七十士譯本 › 智慧書
智慧書 第 17 章
希臘文原文.20 節.部分字詞可點開查義
📖 這一章另有 3 種原文 ——
並排對照(武加大譯本、吉茲文聖經、次經)
17:1
μεγάλαι γάρ σου αἱ κρίσεις καὶ δυσδιήγητοι διὰ τοῦτο ἀπαίδευτοι ψυχαὶ ἐπλανήθησαν
因為禰的審判是極大的,難以測度;因此沒有受教的人就走迷了路。
For great are your judgements, and hard to interpret; Therefore souls undisciplined went astray.
17:2
ὑπειληφότες γὰρ καταδυναστεύειν ἔθνος ἅγιον ἄνομοι δέσμιοι σκότους καὶ μακρᾶς πεδῆται νυκτὸς κατακλεισθέντες ὀρόφοις φυγάδες τῆς αἰωνίου προνοίας ἔκειντο
因為那些不法之徒,以為自己轄制了聖潔的民族,自己反倒成了黑暗的囚徒,被長夜的腳鐐捆鎖,禁閉在屋頂之下,被逐出於永恆的眷顧之外。
For when lawless men had supposed that they held a holy nation in their power, They, themselves, prisoners of darkness, and bound in the fetters of a long night, Close kept beneath their roofs, Lay exiled from the eternal providence.
17:3
λανθάνειν γὰρ νομίζοντες ἐπὶ κρυφαίοις ἁμαρτήμασιν ἀφεγγεῖ λήθης παρακαλύμματι ἐσκορπίσθησαν θαμβούμενοι δεινῶς καὶ ἰνδάλμασιν ἐκταρασσόμενοι
因為他們以為自己暗中的罪可以隱藏,被遺忘那無光的帳幔遮蓋,卻彼此分散,極其驚惶,被幻象攪擾不安。
For while they thought that they were unseen in their secret sins, They were sundered one from another by a dark curtain of forgetfulness, Stricken with terrible awe, and sore troubled by spectral forms.
17:4
οὐδὲ γὰρ ὁ κατέχων αὐτοὺς μυχὸς ἀφόβους διεφύλαττεν ἦχοι δ’ ἐκταράσσοντες αὐτοὺς περιεκόμπουν καὶ φάσματα ἀμειδήτοις κατηφῆ προσώποις ἐνεφανίζετο
因為連那藏匿他們的內室也不能使他們脫離懼怕,反有攪擾他們的響聲在四圍迴盪,又有陰沉、面帶愁容、毫無笑意的鬼影向他們顯現。
For neither did the dark recesses that held them guard them from fears, But sounds rushing down rang around them, And phantoms appeared, cheerless with unsmiling faces.
17:5
καὶ πυρὸς μὲν οὐδεμία βία κατίσχυεν φωτίζειν οὔτε ἄστρων ἔκλαμπροι φλόγες καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα
沒有一點火力能發出光來,星辰明亮的火焰也不能照亮那陰森的黑夜。
And no force of fire prevailed to give them light, Neither were the brightest flames of the stars strong enough to illumine that gloomy night:
17:6
διεφαίνετο δ’ αὐτοῖς μόνον αὐτομάτη πυρὰ φόβου πλήρης ἐκδειματούμενοι δὲ τῆς μὴ θεωρουμένης ἐκείνης ὄψεως ἡγοῦντο χείρω τὰ βλεπόμενα
只有一團自燃的火光向他們顯現,滿了恐怖;他們因驚懼那看不真切的景象,就把所見的看為比那景象更壞。
But only there appeared to them the glimmering of a fire self-kindled, full of fear; And in terror they deemed the things which they saw To be worse than that sight, on which they could not gaze.
17:7
μαγικῆς δὲ ἐμπαίγματα κατέκειτο τέχνης καὶ τῆς ἐπὶ φρονήσει ἀλαζονείας ἔλεγχος ἐφύβριστος
法術的把戲都歸於無用,他們誇耀明達的虛榮也受了可恥的責備。
And they lay helpless, made the sport of magic are, And a shameful rebuke of their vaunts of understanding:
17:8
οἱ γὰρ ὑπισχνούμενοι δείματα καὶ ταραχὰς ἀπελαύνειν ψυχῆς νοσούσης οὗτοι καταγέλαστον εὐλάβειαν ἐνόσουν
因為那些自稱能從病弱之魂趕走驚恐和擾亂的人,自己反患了可笑的恐懼病。
For those who promised to drive away terrors and troublings from a sick soul, These were themselves sick with a ludicrous fearfulness:
17:9
καὶ γὰρ εἰ μηδὲν αὐτοὺς ταραχῶδες ἐφόβει κνωδάλων παρόδοις καὶ ἑρπετῶν συριγμοῖς ἐκσεσοβημένοι διώλλυντο ἔντρομοι καὶ τὸν μηδαμόθεν φευκτὸν ἀέρα προσιδεῖν ἀρνούμενοι
因為縱然沒有甚麼可怕之物驚嚇他們,他們也因害蟲爬過、毒蛇嘶嘶之聲而驚慌,戰兢而亡,
For even if no troublous thing affrighted them, Yet, scared with the creepings of vermin and hissings of serpents,
17:10
δειλὸν γὰρ ἰδίῳ πονηρία μάρτυρι καταδικαζομένη ἀεὶ δὲ προσείληφεν τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει
因為被內心見證所定罪的邪惡是怯懦的,又被良心緊緊壓制,總是豫料最壞的結局。
they perished for very trembling, Refusing even to look on the air, which could on no side be escaped.
17:11
οὐθὲν γάρ ἐστιν φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων
因為懼怕無非是放棄了理性所提供的幫助;
For wickedness, condemned by a witness within, is a coward thing, And, being pressed hard by conscience, always forecasts the worst lot:
17:12
ἔνδοθεν δὲ οὖσα ἥττων ἡ προσδοκία πλείονα λογίζεται τὴν ἄγνοιαν τῆς παρεχούσης τὴν βάσανον αἰτίας
內心的指望既然減退,就越發看重那造成苦楚之因的無知。
For fear is nothing else but a surrender of the help which reason offers;
17:13
οἱ δὲ τὴν ἀδύνατον ὄντως νύκτα καὶ ἐξ ἀδυνάτου ᾅδου μυχῶν ἐπελθοῦσαν τὸν αὐτὸν ὕπνον κοιμώμενοι
他們在那實在無能為力、從無能陰間的深處臨到的黑夜中,都沉睡同一個睡眠,
And from within the heart the expectation of them being less Maketh of greater account the ignorance of the cause that brings the torment.
17:14
τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων τὰ δὲ τῆς ψυχῆς παρελύοντο προδοσίᾳ αἰφνίδιος γὰρ αὐτοῖς καὶ ἀπροσδόκητος φόβος ἐπεχύθη
有時被鬼怪的幻象所驅逐,有時因心靈的退縮而癱瘓;因為忽然有意外的懼怕傾倒在他們身上。
But they, all through the night which was powerless indeed, And which came upon them out of the recesses of powerless Hades, All sleeping the same sleep,
17:15
εἶθ’ οὕτως ὃς δή ποτ’ οὖν ἦν ἐκεῖ καταπίπτων ἐφρουρεῖτο εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς
於是無論是誰,凡在那裡跌倒的,都被禁閉看守,關在那不用鐵閂的牢獄中;
Now were haunted by monstrous apparitions, And now were paralysed by their soul’s surrendering; For fear sudden and unlooked for came upon them.
17:16
εἴ τε γὰρ γεωργὸς ἦν τις ἢ ποιμὴν ἢ τῶν κατ’ ἐρημίαν ἐργάτης μόχθων προλημφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν
無論是農夫、牧人、或在曠野勞苦做工的人,都被擒住,忍受那難逃的厄運;因為他們都被一條黑暗的鎖鏈所捆綁。
So then every man, whoever it might be, sinking down in his place, Was kept in ward shut up in that prison which was barred not with iron:
17:17
εἴ τε πνεῦμα συρίζον ἢ περὶ ἀμφιλαφεῖς κλάδους ὀρνέων ἦχος εὐμελὴς ἢ ῥυθμὸς ὕδατος πορευομένου βίᾳ ἢ κτύπος ἀπηνὴς καταρριπτομένων πετρῶν
或是嘯嘯的風聲,或是繁茂枝葉間悅耳的鳥鳴,或是急流之水有節奏的響聲,或是滾落岩石粗厲的轟鳴,
For whether he were a husbandman, or a shepherd, Or a labourer whose toils were in the wilderness, He was overtaken, and endured that inevitable necessity, For with one chain of darkness were they all bound.
17:18
ἢ σκιρτώντων ζῴων δρόμος ἀθεώρητος ἢ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνὴ ἢ ἀντανακλωμένη ἐκ κοιλότητος ὀρέων ἠχώ παρέλυεν αὐτοὺς ἐκφοβοῦντα
或是跳躍走獸看不見的奔馳,或是兇猛野獸嘷叫的吼聲,或是從山谷迴盪回來的迴音,都使他們驚嚇癱軟。
Whether there were a whistling wind, Or a melodious noise of birds among the spreading branches, Or a measured fall of water running violently,
17:19
ὅλος γὰρ ὁ κόσμος λαμπρῷ κατελάμπετο φωτὶ καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις
因為當時全世界都被明亮的光照耀,從事無阻的工作;
Or a harsh crashing of rocks hurled down, Or the swift course of animals bounding along unseen, Or the voice of wild beasts harshly roaring, Or an echo rebounding from the hollows of the mountains, All these things paralysed them with terror.
17:20
μόνοις δὲ ἐκείνοις ἐπετέτατο βαρεῖα νὺξ εἰκὼν τοῦ μέλλοντος αὐτοὺς διαδέχεσθαι σκότους ἑαυτοῖς δὲ ἦσαν βαρύτεροι σκότους
惟獨那些人之上罩著沉重的黑夜,正是那將要接納他們之黑暗的寫照;但他們自己對自己竟比黑暗更為沉重。
For the whole world beside was enlightened with clear light, And was occupied with unhindered works;