📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 1 Maccabees

1 Maccabees 14

Greek original · 49 verses · some words can be tapped for a gloss

← ch. 13ch. 15 →
📖 This chapter exists in 2 other originals — side by side (Vulgate, Apocrypha)
14:1
καὶ ἐν ἔτει δευτέρῳ καὶ ἑβδομηκοστῷ καὶ ἑκατοστῷ συνήγαγεν Δημήτριος βασιλεὺς τὰς δυνάμεις αὐτοῦ καὶ ἐπορεύθη εἰς Μηδίαν τοῦ ἐπισπάσασθαι βοήθειαν ἑαυτῷ ὅπως πολεμήσῃ τὸν Τρύφωνα
And in the hundred and seventy and second year king Demetrius gathered his forces together, and went into Media, to get him help, that he might fight against Tryphon.
一百七十二年,底米丟王聚集他的軍隊,前往瑪代,要為自己求得援助,好攻打特來風。
14:2
καὶ ἤκουσεν Ἀρσάκης βασιλεὺς τῆς Περσίδος καὶ Μηδίας ὅτι εἰσῆλθεν Δημήτριος εἰς τὰ ὅρια αὐτοῦ καὶ ἀπέστειλεν ἕνα τῶν ἀρχόντων αὐτοῦ συλλαβεῖν αὐτὸν ζῶντα
And Arsaces, the king of Persia and Media, heard that Demetrius was come into his borders, and he sent one of his princes to take him alive:
波斯和瑪代王亞撒西聽見底米丟進入他的境內,就差他的一個首領去活捉他。
14:3
καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὴν παρεμβολὴν Δημητρίου καὶ συνέλαβεν αὐτὸν καὶ ἤγαγεν αὐτὸν πρὸς Ἀρσάκην καὶ ἔθετο αὐτὸν ἐν φυλακῇ
and he went and struck the army of Demetrius, and took him, and brought him to Arsaces; and he put him in ward.
那人前去,擊敗了底米丟的軍隊,拿住了他,帶到亞撒西那裡,把他下在監裡。
14:4
καὶ ἡσύχασεν γῆ Ιουδα πάσας τὰς ἡμέρας Σιμωνος καὶ ἐζήτησεν ἀγαθὰ τῷ ἔθνει αὐτοῦ καὶ ἤρεσεν αὐτοῖς ἐξουσία αὐτοῦ καὶ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας
And the land had rest all the days of Simon: and he sought the good of his nation; and and his authority and his glory was well-pleasing to them all his days.
西門在世的一切日子,猶大地都得享平靜。他謀求本族的福利,他的權柄和榮耀終身都使他們喜悅。
14:5
καὶ μετὰ πάσης τῆς δόξης αὐτοῦ ἔλαβεν τὴν Ιοππην εἰς λιμένα καὶ ἐποίησεν εἴσοδον ταῖς νήσοις τῆς θαλάσσης
And amid all his glory he took Joppa for a haven, and made it an entrance for the isles of the sea;
在他一切的榮耀中,他取了約帕為港口,開通了通往海島的入口。
14:6
καὶ ἐπλάτυνεν τὰ ὅρια τῷ ἔθνει αὐτοῦ καὶ ἐκράτησεν τῆς χώρας
and he enlarged the borders of his nation, and got possession of the country;
他擴張本族的境界,得了那地的權柄;
14:7
καὶ συνήγαγεν αἰχμαλωσίαν πολλὴν καὶ ἐκυρίευσεν Γαζαρων καὶ Βαιθσουρων καὶ τῆς ἄκρας καὶ ἐξῆρεν τὰς ἀκαθαρσίας ἐξ αὐτῆς καὶ οὐκ ἦν ἀντικείμενος αὐτῷ
and he gathered together a great number of captives, and got the dominion of Gazara, and Bethsura, and the citadel, and he took away from it its uncleannesses; and there was none that resisted him.
他聚集了許多被擄的人,得了基色、伯夙和堡壘的權柄,從其中除去了污穢,無人能抵擋他。
14:8
καὶ ἦσαν γεωργοῦντες τὴν γῆν αὐτῶν μετ’ εἰρήνης καὶ γῆ ἐδίδου τὰ γενήματα αὐτῆς καὶ τὰ ξύλα τῶν πεδίων τὸν καρπὸν αὐτῶν
And they tilled their land in peace, and the land gave her increase, and the trees of the plains their fruit.
他們平平安安地耕種自己的土地,地就出產五穀,田野的樹木也結果子。
14:9
πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάθηντο πάντες περὶ ἀγαθῶν ἐκοινολογοῦντο καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου
The ancient men sat in the streets, they communed all of them together of good things, and the young men put on glorious and warlike apparel.
老年人坐在街上,眾人彼此談論美善的事,少年人都穿上華美和戰士的服裝。
14:10
ταῖς πόλεσιν ἐχορήγησεν βρώματα καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως ἕως ὅτου ὠνομάσθη τὸ ὄνομα τῆς δόξης αὐτοῦ ἕως ἄκρου γῆς
He provided food for the cities, and furnished them with all manner of munition, until the name of his glory was named to the end of the earth.
他供給各城糧食,使它們有設防的器械,以致他榮耀的名傳到地極。
14:11
ἐποίησεν εἰρήνην ἐπὶ τῆς γῆς καὶ εὐφράνθη Ισραηλ εὐφροσύνην μεγάλην
He made peace in the land, and Israel rejoiced with great joy:
他使那地有和平,以色列就大大歡喜。
14:12
καὶ ἐκάθισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ τὴν συκῆν αὐτοῦ καὶ οὐκ ἦν ἐκφοβῶν αὐτούς
and they sat each man under his vine and his fig tree, and there was none to make them afraid:
各人坐在自己的葡萄樹和無花果樹下,無人使他們驚嚇。
14:13
καὶ ἐξέλιπεν πολεμῶν αὐτοὺς ἐπὶ τῆς γῆς καὶ οἱ βασιλεῖς συνετρίβησαν ἐν ταῖς ἡμέραις ἐκείναις
and there ceased in the land any that fought against them: and the kings were discomfited in those days.
那地再沒有人攻打他們,那些日子列王都被擊潰。
14:14
καὶ ἐστήρισεν πάντας τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ τὸν νόμον ἐξεζήτησεν καὶ ἐξῆρεν πάντα ἄνομον καὶ πονηρόν
And he strengthened all those of his people that were brought low: the law he searched out, and every lawless and wicked person he took away.
他扶助本族中一切卑微的人,他查考律法,除掉一切不法和邪惡的人。
14:15
τὰ ἅγια ἐδόξασεν καὶ ἐπλήθυνεν τὰ σκεύη τῶν ἁγίων
He glorified the sanctuary, and the vessels of the temple he multiplied.
他使聖所得榮耀,又增添了聖所的器皿。
14:16
καὶ ἠκούσθη ἐν Ῥώμῃ ὅτι ἀπέθανεν Ιωναθαν καὶ ἕως Σπάρτης καὶ ἐλυπήθησαν σφόδρα
And it was heard at Rome that Jonathan was dead, and even to Sparta, and they were exceeding sorry.
羅馬和斯巴達都聽見約拿單死了,就極其憂傷。
14:17
ὡς δὲ ἤκουσαν ὅτι Σιμων ἀδελφὸς αὐτοῦ γέγονεν ἀρχιερεὺς ἀντ’ αὐτοῦ καὶ αὐτὸς ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ
But as soon as they heard that his brother Simon was made high priest in his stead, and ruled the country, and the cities therein,
他們聽見他的弟兄西門接替他作了大祭司,治理那地和其中的城邑,
14:18
ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς τοῦ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν ἣν ἔστησαν πρὸς Ιουδαν καὶ Ιωναθαν τοὺς ἀδελφοὺς αὐτοῦ
they wrote to him on tables of brass, to renew with him the friendship and the confederacy which they had confirmed with Judas and Jonathan his kindred;
就寫信給他刻在銅版上,要與他重申他們從前與他弟兄猶大和約拿單所立的友誼和盟約。
14:19
καὶ ἀνεγνώσθησαν ἐνώπιον τῆς ἐκκλησίας ἐν Ιερουσαλημ
and they were read before the congregation at Jerusalem.
這些信就在耶路撒冷的會眾面前宣讀了。
14:20
καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλαν οἱ Σπαρτιᾶται Σπαρτιατῶν ἄρχοντες καὶ πόλις Σιμωνι ἱερεῖ μεγάλῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἱερεῦσιν καὶ τῷ λοιπῷ δήμῳ τῶν Ιουδαίων ἀδελφοῖς χαίρειν
And this is the copy of the letters which the Spartans sent: The rulers of the Spartans, and the city, to Simon the high priest, and to the elders, and the priests, and the residue of the people of the Jews, our kindred, greeting:
以下是斯巴達人所差來書信的抄本:「斯巴達的首領和城,問候大祭司西門、長老、祭司和其餘的猶太民眾,我們的弟兄。
14:21
οἱ πρεσβευταὶ οἱ ἀποσταλέντες πρὸς τὸν δῆμον ἡμῶν ἀπήγγειλαν ἡμῖν περὶ τῆς δόξης ὑμῶν καὶ τιμῆς καὶ ηὐφράνθημεν ἐπὶ τῇ ἐφόδῳ αὐτῶν
The ambassadors that were sent to our people made report to us of your glory and honor: and we were glad for their coming,
差到我們百姓這裡來的使者,向我們報告了你們的榮耀和尊榮,我們就因他們的到來歡喜,
14:22
καὶ ἀνεγράψαμεν τὰ ὑπ’ αὐτῶν εἰρημένα ἐν ταῖς βουλαῖς τοῦ δήμου οὕτως Νουμήνιος Ἀντιόχου καὶ Ἀντίπατρος Ἰάσονος πρεσβευταὶ Ιουδαίων ἦλθον πρὸς ἡμᾶς ἀνανεούμενοι τὴν πρὸς ἡμᾶς φιλίαν
and we did register the things that were spoken by them in the public records after this manner: Numenius son of Antiochus, and Antipater son of Jason, the Jews’ ambassadors, came to us to renew the friendship they had with us.
並在民眾的議事錄中如此記載他們所說的話:『安提阿古的兒子努米紐和雅孫的兒子安提帕特,猶太人的使者,來到我們這裡,要重申他們與我們的友誼。
14:23
καὶ ἤρεσεν τῷ δήμῳ ἐπιδέξασθαι τοὺς ἄνδρας ἐνδόξως καὶ τοῦ θέσθαι τὸ ἀντίγραφον τῶν λόγων αὐτῶν ἐν τοῖς ἀποδεδειγμένοις τῷ δήμῳ βιβλίοις τοῦ μνημόσυνον ἔχειν τὸν δῆμον τῶν Σπαρτιατῶν τὸ δὲ ἀντίγραφον τούτων ἔγραψαν Σιμωνι τῷ ἀρχιερεῖ
And it pleased the people to entertain the men honorably, and to put the copy of their words in the public records, to the end that the people of the Spartans might have a memorial thereof: moreover they wrote a copy of these things to Simon the high priest.
民眾樂意隆重地接待這些人,並把他們言辭的抄本存入民眾的官方檔案中,使斯巴達民眾留作記念。』他們又把這些事的抄本寫給大祭司西門。
14:24
μετὰ ταῦτα ἀπέστειλεν Σιμων τὸν Νουμήνιον εἰς Ῥώμην ἔχοντα ἀσπίδα χρυσῆν μεγάλην ὁλκὴν μνῶν χιλίων εἰς τὸ στῆσαι πρὸς αὐτοὺς τὴν συμμαχίαν
After this Simon sent Numenius to Rome with a great shield of gold of a thousand pound weight, in order to confirm the confederacy with them.
此後西門差努米紐往羅馬去,帶著一面重一千彌拿的大金盾,要與他們確認盟約。
14:25
ὡς δὲ ἤκουσεν δῆμος τῶν λόγων τούτων εἶπαν τίνα χάριν ἀποδώσομεν Σιμωνι καὶ τοῖς υἱοῖς αὐτοῦ
But when the people heard these things, they said, What thanks shall we give to Simon and his sons?
百姓聽見這些事,就說:「我們該怎樣報答西門和他的兒子們呢?
14:26
ἐστήρισεν γὰρ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἐπολέμησεν τοὺς ἐχθροὺς Ισραηλ ἀπ’ αὐτῶν καὶ ἔστησαν αὐτῷ ἐλευθερίαν καὶ κατέγραψαν ἐν δέλτοις χαλκαῖς καὶ ἔθεντο ἐν στήλαις ἐν ὄρει Σιων
for he and his kindred and the house of his father have made themselves strong, and have chased away in fight the enemies of Israel from them, and confirmed liberty to Israel.
因為他和他的弟兄們,並他父親的家,都堅立自己,與以色列的仇敵爭戰,把仇敵從以色列中趕走,又使以色列得自由。」於是他們把這些事刻在銅版上,立在錫安山的石碑上。
14:27
καὶ τοῦτο τὸ ἀντίγραφον τῆς γραφῆς ὀκτωκαιδεκάτῃ Ελουλ ἔτους δευτέρου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ καὶ τοῦτο τρίτον ἔτος ἐπὶ Σιμωνος ἀρχιερέως μεγάλου ἐν ασαραμελ
And they wrote on tables of brass, and set them upon pillars in mount Sion: and this is the copy of the writing: On the eighteenth day of Elul, in the hundred and seventy and second year, and this is the third year of Simon the high priest,
以下是那文書的抄本:在一百七十二年以祿月十八日,就是大祭司西門第三年,在亞撒拉米,
14:28
ἐπὶ συναγωγῆς μεγάλης ἱερέων καὶ λαοῦ καὶ ἀρχόντων ἔθνους καὶ τῶν πρεσβυτέρων τῆς χώρας ἐγνώρισεν ἡμῖν
in Asaramel, in a great congregation of priests and people and princes of the nation, and of the elders of the country, was it notified to us:
在祭司、百姓、民族首領和那地長老的大會中,向我們宣告:
14:29
ἐπεὶ πολλάκις ἐγενήθησαν πόλεμοι ἐν τῇ χώρᾳ Σιμων δὲ υἱὸς Ματταθιου ἱερεὺς τῶν υἱῶν Ιωαριβ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔδωκαν αὑτοὺς τῷ κινδύνῳ καὶ ἀντέστησαν τοῖς ὑπεναντίοις τοῦ ἔθνους αὐτῶν ὅπως σταθῇ τὰ ἅγια αὐτῶν καὶ νόμος καὶ δόξῃ μεγάλῃ ἐδόξασαν τὸ ἔθνος αὐτῶν
Forasmuch as oftentimes there have been wars in the country, but Simon the son of Mattathias, the son of the sons of Joarib, and his kindred, put themselves in jeopardy, and withstood the enemies of their nation, that their sanctuary and the law might be established, and glorified their nation with great glory:
既然那地屢次發生戰爭,瑪他提亞的兒子、約雅立子孫中的祭司西門和他的弟兄們,置身於危險之中,抵擋本族的仇敵,使他們的聖所和律法得以堅立,又以大榮耀使本族得榮耀;
14:30
καὶ ἤθροισεν Ιωναθαν τὸ ἔθνος αὐτῶν καὶ ἐγενήθη αὐτοῖς ἀρχιερεὺς καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ
and Jonathan assembled their nation together, and became their high priest, and was gathered to his people:
約拿單曾聚集本族,作他們的大祭司,現今已歸到他的百姓那裡;
14:31
καὶ ἐβουλήθησαν οἱ ἐχθροὶ αὐτῶν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτῶν καὶ ἐκτεῖναι χεῖρας ἐπὶ τὰ ἅγια αὐτῶν
and their enemies purposed to invade their country, that they might destroy their country utterly, and stretch forth their hands against their sanctuary:
他們的仇敵又圖謀侵犯他們的地,要把它徹底毀壞,並下手攻擊他們的聖所。
14:32
τότε ἀντέστη Σιμων καὶ ἐπολέμησε περὶ τοῦ ἔθνους αὐτοῦ καὶ ἐδαπάνησεν χρήματα πολλὰ τῶν ἑαυτοῦ καὶ ὁπλοδότησεν τοὺς ἄνδρας τῆς δυνάμεως τοῦ ἔθνους αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς ὀψώνια
then rose up Simon, and fought for his nation, and spent much of his own substance, and armed the valiant men of his nation, and gave them wages:
那時西門起來,為他的民族爭戰,耗費了許多自己的財物,裝備本族軍中的勇士,發給他們餉銀,
14:33
καὶ ὠχύρωσεν τὰς πόλεις τῆς Ιουδαίας καὶ τὴν Βαιθσουραν τὴν ἐπὶ τῶν ὁρίων τῆς Ιουδαίας οὗ ἦν τὰ ὅπλα τῶν πολεμίων τὸ πρότερον καὶ ἔθετο ἐκεῖ φρουρὰν ἄνδρας Ιουδαίους
and he fortified the cities of Judea, and Bethsura that lies upon the borders of Judea, where the arms of the enemies were aforetime, and set there a garrison of Jews:
又鞏固了猶大的城邑,並猶大邊界上的伯夙,就是從前敵人兵器存放之處,他在那裡駐紮了猶太人作守軍。
14:34
καὶ Ιοππην ὠχύρωσεν τὴν ἐπὶ τῆς θαλάσσης καὶ τὴν Γαζαραν τὴν ἐπὶ τῶν ὁρίων Ἀζώτου ἐν ᾤκουν οἱ πολέμιοι τὸ πρότερον καὶ κατῴκισεν ἐκεῖ Ιουδαίους καὶ ὅσα ἐπιτήδεια ἦν πρὸς τῇ τούτων ἐπανορθώσει ἔθετο ἐν αὐτοῖς
and he fortified Joppa which is upon the sea, and Gazara which is upon the borders of Azotus, wherein the enemies lived aforetime, and placed Jews there, and set therein all things convenient for the reparation thereof:
他又鞏固了海邊的約帕和亞瑣都邊界上的基色,就是從前敵人居住之處,他在那裡安置了猶太人,又把一切修復所需之物都置於其中。
14:35
καὶ εἶδεν λαὸς τὴν πίστιν τοῦ Σιμωνος καὶ τὴν δόξαν ἣν ἐβουλεύσατο ποιῆσαι τῷ ἔθνει αὐτοῦ καὶ ἔθεντο αὐτὸν ἡγούμενον αὐτῶν καὶ ἀρχιερέα διὰ τὸ αὐτὸν πεποιηκέναι πάντα ταῦτα καὶ τὴν δικαιοσύνην καὶ τὴν πίστιν ἣν συνετήρησεν τῷ ἔθνει αὐτοῦ καὶ ἐξεζήτησεν παντὶ τρόπῳ ὑψῶσαι τὸν λαὸν αὐτοῦ
and the people saw the faith of Simon, and the glory which he thought to bring to his nation, and they made him their leader and high priest, because he had done all these things, and for the justice and the faith which he kept to his nation, and for that he sought by all means to exalt his people:
百姓見西門的忠信,和他有意加給本族的榮耀,就立他作他們的領袖和大祭司,因為他做了這一切事,又因他向本族所守的公義和忠信,並他想盡各樣方法高舉他的百姓。
14:36
καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ εὐοδώθη ἐν ταῖς χερσὶν αὐτοῦ τοῦ ἐξαρθῆναι τὰ ἔθνη ἐκ τῆς χώρας αὐτῶν καὶ τοὺς ἐν τῇ πόλει Δαυιδ τοὺς ἐν Ιερουσαλημ οἳ ἐποίησαν αὑτοῖς ἄκραν ἐξ ἧς ἐξεπορεύοντο καὶ ἐμίαινον κύκλῳ τῶν ἁγίων καὶ ἐποίουν πληγὴν μεγάλην ἐν τῇ ἁγνείᾳ
and in his days things prospered in his hands, so that the Gentiles were taken away out of their country, and they also that were in the city of David, those who were in Jerusalem, who had made themselves a citadel, out of which they issued, and polluted all things round about the sanctuary, and did great hurt to its purity;
在他的日子,事情藉他的手亨通,以致外邦人從他們境內被除去,住在大衛城、就是在耶路撒冷的人也是如此。他們曾為自己建造了堡壘,從那裡出來,玷污聖所四圍,大大損害了聖所的潔淨。
14:37
καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας Ιουδαίους καὶ ὠχύρωσεν αὐτὴν πρὸς ἀσφάλειαν τῆς χώρας καὶ τῆς πόλεως καὶ ὕψωσεν τὰ τείχη τῆς Ιερουσαλημ
and he placed Jews therein, and fortified it for the safety of the country and the city, and made high the walls of Jerusalem:
他在堡壘裡安置了猶太人,又鞏固它,為要保衛那地和那城,並加高了耶路撒冷的城牆。
14:38
καὶ βασιλεὺς Δημήτριος ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην κατὰ ταῦτα
and king Demetrius confirmed to him the high priesthood according to these things,
底米丟王照這些事確認了西門大祭司的職位,
14:39
καὶ ἐποίησεν αὐτὸν τῶν φίλων αὐτοῦ καὶ ἐδόξασεν αὐτὸν δόξῃ μεγάλῃ
and made him one of his Friends, and honored him with great honor;
立他作王的朋友之一,並以大尊榮尊崇他。
14:40
ἤκουσεν γὰρ ὅτι προσηγόρευνται οἱ Ιουδαῖοι ὑπὸ Ῥωμαίων φίλοι καὶ σύμμαχοι καὶ ἀδελφοί καὶ ὅτι ἀπήντησαν τοῖς πρεσβευταῖς Σιμωνος ἐνδόξως
for he had heard say, that the Jews had been called by the Romans friends and confederates and kindred, and that they had met the ambassadors of Simon honorably;
因為他聽見羅馬人稱猶太人為朋友、盟友和弟兄,又隆重地接待了西門的使者。
14:41
καὶ ὅτι οἱ Ιουδαῖοι καὶ οἱ ἱερεῖς εὐδόκησαν τοῦ εἶναι αὐτῶν Σιμωνα ἡγούμενον καὶ ἀρχιερέα εἰς τὸν αἰῶνα ἕως τοῦ ἀναστῆναι προφήτην πιστὸν
and that the Jews and the priests were well pleased that Simon should be their leader and high priest forever, until there should arise a faithful prophet;
猶太人和祭司也都喜悅西門永遠作他們的領袖和大祭司,直到有忠信的先知興起,
14:42
καὶ τοῦ εἶναι ἐπ’ αὐτῶν στρατηγόν καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων καθιστάναι δῑ αὐτοῦ ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ τῆς χώρας καὶ ἐπὶ τῶν ὅπλων καὶ ἐπὶ τῶν ὀχυρωμάτων
and that he should be captain over them, and should take charge of the sanctuary, to set them over their works, and over the country, and over the arms, and over the strongholds; and that he should take charge of the sanctuary,
又作他們的元帥,並要他料理聖所的事,藉他派人管理他們的工程、那地、兵器和堡壘;
14:43
καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων καὶ ὅπως ἀκούηται ὑπὸ πάντων καὶ ὅπως γράφωνται ἐπὶ τῷ ὀνόματι αὐτοῦ πᾶσαι συγγραφαὶ ἐν τῇ χώρᾳ καὶ ὅπως περιβάλληται πορφύραν καὶ χρυσοφορῇ
and that he should be obeyed by all, and that all instruments in the country should be written in his name, and that he should be clothed in purple, and wear gold;
並要他料理聖所,使眾人都聽從他,那地一切的文書都奉他的名書寫,他也可穿紫袍、佩戴金飾。
14:44
καὶ οὐκ ἐξέσται οὐθενὶ τοῦ λαοῦ καὶ τῶν ἱερέων ἀθετῆσαί τι τούτων καὶ ἀντειπεῖν τοῖς ὑπ’ αὐτοῦ ῥηθησομένοις καὶ ἐπισυστρέψαι συστροφὴν ἐν τῇ χώρᾳ ἄνευ αὐτοῦ καὶ περιβάλλεσθαι πορφύραν καὶ ἐμπορποῦσθαι πόρπην χρυσῆν
and that it should not be lawful for any of the people or of the priests to set at nothing any of these things, or to gainsay the words that he should speak, or to gather an assembly in the country without him, or to be clothed in purple, or wear a buckle of gold;
百姓中或祭司中無人可廢棄這些事中的任何一樣,或違揹他所說的話,或未經他同意在那地召集聚會,或穿紫袍、佩戴金扣環。
14:45
ὃς δ’ ἂν παρὰ ταῦτα ποιήσῃ ἀθετήσῃ τι τούτων ἔνοχος ἔσται
but whoever should do otherwise, or set at nothing any of these things, he should be liable to punishment.
凡違背這些、或廢棄其中任何一樣的,都要受懲罰。
14:46
καὶ εὐδόκησεν πᾶς λαὸς θέσθαι Σιμωνι ποιῆσαι κατὰ τοὺς λόγους τούτους
All the people consented to ordain for Simon that he should do according to these words;
全體百姓都樂意為西門立定規條,叫他照這些話而行。
14:47
καὶ ἐπεδέξατο Σιμων καὶ εὐδόκησεν ἀρχιερατεύειν καὶ εἶναι στρατηγὸς καὶ ἐθνάρχης τῶν Ιουδαίων καὶ ἱερέων καὶ τοῦ προστατῆσαι πάντων
and Simon accepted hereof, and consented to be high priest, and to be captain and governor of the Jews and of the priests, and to be protector of all.
西門就接受了,樂意作大祭司、元帥和猶太人並祭司的領袖,並作眾人的保護者。
14:48
καὶ τὴν γραφὴν ταύτην εἶπον θέσθαι ἐν δέλτοις χαλκαῖς καὶ στῆσαι αὐτὰς ἐν περιβόλῳ τῶν ἁγίων ἐν τόπῳ ἐπισήμῳ
And they commanded to put this writing on tables of brass, and to set them up within the precinct of the sanctuary in a conspicuous place;
他們吩咐把這文書刻在銅版上,立在聖所院內一個顯眼的地方,
14:49
τὰ δὲ ἀντίγραφα αὐτῶν θέσθαι ἐν τῷ γαζοφυλακίῳ ὅπως ἔχῃ Σιμων καὶ οἱ υἱοὶ αὐτοῦ
and moreover to put the copies thereof in the treasury, to the end that Simon and his sons might have them.
又把它的抄本存放在府庫中,使西門和他的兒子們可以保存。
← ch. 13ch. 15 →
12345678910111213141516