1:1
Ἐπειδὴ ὁρῶ κράτιστε Διόγνητε ὑπερεσπουδακότα σε τὴν θεοσέβειαν τῶν Χριστιανῶν μαθεῖν καὶ πάνυ σαφῶς καὶ ἐπιμελῶς πυνθανόμενον περὶ αὐτῶν τίνι τε θεῷ πεποιθότες καὶ πῶς θρησκεύοντες αὐτὸν τόν τε κόσμον ὑπερορῶσι πάντες καὶ θανάτου καταφρονοῦσι καὶ οὔτε τοὺς νομιζομένους ὑπὸ τῶν Ἑλλήνων θεοὺς λογίζονται οὔτε τὴν Ἰουδαίων δεισιδαιμονίαν φυλάσσουσι καὶ τίνα τὴν φιλοστοργίαν ἔχουσι πρὸς ἀλλήλους καὶ τί δή ποτε καινὸν τοῦτο γένος ἢ ἐπιτήδευμα εἰσῆλθεν εἰς τὸν βίον νῦν καὶ οὐ πρότερον
至尊的丟格那妥啊,我看見你極其渴望認識基督徒的敬虔,並十分清楚而用心地探問有關他們的事:他們所信靠的是哪一位神,又怎樣敬拜他,以致他們都輕看世界、藐視死亡,既不把希臘人所認為的神當作神,也不遵守猶太人的迷信;他們彼此之間有何等的相愛之情;又為何這新的族類或行徑如今才進入人間,而非從前就有——
Since I see, most excellent Diognetus, that you are exceedingly eager to learn about the religion of the Christians, and are inquiring very clearly and carefully concerning them—what God they trust in and how they worship him, so that they all look down upon the world and despise death, and neither reckon as gods those held to be such by the Greeks nor keep the superstition of the Jews; and what affection they have toward one another; and why this new race or practice has entered into life now and not before—
1:2
ἀποδέχομαί γε τῆς προθυμίας σὲ ταύτης καὶ παρὰ τοῦ θεοῦ τοῦ καὶ τὸ λέγειν καὶ τὸ ἀκούειν ἡμῖν χορηγοῦντος αἰτοῦμαι δοθῆναι ἐμοὶ μὲν εἰπεῖν οὕτως ὡς μάλιστα ἄν ἀκούσαντά σὲ βελτίω γενέσθαι Σοὶ τε οὕτως ἀκοῦσαι ὡς μὴ λυπηθῆναι τὸν εἰπόντα
我嘉許你這樣的熱忱;並向那賜給我們說話與聽聞之能力的神祈求:願賜我這樣說,使你聽了便得益處而成為更好的人;也願賜你這樣聽,使說話的人不致憂愁。
I welcome this eagerness of yours, and I ask of God—who supplies to us both the power to speak and to hear—that it may be granted to me so to speak that you, by hearing, may become better, and to you so to hear that the speaker may not be grieved.