| 47:1 | καὶ μετὰ τοῦτον ἀνέστη Ναθαν προφητεύειν ἐν ἡμέραις Δαυιδ | Post hæc surrexit Nathan, propheta in diebus David. | ወእምድኅሬሁ፡ ተንሥአ፡ ናታን፡ ወተነበየ፡ በመዋዕለ፡ ዳዊት። | καὶ μετὰ τοῦτον ἀνέστη Ναθαν προφητεύειν ἐν ἡμέραις Δαυιδ |
|---|
| 47:2 | ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου οὕτως Δαυιδ ἀπὸ τῶν υἱῶν Ισραηλ | Et quasi adeps separatus a carne, sic David a filiis Israël. | ከመ፡ ይፈልጡ፡ ስብሐ፡ መሥዋዕተ፡ መድኀኒት፡ ከማሁ፡ ዳዊት፡ ተፈልጠ፡ እምነ፡ ደቂቀ፡ እስራኤል። | ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου οὕτως Δαυιδ ἀπὸ τῶν υἱῶν Ισραηλ |
|---|
| 47:3 | ἐν λέουσιν ἔπαιξεν ὡς ἐν ἐρίφοις καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων | Cum leonibus lusit quasi cum agnis, et in ursis similiter fecit sicut in agnis ovium, in juventute sua. | ከመ፡ መሓስዐ፡ አጣሊ፡ ከማሁ፡ ዐናብስት፡ በኀቤሁ፡ ወከመ፡ ማሕስዐ፡ በግዕ፡ ከማሁ፡ ድብ፡ በኀቤሁ። | ἐν λέουσιν ἔπαιξεν ὡς ἐν ἐρίφοις καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων |
|---|
| 47:4 | ἐν νεότητι αὐτοῦ οὐχὶ ἀπέκτεινεν γίγαντα καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιαθ | Numquid non occidit gigantem, et abstulit opprobrium de gente ? | አኮኑ፡ በንእሱ፡ ቀተለ፡ ይርባሕ፡ ወአኅድጎሙ፡ ጽዕለቶሙ፡ ለሕዝቡ፡ ሶበ፡ አንሥአ፡ እዴሁ፡ ወጸፎ፡ በእብን፡ ወሄጶ፡ ውስተ፡ ፍጽሙ፡ ለጎልያድ፡ ወረከቦ፡ ናላሁ። | ἐν νεότητι αὐτοῦ οὐχὶ ἀπέκτεινεν γίγαντα καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιαθ |
|---|
| 47:5 | ἐπεκαλέσατο γὰρ κύριον τὸν ὕψιστον καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος ἐξᾶραι ἄνθρωπον δυνατὸν ἐν πολέμῳ ἀνυψῶσαι κέρας λαοῦ αὐτοῦ | In tollendo manum, saxo fundæ dejecit exsultationem Goliæ : | እስመ፡ ጸውዖ፡ ለእግዚአብሔር፡ ልዑል፡ ወወሀቦ፡ ኀይለ፡ ውስተ፡ የማኑ፡ ከመ፡ ይቅትል፡ ብእሴ፡ ኀያለ፡ በውስተ፡ ጸብእ፡ ከመ፡ ያንኅ፡ ቀርኖሙ፡ ለሕዝቡ። | ἐπεκαλέσατο γὰρ κύριον τὸν ὕψιστον καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος ἐξᾶραι ἄνθρωπον δυνατὸν ἐν πολέμῳ ἀνυψῶσαι κέρας λαοῦ αὐτοῦ |
|---|
| 47:6 | οὕτως ἐν μυριάσιν ἐδόξασαν αὐτὸν καὶ ᾔνεσαν αὐτὸν ἐν εὐλογίαις κυρίου ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης | nam invocavit Dominum omnipotentem, et dedit in dextera ejus tollere hominem fortem in bello, et exaltare cornu gentis suæ. | ወሎቱሰ፡ አግብአ፡ ሎቱ፡ ዕልገቶ፡ በእልፍ፡ ሐለያሁ፡ ወዘመራሁ፡ በበረከተ፡ እግዚአብሔር፡ ወተቀጸለ፡ አክሊለ፡ ስብሐት። | οὕτως ἐν μυριάσιν ἐδόξασαν αὐτὸν καὶ ᾔνεσαν αὐτὸν ἐν εὐλογίαις κυρίου ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης |
|---|
| 47:7 | ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν καὶ ἐξουδένωσεν Φυλιστιιμ τοὺς ὑπεναντίους ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας | Sic in decem millibus glorificavit eum : et laudavit eum in benedictionibus Domini, in offerendo illi coronam gloriæ : | ወቀጥቀጦሙ፡ ለፀሩ፡ እለ፡ ዐውዱ፡ ወአኅሰሮሙ፡ ለፀ[ር]፡ ፍልስጥኤም፡ ወሰበሮሙ፡ ቀርኖሙ፡ እስከ፡ ዮም። | ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν καὶ ἐξουδένωσεν Φυλιστιιμ τοὺς ὑπεναντίους ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας |
|---|
| 47:8 | ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν ἁγίῳ ὑψίστῳ ῥήματι δόξης ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν | contrivit enim inimicos undique, et extirpavit Philisthiim contrarios usque in hodiernum diem : contrivit cornu ipsorum usque in æternum. | ወበኵሉ፡ ዘገብረ፡ ይትአመን፡ ቦቱ፡ ወበቃለ፡ ስብሐቲሁ፡ ለልዑል፡ ወቅዱስ፡ ወሰብሖ፡ በኵሉ፡ ግብሩ፡ ወአእኰቶ፡ ለፈጣሪሁ፡ ወአፍቀሮ። | ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν ἁγίῳ ὑψίστῳ ῥήματι δόξης ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν |
|---|
| 47:9 | καὶ ἔστησεν ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη | In omni opere dedit confessionem Sancto, et Excelso in verbo gloriæ. | ወአቀመ፡ መዘምራነ፡ ቅድመ፡ ምሥዋዕ፡ ወጕማ፡ ቃሎሙ፡ ሐዋዝ፡ ወጥዑም። | καὶ ἔστησεν ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη |
|---|
| 47:10 | ἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ καὶ ἀπὸ πρωίας ἠχεῖν τὸ ἁγίασμα | De omni corde suo laudavit Dominum : et dilexit Deum, qui fecit illum, et dedit illi contra inimicos potentiam : | ወገብረ፡ በዓለ፡ ሠናየ፡ ወአስተፍሥሐ፡ ኵሎ፡ ዓመተ፡ ወሰብሐ፡ ስሞ፡ ቅዱሰ፡ እምነግህ፡ ይትነበብ፡ ቅድሳቱ። | ἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ καὶ ἀπὸ πρωίας ἠχεῖν τὸ ἁγίασμα |
|---|
| 47:11 | κύριος ἀφεῖλεν τὰς ἁμαρτίας αὐτοῦ καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων καὶ θρόνον δόξης ἐν τῷ Ισραηλ | et stare fecit cantores contra altare, et in sono eorum dulces fecit modos. | ወደምሰሰ፡ ሎቱ፡ እግዚአብሔር፡ ኀጣውአ፡ ወአንኀ፡ ቀርኖ፡ ለዓለም፡ ወወሀቦ፡ መንግሥተ፡ ቡርክተ፡ ወመንበረ፡ ክብሮሙ፡ ለእስራኤል። | κύριος ἀφεῖλεν τὰς ἁμαρτίας αὐτοῦ καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων καὶ θρόνον δόξης ἐν τῷ Ισραηλ |
|---|
| 47:12 | μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων καὶ δῑ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ | Et dedit in celebrationibus decus, et ornavit tempora usque ad consummationem vitæ, ut laudarent nomen sanctum Domini, et amplificarent mane Dei sanctitatem. | ወእምድኅሬሁ፡ ሎቱ፡ ቆመ፡ ወልዱ፡ ጠቢብ፡ ወበእንቲአሁ፡ ኀደረ፡ ውስተ፡ መርሕብ። | μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων καὶ δῑ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ |
|---|
| 47:13 | Σαλωμων ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης ᾧ ὁ θεὸς κατέπαυσεν κυκλόθεν ἵνα στήσῃ οἶκον ἐπ’ ὀνόματι αὐτοῦ καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα | Dominus purgavit peccata ipsius, et exaltavit in æternum cornu ejus : et dedit illi testamentum regni, et sedem gloriæ in Israël. | ወነግሠ፡ ሰሎሞን፡ በመዋዕለ፡ ሰላም፡ ወአዕረፎ፡ እግዚአብሔር፡ እምኵሉ፡ ዐውዱ፡ ወአቀመ፡ ቤተ፡ በስመ፡ ዚአሁ፡ ወገብረ፡ መቅደሰ፡ በስሙ፡ ዘለዓለም። | Σαλωμων ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης ᾧ ὁ θεὸς κατέπαυσεν κυκλόθεν ἵνα στήσῃ οἶκον ἐπ’ ὀνόματι αὐτοῦ καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα |
|---|
| 47:14 | ὡς ἐσοφίσθης ἐν νεότητί σου καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως | Post ipsum surrexit filius sensatus, et propter illum dejecit omnem potentiam inimicorum. | ወፈድፋደ፡ ጥበብከ፡ እምንእስከ፡ ወመልአት፡ ጥበብከ፡ ከመ፡ ማየ፡ ተከዜ። | ὡς ἐσοφίσθης ἐν νεότητί σου καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως |
|---|
| 47:15 | γῆν ἐπεκάλυψεν ἡ ψυχή σου καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων | Salomon imperavit in diebus pacis, cui subjecit Deus omnes hostes, ut conderet domum in nomine suo, et pararet sanctitatem in sempiternum. Quemadmodum eruditus es in juventute tua, | ወደፈነቶ፡ ለምድር፡ ነፍስከ፡ ወአብዛኅከ፡ አምሳሊከ፡ ወፍካሬ፡ ነገርከ። | γῆν ἐπεκάλυψεν ἡ ψυχή σου καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων |
|---|
| 47:16 | εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου | et impletus es, quasi flumen, sapientia, et terram retexit anima tua. | ወተሰምዐ፡ ስምከ፡ እስከ፡ ርሑቅ፡ ደሰያት፡ ወአፍቀሩከ፡ እንበይነ፡ ሰላምከ። | εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου |
|---|
| 47:17 | ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς καὶ ἐν ἑρμηνείαις ἀπεθαύμασάν σε χῶραι | Et replesti in comparationibus ænigmata : ad insulas longe divulgatum est nomen tuum, et dilectus es in pace tua. | ወበመዝሙርከ፡ ወበአምሳሊከ፡ ወበነገርከ፡ ወአንከሩከ፡ በሓውርት፡ እምነ፡ ፍካሬ፡ ቃልከ። | ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς καὶ ἐν ἑρμηνείαις ἀπεθαύμασάν σε χῶραι |
|---|
| 47:18 | ἐν ὀνόματι κυρίου τοῦ θεοῦ τοῦ ἐπικεκλημένου θεοῦ Ισραηλ συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον | In cantilenis, et proverbiis, et comparationibus, et interpretationibus, miratæ sunt terræ : | በስመ፡ እግዚአብሔር፡ ዘተሰምየ፡ አምላከ፡ እስራኤል፡ ወዘገብካሁ፡ ለወርቅ፡ ከመ፡ ዐረር፡ ወከመ፡ ናእክ፡ መላእካሁ፡ ለብሩር። | ἐν ὀνόματι κυρίου τοῦ θεοῦ τοῦ ἐπικεκλημένου θεοῦ Ισραηλ συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον |
|---|
| 47:19 | παρανέκλινας τὰς λαγόνας σου γυναιξὶν καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου | et in nomine Domini Dei, cui est cognomen Deus Israël. | ወሜጣከ፡ አንስት፡ ኅሊናከ፡ ወተሰለጥከ፡ በሥጋከ። | παρανέκλινας τὰς λαγόνας σου γυναιξὶν καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου |
|---|
| 47:20 | ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου καὶ ἐβεβήλωσας τὸ σπέρμα σου ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου καὶ κατανυγῆναι ἐπὶ τῇ ἀφροσύνῃ σου | Collegisti quasi auricalcum aurum, et ut plumbum complesti argentum : | ወአንወርከ፡ ክብረከ፡ ወገመንከ፡ ዘርአከ፡ ወአምጻእከ፡ መንሱተ፡ ወመቅሠፍተ፡ ላዕለ፡ ውሉድከ፡ ወአደንገጸኒ፡ እበድከ። | ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου καὶ ἐβεβήλωσας τὸ σπέρμα σου ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου καὶ κατανυγῆναι ἐπὶ τῇ ἀφροσύνῃ σου |
|---|
| 47:21 | γενέσθαι δίχα τυραννίδα καὶ ἐξ Εφραιμ ἄρξαι βασιλείαν ἀπειθῆ | et inclinasti femora tua mulieribus : potestatem habuisti in corpore tuo. | ወተናፈቀ፡ ምኵናኒከ፡ ወእምነ፡ ኤፍሬም፡ ወፅአት፡ መንግሥተ፡ ዐላዊት። | γενέσθαι δίχα τυραννίδα καὶ ἐξ Εφραιμ ἄρξαι βασιλείαν ἀπειθῆ |
|---|
| 47:22 | ὁ δὲ κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ καὶ οὐ μὴ διαφθείρῃ ἀπὸ τῶν λόγων αὐτοῦ οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ καὶ τῷ Ιακωβ ἔδωκεν κατάλειμμα καὶ τῷ Δαυιδ ἐξ αὐτοῦ ῥίζαν | Dedisti maculam in gloria tua, et profanasti semen tuum, inducere iracundiam ad liberos tuos, et incitari stultitiam tuam : | ወእግዚአብሔር፡ ኢኀደገ፡ ምሕረቶ፡ ወኢያጥፍአ፡ ተግባሮ፡ ወኢደመሰሰ፡ ውሉደ፡ ጻድቃን፡ ወኢያእተተ፡ ዘርኦሙ፡ ለእ[ለ፡ያፈቅርዎ]፤ወወሀበ፡ ለያዕቆብ፡ ተረፈ፡ ወለዳዊትኒ፡ ሥርወ፡ እምኔሁ። | ὁ δὲ κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ καὶ οὐ μὴ διαφθείρῃ ἀπὸ τῶν λόγων αὐτοῦ οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ καὶ τῷ Ιακωβ ἔδωκεν κατάλειμμα καὶ τῷ Δαυιδ ἐξ αὐτοῦ ῥίζαν |
|---|
| 47:23 | καὶ ἀνεπαύσατο Σαλωμων μετὰ τῶν πατέρων αὐτοῦ καὶ κατέλιπεν μετ’ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ λαοῦ ἀφροσύνην καὶ ἐλασσούμενον συνέσει Ροβοαμ ὃς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ | ut faceres imperium bipartitum, et ex Ephraim imperare imperium durum. | ወአዕረፈ፡ ሰሎሞን፡ ምስለ፡ አበዊሁ፡ ወኀደገ፡ እምድኅሬሁ፡ ዘርአ፡ ለሕዝብ፡ አብድ፡ ዘአልቦ፡ ልበ፡ ሮብዓም፡ ዘአዕለዎሙ፡ ለሕዝብ፡ በምክሩ፡ ወኢዮሮብዓም፡ ዘአስሐቶሙ፡ ለእስራኤል፡ ወገብረ፡ ፍኖተ፡ ኀጢአት፡ ለኤፍሬም። | καὶ ἀνεπαύσατο Σαλωμων μετὰ τῶν πατέρων αὐτοῦ καὶ κατέλιπεν μετ’ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ λαοῦ ἀφροσύνην καὶ ἐλασσούμενον συνέσει Ροβοαμ ὃς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ |
|---|
| 47:24 | καὶ Ιεροβοαμ υἱὸς Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ καὶ ἔδωκεν τῷ Εφραιμ ὁδὸν ἁμαρτίας καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν | Deus autem non derelinquet misericordiam suam : et non corrumpet, nec delebit opera sua, neque perdet a stirpe nepotes electi sui, et semen ejus qui diligit Dominum non corrumpet. | ወበዝኀ፡ ኀጢአቶሙ፡ ፈድፋደ፡ ወአውፅኦሙ፡ እምነ፡ ምድሮሙ። | καὶ Ιεροβοαμ υἱὸς Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ καὶ ἔδωκεν τῷ Εφραιμ ὁδὸν ἁμαρτίας καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν |
|---|
| 47:25 | καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν ἕως ἐκδίκησις ἔλθῃ ἐπ’ αὐτούς | Dedit autem reliquum Jacob, et David de ipsa stirpe. | ወኀሠሥዋ፡ ለኵላ፡ እኪት፡ እስከ፡ በጽሖሙ፡ ፍዳሆሙ። | καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν ἕως ἐκδίκησις ἔλθῃ ἐπ’ αὐτούς |
|---|