1-25:1
ΔΙΑΔΕΞΑΜΕΝΟΣ δὲ αὐτὸν Μαρκίων ὁ Ποντικὸς ηὔξησε τὸ διδασκαλεῖον, ἀπηρυθριασμένως βλασφημῶν. Ἀπὸ Σατορνίνου καὶ Μαρκίωνος οἱ καλούμενοι ἐγκρατεῖς, ἀγαμίαν ἐκήρυξαν, ἀθετοῦντες τὴν ἀρχαίαν πλάσιν τοῦ θεοῦ, καὶ ἠρέμα κατηγοροῦντες τοῦ ἄῤῥεν καὶ θῆλυ εἰς γένεσιν ἀνθρώπων πεποιηκότος· καὶ τῶν λεγομένων παῤ αὐτοῖς ἐμ ψύχων ἀποχὴν εἰσηγήσαντο, ἀχαριστοῦντες τῷ πάντα πεποιηκότι Θεῷ. Ἀντιλέγουσί τε τῇ τοῦ πρωτοπλάστου σωτηρία· καὶ τοῦτο νῦν ἐξευρέθη παῤ αὐτοῖς. Τατιάνου τινὸς πρώτως ταύτην εἰσενέγκαντος τὴν βλασφημίαν· ὃς Ἰουστίνου ἀκροατὴς γεγονὼς, ἐφόσον μὲν συνῆν ἐκείνῳ, οὐδὲν ἐξέφηνε τοιοῦτον· μετὰ δὲ τὴν ἐκείνου μαρτυρίαν ἀποστὰς τῆς Ἐκκλησίας, οἰήματι διδασκάλου ἐπαρθεὶς καὶ τυφωθεὶς ὡς διαφέρων τῶν λοιπῶν, ἴδιον χαρακτῆρα διδασκαλείου συνεστήσατο· Αἰῶνάς τινας ἀοράτους ὁμοίως τοῖς ἀπὸ Οὐαλεντίνου μυθολογήσας· τὸν γάμον τε φθορὰν καὶ πορνείαν παραπλησίως Μαρκίωνι καὶ Σατορνίνῳ ἀναγορεύσας· τῇ δὲ τοῦ Ἀδὰμ σωτηρία παῤ ἑαυτοῦ τὴν αἰτιολογίαν ποιησάμενος
Marcion of Pontus succeeded him and enlarged the school, blaspheming without shame. From Saturninus and Marcion arose those called the Encratites, who preached against marriage, thus setting aside the ancient handiwork of God and quietly accusing him who made male and female for the generation of mankind. They also introduced abstinence from what they call “ensouled” things, being ungrateful to the God who made all things. And they contradict the salvation of the first-formed man; and this notion has now been invented among them, a certain Tatian being the first to introduce this blasphemy. He had been a hearer of Justin, and as long as he was with him he disclosed nothing of the kind; but after Justin’s martyrdom he departed from the Church, and being puffed up and inflated with the conceit of being a teacher, as though he surpassed the rest, he established his own peculiar type of school. He invented certain invisible Aeons, like those of Valentinus; and like Marcion and Saturninus he declared marriage to be corruption and fornication; and he devised on his own account the explanation concerning the salvation of Adam.
本都人馬吉安(Marcion)接續他,擴展了這學派,毫不羞恥地說褻瀆的話。從撒土尼努(Saturninus)和馬吉安興起了那些被稱為「禁慾派」(Encratites)的人,他們宣揚禁止婚姻,廢棄神古時的造作,並暗中控告那位為使人類繁衍而造男造女的神。他們又引入禁食他們所謂「有魂之物」的作法,對那位造萬物的神忘恩負義。他們也否認那首先受造之人(亞當)的得救;這觀念如今在他們中間被發明出來,最先引進這褻瀆之說的是某位達提安(Tatian)。他曾是游斯丁(Justin)的門徒,當他與游斯丁同在時,並未顯露這類言論;但在游斯丁殉道之後,他便離開了教會,因自負為師的驕傲而自高自大,以為自己勝過眾人,遂建立了自己獨特的學派。他像出於瓦倫提努(Valentinus)的人那樣,編造出某些不可見的伊涌(Aeons);又像馬吉安和撒土尼努那樣,宣稱婚姻是敗壞與淫亂;並憑己意杜撰出論到亞當得救的解釋。