📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 1 Esdras

1 Esdras 1

Greek original · 55 verses · some words can be tapped for a gloss

ch. 2 →
📖 This chapter exists in 2 other originals — side by side (Vulgate, Apocrypha)
1:1
καὶ ἤγαγεν Ιωσιας τὸ πασχα ἐν Ιερουσαλημ τῷ κυρίῳ αὐτοῦ καὶ ἔθυσεν τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου
Josias held the passover in Jerusalem to his Lord, and offered the passover the fourteenth day of the first month;
約西亞在耶路撒冷向他的主守逾越節,在正月十四日宰了逾越節的羊羔。
1:2
στήσας τοὺς ἱερεῖς κατ’ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ κυρίου
having set the priests according to their daily courses, being arrayed in their vestments, in the temple of the Lord.
他按班次設立祭司,使他們穿著禮服在主的聖殿裡供職。
1:3
καὶ εἶπεν τοῖς Λευίταις ἱεροδούλοις τοῦ Ισραηλ ἁγιάσαι ἑαυτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ ᾠκοδόμησεν Σαλωμων τοῦ Δαυιδ βασιλεύς οὐκ ἔσται ὑμῖν ἆραι ἐπ’ ὤμων αὐτήν
And he spoke to the Levites, the temple-servants of Israel, that they should hallow themselves to the Lord, to set the holy ark of the Lord in the house that King Solomon the son of David had built:
他又吩咐那些事奉以色列的利未人潔淨自己歸於主,把主的聖約櫃安放在大衛之子所羅門王所建造的殿中,說:「你們不必再用肩抬約櫃了。
1:4
καὶ νῦν λατρεύετε τῷ κυρίῳ θεῷ ὑμῶν καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ Ισραηλ καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶν κατὰ τὴν γραφὴν Δαυιδ βασιλέως Ισραηλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμων τοῦ υἱοῦ αὐτοῦ
and said, You⌃ shall no more have need to bear it upon your shoulders: now therefore serve the Lord your God, and minister to his people Israel, and prepare you after your fathers’ houses and kindred,
如今你們要事奉主你們的神,服事祂的子民以色列,照以色列王大衛的條例和他兒子所羅門的尊榮,按你們的宗族和支派預備好。
1:5
καὶ στάντες ἐν τῷ ἱερῷ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευιτῶν τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραηλ ἐν τάξει
according to the writing of David king of Israel, and according to the magnificence of Solomon his son: and standing in the holy place according to the several divisions of the families of you the Levites, who minister in the presence of your kindred the children of Israel,
你們利未人要按宗族班次站在聖殿裡,在你們弟兄以色列子孫面前依序供職。
1:6
θύσατε τὸ πασχα καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν καὶ ποιήσατε τὸ πασχα κατὰ τὸ πρόσταγμα τοῦ κυρίου τὸ δοθὲν τῷ Μωυσῇ
offer the passover in order, and make ready the sacrifices for your kindred, and keep the passover according to the commandment of the Lord, which was given to Moses.
你們要宰逾越節的羊羔,為你們的弟兄預備祭物,照主藉摩西所頒的命令守逾越節。」
1:7
καὶ ἐδωρήσατο Ιωσιας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας μόσχους τρισχιλίους ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατ’ ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευίταις
And to the people which were present Josias gave thirty thousand lambs and kids, and three thousand calves: these things were given of the king’s substance, according as he promised, to the people, and to the priests and Levites.
約西亞把三萬隻羊羔和山羊、三千頭牛犢賜給在場的百姓,這都是照所應許的,從王的產業中分給百姓、祭司和利未人的。
1:8
καὶ ἔδωκεν Χελκιας καὶ Ζαχαριας καὶ Ησυηλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πασχα πρόβατα δισχίλια ἑξακόσια μόσχους τριακοσίους
And Helkias, and Zacharias, and Esyelus, the rulers of the temple, gave to the priests for the passover two thousand and six hundred sheep, and three hundred calves.
聖殿的總管希勒家、撒迦利亞和耶希羅,給祭司預備了二千六百隻羊和三百頭牛犢作逾越節之用。
1:9
καὶ Ιεχονιας καὶ Σαμαιας καὶ Ναθαναηλ ἀδελφὸς καὶ Ασαβιας καὶ Οχιηλος καὶ Ιωραμ χιλίαρχοι ἔδωκαν τοῖς Λευίταις εἰς πασχα πρόβατα πεντακισχίλια μόσχους ἑπτακοσίους
And Jeconias, and Samaias and Nathanael his brother, and Sabias, and Ochielus, and Joram, captains over thousands, gave to the Levites for the passover five thousand sheep, and seven hundred calves.
耶哥尼雅、示瑪雅和他的兄弟拿坦業,以及哈沙比雅、耶利和約蘭這些千夫長,給利未人預備了五千隻羊和七百頭牛犢作逾越節之用。
1:10
καὶ ταῦτα τὰ γενόμενα εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται
And when these things were done, the priests and Levites, having the unleavened bread, stood in comely order according to the kindred,
祭司和利未人妥當地辦理這些事,
1:11
ἔχοντες τὰ ἄζυμα κατὰ τὰς φυλὰς
and according to the several divisions by fathers’ houses, before the people, to offer to the Lord, as it is written in the book of Moses: and thus did they in the morning.
按支派拿著無酵餅,
1:12
καὶ κατὰ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσθεν τοῦ λαοῦ προσενεγκεῖν τῷ κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ καὶ οὕτω τὸ πρωινόν
And they roasted the passover with fire, as appertains: and the sacrifices they sod in the brazen vessels and caldrons with a good savor,
又按宗族班次在百姓面前,照摩西書上所寫的獻給主,早晨也是這樣。
1:13
καὶ ὤπτησαν τὸ πασχα πυρὶ ὡς καθήκει καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκείοις καὶ λέβησιν μετ’ εὐωδίας καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ
and set them before all the people: and afterward they prepared for themselves, and for the priests their kindred, the sons of Aaron.
他們照例用火烤逾越節的羊羔,又在銅鍋和大鍋裡煮祭物,帶著香氣,分給眾百姓。
1:14
μετὰ δὲ ταῦτα ἡτοίμασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ααρων οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας καὶ οἱ Λευῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ααρων
For the priests offered the fat until night: and the Levites prepared for themselves, and for the priests their kindred, the sons of Aaron.
此後他們才為自己和作祭司的弟兄亞倫的子孫預備,因為祭司獻祭脂油直到深夜,利未人便為自己和作祭司的弟兄亞倫的子孫預備。
1:15
καὶ οἱ ἱεροψάλται υἱοὶ Ασαφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν κατὰ τὰ ὑπὸ Δαυιδ τεταγμένα καὶ Ασαφ καὶ Ζαχαριας καὶ Εδδινους οἱ παρὰ τοῦ βασιλέως καὶ οἱ θυρωροὶ ἐφ’ ἑκάστου πυλῶνος οὐκ ἔστιν παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς
The holy singers also, the sons of Asaph, were in their order, according to the appointment of David, to wit, Asaph, Zacharias, and Eddinus, who was of the king’s retinue.
亞薩的子孫歌唱者各按班次供職,照大衛所定的;亞薩、撒迦利亞和王所派的耶丁努也是如此。守門的看守各門,無一人擅離自己的班次,因他們的弟兄利未人為他們預備了。
1:16
καὶ συνετελέσθη τὰ τῆς θυσίας τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀχθῆναι τὸ πασχα καὶ προσενεχθῆναι τὰς θυσίας ἐπὶ τὸ τοῦ κυρίου θυσιαστήριον κατὰ τὴν ἐπιταγὴν τοῦ βασιλέως Ιωσιου
Moreover the gatekeepers were at every gate; none had need to depart from his daily course: for their kindred the Levites prepared for them.
當日守逾越節、照約西亞王的吩咐把祭物獻在主壇上的事,就這樣辦妥了。
1:17
καὶ ἠγάγοσαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πασχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά
Thus were the things that belonged to the sacrifices of the Lord accomplished in that day, in holding the passover,
那時在場的以色列子孫守了逾越節和無酵節七天。
1:18
καὶ οὐκ ἤχθη τὸ πασχα τοιοῦτο ἐν τῷ Ισραηλ ἀπὸ τῶν χρόνων Σαμουηλ τοῦ προφήτου
and offering sacrifices upon the altar of the Lord, according to the commandment of King Josias.
自從先知撒母耳的時代以來,以色列中沒有守過這樣的逾越節。
1:19
καὶ πάντες οἱ βασιλεῖς τοῦ Ισραηλ οὐκ ἠγάγοσαν πασχα τοιοῦτον οἷον ἤγαγεν Ιωσιας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ Ιουδαῖοι καὶ πᾶς Ισραηλ οἱ εὑρεθέντες ἐν τῇ κατοικήσει αὐτῶν ἐν Ιερουσαλημ
So the children of Israel which were present at that time held the passover, and the feast of unleavened bread seven days.
以色列諸王都沒有守過像約西亞和祭司、利未人、猶大人,並當時在耶路撒冷的以色列眾人所守的這樣的逾越節。
1:20
ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ιωσιου ἤχθη τὸ πασχα τοῦτο
And such a passover was not held in Israel since the time of the prophet Samuel.
這逾越節是在約西亞作王第十八年守的。
1:21
καὶ ὠρθώθη τὰ ἔργα Ιωσιου ἐνώπιον τοῦ κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας
Yes, all the kings of Israel held not such a passover as Josias, and the priests, and the Levites, and the Jews, held with all Israel that were present in their dwelling place at Jerusalem.
約西亞所行的,在他的主面前是正直的,他存著滿有敬虔的心。
1:22
καὶ τὰ κατ’ αὐτὸν δὲ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν κύριον παρὰ πᾶν ἔθνος καὶ βασιλείαν καὶ ἐλύπησαν αὐτὸν ἐν αἰσθήσει καὶ οἱ λόγοι τοῦ κυρίου ἀνέστησαν ἐπὶ Ισραηλ
In the eighteenth year of the reign of Josias was this passover held.
關於他的事蹟,從前已有記載,論到那些在各國各邦中得罪主、行不敬虔之事的人,以及他們明知故犯使主憂傷的事;主的話便應驗在以色列身上。
1:23
καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην Ιωσιου συνέβη Φαραω βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Χαρκαμυς ἐπὶ τοῦ Εὐφράτου καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ Ιωσιας
And the works of Josias were upright before his Lord with a heart full of godliness.
約西亞行完這一切之後,埃及王法老來,在幼發拉底河邊的迦基米施挑起戰爭,約西亞便出去迎戰。
1:24
καὶ διεπέμψατο βασιλεὺς Αἰγύπτου πρὸς αὐτὸν λέγων τί ἐμοὶ καὶ σοί ἐστιν βασιλεῦ τῆς Ιουδαίας
Moreover the things that came to pass in his days have been written in times past, concerning those that sinned, and did wickedly against the Lord above every people and kingdom, and how they grieved him exceedingly, so that the words of the Lord were confirmed against Israel.
埃及王差人對他說:「猶大王啊,我與你有甚麼相干呢?
1:25
οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι ὑπὸ κυρίου τοῦ θεοῦ ἐπὶ γὰρ τοῦ Εὐφράτου πόλεμός μού ἐστιν καὶ νῦν κύριος μετ’ ἐμοῦ ἐστιν καὶ κύριος μετ’ ἐμοῦ ἐπισπεύδων ἐστίν ἀπόστηθι καὶ μὴ ἐναντιοῦ τῷ κυρίῳ
Now after all these acts of Josias it came to pass, that Pharaoh the king of Egypt came to raise war at Carchemish upon Euphrates: and Josias went out against him.
我並不是主神差來攻擊你的,我的爭戰乃是在幼發拉底河邊。如今主與我同在,主催促我前行。你退去罷,不要與主作對。」
1:26
καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ιωσιας ἐπὶ τὸ ἅρμα αὐτοῦ ἀλλὰ πολεμεῖν αὐτὸν ἐπιχειρεῖ οὐ προσέχων ῥήμασιν Ιερεμιου προφήτου ἐκ στόματος κυρίου
But the king of Egypt sent to him, saying, What have I to do with you, O king of Judea?
約西亞卻不肯轉回自己的戰車,反倒執意要與他爭戰,不理會出於主口的先知耶利米的話,
1:27
ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μαγεδδαους καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς τὸν βασιλέα Ιωσιαν
I am not sent out from the Lord God against you; for my war is upon Euphrates: and now the Lord is with me, yes, the Lord is with me hasting me forward: depart from me, and be not against the Lord.
竟在米吉多的平原與他交戰。眾首領便下到約西亞王那裡。
1:28
καὶ εἶπεν βασιλεὺς τοῖς παισὶν αὐτοῦ ἀποστήσατέ με ἀπὸ τῆς μάχης ἠσθένησα γὰρ λίαν καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως
Howbeit Josias did not turn back to his chariot, but undertook to fight with him, not regarding the words of the prophet Jeremy spoken by the mouth of the Lord:
王對臣僕說:「把我抬離戰場罷,我傷得很重。」臣僕便立即把他抬離了陣線。
1:29
καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ καὶ ἀποκατασταθεὶς εἰς Ιερουσαλημ μετήλλαξεν τὸν βίον αὐτοῦ καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ
but joined battle with him in the plain of Megiddo, and the princes came down against King Josias.
他登上自己的副車,被送回耶路撒冷,便結束了一生,葬在祖墳裡。
1:30
καὶ ἐν ὅλῃ τῇ Ιουδαίᾳ ἐπένθησαν τὸν Ιωσιαν καὶ ἐθρήνησεν Ιερεμιας προφήτης ὑπὲρ Ιωσιου καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης καὶ ἐξεδόθη τοῦτο γίνεσθαι αἰεὶ εἰς ἅπαν τὸ γένος Ισραηλ
Then said the king to his servants, Carry me away out of the battle; for I am very weak. And immediately his servants carried him away out of the army.
全猶大都為約西亞舉哀,先知耶利米為約西亞作哀歌,眾首領和婦女也為他哀哭,直到今日;這事被定為以色列全族永遠的定例。
1:31
ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βύβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς Ιουδαίας καὶ τὸ καθ’ ἓν πραχθὲν τῆς πράξεως Ιωσιου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ κυρίου τά τε προπραχθέντα ὑπ’ αὐτοῦ καὶ τὰ νῦν ἱστόρηται ἐν τῷ βυβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα
Then got he up upon his second chariot; and being brought back to Jerusalem he died, and was buried in the sepulchre of his fathers.
這些事都記在記述猶大列王之事的書上;約西亞所行的每一件事、他的榮耀,以及他在主律法上的明達,並他從前和如今所行的,都記在以色列和猶大列王記上。
1:32
καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν Ιεχονιαν υἱὸν Ιωσιου ἀνέδειξαν βασιλέα ἀντὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ ὄντα ἐτῶν εἴκοσι τριῶν
And in all Jewry they mourned for Josias; and Jeremy the prophet lamented for Josias, and the chief men with the women made lamentation for him, to this day: and this was given out for an ordinance to be done continually in all the nation of Israel.
國民立約西亞的兒子耶哥尼雅接續他父親約西亞作王,那時他二十三歲。
1:33
καὶ ἐβασίλευσεν ἐν Ιουδα καὶ Ιερουσαλημ μῆνας τρεῖς καὶ ἀπεκατέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου βασιλεύειν ἐν Ιερουσαλημ
These things are written in the book of the histories of the kings of Judea, and every one of the acts that Josias did, and his glory, and his understanding in the law of the Lord, and the things that he had done before, and the things now recited, are reported in the book of the kings of Israel and Judah.
他在猶大和耶路撒冷作王三個月,埃及王便廢了他在耶路撒冷的王位,
1:34
καὶ ἐζημίωσεν τὸ ἔθνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντῳ ἑνί
And the people took Joachaz the son of Josias, and made him king instead of Josias his father, when he was twenty and three years old.
並罰那民族一百他連得銀子和一他連得金子。
1:35
καὶ ἀνέδειξεν βασιλεὺς Αἰγύπτου βασιλέα Ιωακιμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τῆς Ιουδαίας καὶ Ιερουσαλημ
And he reigned in Judah and in Jerusalem three months: and then the king of Egypt deposed him from reigning in Jerusalem.
埃及王立耶哥尼雅的兄弟約雅敬作猶大和耶路撒冷的王。
1:36
καὶ ἔδησεν Ιωακιμ τοὺς μεγιστᾶνας Ζαριον δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου
And he set a tax upon the people of a hundred talents of silver and one talent of gold.
約雅敬把眾貴胄捆綁起來,又捉拿他的兄弟撒利烏,把他從埃及帶上來。
1:37
ἐτῶν δὲ ἦν εἴκοσι πέντε Ιωακιμ ὅτε ἐβασίλευσεν τῆς Ιουδαίας καὶ Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου
The king of Egypt also made King Joakim his brother king of Judea and Jerusalem.
約雅敬作猶大和耶路撒冷王的時候年二十五歲,他行主眼中看為惡的事。
1:38
ἐπ’ αὐτὸν δὲ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ δήσας αὐτὸν ἐν χαλκείῳ δεσμῷ ἀπήγαγεν εἰς Βαβυλῶνα
And Joakim bound the nobles: but Zarakes his brother he apprehended, and brought him up out of Egypt.
巴比倫王尼布甲尼撒上來攻擊他,用銅鏈把他捆住,帶到巴比倫去。
1:39
καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ κυρίου λαβὼν Ναβουχοδονοσορ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι
Five and twenty years old was Joakim when he began to reign in Judea and Jerusalem; and he did that which was evil in the sight of the Lord.
尼布甲尼撒又取了主聖殿的一些器皿帶走,安放在他巴比倫的廟裡。
1:40
τὰ δὲ ἱστορηθέντα περὶ αὐτοῦ καὶ τῆς αὐτοῦ ἀκαθαρσίας καὶ δυσσεβείας ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν χρόνων τῶν βασιλέων
And against him Nabuchodonosor the king of Babylon came up, and bound him with a chain of brass, and carried him to Babylon.
關於他的事蹟、他的污穢和不敬虔的記載,都寫在列王紀年史上。
1:41
καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ιωακιμ υἱὸς αὐτοῦ ὅτε γὰρ ἀνεδείχθη ἦν ἐτῶν δέκα ὀκτώ
Nabuchodonosor also took of the holy vessels of the Lord, and carried them away, and set them up in his own temple at Babylon.
他的兒子約雅斤接續他作王,被立的時候年十八歲。
1:42
βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἔναντι κυρίου
But those things that are reported of him, and of his uncleanness and impiety, are written in the chronicles of the kings.
他在耶路撒冷作王三個月零十天,行主眼中看為惡的事。
1:43
καὶ μετ’ ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονοσορ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἅμα τοῖς ἱεροῖς σκεύεσιν τοῦ κυρίου
And Joakim his son reigned in his stead: for when he was made king he was eighteen years old;
過了一年,尼布甲尼撒差人把他連同主聖殿的器皿一同帶到巴比倫去。
1:44
καὶ ἀνέδειξε Σεδεκιαν βασιλέα τῆς Ιουδαίας καὶ Ιερουσαλημ Σεδεκιαν ὄντα ἐτῶν εἴκοσι ἑνός βασιλεύει δὲ ἔτη ἕνδεκα
and he reigned three months and ten days in Jerusalem; and did that which was evil before the Lord.
尼布甲尼撒立西底家作猶大和耶路撒冷的王,西底家那時年二十一歲,作王十一年。
1:45
καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ οὐκ ἐνετράπη ἀπὸ τῶν ῥηθέντων λόγων ὑπὸ Ιερεμιου τοῦ προφήτου ἐκ στόματος τοῦ κυρίου
So after a year Nabuchodonosor sent and caused him to be brought to Babylon with the holy vessels of the Lord;
他行主眼中看為惡的事,對出於主口、藉先知耶利米所說的話毫無懼怕。
1:46
καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονοσορ τῷ ὀνόματι τοῦ κυρίου ἐπιορκήσας ἀπέστη καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα κυρίου θεοῦ Ισραηλ
and made Sedekias king of Judea and Jerusalem, when he was one and twenty years old; and he reigned eleven years:
他雖曾奉主的名向尼布甲尼撒王起誓,卻背了誓而背叛,硬著頸項,剛硬己心,違背了主以色列之神的律例。
1:47
καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ἠνόμησαν ὑπὲρ πάσας τὰς ἀκαθαρσίας πάντων τῶν ἐθνῶν καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ κυρίου τὸ ἁγιαζόμενον ἐν Ιεροσολύμοις
and he also did that which was evil in the sight of the Lord, and cared not for the words that were spoken by Jeremy the prophet from the mouth of the Lord.
百姓和祭司的首領們也多行不敬虔、不法的事,超過列國一切的污穢,玷污了在耶路撒冷成聖的主聖殿。
1:48
καὶ ἀπέστειλεν θεὸς τῶν πατέρων αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς καθὸ ἐφείδετο αὐτῶν καὶ τοῦ σκηνώματος αὐτοῦ
And after that king Nabuchodonosor had made him to swear by the name of the Lord, he forswore himself, and rebelled; and hardening his neck, and his heart, he transgressed the laws of the Lord, the God of Israel.
他們列祖的神藉著祂的使者差遣勸告,要召他們回轉,因祂憐惜他們和祂的居所。
1:49
αὐτοὶ δὲ ἐξεμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ καὶ ἡμέρᾳ ἐλάλησεν κύριος ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ ἕως τοῦ θυμωθέντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπ’ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων
Moreover the governors of the people and of the priests did many things wickedly, and passed all the pollutions of all nations, and defiled the temple of the Lord, which was sanctified in Jerusalem.
他們卻譏笑祂的使者;主說話的日子,他們嘲弄祂的先知,直到祂因他們的不敬虔向自己的民族發怒,便下令使迦勒底列王上來攻擊他們。
1:50
οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ περικύκλῳ τοῦ ἁγίου αὐτῶν ἱεροῦ καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεωτέρου ἀλλὰ πάντας παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν
And the God of their fathers sent by his messenger to call them back, because he had compassion on them and on his dwelling place.
這些人在他們聖殿四圍用刀殺戮他們的少年人,不憐惜少年、處女、老者和幼童,主把眾人都交在他們手中。
1:51
καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τὰς κιβωτοὺς τοῦ κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλῶνα
But they mocked his messengers; and in the day when the Lord spoke to them, they scoffed at his prophets:
他們又取去主聖殿一切大小的聖器、主的約櫃和王的庫房,帶到巴比倫去。
1:52
καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ κυρίου καὶ ἔλυσαν τὰ τείχα Ιεροσολύμων καὶ τοὺς πύργους αὐτῶν ἐνεπύρισαν ἐν πυρὶ
so far forth, that he, being angry with his people for their great ungodliness, commanded to bring up the kings of the Chaldeans against them;
他們焚燒了主的殿,拆毀了耶路撒冷的城牆,又放火燒了城樓,
1:53
καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρεῶσαι καὶ τοὺς ἐπιλοίπους ἀπήγαγεν μετὰ ῥομφαίας εἰς Βαβυλῶνα
who killed their young men with the sword, round about their holy temple, and spared neither young man nor maid, old man nor child; but he delivered all into their hands.
使城中一切華美之物盡都廢毀,並把餘剩的人用刀擄到巴比倫去。
1:54
καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι Πέρσας εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι Ιερεμιου
And they took all the holy vessels of the Lord, both great and small, with the vessels of the ark of the Lord, and the king’s treasures, and carried them away to Babylon.
這些人作了王和他子孫的奴僕,直到波斯人作王,好應驗主藉耶利米口所說的話,
1:55
ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα
And they burned the house of the Lord, and brake down the walls of Jerusalem, and burned the towers thereof with fire:
直等到這地享受了它的安息;在它荒涼的整段日子,它必守安息,直到滿了七十年。
ch. 2 →
123456789