📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 要理講授(全本)

耶路撒冷的區利羅

要理講授(全本) 第 8 章

希臘文原文.73 節.部分字詞可點開查義

← 第 7 章第 9 章 →
8:1
Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἱερεμίου·
並有耶利米書的誦讀:
And a reading from Jeremiah:
8:2
Θεὸς μέγας, καὶ ἰσχυρὸς Κύριος·
『至大的神,大能的主;』
'The great God and the mighty Lord;'
8:3
μέγας τῇ βουλῇ, καὶ δυνατὸς τοῖς ἔργοις, παντοκράτωρ, μεγαλώνυμος Κύριος, καὶ τὰ ἑξῆς
『謀事有大略,行事有大能,全能者,大有名稱的主,』等等。
'great in counsel, and mighty in works, the Almighty, the Lord of great name,' and so forth.
8:4
Διὰ μὲν τοῦ πιστεύειν ΕΙΣ ἙΝΑ ΘΕΟΝ, πᾶσαν πολύθεον ἐκκόπτομεν πλάνην, ὅπλῳ κεχρημένοι τούτῳ πρὸς Ἕλληνας καὶ πᾶσαν ἐναντίαν αἱρετικῶν δύναμιν
我們藉著信入獨一的神,就斬除一切多神論的迷誤,以此為兵器,抵擋希臘人以及異端一切敵對的勢力。
By believing IN ONE GOD we cut off all the error of polytheism, using this as a weapon against the Greeks and against every adverse power of the heretics.
8:5
Διὰ δὲ τοῦ προστιθέναι, ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ, πρὸς τοὺς ἐκ περιτομῆς μαχόμεθα, τοὺς ἀρνουμένους τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ
我們藉著加上『信入獨一的神,父』,就抵擋那些受割禮的人,就是否認神獨生子的人。
And by adding, IN ONE GOD THE FATHER, we fight against those of the circumcision, who deny the Only-begotten Son of God.
8:6
Καθὼς γὰρ εἴρηται τῇ χθὲς ἡμέρᾳ, καὶ πρὶν τρανῶσαι τὰ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῷ εἰπεῖν ὅτι ΠΑΤΗΡ, ἤδη ἐδηλώσαμεν, ὅτι υἱοῦ ἐστι πατήρ·
因為正如昨天所說,我們甚至在闡明關於我們主耶穌基督的事之先,藉著稱呼『父』,就已經表明祂是一位子的父;
For as was said yesterday, even before making clear the things concerning our Lord Jesus Christ, by saying FATHER, we already made it clear that He is the Father of a Son;
8:7
ἵνα ὥσπερ νοοῦμεν, ὅτι Θεός ἐστιν, οὕτω νοήσωμεν, ὅτι καὶ υἱὸν ἔχει
好叫我們既想到祂是神,也就想到祂有一位子。
that just as we conceive that He is God, so we may conceive that He has a Son also.
8:8
Προστίθεμεν δὲ πρὸς ἐκείνοις, ὅτι καὶ ΠΑΝΤΟΚΡΑΤΩΡ ἐστίν
我們在那些之上,又加上祂也是全能者。
And we add to those things that He is also ALMIGHTY.
8:9
Τοῦτο δὲ καὶ διὰ Ἕλληνας καὶ Ἰουδαίους [ὁμοῦ] καὶ πάντας αἱρετικούς φαμεν
我們說這話,乃是為著希臘人、猶太人,以及一切異端的緣故。
And this we say both because of the Greeks and the Jews [together] and all heretics.
8:10
Ἑλλήνων μὲν γάρ τινες, ψυχὴν τοῦ κόσμου τὸν Θεὸν εἶπον·
因為希臘人中有些人說,神是世界的魂;
For some of the Greeks said that God was the soul of the world;
8:11
καὶ ἕτεροι, τὴν ἐξουσίαν αὐτοῦ φθάνειν εἰς οὐρανὸν μόνον, μηκέτι δὲ καὶ εἰς γῆν
另有些人說,祂的權柄只達到天,而不再達到地。
and others, that His authority reaches only to heaven, and no longer also to earth.
8:12
Καί τινες πλανηθέντες μετ' ἐκείνων, κακῶς τῷ ῥητῷ συγχρησάμενοι τῷ λέγοντι, Καὶ ἀλήθειά σου ἕως τῶν νεφελῶν, ἐτόλμησαν τοῦ Θεοῦ τὴν πρόνοιαν ἕως νεφελῶν περιγράψαι καὶ οὐρανοῦ, ἀπαλλοτριῶσαι δὲ τοῦ Θεοῦ τὰ ἐπὶ γῆς·
又有些人與那些人一同被引入歧途,曲解了那說『你的信實達到雲端』的經文,竟敢把神的眷顧限定到雲端和天為止,而把地上的事與神隔絕;
And some, led astray with those men, having misused the passage which says, 'And Your truth reaches unto the clouds,' have dared to circumscribe God's providence as far as the clouds and heaven, and to alienate from God the things upon earth;
8:13
ἐπιλαθόμενοι τοῦ ψαλμοῦ τοῦ λέγοντος, Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ·
他們忘記了那詩篇所說的:『我若升到天上,你在那裡;』
having forgotten the psalm which says, 'If I ascend up into heaven, You are there;'
8:14
ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει
『我若下到陰間,你也在那裡。』
'if I go down into hell, You are present.'
8:15
Εἰ γὰρ ὑψηλότερον μὲν οὐρανοῦ οὐδέν ἐστι, βαθύτερον δὲ τῆς γῆς ᾅδης·
因為若沒有比天更高的,而陰間又比地更深;
For if there is nothing higher than heaven, and hell is deeper than the earth;
8:16
τὰ κατώτερα κρατῶν, ἅπτεται καὶ τῆς γῆς
那掌管下界的,也就觸及大地。
He who holds the lower regions touches also the earth.
8:17
Αἱρετικοὶ δὲ πάλιν, καθὼς εἴρηται καὶ πρότερον, οὐκ οἴδασιν ἕνα παντοκράτορα Θεόν
至於異端,正如前面所說,他們又不認識那獨一全能的神。
But the heretics again, as has been said before, do not know one Almighty God.
8:18
Παντοκράτωρ γάρ ἐστιν, πάντων κρατῶν, πάντων ἐξουσιάζων
因為那掌管萬有、對萬有有權柄的,才是全能者。
For He is Almighty who rules over all things, who has authority over all things.
8:19
Οἱ δὲ λέγοντες, τὸν μὲν εἶναι τῆς ψυχῆς δεσπότην, τὸν δέ τινα τοῦ σώματος, οὐδέτερον αὐτῶν τέλειον λέγουσι, τῷ λείπειν ἑκάτερον θατέρῳ
但那些說一位是魂的主、另一位是身體的主的人,使這二者都不完全,因為各自都缺少對方所有的。
But they who say that One is the master of the soul, and another of the body, make neither of them perfect, since each is lacking to the other.
8:20
γὰρ ψυχῆς ἐξουσίαν ἔχων, σώματος δὲ ἐξουσίαν μὴ ἔχων, πῶς παντοκράτωρ; Καὶ δεσπόζων σωμάτων, μὴ ἐξουσιάζων δὲ πνευμάτων, πῶς παντοκράτωρ; Ἀλλ' ἀπελέγχει τούτους Κύριος, ἀπεναντίας λέγων·
因為那有權柄管魂、卻無權柄管身體的,怎能是全能者呢?那作身體的主、卻無權柄管靈的,又怎能是全能者呢?但主反過來駁斥這些人,說:
For He who has authority over the soul, but has not authority over the body, how is He Almighty? And He who is master of bodies, but has no authority over spirits, how is He Almighty? But the Lord refutes these men, saying on the contrary:
8:21
Φοβήθητε μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ
『惟有能把身體和魂都滅在地獄裡的,你們倒要怕祂。』
'Rather fear Him who is able to destroy both soul and body in hell.'
8:22
Εἰ γὰρ μὴ ἔχει ἑκατέρων τὴν ἐξουσίαν, πῶς ἀμφότερα ὑποβάλλει τῇ τιμωρίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Πατήρ; Πῶς γὰρ δυνήσεται τὸ ἀλλότριον σῶμα λαβὼν, βαλεῖν εἰς γέενναν·
因為我們主耶穌基督的父若沒有對這二者的權柄,怎能將二者都交付刑罰呢?因為祂怎能取得那屬於別人的身體,把它扔在地獄裡,
For if He has not authority over both, how does He subject both to punishment, the Father of our Lord Jesus Christ? For how could He take the alien body and cast it into hell;
8:23
ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσῃ;. Ἀλλ' θεία γραφὴ καὶ τὰ τῆς ἀληθείας δόγματα, ἕνα Θεὸν οἶδε, πάντων μὲν κρατοῦντα τῇ δυνάμει, πολλῶν δὲ ἀνεχόμενον διὰ τὸ θέλειν
若不先捆住那壯士,洗劫他的家財,怎能如此呢?但聖經和真理的教義只認識一位神,祂用大能掌管萬有,卻因祂的旨意容忍許多人。
unless He first bind the strong man, and spoil his goods? But the divine Scripture and the doctrines of the truth know one God, ruling indeed over all things by His power, yet bearing with many because of His will.
8:24
Κρατεῖ γὰρ καὶ τῶν εἰδωλολατρῶν, ἀλλ' ἀνέχεται δι' ἀνεξικακίαν
因為祂甚至掌管拜偶像的人,卻因恆忍而容忍他們。
For He rules even over the idolaters, but bears with them out of forbearance.
8:25
Κρατεῖ καὶ τῶν ἀθετούντων αὐτὸν αἱρετικῶν, ἀλλ' ἀνέχεται διὰ μακροθυμίαν
祂也掌管那些棄絕祂的異端,卻因恆久忍耐而容忍他們。
He rules also over the heretics who set Him at nought, but bears with them out of long-suffering.
8:26
Κρατεῖ καὶ τοῦ διαβόλου, ἀλλ' ἀνέχεται διὰ μακροθυμίαν·
祂甚至掌管魔鬼,卻因恆久忍耐而容忍他;
He rules even over the devil, but bears with him out of long-suffering;
8:27
οὐ γὰρ ἀδυνατῶν ἀνέχεται, ὡς νικώμενος
因為祂容忍他,不是因為無能,好像被他勝過了一般。
for it is not from inability that He bears with him, as if overcome.
8:28
Ἀρχὴ γάρ ἐστι πλάσματος Κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι, οὐχ ὑπ' αὐτοῦ (ἀνάξιος γάρ ἐστιν), ἀλλ' ὑπὸ τῶν ἀγγέλων τῶν ὑπ' αὐτοῦ πεποιημένων
『因為他是主造物之工的起頭,被造是要受戲弄的,』這戲弄不是出於祂(因為那是不配的),乃是出於祂所造的眾天使。
'For he is the beginning of the Lord's creation, made to be mocked,' not by Him (for that were unworthy), but by the angels who were made by Him.
8:29
Συνεχώ ρησε δὲ αὐτῷ [ καὶ] τὸ ζῇν, ἵνα δύο γένηται πράγματα·
祂容許他存活,是要成就兩件事:
And He suffered him to live, that two things might come to pass;
8:30
αὐτός τε μειζόνως ἀσχημονῇ νικώμενος, καὶ [οἱ] ἄνθρωποι στεφανωθῶσιν
一面叫他被勝過而更加蒙羞,一面叫人得著冠冕。
both that he himself might be more shamefully overcome, and that men might be crowned.
8:31
πανσόφου θείας προνοίας, ἥτις τὴν πονηρὰν προαίρεσιν εἰς ὑπόθεσιν σωτηρίας λαμβάνει τῶν πιστῶν
神全智的眷顧何等奇妙!祂竟把那惡的存心,化作信徒得救的憑藉!
O the all-wise providence of God, which takes the evil purpose for an occasion of salvation for the faithful!
8:32
Ὥσπερ γὰρ τὴν μισάδελφον τῶν ἀδελφῶν τοῦ Ἰωσὴφ προαίρεσιν, ἔλαβεν εἰς ὑπόθεσιν τῆς ἰδίας οἰκονομίας, καὶ συγχωρήσας αὐτοῖς κατὰ μῖσος πωλῆσαι τὸν ἀδελφὸν, ὑπόθεσιν ἔλαβε τοῦ βασιλεῦσαι τοῦτον ὃν ἤθελεν·
因為正如祂把約瑟弟兄們那恨弟兄的存心,化作祂自己安排的憑藉,容許他們出於恨惡賣了他們的兄弟,卻以此為憑藉,叫祂所要的那一位作王;
For just as He took the brother-hating purpose of Joseph's brethren for an occasion of His own dispensation, and, having suffered them out of hatred to sell their brother, took it for an occasion of making him reign whom He willed;
8:33
οὕτω συνεχώρησε παλαίειν τῷ διαβόλῳ, ἵνα οἱ νικῶντες στεφανωθῶσι, καὶ ἵνα νίκης γενομένης, μὲν μεῖζον ἀσχημονῆται, ὑπὸ τῶν ἡττόνων νικώμενος, ἄνθρωποι δὲ μεγάλως εὐδοκιμῶσι, τόν ποτε ἀρχάγγελον νικήσαντες
照樣,祂容許魔鬼角力,好叫得勝的人得著冠冕,並且既得了勝利,他就因被較弱者勝過而更加蒙羞,而人卻因勝過那曾為天使長者而大得稱許。
so He suffered the devil to wrestle, that they who conquer might be crowned, and that, victory being gained, he might be the more shamed, being overcome by the weaker, while men might be greatly approved, having conquered him who was once an archangel.
8:34
Οὐδὲν οὖν ὑπεξῄρηται τῆς τοῦ Θεοῦ δυνάμεως
如此,沒有一樣是在神的權能之外的。
Nothing then is exempted from the power of God.
8:35
Περὶ αὐτοῦ γὰρ λέγει γραφή, Ὅτι τὰ σύμπαντα δοῦλα σά
因為經上論到祂說:『因為萬物都是你的僕役。』
For the Scripture says concerning Him, 'For all things are Your servants.'
8:36
Τὰ σύμπαντα μὲν, δοῦλα αὐτοῦ·
萬物實在都是祂的僕役;
All things indeed are His servants;
8:37
εἷς δὲ αὐτοῦ μόνος Υἱὸς, καὶ ἓν τὸ ἅγιον αὐτοῦ Πνεῦμα, ἐκτὸς τούτων πάντων·
但唯有一位是祂的獨生子,唯有一位是祂的聖靈,在這一切之外;
but one is His only Son, and one is His Holy Spirit, outside of all these;
8:38
καὶ τὰ σύμπαντα δοῦλα, διὰ τοῦ ἑνὸς Υἱοῦ ἐν ἁγίῳ Πνεύματι δουλεύει τῷ δεσπότῃ
萬物既是祂的僕役,就藉著這一位子,在聖靈裡服事主。
and all things, being His servants, serve the Master through the one Son in the Holy Spirit.
8:39
Κρατεῖ τοίνυν τῶν πάντων Θεὸς, καὶ ἀνέχεται καὶ φονέων καὶ λῃστῶν, καὶ πόρνων διὰ μακροθυμίαν·
如此,神掌管萬有,並因恆久忍耐容忍兇手、強盜和淫亂的人;
God therefore rules over all things, and bears with murderers and robbers and fornicators, out of long-suffering;
8:40
ὁρίσας καιρὸν τῆς προθεσμίας, καθ' ὃν ἀποδίδωσιν ἑκάστῳ·
祂定了一個期限的時候,在那時祂要報應各人;
having appointed a time for the term, in which He renders to each;
8:41
προθεσμίαν, ἀμετανόητον δὲ ἔχοντες τὴν καρδίαν, μειζόνως καταδικασθῶσι
好叫那些雖有定期、心卻不肯悔改的人,受更重的定罪。
so that they who have a fixed term, but have an impenitent heart, may be the more condemned.
8:42
Βασιλεῖς εἰσιν ἀνθρώπων οἱ ἐπὶ τῆς γῆς βασιλεύοντες, ἀλλ' οὐκ ἄνευ τῆς ἄνωθεν ἐξουσίας
在地上掌權的,是人的君王,但他們的權柄並非沒有從上頭來的。
Kings of men are they who reign upon the earth, but not without the authority from above.
8:43
Καὶ ἔγνω ποτὲ τοῦτο τῇ πείρᾳ Ναβουχοδονόσορ, εἰπών·
尼布甲尼撒從前曾因經歷而學到這事,他說:
And Nebuchadnezzar once learned this by experience, saying:
8:44
Ὅτι βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος, καὶ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν
『祂的國是永遠的國,祂的權柄存到萬代。』
'That His kingdom is an everlasting kingdom, and His dominion is from generation to generation.'
8:45
Οὐκ ἔστιν πλοῦτος, καὶ τὸ χρυσίον καὶ τὸ ἀργύριον τοῦ διαβόλου, καθὼς νομίζουσί τινες
財富、金子和銀子並不是魔鬼的,不像有些人所以為的那樣。
The wealth, the gold and the silver are not the devil's, as some suppose.
8:46
Τοῦ γὰρ πιστοῦ ὅλος κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός·
因為一切財富的全世界都屬於有信心的人,至於不信的人,連一個小錢也不屬於他;
For the whole world of riches belongs to the faithful man, but to the unbeliever not even an obol;
8:47
διαβόλου δὲ οὐδὲν ἀπιστότερον
而沒有什麼比魔鬼更不信的了。
and nothing is more unbelieving than the devil.
8:48
Καὶ φανερῶς διὰ τοῦ προφήτου λέγει Θεός·
神藉著先知明明地說:
And God says plainly through the prophet:
8:49
Ἐμὸν τὸ χρυσίον καὶ ἐμὸν τὸ ἀργύριον, [καὶ τινι θέλω δίδωμι αὐτό]
『金子是我的,銀子是我的,〔我願意給誰就給誰。〕』
'The gold is mine, and the silver is mine, [and to whomsoever I will I give it.]'
8:50
Σὺ μόνον χρῆσαι καλῶς, καὶ οὐκ ἔστι μεμπτὸν τὸ ἀργύριον
你只管善用它,銀子就無可指責。
Only use it well, and there is no blame in the silver.
8:51
Ὅταν δὲ σὺ τῷ καλῷ χρήσῃ κακῶς, τότε, μὴ θέλων μέμψασθαι τὴν σὴν διοίκησιν, ἀνάγεις τὴν μέμψιν ἐπὶ τὸν δημιουργὸν ἀσεβῶς
但你若把那美好之物用得不好,那時你既不肯責怪自己的處理,就不虔地把過錯歸於創造主。
But when you use the good thing badly, then, being unwilling to blame your own management, you impiously refer the blame to the Creator.
8:52
Δύναταί τις καὶ διὰ χρημάτων δικαιωθῆναι
人甚至可以藉著財富稱義。
A man may even be justified through riches.
8:53
Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν·
『我餓了,你們給我喫;』
'I was hungry, and you gave me to eat;'
8:54
Γυμνὸς ἤμην, καὶ περιεβάλετέ με·
『我赤身露體,你們給我穿。』
'I was naked, and you clothed me.'
8:55
Καὶ θέλεις γνῶναι, ὅτι δύναται θύρα γενέσθαι βασιλείας οὐρανῶν τὰ χρήματα; Πώλησόν σού, φησι, τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς
你願意知道財富能成為天國的門麼?祂說:『變賣你所有的,分給窮人,你就必有財寶在天上。』
And do you wish to know that riches may become a door of the kingdom of heaven? 'Sell,' He says, 'your goods, and give to the poor, and you shall have treasure in heaven.'
8:56
Ταῦτα δέ μοι λέλεκται διὰ τοὺς αἱρετικοὺς, τοὺς ἀναθεματίζοντας τὰ κτήματα καὶ τὰ χρήματα καὶ τὰ σώματα
我說這些話,乃是為著那些異端的緣故,就是那些咒詛產業、財富和身體的人。
But these things have been said by me because of the heretics, who anathematize possessions and riches and bodies.
8:57
Οὔτε γὰρ δοῦλον βούλομαί σε χρημάτων εἶναι, οὔτε ὡς ἐχθροῖς προσέχειν τοῖς εἰς ὑπηρεσίαν ὑπὸ τοῦ Θεοῦ σοι δοθεῖσι
因為我既不願你作財富的奴僕,也不願你把神所賜你使用之物當作仇敵看待。
For I would not have you to be a slave of riches, nor yet to regard as enemies the things given you by God for service.
8:58
Μὴ τοίνυν ποτὲ εἴπῃς τοῦ διαβόλου εἶναι τὰ χρήματα
所以你絕不可說財富是魔鬼的。
Never then say that riches are the devil's.
8:59
Κἂν γὰρ λέγῃ, Ταῦτα πάντα σοι δώσω, ὅτι ἐμοὶ παραδέδοται, δύναται μέν τις αὐτοῦ καὶ ἀθετῆσαι τὸ ῥῆμα·
因為他雖說:『這一切我都要給你,因為這原是交付我的,』人卻可以根本不理會他的話;
For though he say, 'All these things will I give you, for they are delivered unto me,' one may even set at nought his word;
8:60
τῷ ψεύστῃ γὰρ οὐ δεῖ πιστεύειν
因為那說謊的,是不可信的。
for one must not believe the liar.
8:61
Τάχα δὲ καὶ ἀναγκασθεὶς ὑπὸ τῆς τοῦ παρόντος δυνάμεως, εἶπε τὴν ἀλήθειαν·
然而或許他是被那在場者的能力所迫,才說了實話;
And yet perhaps, being compelled by the power of Him who was present, he spoke the truth;
8:62
οὐ γὰρ εἶπε, ταῦτα πάντα σοι δώσω, ὅτι ἐμά ἐστιν·
因為他沒有說『這一切我都要給你,因為這原是我的;』
for he did not say, 'All these things will I give you, for they are mine;'
8:63
ἀλλ', ὅτι ἐμοὶ παραδέδοται
乃是說『因為這原是交付我的。』
but, 'for they are delivered unto me.'
8:64
Οὐ γὰρ τὴν δεσποτείαν ἥρπασεν, ἀλλὰ τὸ ἐγκεχειρῆσθαι καὶ οἰκονομεῖν τέως ὡμολόγησε
因為他並沒有篡奪那主權,只承認那管理權暫時託付給了他。
For he did not usurp the lordship, but confessed that the management had been entrusted to him for the time.
8:65
Ζητείσθω δὲ κατὰ καιρὸν ὑπὸ τῶν ἐξηγουμένων, πότερον ψεύδεται ἀληθεύει
至於他是說謊還是說實話,就讓解經的人到時候去查考吧。
But let it be inquired in season by the expositors, whether he lies or speaks truth.
8:66
Εἷς τοίνυν ἐστὶν Θεὸς, Πατὴρ, παντοκράτωρ, ὃν ἐτόλμησαν αἱρετικῶν παῖδες δυσφημεῖν
因此神乃是一位,就是父,全能者,異端之子竟敢褻瀆祂。
One therefore is God, the Father, the Almighty, whom the children of the heretics have dared to blaspheme.
8:67
Ἐτόλμησαν γὰρ δυσφημῆσαι τὸν Κύριον Σαβαὼθ, τὸν καθήμενον ἐπάνω τῶν Χερουβίμ
因為他們竟敢褻瀆萬軍之主,就是那坐在基路伯之上的。
For they have dared to blaspheme the Lord of Sabaoth, who sits above the Cherubim.
8:68
Ἐτόλμησαν δυσφημῆσαι τὸν Ἀδωναῒ Κύριον, ἐτόλμησαν βλασφημῆσαι τὸν ἐν προφήταις παντοκράτορα Θεόν
他們竟敢褻瀆主阿多乃,他們竟敢褻瀆那在眾先知中的全能神。
They have dared to blaspheme the Adonai, the Lord; they have dared to blaspheme the Almighty God who is in the prophets.
8:69
Σὺ δὲ ἕνα προσκύνει τὸν παντοκράτορα Θεὸν, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
但你要敬拜獨一全能的神,就是我們主耶穌基督的父;
But do you worship one Almighty God, the Father of our Lord Jesus Christ;
8:70
φυγὼν τὴν πολυθεΐαν καὶ φυγὼν πᾶσαν αἵρεσιν, καὶ λέγων κατὰ τὸν Ἰώβ·
逃避多神論,逃避一切異端,並與約伯一同說:
fleeing from polytheism, and fleeing from every heresy, and saying with Job:
8:71
Κύριον δὲ τὸν παντοκράτορα ἐπικαλέσομαι, τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός
『但我要呼求主,那全能者,就是行大事不可測度、行奇事不可勝數的。』
'But I will call upon the Lord, the Almighty, who does great things and unsearchable, glorious things also and marvellous, of which there is no number.'
8:72
Ἐπὶ τούτοις πᾶσιν, τιμὴ παρὰ παντοκράτορος·
在這一切之上,這尊榮乃是出於那全能者;
Over all these things, honour is from the Almighty;
8:73
δόξα καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願榮耀歸與祂,從今直到永永遠遠。阿們。
to whom be the glory both now and unto the ages of ages. Amen.
← 第 7 章第 9 章 →
1234567891011