📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 1 Esdras

1 Esdras 6

Greek original · 33 verses · some words can be tapped for a gloss

← ch. 5ch. 7 →
📖 This chapter exists in 2 other originals — side by side (Vulgate, Apocrypha)
6:1
ἐν δὲ τῷ δευτέρῳ ἔτει τῆς τοῦ Δαρείου βασιλείας ἐπροφήτευσεν Αγγαιος καὶ Ζαχαριας τοῦ Εδδι οἱ προφῆται ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ ἐπὶ τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ ἐπ’ αὐτούς
Now in the second year of the reign of Darius, Aggaeus and Zacharius the son of Addo, the prophets, prophesied to the Jews in Jewry and Jerusalem; in the name of the Lord, the God of Israel, prophesied they to them.
大流士在位第二年,先知哈該和易多之子撒迦利亞,奉以色列的主神之名,向在猶大和耶路撒冷的猶大人說預言。
6:2
τότε στὰς Ζοροβαβελ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς τοῦ Ιωσεδεκ ἤρξαντο οἰκοδομεῖν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ιερουσαλημ συνόντων τῶν προφητῶν τοῦ κυρίου βοηθούντων αὐτοῖς
Then stood up Zorobabel the son of Salathiel, and Jesus the son of Josedek, and began to build the house of the Lord at Jerusalem, the prophets of the Lord being with them, and helping them.
那時撒拉鐵之子所羅巴伯和約薩達之子耶書亞便起來,動工建造耶路撒冷主的殿,有主的先知與他們同在,幫助他們。
6:3
ἐν αὐτῷ τῷ χρόνῳ παρῆν πρὸς αὐτοὺς Σισίννης ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι καὶ εἶπαν αὐτοῖς
At the same time came to them Sisinnes the governor of Syria and Phoenicia, with Sathrabuzanes and his companions, and said to them,
就在那時候,敘利亞和腓尼基的省長西西尼、薩拉布薩尼,連同他們的同僚,來到他們那裡,對他們說:
6:4
τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε καὶ τὴν στέγην ταύτην καὶ τἄλλα πάντα ἐπιτελεῖτε καὶ τίνες εἰσὶν οἱ οἰκοδόμοι οἱ ταῦτα ἐπιτελοῦντες
By whose appointment do you⌃ build this house and this roof, and perform all the other things? and who are the builders that perform these things?
「誰吩咐你們建造這殿、蓋這屋頂、辦理其餘一切的呢?建造這些的工人是誰?」
6:5
καὶ ἔσχοσαν χάριν ἐπισκοπῆς γενομένης ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ τοῦ κυρίου οἱ πρεσβύτεροι τῶν Ιουδαίων
Nevertheless the elders of the Jews obtained favor, because the Lord had visited the captivity;
然而猶大人的長老懞了眷顧,因主垂顧那些被擄的人,
6:6
καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς μέχρι τοῦ ὑποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν καὶ προσφωνηθῆναι
and they were not hindered from building, until such time as communication was made to Darius concerning them, and his answer signified.
他們建造便沒有被攔阻,直等到此事呈報給大流士、得了回覆。
6:7
ἀντίγραφον ἐπιστολῆς ἧς ἔγραψεν Δαρείῳ καὶ ἀπέστειλεν Σισίννης ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες
The copy of the letter which Sisinnes, governor of Syria and Phoenicia, and Sathrabuzanes, with their companions, the rulers in Syria and Phoenicia, wrote and sent to Darius;
敘利亞和腓尼基的省長西西尼、薩拉布薩尼,連同敘利亞、腓尼基的同僚官長,所寫給大流士的信,抄本如下:
6:8
βασιλεῖ Δαρείῳ χαίρειν πάντα γνωστὰ ἔστω τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς Ιουδαίας καὶ ἐλθόντες εἰς Ιερουσαλημ τὴν πόλιν κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν Ιουδαίων ἐν Ιερουσαλημ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ κυρίῳ μέγαν καινὸν διὰ λίθων ξυστῶν πολυτελῶν ξύλων τιθεμένων ἐν τοῖς τοίχοις
To king Darius, greeting: Let all things be known to our lord the king, that being come into the country of Judea, and entered into the city of Jerusalem, we found in the city of Jerusalem the elders of the Jews that were of the captivity
「上奏大流士王:願我主我王知曉一切:我們到了猶大地,來到耶路撒冷城,遇見那些被擄回來的猶大人長老正在耶路撒冷城建造主的殿,那是一座宏大嶄新的殿,用鑿好的貴重石頭築成,又把木料安在牆上。
6:9
καὶ τὰ ἔργα ἐκεῖνα ἐπὶ σπουδῆς γιγνόμενα καὶ εὐοδούμενον τὸ ἔργον ἐν ταῖς χερσὶν αὐτῶν καὶ ἐν πάσῃ δόξῃ καὶ ἐπιμελείᾳ συντελούμενα
building a house to the Lord, great and new, of hewn and costly stones, with timber laid in the walls.
那工程進行得迅速,在他們手中順利進展,又極盡華美、精心地完成。
6:10
τότε ἐπυνθανόμεθα τῶν πρεσβυτέρων τούτων λέγοντες τίνος ὑμῖν προστάξαντος οἰκοδομεῖτε τὸν οἶκον τοῦτον καὶ τὰ ἔργα ταῦτα θεμελιοῦτε
And those works are done with great speed, and the work goes on prosperously in their hands, and with all glory and diligence it is accomplished.
於是我們查問這些長老說:『誰吩咐你們建造這殿、奠立這些工程的根基?』
6:11
ἐπηρωτήσαμεν οὖν αὐτοὺς εἵνεκεν τοῦ γνωρίσαι σοι καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους καὶ τὴν ὀνοματογραφίαν ᾐτοῦμεν αὐτοὺς τῶν προκαθηγουμένων
Then asked we these elders, saying, By whose commandment build you⌃ this house, and lay the foundations of these works?
我們問他們,是為要使你知曉,並把那些帶頭之人的名字寫給你,便向他們索取那些首領的名單。
6:12
οἱ δὲ ἀπεκρίθησαν ἡμῖν λέγοντες ἡμεῖς ἐσμεν παῖδες τοῦ κυρίου τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν
Therefore, to the intent that we might give knowledge to you by writing who were the chief doers, we questioned them, and we required of them the names in writing of their principal men.
他們回答我們說:『我們是創造天地之主的僕人。
6:13
καὶ ᾠκοδόμητο οἶκος ἔμπροσθεν ἐτῶν πλειόνων διὰ βασιλέως τοῦ Ισραηλ μεγάλου καὶ ἰσχυροῦ καὶ ἐπετελέσθη
So they gave us this answer, We are the servants of the Lord which made heaven and earth.
這殿是多年以前由以色列一位偉大強盛的王建造完成的。
6:14
καὶ ἐπεὶ οἱ πατέρες ἡμῶν παραπικράναντες ἥμαρτον εἰς τὸν κύριον τοῦ Ισραηλ τὸν οὐράνιον παρέδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος βασιλέως τῶν Χαλδαίων
And as for this house, it was built many years ago by a king of Israel great and strong, and was finished.
後來我們的列祖惹動忿怒,得罪了以色列天上的主,主便把他們交在巴比倫王、迦勒底王尼布甲尼撒手中。
6:15
τόν τε οἶκον καθελόντες ἐνεπύρισαν καὶ τὸν λαὸν ᾐχμαλώτευσαν εἰς Βαβυλῶνα
But when our fathers sinned against the Lord of Israel which is in heaven, and provoked him to wrath, he gave them over into the hands of Nabuchodonosor king of Babylon, king of the Chaldeans;
他們拆毀焚燒了那殿,又把百姓擄到巴比倫去。
6:16
ἐν δὲ τῷ πρώτῳ ἔτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας ἔγραψεν βασιλεὺς Κῦρος οἰκοδομῆσαι τὸν οἶκον τοῦτον
and they pulled down the house, and burned it, and carried away the people captives to Babylon.
但在古列作巴比倫地之王第一年,古列王下詔重建這殿,
6:17
καὶ τὰ ἱερὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ ἑαυτοῦ ναῷ πάλιν ἐξήνεγκεν αὐτὰ Κῦρος βασιλεὺς ἐκ τοῦ ναοῦ τοῦ ἐν Βαβυλῶνι καὶ παρεδόθη Ζοροβαβελ καὶ Σαναβασσάρῳ τῷ ἐπάρχῳ
But in the first year that Cyrus reigned over the country of Babylon, king Cyrus wrote to build up this house.
並把尼布甲尼撒從耶路撒冷的殿中掠去、安放在自己廟裡的金銀聖器交還;古列王把它們從巴比倫的廟中取出,交給省長所羅巴伯和設巴薩,
6:18
καὶ ἐπετάγη αὐτῷ ἀπενέγκαντι πάντα τὰ σκεύη ταῦτα ἀποθεῖναι ἐν τῷ ναῷ τῷ ἐν Ιερουσαλημ καὶ τὸν ναὸν τοῦ κυρίου τοῦτον οἰκοδομηθῆναι ἐπὶ τοῦ τόπου
And the holy vessels of gold and of silver, that Nabuchodonosor had carried away out of the house at Jerusalem, and had set up in his own temple, those Cyrus the king brought forth again out of the temple in Babylonia, and they were delivered to Zorobabel and to Sanabassarus the governor,
並吩咐他把這一切器皿帶去安放在耶路撒冷的殿中,又在原處重建主的這殿。
6:19
τότε Σαναβάσσαρος ἐκεῖνος παραγενόμενος ἐνεβάλετο τοὺς θεμελίους τοῦ οἴκου κυρίου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπ’ ἐκείνου μέχρι τοῦ νῦν οἰκοδομούμενος οὐκ ἔλαβεν συντέλειαν
with commandment that he should carry away all these vessels, and put them in the temple at Jerusalem; and that the temple of the Lord should be built in its place.
於是那設巴薩來到,奠立了耶路撒冷主殿的根基;從那時直到如今,這殿一直在建造,尚未完工。』
6:20
νῦν οὖν εἰ κρίνεται βασιλεῦ ἐπισκεπήτω ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῦ κυρίου βασιλέως τοῖς ἐν Βαβυλῶνι
Then Sanabassarus, being come here, laid the foundations of the house of the Lord which is in Jerusalem; and from that time to this being still a building, it is not yet fully ended.
如今王若以為可行,請查考我主我王在巴比倫的皇家典籍庫,
6:21
καὶ ἐὰν εὑρίσκηται μετὰ τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ οἴκου κυρίου τοῦ ἐν Ιερουσαλημ καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ ἡμῶν προσφωνησάτω ἡμῖν περὶ τούτων
Now therefore, if it seem good, O king, let search be made among the royal archives of our lord the king that are in Babylon:
看是否查得出,耶路撒冷主殿的建造確是出於古列王的旨意;我主我王若有所裁定,請就此事回覆我們。」
6:22
τότε βασιλεὺς Δαρεῖος προσέταξεν ἐπισκέψασθαι ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῖς κειμένοις ἐν Βαβυλῶνι καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ χώρᾳ τόμος εἷς ἐν ὑπεμνημάτιστο τάδε
and if it be found that the building of the house of the Lord which is in Jerusalem has been done with the consent of king Cyrus, and it seem good to our lord the king, let him signify to us thereof.
於是大流士王下令查考存放在巴比倫的皇家典籍庫,便在瑪代省的以克巴坦拿宮中查出一卷文書,其中記載著這些事:
6:23
ἔτους πρώτου βασιλεύοντος Κύρου βασιλεὺς Κῦρος προσέταξεν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ιερουσαλημ οἰκοδομῆσαι ὅπου ἐπιθύουσιν διὰ πυρὸς ἐνδελεχοῦς
Then commanded King Darius to seek among the archives that were laid up at Babylon: and so at Ekbatana the palace, which is in the country of Media, there was found a roll wherin these things were recorded.
「古列作王第一年,古列王下詔重建耶路撒冷主的殿,就是常獻火祭之處,
6:24
οὗ τὸ ὕψος πήχεων ἑξήκοντα πλάτος πήχεων ἑξήκοντα διὰ δόμων λιθίνων ξυστῶν τριῶν καὶ δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνός καὶ τὸ δαπάνημα δοθῆναι ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως
In the first year of the reign of Cyrus king Cyrus commanded to build up the house of the Lord which is in Jerusalem, where they do sacrifice with continual fire:
殿高六十肘,寬六十肘,用三層鑿好的石頭和一層當地的新木料築成;費用由古列王的庫房支付。
6:25
καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου κυρίου τά τε χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπήνεγκεν εἰς Βαβυλῶνα ἀποκατασταθῆναι εἰς τὸν οἶκον τὸν ἐν Ιερουσαλημ οὗ ἦν κείμενα ὅπως τεθῇ ἐκεῖ
whose height shall be sixty cubits, and the breadth sixty cubits, with three rows of hewn stones, and one row of new wood of that country; and the expenses therof to be given out of the house of king Cyrus:
尼布甲尼撒從耶路撒冷殿中掠去、帶到巴比倫的主殿金銀聖器,要歸還原處安放在耶路撒冷的殿中。」
6:26
προσέταξεν δὲ ἐπιμεληθῆναι Σισίννῃ ἐπάρχῳ Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνῃ καὶ τοῖς συνεταίροις καὶ τοῖς ἀποτεταγμένοις ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόσιν ἀπέχεσθαι τοῦ τόπου ἐᾶσαι δὲ τὸν παῖδα τοῦ κυρίου Ζοροβαβελ ἔπαρχον δὲ τῆς Ιουδαίας καὶ τοὺς πρεσβυτέρους τῶν Ιουδαίων τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον οἰκοδομεῖν ἐπὶ τοῦ τόπου
and that the holy vessels of the house of the Lord, both gold and silver, that Nabuchodonosor took out of the house at Jerusalem, and carried away to Babylon, should be restored to the house at Jerusalem, and be set in the place where they were before.
他又下令給敘利亞和腓尼基的省長西西尼、薩拉布薩尼,以及他們的同僚和派駐敘利亞、腓尼基的官長,叫他們遠離那地方,容主的僕人、猶大省長所羅巴伯和猶大人的長老在原處建造主的那殿。
6:27
κἀγὼ δὲ ἐπέταξα ὁλοσχερῶς οἰκοδομῆσαι καὶ ἀτενίσαι ἵνα συμποιῶσιν τοῖς ἐκ τῆς αἰχμαλωσίας τῆς Ιουδαίας μέχρι τοῦ ἐπιτελεσθῆναι τὸν οἶκον τοῦ κυρίου
And also he commanded that Sisinnes the governor of Syria and Phoenicia, and Sathrabuzanes, and their companions, and those which were appointed rulers in Syria and Phoenicia, should be careful not to meddle with the place, but suffer Zorobabel, the servant of the Lord, and governor of Judea, and the elders of the Jews, to build that house of the Lord in its place.
「我也下令要全力建造,並要留意協助那些從被擄之地回來的猶大人,直到主的殿建成。
6:28
καὶ ἀπὸ τῆς φορολογίας Κοίλης Συρίας καὶ Φοινίκης ἐπιμελῶς σύνταξιν δίδοσθαι τούτοις τοῖς ἀνθρώποις εἰς θυσίας τῷ κυρίῳ Ζοροβαβελ ἐπάρχῳ εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας
And I also do command to have it built up whole again; and that they look diligently to help those that be of the captivity of Judea, till the house of the Lord be finished:
又要從敘利亞和腓尼基的稅收中,謹慎地撥款給這些人,作獻給主的祭物之用,交給省長所羅巴伯,用以購買公牛、公綿羊和羊羔,
6:29
ὁμοίως δὲ καὶ πυρὸν καὶ ἅλα καὶ οἶνον καὶ ἔλαιον ἐνδελεχῶς κατ’ ἐνιαυτόν καθὼς ἂν οἱ ἱερεῖς οἱ ἐν Ιερουσαλημ ὑπαγορεύσωσιν ἀναλίσκεσθαι καθ’ ἡμέραν ἀναμφισβητήτως
and that out of the tribute of Coelesyria and Phoenicia a portion be carefully given these men for the sacrifices of the Lord, that is, to Zorobabel the governor, for bullocks, and rams, and lambs;
照樣每年也要不斷供給麥子、鹽、酒和油,照耶路撒冷的祭司所指定的,每日按需取用,不得爭議,
6:30
ὅπως προσφέρωνται σπονδαὶ τῷ θεῷ τῷ ὑψίστῳ ὑπὲρ τοῦ βασιλέως καὶ τῶν παίδων καὶ προσεύχωνται περὶ τῆς αὐτῶν ζωῆς
and also corn, salt, wine and oil, and that continually every year without further question, according as the priests that be in Jerusalem shall signify to be daily spent:
好使他們向至高的神為王和王子們獻上奠祭,並為他們的性命禱告。
6:31
καὶ προσέταξεν ἵνα ὅσοι ἐὰν παραβῶσίν τι τῶν προειρημένων καὶ τῶν προσγεγραμμένων καὶ ἀκυρώσωσιν λημφθῆναι ξύλον ἐκ τῶν ἰδίων αὐτοῦ καὶ ἐπὶ τούτου κρεμασθῆναι καὶ τὰ ὑπάρχοντα αὐτοῦ εἶναι βασιλικά
that drink offerings may be made to the Most High God for the king and for his children, and that they may pray for their lives.
我又下令:凡違背或廢除上述及附記之命的,要從他自己的家中取一根木頭,把他掛在上面,他的財產也要充公歸王。
6:32
διὰ ταῦτα καὶ κύριος οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐκεῖ ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ κωλῦσαι κακοποιῆσαι τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον τὸν ἐν Ιερουσαλημ
And that commandment be given that whoever shall transgress, yes, or neglect anything herein written, out of his own house shall a tree be taken, and he thereon be hanged, and all his goods seized for the king.
願那以己名立於那裡的主,也消滅一切伸手攔阻或損害耶路撒冷主那殿的王和民族。
6:33
ἐγὼ βασιλεὺς Δαρεῖος δεδογμάτικα ἐπιμελῶς κατὰ ταῦτα γίγνεσθαι
The Lord therefore, whose name is there called upon, utterly destroy every king and nation, that shall stretch out his hand to hinder or endamage that house of the Lord in Jerusalem.
我大流士王已頒此令,要謹慎地照這些話辦理。」
← ch. 5ch. 7 →
123456789