοὺς ἀνθρώπους πείθοντες, ὅτι καὶ κύων ἐγένετό ποτέ τις, καὶ λέων καὶ ἰχθύς; Μέχρι τίνος οὐ παύεσθε ληροῦντες, ἐσκοτισμένοι τῇ διανοίᾳ; καθάπερ γὰρ ὄντες ἐν σκότῳ πάντα καὶ λέγουσι καὶ πράττουσι, καὶ τὰ περὶ δογμάτων καὶ τὰ περὶ βίου
怎麼算是呢?是那些引進「命定」之說、宣稱萬物皆無天意眷顧、無人顧念任何事、一切不過是由原子組成的人嗎?還是那些說神是一個物體的人呢?可是究竟是哪些人呢,請告訴我?就是那些把人的靈魂變成狗的靈魂,說服人相信某人曾經變作狗、變作獅子、變作魚的人嗎?你們心地既然昏昧,還要胡言亂語到幾時才肯罷休呢?因為他們如同在黑暗中的人,凡所言所行——無論是在教義上還是在生活上——都是如此。
How so? Those who brought in fate, and said that all things are without providence, and that no one cares for anything, but that all is composed of atoms? Or others, who said that God is a body? But who, tell me? Those who make human souls into the souls of dogs, and persuade men that someone once became a dog, and a lion, and a fish? How long will you not cease your babbling, being darkened in your understanding? For like men who are in darkness, they both say and do everything—both in matters of doctrine and in matters of life.
12:116
Οὐδὲν γὰρ ὁρᾷ τῶν ἐν μέσῳ κειμένων, ὅς ἐστιν ἐσκοτισμένος, ἀλλὰ σχοινίον πολλάκις ἰδὼν, ὄφιν ἐνόμισεν αὐτόματον·
因為身處黑暗中的人,對擺在面前的東西一無所見,反倒常常看見一條繩子,卻以為它是一條自行遊動的蛇;
For he who is in darkness sees nothing of the things lying before him, but often, seeing a rope, has thought it a serpent moving of itself;
12:117
ὑπὸ φραγμοῦ πάλιν κατασχεθεὶς, ἐνόμισεν ἄνθρωπόν τινα δαίμονα κατέχειν αὐτόν·
或者又被籬笆絆住,便以為是某個人或某個鬼把他抓住了;
or, being caught again by a fence, has thought that some man or demon was holding him fast;
12:118
καὶ πολὺς θόρυβος, πολλὴ ταραχή
於是喧嚷大作,混亂不已。
and great is the uproar, great the confusion.
12:119
Φοβηθήσονται, φησὶ, φόβον, οὗ οὐκ ἦν φόβος·
經上說,他們「在無可懼怕之處,大大害怕」;
They shall fear a fear, he says, where no fear was;
12:120
τὰ δὲ ἄξια φόβου οὐ δεδοίκασιν
然而那真正值得懼怕的事,他們卻毫不畏懼。
but the things that are worthy of fear, they do not dread.
12:121
Ἀλλὰ καθάπερ τὰ παιδία τῷ μὲν πυρὶ τὰς χεῖρας ἀπρονοήτως, καὶ τῷ λύχνῳ τολμηρῶς ἐπαφιᾶσιν ὑπὸ τῶν τιτθῶν βασταζόμενα, σάκκον δὲ ἄνδρα ἐνδεδυμένον φοβοῦνται·
但正如小孩子被乳母抱著時,冒失而大膽地把手伸向火焰、伸向燈火,卻懼怕一個身穿麻衣的人;
But just as little children, being carried by their nurses, thoughtlessly and boldly put their hands to the fire and to the lamp, yet are frightened at a man clothed in sackcloth;
12:122
οὕτω δὴ καὶ οὗτοι οἱ Ἕλληνες, καθάπερ ὄντως ἀεὶ παιδία (ὡς καί τις τῶν παρ' αὐτοῖς εἶπεν·
這些希臘人也是如此,實在永遠像孩子一般(正如他們當中有人所說的:
so too these Greeks, being truly always children (as even one of their own said,
12:123
Ἕλληνες ἀεὶ παῖδες), τὰ μὲν οὐκ ὄντα ἁμαρτήματα δεδοίκασιν, οἷον ῥύπον σώματος, κῆδος, λέχος, καὶ ἡμερῶν παρατηρήσεις, καὶ ὅσα τοιαῦτα·
「希臘人永遠是孩子」),懼怕那些並非罪的事——例如身體的污穢、居喪、婚床,以及對某些日子的忌諱,以及諸如此類的事;
'The Greeks are always children'), dread the things that are not sins—such as bodily defilement, mourning for the dead, the marriage bed, and the observance of days, and all such things;
12:124
δέ ἐστιν ὄντως ἁμαρτήματα, παιδεραστία, μοιχεία, πορνεία, τούτων οὐδὲ λόγον ἔχουσιν
然而那些真正是罪的事——孌童、姦淫、淫亂——他們卻絲毫不放在心上。
but the things that are truly sins—pederasty, adultery, fornication—of these they take no account at all.
12:125
Ἀλλ' ἴδοις ἂν αὐτὸν ἀπὸ μὲν νεκροῦ λουόμενον, ἀπὸ δὲ νεκρῶν ἔργων, οὐκέτι·
但你會看見他們中間有人在摸過死屍之後就去沐浴潔淨,卻在行了死行之後絕不如此;
But you may see one of them washing himself after touching a corpse, yet no longer after dead works;
12:126
καὶ χρημάτων μὲν ἕνεκεν πολλὴν ποιούμενον σπουδὴν, ἑνὶ δὲ ἀλεκτρυόνι τὸ πᾶν διαλελύσθαι νομίζοντα·
為了錢財大大殷勤,卻以為一切都因一隻公雞的啼叫而毀於一旦;
and making great haste for the sake of money, yet supposing that everything is undone by a single cock's crow;
12:127
οὕτως ἐσκοτισμένοι εἰσὶ τῇ διανοίᾳ
他們的心地就是這樣昏昧。
so darkened are they in their understanding.
12:128
Πολλῶν δειμάτων αὐτοῖς ψυχὴ μεστή, οἷον, δεῖνά μοι πρῶτος ἐνέτυχε, φησὶν, ἐξιόντι τῆς οἰκίας·
他們的心裡充滿了許多恐懼;例如他會說:「我出門的時候,某人頭一個遇見了我;
Their soul is full of many terrors; for instance, So-and-so, he says, met me first as I went out of my house;
12:129
πάντως μυρία δεῖ κακὰ συμπεσεῖν
必定有千萬樣的災禍要臨到了。」
surely ten thousand evils must befall.
12:130
Νῦν οἰκέτης μιαρὸς τὰ ὑποδήματα ἐπιδιδοὺς, πρῶτον ὤρεξε τὸ ἀριστερόν·
「方才那可惡的家僕遞鞋給我時,先把左邊那隻遞了過來;
Just now the filthy house-slave, in handing me my shoes, held out the left one first;
12:131
συμφοραὶ δειναὶ, καὶ ὕβρεις
這預示著可怕的災難與羞辱。」
dreadful calamities, and insults.
12:132
Ἐγὼ αὐτὸς ἐξιὼν, τῷ ἀριστερῷ προτέρῳ προὔβην ποδί·
「我自己出門時,先邁出了左腳;
I myself, as I went out, stepped forward with my left foot first;
12:133
καὶ τοῦτο συμφορῶν σημεῖον
這也是災禍的兆頭。」
and this is a sign of calamities.
12:134
Καὶ ταῦτα μὲν περὶ τὴν οἰκίαν τὰ κακά·
以上這些是與家中相關的凶兆;
And these are the evils connected with the house;
12:135
ἔξω δὲ ἐξελθόντι ὀφθαλμός μοι δεξιὸς κάτωθεν ἀναπηδᾷ·
「可是我一出到外頭,我的右眼下方就跳動起來了;」
but when I had gone outside, my right eye twitched from below;
12:136
Καὶ αἱ γυναῖκες δὲ, ὅταν τῷ ἱστόποδι προσαρασσόμενοι κροτῶσιν οἱ κάλαμοι, ὅταν αὐταὶ τῷ κτενὶ σπαθῶσι, σημεῖον καὶ
婦女們也是如此:每當梭桿撞擊織布的機柱而發出響聲時,或當她們自己用梳篦拍打經線時,便以此當作徵兆;
And the women too, whenever the reeds clatter as they strike against the loom-beam, or whenever they themselves beat with the comb, make a sign of it;
12:137
Πάλιν ὅταν τὴν κρόκην τῷ κτενὶ κατακρούωσι, καὶ σφοδρότερον τοῦτο ἐργάζωνται, εἶτα οἱ ἄνωθεν κάλαμοι ὑπὸ τῆς ἐντόνου πληγῆς κροτῶσι προσαρασσόμενοι τῷ ἱστόποδι, σημεῖον καὶ τοῦτο ποιοῦνται·
再者,每當她們用梳篦打緊緯線,並且用力更猛,以致上頭的梭桿因這猛烈的一擊而撞擊機柱發出響聲時,她們也把這當作一個徵兆;
again, whenever they beat down the woof with the comb, and do this more vigorously, and then the reeds above clatter from the forceful blow as they strike against the loom-beam, this too they make into a sign;
12:138
καὶ μυρία ἕτερα γέλωτος ἄξια
還有千萬樣其他可笑之事。
and ten thousand other things worthy of laughter.
12:139
Κἂν ὄνος ἀνακράξῃ, κἂν ἀλεκτρυὼν, κἂν πτάρῃ τις, κἂν ὁτιοῦν συμβῇ, καθάπερ μυρίοις δεδεμένοι δεσμοῖς, ὅπερ ἔφην, καθάπερ ἐν σκότῳ κατεχόμενοι, πάντα ὑποπτεύουσι, καὶ μυρίων εἰσὶν ἀνδραπόδων δουλικώτεροι
若有驢子嘶叫,若有公雞啼鳴,若有人打噴嚏,若有任何事發生,他們便如我所說的,彷彿被千萬條鎖鏈捆住,彷彿被囚在黑暗中,對一切都心存疑懼,比千萬個奴僕還要卑屈為奴。
If an ass brays, if a cock crows, if someone sneezes, if anything whatever happens, then—as I said—as though bound by ten thousand fetters, as though held fast in darkness, they suspect everything, and are more slavish than ten thousand bondsmen.
12:140
ἀλλὰ πάντων τούτων καταγελάσαντες, ἅτε ἐν φωτὶ ζῶντες, καὶ ἐν οὐρανῷ πολιτευόμενοι, καὶ πρὸς τὴν γῆν οὐδὲν ἔχοντες κοινὸν, ἓν μόνον ἡγώμεθα εἶναι φοβερὸν τὴν ἁμαρτίαν, καὶ τὸ προσκροῦσαι Θεῷ
但願我們既活在光明中,又在天上有我們的國籍,與地上毫無相干,就把這一切都嗤之以鼻,只以一件事為可懼,就是罪,以及得罪神。
But let us, laughing all these things to scorn, inasmuch as we live in the light, and have our citizenship in heaven, and have nothing in common with the earth—let us consider one thing alone to be fearful: sin, and the giving of offense to God.
12:141
Τούτου δὲ οὐκ ὄντος, πάντων καταγελάσωμεν τῶν ἄλλων, καὶ τοῦ ταῦτα εἰσενεγκόντος διαβόλου
只要沒有這件事,我們就儘管嗤笑其餘的一切,並那把這些引進來的魔鬼。
And this not being present, let us laugh to scorn all other things, and the devil who introduced them.
12:142
Ὑπὲρ δὴ τούτων εὐχαριστῶμεν τῷ Θεῷ·
因此,讓我們為這些事感謝神;
For these things, then, let us give thanks to God;
12:143
σπουδάσωμεν, μηδέποτε μήτε αὐτοὶ ταύτῃ ἁλῶναι τῇ δουλείᾳ, καὶ εἴ τις ἡμῖν τῶν φίλων ἑάλωκε, διαῤῥήξωμεν αὐτοῦ τὰ δεσμὰ, ἀποδύσωμεν αὐτὸν τῆς χαλεπωτάτης καὶ καταγελάστου ταύτης εἱρκτῆς, εὔλυτον αὐτὸν ἐργασώμεθα πρὸς τὸν δρόμον τὸν εἰς τὸν οὐρανὸν, τὰ πτερὰ βαρούμενα ἀνορθώσωμεν, καὶ βίου καὶ δόγματος ἕνεκεν διδάσκωμεν φιλοσοφεῖν
讓我們竭力使自己絕不落入這種奴役之中;倘若我們的朋友中有人已被擄去,就讓我們掙斷他的鎖鏈,剝去他那最沉重可笑的囚牢,使他在通往天上的賽程中輕便敏捷,扶正他那被壓垂的翅膀,並教導他在生活與教義兩方面都追求真智慧。
let us be diligent never ourselves to be caught in this bondage; and if any of our friends has been caught, let us break his bonds, let us strip him of this most grievous and ridiculous prison, let us make him nimble for the race that leads to heaven, let us set upright his weighed-down wings, and teach him to pursue wisdom both in life and in doctrine.
12:144
Εὐ. χαριστῶμεν τῷ Θεῷ πάντων ἕνεκεν·
讓我們凡事都感謝神;
Let us give thanks to God for all things;
12:145
παρακαλῶμεν αὐτὸν, μὴ ἀναξίους ἡμᾶς ἀποφανῆναι τῆς παρασχεθείσης δωρεᾶς·
讓我們懇求祂,不要顯明我們配不上所賜下的恩賜;
let us entreat him not to declare us unworthy of the gift that has been bestowed;
12:146
καὶ αὐτοὶ μετὰ τούτων σπουδάζωμεν τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν, ἵνα μὴ μόνον λέγοντες, ἀλλὰ καὶ ποιοῦντες διδάσκωμεν
並且讓我們自己,連同這些事,也殷勤地獻上我們分內當盡的本分,使我們不僅以言語教導人,也以行為教導人。
and let us ourselves, together with these things, be diligent to contribute what is our own, so that we may teach not only by speaking, but also by doing.
12:147
Οὕτω γὰρ δυνησό. μεθα τῶν μυρίων ἀγαθῶν ἐπιτυχεῖν·
因為如此,我們才能得著那千萬樣的美福;
For so shall we be able to obtain the ten thousand good things;
12:148
ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願我們眾人都蒙恩得著這些,藉著我們主耶穌基督的恩典與慈愛;願榮耀、權能、尊貴歸與祂,並歸與父和聖靈,從今直到永遠,世世無盡。阿們。
which may it be granted us all to obtain, by the grace and lovingkindness of our Lord Jesus Christ, with whom to the Father, together with the Holy Spirit, be glory, might, honor, now and always, and unto the ages of ages. Amen.
← 第 11 章第 13 章 →
0123456789101112131415161718192021222324