📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 《教會史》卷八

優西比烏

《教會史》卷八 第 9 章

希臘文原文.8 節.部分字詞可點開查義

← 第 8 章第 10 章 →
9:1
Πάντα δ ὑπεραίρει λόγον καὶ ἃς ὑπέμειναν αἰκίας καὶ ἀλγηδόνας οἱ κατὰ Θηβαίδα μάρτυρες, ὀστράκοις ἀντὶ ὀνύχων ὅλον τὸ σῶμα μέχρις ἀπαλλαγῆς τοῦ βίου καταξαινόμενοι, γύναιά τε τοῖν ποδοῖν ἐξ ἑνὸς ἀποδεσμού μετέωρά τε καὶ διαέρια κάτω κεφαλὴν μαγγάνοις τισὶν εἰς ὕψος ἀνελκόμενα, γυμνοῖς τε παντελῶς καὶ μηδ ἐπικεκαλυμμένοις τοῖς σώμασι θέαν ταύτην αἰσχίστην καὶ πάντων ὠμοτάτην καὶ ἀπανθρωποτάτην τοῖς ὁρῶσιν ἅπασι παρεσχημένα.
底比斯眾殉道者所忍受的苦待與痛楚,更是過於一切言語:他們全身用尖利的瓦片代替鐵爪刮割,直到性命離身;又有婦女被一隻腳捆住,藉著某些器械被高高吊在半空中,頭朝下倒懸,身體完全赤裸,毫無遮蔽,向一切觀看的人呈現這最為羞恥、也是一切之中最殘忍、最滅絕人性的景象。
But beyond all words are also the maltreatments and pains which the martyrs in the Thebaid endured: torn over the whole body with sharp shells instead of claws until life departed; women bound by one foot and raised aloft and high in the air, head-downward, by certain devices lifted up on high, their bodies wholly naked and uncovered, presenting this most shameful and of all the cruellest and most inhuman spectacle to all who looked on.
9:2
ἄλλοι δ αὖ πάλιν δένδρεσι καὶ πρέμνοις ἐναπέθνησκον δεσμούμενοι· τοὺς γὰρ μάλιστα στερροτάτους τῶν κλάδων μηχαναῖς τισιν ἐπὶ ταὐτὸν συνέλκοντες, εἰς ἑκάτερά τε τούτων τὰ τῶν μαρτύρων ἀποτείνοντες σκέλη εἰς τὴν ἑαυτῶν ἠφίεσαν τοὺς κλάδους φέρεσθαι φύσιν, ἄθρουν τῶν μελῶν διασπασμὸν καθ ὧν ταῦτ ἐνεχείρουν ἐπινοοῦντες.
又有些人被捆在樹木枝幹上而死;因為他們用某些器械把最堅韌的枝條拉攏到一處,將殉道者的雙腿各繫在這兩條枝上,再放手讓枝條回彈到本來的天然位置,這樣便謀劃將他們所下手之人的肢體驟然撕裂。
Others again died bound to trees and branches; for, by certain devices drawing together to one point the strongest of the boughs, and stretching to either of these the legs of the martyrs, they let the branches go back to their own natural position, thus contriving a sudden tearing asunder of the limbs of those against whom they set their hands.
9:3
καὶ ταῦτά γε πάντα ἐνηργεῖτο οὐκ ἐπ ὀλίγας ἡμέρας χρόνον τινὰ βραχὺν, ἀλλ ἐπὶ μακρὸν ὅλων ἐτῶν διάστημα, ὁτὲ μὲν πλειόνων δέκα, ὁτὲ δὲ ὑπὲρ τοὺς εἴκοσι τὸν ἀριθμὸν ἀναιρουμένων· ἄλλοτε δὲ οὐχ ἧττον καὶ τριάκοντα, ἤδη δὲ ἐγγύς που καὶ ἑξήκοντα, καὶ πάλιν ἄλλοτε ἑκατόν ἐν ἡμέρᾳ μιᾷ ἄνδρες ἅμα κομιδῆ νηπίοις καὶ γυναιξὶν ἐκτείνοντο, ποικίλαις καὶ ἐναλλαττούσαις τιμωρίαις καταδικαζόμενοι.
這一切事的施行,並非只在幾天或短暫的時候,乃是經過好多年的長久期間:有時殺戮十人以上,有時超過二十之數;又有時不少於三十,後來竟近乎六十;又有時一日之內竟有一百人,連同極幼的嬰孩和婦女,被定罪受各樣交替的刑罰而被殺。
And all these things were carried out not for a few days or some brief time, but over a long interval of whole years: at one time more than ten being put to death, at another above twenty in number; at another time no fewer than thirty, and at one point even close upon sixty; and again at another time a hundred men in a single day were slain, together with quite young infants and women, condemned to varied and alternating punishments.
9:4
ἱστορήσαμεν δὲ καὶ αὐτοὶ ἐπὶ τῶν τόπων γενόμενοι πλείους ἀθρόως κατὰ μίαν ἡμέραν τοὺς μὲν τῆς κεφαλῆς ἀποτομὴν ὑπομείναντας, τοὺς δὲ τὴν διὰ πυρὸς τιμωρίαν, ὡς ἀμβλύνεσθαι φονεύοντα τὸν σίδηρον, ἀτονοῦντά τε διαθλᾶσθαι, αὐτοὺς δὲ τοὺς ἀναιροῦντας ἀποκάμνοντας ἀμοιβαδὸν ἀλλήλους διαδέχεσθαι.
我們自己也親臨其地,得見一日之內成羣結隊的人,有的忍受斬首,有的受火刑,以致那行兇的鐵器都鈍了,乏力而折斷,連那些行刑的人也疲乏,彼此輪流接替。
And we ourselves also, being present on the spots, observed many in a crowd in a single day, some enduring the cutting off of the head, others the punishment by fire, so that the murdering iron was blunted and, growing weak, was broken, and the very executioners, growing weary, relieved one another in turns.
9:5
ὅτε καὶ θαυμασιωτάτην ὁρμὴν θείαν τε ὡς ἀληθῶς δύναμιν καὶ προθυμίαν τῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότων συνεωρῶμεν. ἅμα γοῦν τῇ κατὰ τῶν προτέρων ἀποφάσει ἐπεπήδων ἄλλοθεν ἄλλοι τῷ πρὸ τοῦ δικαστοῦ βήματι, χριστιανοὺς σφὰς ὁμολογοῦντες, ἀφροντίστως μὲν πρὸς τὰ δεινὰ καὶ τοὺς τῶν πολυειδῶν βασάνων τρόπους διακείμενοι, ἀκαταπλήκτως δὲ παρρησιαζόμενοι ἐπὶ τῇ εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείᾳ, μετά τε χαρᾶς καὶ γέλωτος καὶ εὐφροσύνης τὴν ὑστάτην ἀπόφασιν τοῦ θανάτου καταδεχόμενοι, ὥστε ψάλλειν καὶ ὕμνους καὶ εὐχαριστίας εἰς τὸν τῶν ὅλων θεόν μέχρις αὐτῆς ἐσχάτης ἀναπέμπειν ἀναπνοῆς.
那時我們也看見一種最奇妙的衝動,並在那些信入神的基督之人身上真正神聖的能力與踴躍。因為一旦對前面的人宣判,立刻就有別人從這邊那邊跳到審判官的座前,承認自己是基督徒;他們在可怕之事與各樣酷刑的方式面前毫不在意,卻在向萬有之神的敬虔上無懼地坦然直言,並以喜樂、歡笑與歡欣領受那末了的死刑判決,以致他們歌唱詩篇,向萬有之神獻上頌讚與感謝,直到他們最後的一口氣。
And then too we beheld a most marvellous impulse, and a power and eagerness truly divine, in those who had believed on the Christ of God. For, no sooner was the sentence pronounced against the former, than others from this side and that leaped up to the tribunal before the judge, confessing themselves Christians—heedless in the face of dreadful things and the modes of manifold tortures, yet boldly speaking forth in the piety toward the God of the universe, and with joy and laughter and gladness receiving the final sentence of death, so that they sang psalms and sent up hymns and thanksgivings to the God of the universe until their very last breath.
9:6
θαυμάσιοι μὲν οὖν καὶ οὗτοι, ἐξαιρέτως δὲ ἐκεῖνοι θαυμασιώτεροι, οἱ πλούτῳ μὲν καὶ εὐγενείᾳ καὶ δόξῃ, λόγῳ τε καὶ φιλοσοφίᾳ διαπρέψαντες, πάντα γε μὴν δεύτερα θέμενοι τῆς ἀληθοῦς εὐσεβείας καὶ τῆς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστεως·
這些人固然奇妙,但格外更奇妙的,是那些在財富、貴族出身與名望、口才與哲學上原本卓著的人,卻把這一切都置於真敬虔,並對我們救主與主耶穌基督的信仰之下,看為次要。
Marvellous, then, were these also; but especially more marvellous were those who, having been distinguished in wealth and noble birth and reputation, in eloquence and philosophy, yet set all these in the second place after the true godliness and the faith in our Saviour and Lord Jesus Christ.
9:7
οἷος Φιλόρωμος ἦν, ἀρχήν τινα οὐ τὴν τυχοῦσαν τῆς κατ Ἀλεξάνδρειαν βασιλικῆς διοικήσεως ἐγκεχειρισμένος, ὃς μετὰ τοῦ ἀξιώματος καὶ τῆς Ῥωμαϊκῆς τιμῆς ὑπὸ στρατιώταις δορυφορούμενος ἑκάστης ἀνεκρίνετο ἡμέρας· Φιλέας τε τῆς Θμουιτῶν ἐκκλησίας ἐπίσκοπος, διαπρέψας ἀνὴρ ταῖς κατὰ τὴν πατρίδα πολιτείαις τε καὶ λειτουργίαις, ἔν τε τοῖς κατὰ φιλοσοφίαν λόγοις·
腓羅羅模就是這樣的一個人,他被委以亞歷山大皇家行政中一個非比尋常的職分,並且連同他的尊位與羅馬的爵秩,每日有兵丁護衛,坐堂審案;還有腓利亞,他是特模伊人教會的主教,這人在本鄉的政務與公職上,並在哲學的學問上,都是卓越的。
Such was Philoromus, who had been entrusted with no mean office in the imperial administration at Alexandria, and who, along with his dignity and Roman rank, surrounded by soldiers as a bodyguard, sat in judgement each day; and Phileas, bishop of the church of the Thmuites, a man distinguished in the civil services and public functions of his native land, and in matters of philosophic learning.
9:8
οἱ καὶ μυρίων ὅσων πρὸς αἵματός τε καὶ τῶν ἄλλων φίλων ἀντιβολούντων, ἔτι μὴν τῶν ἐπ ἀξίας ἀρχόντων, πρὸς δὲ καὶ αὐτοῦ τοῦ δικαστοῦ παρακαλοῦντος, ὡς ἂν αὐτῶν οἶκτον λάβοιεν, φειδώ τε παίδων καὶ γυναικῶν ποιήσαιντο, οὐδαμῶς πρὸς τῶν τοσούτων ἐπὶ τὸ φιλοζωῆσαι μὲν ἑλέσθαι, καταφρονῆσαι δὲ τῶν περὶ ὁμολογίας καὶ ἀρνήσεως τοῦ σωτῆρος ἡμῶν θεσμῶν ὑπήχθησαν, ἀνδρείῳ δὲ λογισμῷ καὶ φιλοσόφῳ, μᾶλλον δὲ εὐσεβεῖ καὶ φιλοθέῳ ψυχῇ, πρὸς πάσας τοῦ δικαστοῦ τάς τε ἀπειλὰς καὶ τὰς ὕβρεις ἐνστάντες, ἄμφω τὰς κεφαλὰς ἀπετμήθησαν.
這兩個人,雖有無數血親與別的朋友懇求他們,又有高位的掌權者,並且連審判官自己也請求他們憐恤自己、顧惜兒女和妻子,卻全然不被這許多人引動去揀選貪戀今生、輕看那關乎承認與否認我們救主的法則;他們反以剛強的、合乎哲理的──不如說是以敬虔愛神的魂──堅立抵擋審判官一切的威嚇與凌辱,二人就都被斬了首。
These men, though countless persons of their kindred and other friends entreated them, and moreover the rulers of high rank, and besides even the judge himself besought them to have pity on themselves and to spare their children and wives, were in no way led on by so many to choose to cling to life and to despise the ordinances concerning the confession and denial of our Saviour; but with manly reasoning and philosophic—nay rather, with a godly and God-loving soul—standing firm against all the threats and insults of the judge, both had their heads cut off.
← 第 8 章第 10 章 →
1234567891011121314151617