📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Church History VIII

Eusebius

Church History VIII 10

Greek original · 12 verses · some words can be tapped for a gloss

← ch. 9ch. 11 →
10:1
Ἐπεὶ δὲ καὶ τῶν ἔξωθεν μαθημάτων ἕνεκα πολλοῦ λόγου ἄξιον γενέσθαι τὸν Φιλέαν ἔφαμεν, αὐτὸς ἑαυτοῦ παρίτω μάρτυς, ἄμα μὲν ἑαυτὸν ὅστις ποτ ἦν ἐπιδείξων, ἅμα δὲ καὶ τὰ κατ αὐτὸν ἐν τῇ Ἀλεξανδρείᾳ συμβεβηκότα μαρτύρια ἀκριβέστερον μᾶλλον ἡμεῖς ἱστορήσων διὰ τούτων τῶν λέξεων
But since we said that Phileas became also a man worthy of much account for the sake of his external learning, let him come forward as his own witness, at once to show forth who he was, and at the same time to relate the martyrdoms that befell in his case at Alexandria more accurately than we could, in these words:
但我們既說腓利亞因著他在外邦學問上的造詣,也成了一個極堪稱道的人,就讓他自己出來作自己的見證,一面顯明他是何等的人,一面也將那在亞歷山大臨到他這一案的殉道之事,比我們更準確地述說出來,用這些話:
10:2
τούτων ἁπάντων ὑποδειγμάτων ἡμῖν καὶ ὑπογραμμῶν καὶ καλῶν γνωρισμάτων ἐν ταῖς θείαις καὶ ἱεραῖς γραφαῖς κειμένων, ·οὐδὲν μελλήσαντες οἱ μακάριοι σὺν ἡμῖν μάρτυρες, τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸν ἐπὶ πάντων θεὸν καθαρῶς τείναντες, καὶ τὸν ἐπ εὐσεβείᾳ θάνατον ἐν νῷ λαβόντες, ἀπρὶξ τῆς κλήσεως εἴχοντο, τὸν μὲν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εὑρόντες ἐνανθρωπήσαντα δι ἡμᾶς, ἵνα πᾶσαν μὲν ἁμαρτίαν ἐκκόψῃ, ἐφόδια δὲ τῆς εἰς τὴν αἰώνιον ζωὴν εἰσόδου ἡμῖν κατάθηται· οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἑαυτὸν ἐταπείνωσεν ἕως θανάτου, θανάτου δὲ σταυροῦ.
Since all these examples and patterns and noble tokens are set before us in the divine and sacred Scriptures, the blessed martyrs who were with us, without hesitation, purely directing the eye of the soul toward the God who is over all, and taking into mind death for the sake of godliness, clung fast to their calling, having found our Lord Jesus Christ become man for our sakes, that He might cut off all sin and lay up for us provisions for the entrance into eternal life. For He counted it not a thing to be grasped to be equal with God, but emptied Himself, taking the form of a servant, and being found in fashion as a man, He humbled Himself unto death, even the death of the cross.
既然這一切的榜樣、模範與美好的見證,都在神聖的聖經中擺在我們面前,那些與我們在一起有福的殉道者便毫不遲疑,將魂的眼目純潔地專注於那超乎萬有之上的神,將為敬虔而死存於心中,緊緊持守他們的呼召;他們已尋見我們的主耶穌基督為我們的緣故成為人,要剪除一切的罪,並為我們積存進入永遠生命之入口的資糧。因祂本有神的形像,不以自己與神同等為強奪的,反倒虛己,取了奴僕的形像,既有人的樣式,就自己謙卑,順服至死,且死在十字架上。
10:3
διὸ καὶ ζηλώσαντες τὰ μείζονα χαρίσματα οἶ Χριστοφόροι μάρτυρες πάντα μὲν πόνον καὶ παντοίας ἐπινοίας αἰκισμῶν οὐκ εἰσάπαξ, ἀλλ ἤδη καὶ δεύτερόν τινες ὑπέμειναν, πάσας δὲ ἀπειλὰς οὐ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις τῶν δορυφόρων κατ αὐτῶν φιλοτιμουμένων, οὐκ ἐνεδίδουν τὴν γνώμην, διὰ τὸ τὴν τελείαν ἀγάπην ἔξω βάλλειν τὸν φόβον.
Wherefore also, having earnestly desired the greater gifts, the Christ-bearing martyrs endured every toil and all manner of contrivances of maltreatment, not once only, but some even a second time; and though the guards vied against them with all threats not only in words but also in deeds, they did not give up their resolve, because perfect love casts out fear.
因此,那些負基督的殉道者,既切慕那更大的恩賜,便忍受了一切勞苦和各樣虐待的設計,不只一次,有些人甚至再次忍受;那些護衛兵不僅以言語、也以行為向他們爭相施以一切威嚇,他們卻不放棄自己的心志,因為那完全的愛把懼怕趕到外面去。
10:4
ὧν καταλέγειν τὴν ἀρετὴν καὶ τὴν ἐφ ἑκάστῃ βασάνῳ ἀνδρείαν, τίς ἂν ἀρκέσειε λόγος; ἀνέσεως γὰρ οὔσης ἅπασι τοῖς βουλομένοις ἐνυβρίζειν, οἱ μὲν ξύλοις ἔπαιον, ἕτεροι δὲ ῥάβδοις, ἄλλοι δὲ μάστιξιν, ἕτεροι δὲ πάλιν ἱμᾶσιν, ἄλλοι δὲ σχοινίοις.
To recount their virtue and the courage shown under each torture—what word could suffice? For, since there was liberty for all who wished to insult them, some beat them with staves, others with rods, others with scourges, others again with thongs, and others with cords.
要述說他們的美德,以及在每一樣酷刑下所顯的勇敢,有甚麼話足以敘說呢﹖因為凡願意凌辱他們的都得自由,於是有的用木棍打他們,有的用棒,有的用鞭,有的又用皮帶,有的用繩索。
10:5
καὶ ἦν θέα τῶν αἰκισμῶν ἐνηλλαγμένη, καὶ πολλὴν τὴν ἐν αὐτῇ κακίαν ἔχουσα. οἶ μὲν γὰρ ὀπίσω τὼ χεῖρε δεθέντες περὶ τὸ ξύλον ἐξηρτῶντο, καὶ μαγγάνοις τισὶ διετείνοντο πᾶν μέλος, εἶθ οὕτως διὰ παντὸς τοῦ σώματος ἐπῆγον ἐκ κελεύσεως οἶ βασανισταὶ, οὐ καθάπερ τοῖς φονεῦσιν ἐπὶ τῶν πλευρῶν μόνον, ἀλλὰ καὶ τῆς γαστρὸς καὶ κνημῶν καὶ παρειῶν τοῖς ἀμυντηρίοις ἐκόλαζον· ἕτεροι δὲ ἀπὸ τῆς στοᾶς μιᾶς χειρὸς ἐξηρτημένοι ᾐωροῦντο, πάσης ἀληδόνος δεινοτέραν τὴν ἀπὸ τῶν ἄρθρων καὶ μελῶν τάσιν ἔχοντες· ἄλλοι δὲ πρὸς τοῖς κίοσιν ἀντιπρόσωποι ἐδοῦντο, οὐ βεβηκόσι τοῖς ποσὶ, τῷ δὲ βάρει τοῦ σώματος βιαζομένων μετὰ τάσεως ἀνελκομένων τῶν δεσμῶν.
And the spectacle of the maltreatments was varied, and held much wickedness in it. For some, with their two hands bound behind, were hung up about the wood, and by certain devices every limb was stretched out; then thus, throughout the whole body, the torturers, at command, plied them not, as in the case of murderers, only on the ribs, but punished them on the belly and shins and cheeks with the instruments of torment. Others were hung from a portico by one hand, suspended, having the stretching from the joints and limbs more dreadful than any pain. Others were bound facing the pillars, not with their feet resting, but with the weight of the body forcing them down as the bonds were drawn up with the stretching.
那些虐待的景象是各樣的,其中含著許多兇惡。有的兩手被反綁在木架上,藉著某些器械把每一肢體都拉伸開;隨後施刑的人就照命令,遍及全身,不像對待兇手那樣只在肋旁,乃用刑具責打他們的肚腹、小腿和兩頰。又有些人被一隻手吊在柱廊下懸著,因關節與肢體的拉伸,所受的苦比一切疼痛更為可怕。還有些人被面對柱子綁著,腳不著地,乃因身體的重量被往下壓,捆鎖隨著拉伸往上吊起。
10:6
καὶ τοῦθ ὑπέμενον, οὐκ ἐφ ὅσον προσδιελέγετο οὐδ αὐτοῖς ἐσχόλαζεν ἡγεμὼν, ἀλλὰ μονονουχὶ δι ὅλης τῆς ἡμέρας. ὅτε γὰρ καὶ ἐφ ἑτέρους μετέβαινε, τοῖς προτέροις κατελίμπανεν ἐφεδρεύειν τοὺς τῇ ἐξουσίᾳ αὐτοῦ ὑπηρετουμένους, εἴ πού τις ἡττηθεὶς τῶν βασάνων ἐνδιδόναι ἐδόκει, ἀφειδῶς δὲ κελεύων καὶ τοῖς δεσμοῖς προσιέναι, καὶ μετὰ ταῦτα ψυχορραγοῦντας αὐτοὺς κατατιθεμένους εἰς τὴν γῆν ἕλκεσθαι·
And this they endured, not only for as long as the governor was conversing with them and giving them his attention, but well-nigh through the whole day. For when he passed on to others, he left behind, to keep watch over the former, those who served under his authority, in case anyone, overcome by the tortures, should seem to give in, commanding them unsparingly both to apply the bonds and afterward, when they were breathing out their souls, to lay them on the ground and drag them off.
他們忍受這些苦,不僅是在總督與他們交談、留意他們的那段時候,乃幾乎是終日如此。因為當他轉到別人那裡去時,便留下那些在他權下服役的人看守先前那些人,唯恐有人被酷刑制伏而似乎屈服,命令他們毫不留情地施加捆鎖,此後當他們快斷氣時,就把他們放在地上拖走。
10:7
οὐ γὰρ εἶναι κἂν μέρος φροντίδος αὐτοῖς περὶ ἡμῶν, ἀλλ οὕτω καὶ διανοεῖσθαι καὶ πράττειν, ὡς μηκέτ ὄντων, ταύτην δευτέραν ἐπὶ ταῖς πληγαῖς τῶν ὑπεναντίων ἐφευρόντων.
For, said he, there was not even a part of a thought among them concerning us, but they both thought and acted as though we no longer existed—the adversaries having devised this as a second torment in addition to the blows.
因為他說,他們對我們竟連一點顧念之心都沒有,反倒在思想和行為上都當作我們已不復存在,這就是那些敵對者在鞭打之外所新設的第二種酷刑。
10:8
ἦσαν δὲ οἶ καὶ μετὰ τοὺς αἰκισμοὺς ἐπὶ τοῦ ξύλου κείμενοι διὰ τῶν τεσσάρων ὀπῶν διατεταμένοι ἄμφω τὼ πόδε, ὠς καὶ κατ ἀνάγκην αὐτοὺς ἐπὶ τοῦ ξύλου ὑπτίους εἶναι, μὴ δυναμένους διὰ τὸ ἔναυλα τὰ τραύματα ἀπὸ τῶν πληγῶν καθ ὅλου τοῦ σώματος ἔχειν· ἕτεροι δὲ εἰς τοὔδαφος ῥιφέντες ἔκειντο ὑπὸ τῆς τῶν βασάνων ἀθρόας προσβολῆς, δεινοτέραν τὴν ὄψιν τῆς ἐνεργείας τοῖς ὁρῶσι παρέχοντες, ποικίλας καὶ διαφόρους ἐν τοῖς σώμασι φέροντες τῶν βασάνων τὰς ἐπινοίας.
And there were some who, even after the maltreatments, lay upon the wood with both feet stretched apart through the four holes, so that of necessity they were upon the wood face-upward, being unable, because of the fresh wounds from the blows over the whole body, to be otherwise. And others, flung upon the ground, lay there from the violent and concentrated assault of the tortures, presenting to the beholders a sight more dreadful than the actual operation, bearing on their bodies the varied and divers contrivances of the tortures.
還有些人,甚至在受過虐待之後,仍躺在木架上,兩腳被分開穿過四個孔洞而被拉伸開,以致他們不得不仰臥在木架上,因全身被鞭打的新傷而無法改換別樣姿勢。又有些人被扔在地上躺著,是因那酷刑猛烈而密集的攻擊所致,向觀看的人呈現出比實際施刑時更可怕的景象,在他們的身上帶著那各樣不同的酷刑的設計。
10:9
τούτων οὕτως ἐχόντων οἱ μὲν ἐναπέθνησκον ταῖς βασάνοις, τῇ καρτερίᾳ καταισχύναντες τὸν ἀντίπαλον, οἶ δὲ ἡμιθνῆτες ἐν τῷ δεσμωτηρίῳ συγκλειόμενοι μετ οὐ πολλὰς ἡμέρας ταῖς ἀλγηδόσι συνεχόμενοι ἐτελειοῦντο, οἶ δὲ λοιποὶ τῆς ἀπὸ τῆς θεραπείας ἀνακτήσεως τυχόντες τῷ χρόνῳ καὶ τῇ τῆς φυλακῆς διατριβῇ θαρσαλεώτεροι ἐγίνοντο.
These things being so, some died under the tortures, shaming the adversary by their endurance; others, half-dead, were shut up in the prison, and after not many days, being held fast by their pains, were perfected; while the rest, obtaining recovery through tending, by the lapse of time and the prolonged stay in custody became more courageous.
事既如此,有的就死在酷刑之下,以其堅忍羞辱那敵對者;有的半死之間被關在牢中,過了不多日子,因被痛苦緊纏而得以成全;其餘的人因受看顧調養而得復原,又因時日的推移和被囚的久留,竟變得更加剛勇。
10:10
οὕτω γοῦν ἡνίκα προστέτακτο αἱρέσεως κειμένης, ἐφαψάμενον τῆς ἐναγοῦς θυσίας ἀνενόχλητον εἶναι, τῆς ἐπαράτου ἐλευθερίας παρ αὐτῶν τυχόντα, μὴ θύοντα τὴν ἐπὶ θανάτῳ δίκην χεσθαι, οὐδὲν μελλήσαντες ἀσμένως ἐπὶ τὸν θάνατον ἐχώρουν· ᾔδεσαν γὰρ τὰ ὑπὸ τῶν ἱερῶν γραφῶν ἡμῖν προορισθέντα. γὰρ θυσιάζων, φησὶ θεοῖς ἑτέροις ἐξολοθρευθήσεται, καί· ὅτι οὐκ ἔσονταί ταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.
Thus, accordingly, when the choice was set before them, that either, by touching the accursed sacrifice, one should be left unmolested, obtaining from them that cursed liberty, or, by not sacrificing, should receive the sentence of death—without any hesitation they gladly went to their death; for they knew the things foretold to us by the sacred Scriptures. For He says, He that sacrifices to other gods shall be utterly destroyed; and, There shall be no other gods to you beside Me.
於是,當這選擇擺在他們面前──或是觸碰那可咒詛的祭物,便得無人攪擾,從他們手中得著那可咒詛的自由;或是不獻祭,便領受死刑──他們便毫不遲疑,歡然走向死亡;因為他們知道聖經向我們所預先定下的話。經上說:『獻祭給別神的,必要滅絕』;又說:『除我以外,你不可有別的神。』
10:11
τοιαῦται τοῦ ὡς ἀληθῶς φιλοσόφου τε ὁμοῦ καὶ φιλοθέου μάρτυρος αἶ φωναὶ, ἃς πρὸ τῆς τελευταίας ἀποφάσεως ὑπὸ τὴν δεσμωτικὴν ἔθ ὑπάρχων τάξιν τοῖς κατὰ τὴν αὐτοῦ παροικίαν ἀδελφοῖς ἐπεστάλκει, ἄμα μὲν τὰ ἐν οἶς ἦν ἀνατιθέμενος, ἅμα δὲ καὶ παρορμῶν αὐτοὺς ἐπὶ τὸ ἀπρὶξ ἔχεσθαι καὶ μετ αὐτὸν ὅσον οὔπω τελειωθησόμενον τῆς ἐν Χριστῷ θεοσεβείας.
Such were the utterances of this martyr, truly at once a lover of wisdom and a lover of God, which, before the final sentence, while he was still under the prison order, he had sent to the brethren throughout his own parish, at once setting before them the things in which he stood, and at the same time exhorting them to cling fast, even after him, to the godliness in Christ that was very soon to be perfected.
這就是這位殉道者──實在同時是愛智慧的、又是愛神的人──所說的話;在末了的判決以前,當他仍在獄囚之列時,便寫信寄給他本教區各處的弟兄,一面向他們陳明自己所處的境況,一面又勉勵他們,即使在他之後,也要緊緊持守那在基督裡、不久就要得以成全的敬虔。
10:12
ἀλλὰ τί χρὴ πολλὰ λέγειν, καὶ καινοτέρας ἐπὶ καινοτέραις τῶν ἀνὰ τὴν οἰκουμένην θεοπρεπῶν μαρτύρων ἀθλήσεις παρατίθεσθαι, καὶ μάλιστα τῶν οὐκέτι μὲν κοινῷ νόμῳ, πολέμου δὲ τρόπῳ πεπολιορκημένων;
But what need is there to say many things, and to set forth newer upon newer contests of the godly martyrs throughout the world, and especially of those who were beset no longer by common law, but in the manner of war?
但何須多言,將那遍及天下、敬虔之殉道者一波接一波的新爭戰一一陳述呢﹖尤其是那些不再照尋常律法、乃照戰爭方式被圍攻的人。
← ch. 9ch. 11 →
1234567891011121314151617