EnglishVerbum › 原文閱讀 › 巴錄四書(巴錄其餘事蹟) · 🔍 搜尋
巴錄四書(巴錄其餘事蹟) 第 8 章
希臘文原文.12 節.部分字詞可點開查義
📖 這一章另有 2 種原文 ——
並排對照(吉茲文聖經、次經)
8:1
Ἐγένετο δὲ ἡ ἡμέρα, ἐν ᾗ ἐξέφερε κύριος τὸν λαὸν ἐκ Βαβυλῶνος.
主領百姓出巴比倫的日子到了。
Now the day came in which the Lord brought the people out of Babylon.
8:2
καὶ εἶπεν ὁ κύριος πρὸς Ἰερεμίαν· Ἀνάστηθι, σὺ καὶ ὁ λαός, καὶ δεῦτε ἐπὶ τὸν Ἰορδάνην, καὶ ἐρεῖς τῷ λαῷ· Ὁ θέλων τὸν κύριον καταλειψάτω τὰ ἔργα τῆς Βαβυλῶνος.
主對耶利米說:「你和百姓當起來,往約但河去,對百姓說:『凡願歸向主的,就當離棄巴比倫的行為。』
And the Lord said to Jeremiah: Arise, you and the people, and come to the Jordan, and say to the people: Whoever desires the Lord, let him forsake the works of Babylon.
8:3
καὶ τοὺς ἄρρενας τοὺς λαβόντας ἐξ αὐτῶν γυναῖκας, καὶ τὰς γυναῖκας τὰς λαβούσας ἐξ αὐτῶν ἄνδρας, διαπεράσωσιν οἱ ἀκούοντές σου, καὶ ἆρον αὐτοὺς εἰς Ἰερουσαλήμ· τοὺς δὲ μὴ ἀκούοντάς σου, μὴ εἰσαγάγῃς αὐτοὺς ἐκεῖ.
那些娶了巴比倫女子為妻的男人,並那些嫁了巴比倫男子的女人,凡聽從你的,就讓他們過去,你領他們進耶路撒冷;至於那不聽從你的,不可領他們進去。」
And the men who have taken wives from them, and the women who have taken husbands from them, let those who hearken to you pass over, and take them to Jerusalem; but those who do not hearken to you, do not bring them in there.
8:4
Ἰερεμίας δὲ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα ταῦτα· καὶ ἀναστάντες ἦλθον ἐπὶ τὸν Ἰορδάνην τοῦ περᾶσαι.
耶利米把這些話對百姓說了;他們就起來,到約但河要過去。
And Jeremiah spoke these words to the people; and rising up they came to the Jordan to cross over.
8:5
καὶ λέγων αὐτοῖς τὰ ῥήματα ἃ εἶπε κύριος πρὸς αὐτόν, τὸ ἥμισυ τῶν γαμησάντων ἐξ αὐτῶν οὐκ ἠθέλησαν ἀκοῦσαι τοῦ Ἰερεμίου, ἀλλ᾽ εἶπον πρὸς αὐτόν· Οὐ μὴ καταλείψωμεν τὰς γυναῖκας ἡμῶν εἰς τὸν αἰῶνα ἀλλ᾽ ὑποστρέφωμεν αὐτὰς μεθ᾽ ἡμῶν εἰς τὴν πόλιν ἡμῶν.
他把主對他所說的話告訴他們時,那些娶了外族女子的人中有一半不肯聽耶利米,反對他說:「我們斷不撇下我們的妻子,乃要帶她們與我們同回本城。」
And as he spoke to them the words which the Lord had said to him, half of those who had married among them did not wish to listen to Jeremiah, but said to him: We will never forsake our wives, but will take them back with us to our city.
8:6
ἐπέρασαν οὖν τὸν Ἰορδάνην καὶ ἦλθον εἰς Ἰερουσαλήμ.
於是他們過了約但河,來到耶路撒冷。
So they crossed the Jordan and came to Jerusalem.
8:7
καὶ ἔστη Ἰερεμίας καὶ Βαροὺχ καὶ Ἀβιμέλεχ λέγοντες ὅτι, Πᾶς ἄνθρωπος κοινωνῶν Βαβυλωνίταις οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην.
耶利米、巴錄和亞比米勒站著說:「凡與巴比倫人來往的,都不可進入這城。」
And Jeremiah and Baruch and Abimelech stood and said: No man who has fellowship with the Babylonians shall enter into this city.
8:8
καὶ εἶπον πρὸς ἑαυτούς· Ἀναστάντες ὑποστρέψωμεν εἰς Βαβυλῶνα εἰς τὸν τόπον ἡμῶν· καὶ ἐπορεύθησαν.
那些人就彼此說:「我們起來回巴比倫,回我們的地方去罷」;他們就去了。
And they said to one another: Let us arise and return to Babylon, to our place; and they went.
8:9
ἐλθόντων δὲ αὐτῶν εἰς Βαβυλῶνα, ἐξῆλθον οἱ Βαβυλωνῖται εἰς συνάντησιν αὐτῶν, λέγοντες· Οὐ μὴ εἰσέλθητε εἰς τὴν πόλιν ἡμῶν, ὅτι ἐμισήσατε ἡμᾶς, καὶ κρυφῆ ἐξήλθετε ἀφ᾽ ἡμῶν διὰ τοῦτο οὐκ εἰσελεύσεσθε πρὸς ἡμᾶς.
他們到了巴比倫,巴比倫人出來迎接他們,說:「你們不可進我們的城,因為你們恨惡我們,又暗暗地離開我們;所以你們不得進到我們這裡來。」
And when they came to Babylon, the Babylonians went out to meet them, saying: You shall not enter into our city, for you hated us, and you went out from us secretly; therefore you shall not come in to us.
8:10
ὅρκῳ γὰρ ὡρκίσαμεν ἀλλήλους κατὰ τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν, μήτε ὑμᾶς μήτε τέκνα ὑμῶν δέξασθαι, ἐπειδὴ κρυφῆ ἐξήλθετε ἀφ᾽ ἡμῶν.
原來我們曾彼此指著我們神的名起誓,因你們暗暗地離開我們,就不收納你們,也不收納你們的兒女。
For with an oath we swore to one another by the name of our god, neither to receive you nor your children, since you went out from us secretly.
8:11
καὶ ἐπιγνόντες ὑπέστρεψαν καὶ ἦλθον εἰς τόπον ἔρημον μακρόθεν τῆς Ἰερουσαλήμ, καὶ ᾠκοδόμησαν ἑαυτοῖς πόλιν, καὶ ἐπωνόμασαν τὸ ὄνομα αὐτῆς Σαμάρειαν.
他們知道了,就轉回,來到離耶路撒冷甚遠的曠野之地,為自己建造一座城,給它起名叫撒瑪利亞。
And learning this, they turned back and came to a desert place far from Jerusalem, and built themselves a city, and called its name Samaria.
8:12
ἀπέστειλε δὲ πρὸς αὐτοὺς Ἰερεμίας, λέγων· Μετανοήσατε· ἔρχεται γὰρ ἄγγελος τῆς δικαιοσύνης, καὶ εἰσάξει ὑμᾶς εἰς τὸν τόπον ὑμῶν τὸν ὑψηλόν.
耶利米打發人去見他們,說:「你們當悔改;因為公義的天使要來,他必領你們進入你們高處之地。」
And Jeremiah sent to them, saying: Repent; for the angel of righteousness is coming, and he will bring you into your high place.