📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 愛任紐殘篇

愛任紐殘篇 第 1-2 章

希臘文原文.1 節.部分字詞可點開查義

← 第 1-1 章第 1-3 章 →
1-2:2
μὲν γὰρ Ἐκκλησία, καίπερ καθʼ ὅλης τῆς οἰκουμένης ἕως περάτων τῆς γῆς διεσπαρμένη, παρὰ δὲ τῶν Ἀποστόλων, καὶ τῶν ἐκείνων μαθητῶν παραλαβοῦσα τὴν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, τὸν πεποιηκότα τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὰς θαλάσσας, καὶ πάντα τὰ ἐν αὐτοῖς, πίστιν· καὶ εἰς ἕνα Χριστὸν Ἰησοῦν, τὸν υἱὸν τοῦ Θεοῦ, τὸν σαρκωθέντα ὑπὲρ τῆς ὑμετέρας σωτηρίας· καὶ εἰς Πνεῦμα ἅγιον, τὸ διὰ τῶν προφητῶν κεκηρυχὸς τὰς οἰκονομίας, καὶ τὰς ἐλεύσεις, καὶ τὴν ἐκ Παρθένου γέννησιν, καὶ τὸ πάθος, καὶ τὴν ἔγερσιν ἐκ νεκρῶν, καὶ τὴν ἔνσαρκον εἰς τοὺς οὐρανοὺς ἀνάληψιν τοῦ ἠγαπημένου Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ὑμῶν, καὶ τὴν ἐκ τῶν οὐρανῶν ἐν τῇ δόξῃ τοῦ Πατρὸς παρουσίαν αὐτοῦ ἐπὶ τὸ ἀνακεφαλαιώσασθαι τὰ πάντα, καὶ ἀναστῆσαι πᾶσαν σάρκα πάσης ἀνθρωπότητος, ἵνα Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ὑμῶν, καὶ Θεῷ, καὶ Σωτῆρι, καὶ Βασιλεῖ, κατὰ τὴν εὐδοκίαν τοῦ Πατρὸς τοῦ ἀοράτου, πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται αὐτῷ, καὶ κρίσιν δικαίαν ἐν τοῖς πᾶσι ποιήσηται· τὰ μὲν πνευματικὰ τῆς πονηρίας, καὶ ἀγγέλους τοὺς παραβεβηκότας, καὶ ἐν ἀπο γεγονότας, καὶ τοὺς ἀσεβεῖς, καὶ ἀδίκους, καὶ ἀνόμους, καὶ βλασφήμους τῶν ἀνθρώπων εἰς τὸ αἰώνιον πῦρ πέμψῃ· τοῖε δὲ δικαίοις, καὶ ὁσίοις, καὶ τὰς ἐντολὰς αὐτοῦ τετηρηκόσι, καὶ ἐν τῇ ἀγάπῃ αὐτοῦ διαμεμενηκόσι τοῖς μὲν ἀπʼ ἀρχῆς, τοῖς δὲ ἐκ μετανοίας, ζωὴν χαρισάμενος ἀφθαρσίαν δωρήσηται, καὶ δόξαν αἰωνίαν περιποιήσῃ
因為教會雖然分散在全世界、直到地極,卻從使徒和他們的門徒領受了這信仰:信獨一全能的父神,就是那創造天、地、海和其中萬物的;又信獨一的基督耶穌,神的子,他為我們的得救成了肉身;並信聖靈,他藉眾先知預先宣告了種種經綸、諸般降臨、由童女而生(the Virgin,童女馬利亞)、受苦、從死裡復活,以及我們所愛的主基督耶穌帶著肉身升到諸天,並且他要在父的榮耀中從諸天降臨,為要總歸萬有,叫全人類一切的肉身復活,使天上、地上、地底下的,因那看不見之父的美意,無不向我們的主、神、救主和君王基督耶穌屈膝,萬口無不向他承認,並使他在萬有中施行公義的審判:把那邪惡的諸靈、那些越軌背道的天使,以及人中間不敬虔、不義、不法、褻瀆的人,都打發到永火裡去;卻把生命賜給那些義人、聖潔的人,就是那些遵守他誡命、常在他愛中的人——有從起初便如此的,有藉著悔改而如此的——賞賜他們不朽壞,並為他們存留永遠的榮耀。
For the Church, though scattered throughout the whole world even to the ends of the earth, has received from the Apostles and their disciples the faith in one God the Father Almighty, who made heaven and earth and the seas and all that is in them; and in one Christ Jesus, the Son of God, who became flesh for our salvation; and in the Holy Spirit, who through the prophets proclaimed the dispensations, and the comings, and the birth from the Virgin, and the passion, and the resurrection from the dead, and the bodily ascension into the heavens of the beloved Christ Jesus our Lord, and his coming from the heavens in the glory of the Father to sum up all things, and to raise up all flesh of the whole human race, so that to Christ Jesus our Lord, and God, and Savior, and King, according to the good pleasure of the invisible Father, every knee should bow, of things in heaven and on earth and under the earth, and every tongue confess to him, and that he may execute just judgment upon all: sending into eternal fire the spiritual powers of wickedness, and the angels who transgressed and became apostate, and the ungodly and unrighteous and lawless and blasphemous among men; but to the righteous and holy, and those who have kept his commandments and persevered in his love—some from the beginning, others from repentance—granting life, bestowing incorruption, and procuring eternal glory.
← 第 1-1 章第 1-3 章 →
1-11-21-31-41-51-71-81-91-111-121-131-141-161-201-211-221-241-251-261-281-381-401-462-12-2