📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 《教會史》卷八

優西比烏

《教會史》卷八 第 1 章

希臘文原文.9 節.部分字詞可點開查義

第 2 章 →
1:1
Ὅσης μὲν καὶ ὁποίας πρὸ τοῦ καθ ἡμᾶς διωγμοῦ δόξης ὁμοῦ καὶ παρρησίας διὰ Χριστοῦ τῷ βίῳ κατηγγελμένος τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας λόγος παρὰ πᾶσιν ἀνθρώποις, Ἕλλησι τε καὶ βαρβάροις, ἠξίωτο, μεῖζον καθ ἡμᾶς ἐπαξίως διηγήσασθαι.
在我們這時代的逼迫以前,那藉著基督向世人所傳、向萬有之神敬虔的道,曾在眾人中間,無論希臘人或化外人,得著何等何樣的榮耀與坦然無懼,這實在過於我們所能配得地述說的。
How great and what manner of glory, together with freedom of speech, was accorded by all men, both Greeks and barbarians, to the word of piety toward the God of the universe which had been proclaimed to the world through Christ before the persecution of our day, is beyond our power worthily to relate.
1:2
τεκμήρια δ ἂν γένοιτο τῶν κρατούντων αἱ περὶ τοὺς ἡμετέρους δεξιώσεις, οἷς καὶ τὰς τῶν ἐθνῶν ἐνεχείριζον ἡγεμονίας, τῆς περὶ τὸ θύειν ἀγωνίας κατὰ πολλὴν, ἣν ἀπέσωζον περὶ τὸ δόγμα, φιλίαν αὐτοὺς ἀπαλλάττοντες.
這事的明證,可見於那些掌權者對我們弟兄的優待;他們甚至將治理各邦的權柄交付他們,又因著對我們所持之道理的深厚友誼,免去他們在獻祭一事上的苦惱。
Proofs of this might be found in the favourable welcome shown by the rulers toward our people, to whom they would even entrust the government of the nations, releasing them from the anguish over sacrificing, by reason of the great friendliness they maintained toward our teaching.
1:3
τί δεῖ περὶ τῶν κατὰ τοὺς βασιλικοὺς λέγειν οἴκους, καὶ τῶν ἐπὶ πᾶσιν ἀρχόντων; οἱ τοῖς οἰκείοις εἰς πρόσωπον ἐπὶ τῷ θείῳ παρρησιαζομένοις λόγῳ τε καὶ βίῳ συνεχώρουν, γαμεταῖς καὶ παισὶ καὶ οἰκέταις, μονονουχὶ καὶ ἐγκαυχᾶσθαι ἐπὶ τῇ παρρησίᾳ τῆς πίστεως ἐπιτρέποντες· οὓς ἐξόχως καὶ μᾶλλον τῶν συνθεραπόντων ἀποδεκτοὺς ἡγοῦντο.
至於皇室之內的人,並一切大臣,又何須多言呢﹖他們竟容許自己家中的人──妻子、兒女與僕婢──當著他們的面坦然奉行神聖的道與生活,幾乎還準他們以信仰的坦然無懼而誇口;他們看這等人,比其餘的同僕更為可悅,格外加以恩待。
Why need one speak of those within the imperial households, and of all the chief rulers? These allowed the members of their own households—wives, children and servants—to practise openly to their face the divine word and conduct, well-nigh even permitting them to boast in the freedom of their faith; and these they esteemed above their fellow-servants, holding them in special favour.
1:4
οἷος ἐκεῖνος ἢν Δωρόθεος, πάντων αὐτοῖς εὐνούστατος καὶ πιστότατος, καὶ τούτων ἕνεκα διαφερόντως παρὰ τοὺς ἐν ἀρχαῖς καὶ ἡγεμονίαις αὐτοῖς τιμιωτάταις ἐντιμότατος, τε σὺν αὐτῷ περιβόητος Γοργόνιος, καὶ ὅσοι τῆς αὐτῆς ὁμοίως τούτοις ἠξίωντο διὰ τὸν τοῦ θεοῦ λόγον τιμῆς.
多羅泰歐就是這樣的一個人,他在眾人中對他們最是忠心赤膽,因此所受的尊榮,更勝過那些居官位、握重權的人;與他同列的,還有那著名的高爾哥尼歐,以及一切像他們這樣,為著神的道而被看為配得同樣尊榮的人。
Such a one was that Dorotheus, of all men most well-disposed and faithful toward them, and on this account honoured beyond those who held offices and the most esteemed governorships; and with him the renowned Gorgonius, and all who, like these, had been deemed worthy of the same honour for the sake of the word of God.
1:5
οἵας τε καὶ τοὺς καθ ἑκάστην ἐκκλησίαν ἄρχοντας παρὰ πᾶσιν ἐπιτρόποις καὶ ἡγεμόσιν ἀποδοχῆς ἦν ὁρᾶν ἀξιουμένους. πῶς δ ἄν τις διαγράψειε τὰς μυριάνδρους ἐκείνας ἐπισυναγωγὰς καὶ τὰ πλήθη τῶν κατὰ πᾶσαν πόλιν ἀθροισμάτων, τάς τε ἐπισήμους ἐν τοῖς προσευκτηρίοις συνδρομὰς, ὧν δὴ ἕνεκα μηδαμῶς ἔτι τοῖς παλαιοῖς οἰκοδομήμασιν ἀρκούμενοι εὐρείας εἰς πλάτος ἀνὰ πάσας τὰς πόλεις ἐκ θεμελίων ἀνίστων ἐκκλησίας.
人也可看見,各教會的領袖,在眾巡撫和總督面前是何等蒙接納。誰能描繪那些萬人雲集的聚會,城城之中無數的會眾,以及在禱告之所中眾所注目的奔集呢﹖正因如此,他們不再以舊有的房屋為足,便在各城從根基起建造寬闊宏大的教會。
And one might see how the rulers in every church were deemed worthy of acceptance by all procurators and governors. And how could anyone describe those assemblies thronging with myriads, and the multitudes gathered in every city, and the notable concourses in the houses of prayer? On account of which, being no longer content with the ancient buildings, they raised up from the foundations spacious churches throughout all the cities.
1:6
ταῦτα δὲ τοῖς χρόνοις προιόντα, ὁσημέραι τε εἰς αὔξησιν καὶ μέγεθος ἐπιδιδόντα οὐδεὶς ἀνεῖργε φθόνος, οὐδέ τις δαίμων πονηρὸς οἰός τε ἦν βασκαίνειν οὐδ ἀνθρώπων ἐπιβουλαῖς κωλύειν, εἰς ὅσον θεία καὶ οὐράνιος χεὶρ ἔσκεπέ τε καὶ ἐφρούρει οἷα δὴ ἄξιον ὄντα τὸν ἑαυτῆς λαόν.
這些事隨著時日進展,天天增長興盛,沒有嫉妒能攔阻,也沒有惡鬼能加以蠱惑,更沒有人的詭計能阻撓,只要神聖屬天的手仍遮蔽看守,視祂自己的子民為配得的。
And as these things advanced with the times, and day by day increased unto growth and greatness, no envy could restrain them, nor was any evil demon able to bewitch them or to hinder them by the plots of men, so long as the divine and heavenly hand sheltered and guarded its own people as being worthy.
1:7
ὡς δὲ ἐκ τῆς ἐπὶ πλέον ἐλευθερίας ἐπὶ χαυνότητα καὶ νωθρίαν τὰ καθ ἡμᾶς μετηλλάττετο, ἄλλων ἄλλοις διαφθονουμένων καὶ διαλοιδορουμένων, καὶ μονονουχὶ ἡμῶν αὐτῶν ἑαυτοῖς προσπολεμούντων ὅπλοις, εἰ οὕτω τύχοι, καὶ δόρασι τοῖς διὰ λόγων, ἀρχόντων τε ἄρχουσι προσρηγνύντων, καὶ λαῶν ἐπὶ λαοὺς καταστασιαζόντων, τῆς τε ὑποκρίσεως ἀφάτου καὶ τῆς εἰρωνείας ἐπὶ πλεῖστον ὅσον κακίας προϊούσης, μὲν δὴ θεία κρίσις, οἷα φίλον αὐτῇ, πεφεισμένως, τῶν ἀθροισμάτων ἔτι συγκροτουμένων, ἠρέμα καὶ μετρίως τὴν αὐτῆς ἐπισκοπὴν ἀνεκίνει, ἐκ τῶν ἐν στρατείαις ἀδελφῶν καταρχομένου τοῦ διωγμοῦ.
但當我們因著更大的自由,轉變成放縱與懈怠,彼此嫉妒、彼此辱罵,幾乎是用言語的兵器與槍矛自相攻擊,掌權者與掌權者衝突,民眾與民眾結黨相爭,難以形容的假冒與虛偽愈演愈惡到了極處之時,那神聖的審判,按著祂素常的作法,以撙節的手──當會眾仍在聚集之時──輕緩而有節制地開始施行祂的察看,那逼迫乃是從軍中的弟兄起頭的。
But when, as a result of greater liberty, our affairs changed into laxity and sloth, some envying and reviling others, and we well-nigh warring upon ourselves, as it chanced, with weapons and spears of words, rulers clashing against rulers and peoples rising in faction against peoples, while unspeakable hypocrisy and pretence advanced to the utmost height of wickedness, the divine judgement, as is its wont, with sparing hand—while the assemblies were still being gathered—gently and moderately began to stir up its visitation, the persecution beginning with the brethren in the armies.
1:8
ὡς δ ἀνεπαισθήτως ἔχοντες οὐχ ὅπως εὐμενὲς καὶ ἵλεω καταστήσεσθαι τὸ θεῖον προυθυμούμεθα, οἷα δέ τινες ἄθεοι ἀφρόντιστα καὶ ἀνεπί σκόπα τὰ καθ ἡμὰς ἡγούμενοι ἄλλας ἐπ ἄλλαις προσετίθεμεν κακίας, οἵ τε δοκοῦντες ἡμῶν τοιμένες μένες τὸν τῆς θεοσεβείας θεσμὸν παρωσάμενοι ταῖς πρὸς ἀλλήλους ἀνεφλέγοντο φιλονεικίαις, αὐτὰ δὴ ταῦτα μόνα, τὰς ἔρεις καὶ τὰς ἀπειλὰς τόν τε ζῆλον καὶ τὸ πρὸς ἀλλήλους ἔχθος τε καὶ μῖσος ἀπαύζοντες, οἶά τε τυραννίδας τὰς φιλαρχίας ἐκθύμως διεκδικοῦντες, τότε δὴ, τότε κατὰ τὴν φάσκουσαν τοῦ Ἱερεμίου φωνὴν ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν θυγατέρα Σιὼν, καὶ κατέρριψεν οὐρανοῦ εἰς γῆν δόξασμα Ἰσραὴλ, οὐκ ἐμνήσθη τε ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ· ἀλλὰ καὶ κατεπόντισε κύριος πάντα τὰ ὡραῖα Ἰσραὴλ, καὶ καθεῖλε πάντας τοὺς φραγμοὺς αὐτοῦ,
但我們既毫無知覺,不但不切望使神聖者向我們施恩賜憐,反像某些無神的人,看我們的境況為無人顧念、無人鑒察,竟一惡加上一惡;那些被看為我們牧人的,丟棄了敬虔的法則,彼此燃起爭競之火,所作的不過是堆積爭吵與威嚇、嫉妒並彼此的仇恨與憎惡,把對權位的貪戀當作專政一般狂熱地去爭奪。那時,就在那時,正如耶利米所說的話:『主在祂的怒中使錫安女子蒙上昏暗,將以色列的榮美從天扔在地上,在祂發怒的日子並不記念祂的腳凳。主又吞滅以色列一切的佳美,拆毀他一切的籬笆。』
But when, being insensible, we were not eager to render the Deity gracious and propitious, but, like certain atheists, thought our affairs unheeded and unwatched, and went on adding wickedness upon wickedness—and those reckoned our shepherds, casting aside the ordinance of godliness, were inflamed with contentions against one another, doing nothing but heaping up strifes and threats, and rivalry and the enmity and hatred toward one another, eagerly vindicating their ambitions as though they were tyrannies—then indeed, then, according to the word spoken by Jeremiah, the Lord in His anger darkened the daughter of Zion, and cast down from heaven to earth the glory of Israel, and remembered not the footstool of His feet in the day of His anger; but the Lord also overwhelmed all the beauteous things of Israel, and threw down all his hedges.
1:9
κατά τε τὰ ἐν ψαλμοῖς προθεσπισθέντα κατέστρεψε τὴν διαθήκην τοῦ δούλου αὐτοῦ, καὶ ἐβεβήλωσεν εἰς γῆν διὰ τῆς τῶν ἐκκλησιῶν καθαιρέσεως τὸ ἁγίασμα αὐτοῦ, καὶ καθεῖλε πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθετο τὰ ὀχυρώματα αὐτοῦ δειλίαν· διήρπασάν τε τὰ πλήθη τοῦ λαοῦ πάντες οἱ διοδεύοντες ὁδὸν, καὶ δὴ ἐπὶ τούτοις ὄνειδος ἐγενήθη τοῖς γείτοσιν αὐτοῦ. ὕψωσε γὰρ τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἀπέστρεψε τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβετο αὐτοῦ ἐν τῷ πολέμῳ· ἀλλὰ καὶ κατέλυσεν ἀπὸ καθαρισμοῦ αὐτὸν καὶ τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξεν· ἐσμίκρυνέ τε τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, καὶ ἐπὶ πᾶσι κατέχεεν αὐτοῦ αἰσχύνην.
又照詩篇中所預言的,祂廢棄了與祂僕人所立的約,藉著教會的拆毀,將祂的聖所玷污於地,拆毀他一切的籬笆,使他的保障變為膽怯。一切過路的人都搶掠這民眾,他更成了鄰舍羞辱的對象。因為祂高舉他敵人的右手,使他刀劍的幫助轉退,在爭戰中不扶持他;並且使他不再潔淨,將他的寶座扔在地上,又減少他年日的光陰,在這一切之上將羞辱傾倒在他身上。
And according to what was foretold in the Psalms, He overthrew the covenant of His servant, and profaned to the ground, through the destruction of the churches, His sanctuary, and threw down all his hedges, and turned his strongholds into cowardice. And all that pass by the way plundered the multitudes of the people, and moreover he became a reproach to his neighbours. For He exalted the right hand of his adversaries, and turned back the help of his sword, and did not take his part in the battle; but He also made him to cease from cleansing, and dashed his throne to the ground, and shortened the days of his time, and over all poured out shame upon him.
第 2 章 →
1234567891011121314151617