← 回書卷目次 · 希臘教父 › 致丟格那妥書
致丟格那妥書 第 6 章 希臘文原文.10 節.部分字詞可點開查義
← 第 5 章 第 1 章 第 2 章 第 3 章 第 4 章 第 5 章 第 6 章 第 7 章 第 8 章 第 9 章 第 10 章 第 11 章 第 12 章 第 7 章 → 6:1
Ἁπλῶς δ' εἰπεῖν ὅπερ ἐστὶν σώματι ψυχή τοῦτ' εἰσὶν ἐν κόσμῳ Χριστιανοί
簡單地說:魂在身體裡是怎樣,基督徒在世界中也是怎樣。
To put it simply: what the soul is in the body, this the Christians are in the world.
6:2
ἔσπαρται κατὰ πάντων τῶν τοῦ σώματος μελῶν ἡ ψυχή καὶ Χριστιανοὶ κατὰ τὰς τοῦ κόσμου πόλεις
魂遍布在身體的各肢體中,基督徒也遍布在世界各城邑中。
The soul is dispersed throughout all the members of the body, and the Christians throughout the cities of the world.
6:3
οἰκεῖ μὲν ἐν τῷ σώματι ψυχή οὐκ ἔστι δὲ ἐκ τοῦ σώματος καὶ Χριστιανοὶ ἐν κόσμῳ οἰκοῦσιν οὐκ εἰσὶ δὲ ἐκ τοῦ κόσμου
魂住在身體裡,卻不是出於身體;基督徒住在世界裡,卻不是出於世界。
The soul dwells in the body, but is not of the body; and the Christians dwell in the world, but are not of the world.
6:4
ἀόρατος ἡ ψυχὴ ἐν ὁρατῷ φρουρεῖται τῷ σώματι καὶ Χριστιανοὶ γινώσκονται μὲν ὄντες ἐν τῷ κόσμῳ ἀόρατος δὲ αὐτῶν ἡ θεοσέβεια μένει
看不見的魂被囚守在看得見的身體裡;基督徒也是這樣,人知道他們在世界中,他們的敬虔卻是看不見的。
The invisible soul is kept guarded in the visible body; and the Christians are known to be in the world, but their religion remains invisible.
6:5
μισεῖ τὴν ψυχὴν ἡ σὰρξ καὶ πολεμεῖ μηδὲν ἀδικουμένη διότι ταῖς ἡδοναῖς κωλύεται χρῆσθαι μισεῖ καὶ Χριστιανοὺς ὁ κόσμος μηδὲν ἀδικούμενος ὅτι ταῖς ἡδοναῖς ἀντιτάσσονται
肉體恨惡魂,與它為敵,雖然未受甚麼虧待,只因被攔阻不得縱情於宴樂;世界也照樣恨惡基督徒,雖然未受甚麼虧待,只因他們抵擋世界的宴樂。
The flesh hates the soul and wars against it, though suffering no wrong, because it is hindered from indulging in pleasures; and the world hates the Christians, though suffering no wrong, because they set themselves against its pleasures.
6:6
ἡ ψυχὴ τὴν μισοῦσαν ἀγαπᾷ σάρκα καὶ τὰ μέλη καὶ Χριστιανοὶ τοὺς μισοῦντας ἀγαπῶσιν
魂愛那恨惡它的肉體和肢體;基督徒也愛那些恨惡他們的人。
The soul loves the flesh that hates it, and its members; and the Christians love those who hate them.
6:7
ἐγκέκλεισται μὲν ἡ ψυχὴ τῷ σώματι συνέχει δὲ αὐτὴ τὸ σῶμα καὶ Χριστιανοὶ κατέχονται μὲν ὡς ἐν φρουρᾷ τῷ κόσμῳ αὐτοὶ δὲ συνέχουσι τὸν κόσμον
魂被禁錮在身體裡,卻維繫著身體;基督徒也照樣被囚守在世界中,如同在牢獄裡,他們自己卻維繫著世界。
The soul is enclosed in the body, yet it holds the body together; and the Christians are kept in the world as in a prison, yet they themselves hold the world together.
6:8
ἀθάνατος ἡ ψυχὴ ἐν θνητῷ σκηνώματι κατοικεῖ καὶ Χριστιανοὶ παροικοῦσιν ἐν φθαρτοῖς τὴν ἐν οὐρανοῖς ἀφθαρσίαν προσδεχόμενοι
不死的魂住在必死的帳棚裡;基督徒也照樣寄居在會朽壞的事物中,等候那在諸天之上不朽壞的福分。
The immortal soul dwells in a mortal tabernacle; and the Christians sojourn among perishable things, awaiting the incorruption that is in the heavens.
6:9
κακουργουμένη σιτίοις καὶ ποτοῖς ἡ ψυχὴ βελτιοῦται καὶ Χριστιανοὶ κολαζόμενοι καθ' ἡμέραν πλεονάζουσι μᾶλλον
魂在飲食上受虧待時,反倒得益處;基督徒天天受刑罰時,反倒越發加增。
The soul, when ill-treated in food and drink, is made better; and the Christians, when punished day by day, increase all the more.
6:10
εἰς τοσαύτην αὐτοὺς τάξιν ἔθετο ὁ θεός ἣν οὐ θεμιτὸν αὐτοῖς παραιτήσασθαι
神將他們安置在這樣崇高的地位,這是他們所不可推辭的。
To so great a rank has God appointed them, which it is not lawful for them to decline.
← 第 5 章 第 1 章 第 2 章 第 3 章 第 4 章 第 5 章 第 6 章 第 7 章 第 8 章 第 9 章 第 10 章 第 11 章 第 12 章 第 7 章 →