📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 1 Maccabees

1 Maccabees 9

Greek original · 73 verses · some words can be tapped for a gloss

← ch. 8ch. 10 →
📖 This chapter exists in 2 other originals — side by side (Vulgate, Apocrypha)
9:1
καὶ ἤκουσεν Δημήτριος ὅτι ἔπεσεν Νικάνωρ καὶ δύναμις αὐτοῦ ἐν πολέμῳ καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ιουδα καὶ τὸ δεξιὸν κέρας μετ’ αὐτῶν
And Demetrius heard that Nicanor was fallen with his forces in battle, and he sent Bacchides and Alcimus again into the land of Judah a second time, and the right wing of his army with them:
底米丟聽見尼加挪和他的軍隊在戰場上陣亡,就第二次差派巴基德和亞基母進入猶大地,並派軍隊的右翼與他們同去。
9:2
καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωθ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς
and they went by the way that leads to Gilgal, and encamped against Mesaloth, which is in Arbela, and got possession of it, and destroyed much people.
他們沿著往吉甲的路前進,在亞比拉的米撒祿安營,攻取了那地,殺戮了許多人。
9:3
καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ιερουσαλημ
And the first month of the hundred and fifty and second year they encamped against Jerusalem:
一百五十二年正月,他們安營攻打耶路撒冷,
9:4
καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς Βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ
and they removed, and went to Berea, with twenty thousand footmen and two thousand horse.
後又拔營前往比利亞,帶著二萬步兵和二千騎兵。
9:5
καὶ Ιουδας ἦν παρεμβεβληκὼς ἐν Ελασα καὶ τρισχίλιοι ἄνδρες μετ’ αὐτοῦ ἐκλεκτοί
And Judas was encamped at Elasa, and three thousand chosen men with him:
猶大在以拉撒安營,有三千精選的人跟隨他。
9:6
καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσιν καὶ ἐφοβήθησαν σφόδρα καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ’ ὀκτακόσιοι ἄνδρες
and they saw the multitude of the forces, that they were many, and they feared exceedingly: and many slipped away out of the army; there were not left of them more than eight hundred men.
他們見敵軍人數眾多,就極其懼怕,許多人從營中溜走,剩下的不過八百人。
9:7
καὶ εἶδεν Ιουδας ὅτι ἀπερρύη παρεμβολὴ αὐτοῦ καὶ πόλεμος ἔθλιβεν αὐτόν καὶ συνετρίβη τῇ καρδίᾳ ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς
And Judas saw that his army slipped away, and that the battle pressed upon him, and he was sore troubled in heart, for that he had no time to gather them together, and he waxed faint.
猶大見自己的軍隊溜散,戰事又緊迫,就心中憂傷,因為他沒有時間招聚他們,又顯得疲乏無力。
9:8
καὶ ἐξελύθη καὶ εἶπεν τοῖς καταλειφθεῖσιν ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι πρὸς αὐτούς
And he said to those who were left, Let us arise and go up against our adversaries, if perhaps we may be able to fight with them.
他卻仍對剩下的人說:「讓我們起來,上去攻擊我們的仇敵,或者我們能與他們交戰。」
9:9
καὶ ἀπέστρεφον αὐτὸν λέγοντες οὐ μὴ δυνώμεθα ἀλλ’ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν ἐπιστρέψωμεν καὶ οἱ ἀδελφοὶ ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς ἡμεῖς δὲ ὀλίγοι
And they would have dissuaded him, saying, We shall in no wise be able: but let us rather save our lives now: let us return again, we and our kindred, and fight against them: but we are few.
他們卻勸阻他說:「我們決不能;如今不如保全自己的性命,等我們和我們的弟兄回來,再攻擊他們吧,現在我們人太少了。」
9:10
καὶ εἶπεν Ιουδας μὴ γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο φυγεῖν ἀπ’ αὐτῶν καὶ εἰ ἤγγικεν καιρὸς ἡμῶν καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν
And Judas said, let it not be so that I should do this thing, to flee from them: and if our time is come, let us die manfully for our kindred’s sake, and not leave a cause of reproach against our glory.
猶大說:「我斷不做這樣的事,從他們面前逃跑。我們的時候若已臨近,就讓我們為弟兄的緣故英勇赴死,不至給我們的榮耀留下污點。」
9:11
καὶ ἀπῆρεν δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς καὶ ἐμερίσθη ἵππος εἰς δύο μέρη καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι
And the army removed from the camp, and stood to encounter them, and the horse was parted into two companies, and the slingers and the archers went before the army, and all the mighty men that fought in the front of the battle.
於是軍隊從營中出來,列陣迎戰他們。騎兵分為兩隊,用石機弦的和弓箭手在軍前開路,一切先鋒勇士也都如此,巴基德在右翼。
9:12
καὶ ἤγγισεν φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξιν καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου καὶ αὐτοὶ ταῖς σάλπιγξιν
But Bacchides was in the right wing; and the phalanx drew near on the two parts, and they blew with their trumpets.
方陣從兩側逼近,吹響號角,猶大那邊的人也吹起號筒。
9:13
καὶ ἐσαλεύθη γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν καὶ ἐγένετο πόλεμος συνημμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας
And the men of Judas’ side, even they sounded with their trumpets, and the earth shook with the shout of the armies, and the battle was joined, and continued from morning until evening.
地因軍隊的吶喊聲而震動,戰事連綿,從早晨直到傍晚。
9:14
καὶ εἶδεν Ιουδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ
And Judas saw that Bacchides and the strength of his army were on the right side, and there went with him all that were brave in heart,
猶大見巴基德和軍中的精銳在右翼,凡心中勇敢的人都跟著他,
9:15
καὶ συνετρίβη τὸ δεξιὸν μέρος ἀπ’ αὐτῶν καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Αζωτου ὄρους
and the right wing was discomfited by them, and he pursued after them to the mount Azotus.
右翼便被他們擊潰,他追趕他們直到亞瑣都山。
9:16
καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας καὶ ἐπέστρεψαν κατὰ πόδας Ιουδου καὶ τῶν μετ’ αὐτοῦ ἐκ τῶν ὄπισθεν
And those who were on the left wing saw that the right wing was discomfited, and they turned and followed upon the footsteps of Judas and of those that were with him:
在左翼的人見右翼被擊潰,就轉過來,從後面緊追猶大和跟隨他的人。
9:17
καὶ ἐβαρύνθη πόλεμος καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων
and the battle waxed sore, and many on both parts fell wounded to death.
戰事猛烈起來,雙方都有許多人被殺受傷而死。
9:18
καὶ Ιουδας ἔπεσεν καὶ οἱ λοιποὶ ἔφυγον
And Judas fell, and the rest fled.
猶大陣亡了,其餘的人都逃跑了。
9:19
καὶ ἦρεν Ιωναθαν καὶ Σιμων Ιουδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεϊν
And Jonathan and Simon took Judas their brother, and buried him in the sepulchre of his fathers at Modin.
約拿單和西門把他們的弟兄猶大抬起來,葬在摩丁他列祖的墳墓裡。
9:20
καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον
And they bewailed him, and all Israel made great lamentation for him, and mourned many days, and said,
全以色列為他哀哭,大大悲傷,哀悼了許多日子,說:
9:21
πῶς ἔπεσεν δυνατὸς σῴζων τὸν Ισραηλ
How is the mighty fallen, the savior of Israel!
「拯救以色列的勇士竟然倒下了!」
9:22
καὶ τὰ περισσὰ τῶν λόγων Ιουδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν ὧν ἐποίησεν καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη πολλὰ γὰρ ἦν σφόδρα
And the rest of the acts of Judas, and his wars, and the valiant deeds which he did, and his greatness, they are not written; for they were exceeding many.
猶大其餘的事跡、戰爭、所行的英勇事跡和他的偉大,都沒有記載下來,因為實在太多了。
9:23
καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιουδου ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ισραηλ καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν
And it came to pass after the death of Judas, that the lawless put forth their heads in all the coasts of Israel, and all those who wrought iniquity rose up
猶大死後,不法之徒在以色列各境內抬起頭來,一切作惡的人都興起。
9:24
ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα καὶ αὐτομόλησεν χώρα μετ’ αὐτῶν
(in those days there was an exceeding great famine), and the country went over with them.
在那些日子,有極大的飢荒,本地的人就背叛投靠了他們。
9:25
καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας
And Bacchides chose out the ungodly men, and made them lords of the country.
巴基德揀選了那些不敬虔的人,立他們作那地的主管。
9:26
καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς φίλους Ιουδου καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς
And they sought out and searched for the friends of Judas, and brought them to Bacchides, and he took vengeance on them, and used them despitefully.
他們查訪搜尋猶大的朋友,把他們帶到巴基德那裡,巴基德就向他們報復,戲弄他們。
9:27
καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ Ισραηλ ἥτις οὐκ ἐγένετο ἀφ’ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοῖς
And there was great tribulation in Israel, such as was not since the time that no prophet appeared to them.
以色列中有大患難,是自從先知絕跡以來所未曾有過的。
9:28
καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι Ιουδου καὶ εἶπον τῷ Ιωναθαν
And all the friends of Judas were gathered together, and they said to Jonathan,
猶大一切的朋友都聚集起來,對約拿單說:
9:29
ἀφ’ οὗ ἀδελφός σου Ιουδας τετελεύτηκεν καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν καὶ εἰσελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν
Since your brother Judas has died, we have no man like him to go forth against our enemies and Bacchides, and among them of our nation that hate us.
「自從你的弟兄猶大去世以後,我們再沒有像他那樣的人,能出能入地對抗我們的仇敵和巴基德,以及我們本族中恨惡我們的人。
9:30
νῦν οὖν σὲ ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ’ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν
Now therefore we have chosen you this day to be our prince and leader in his stead, that you may fight our battles.
如今我們今日揀選你接替他,作我們的領袖和首領,為我們爭戰。」
9:31
καὶ ἐπεδέξατο Ιωναθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ Ιουδου τοῦ ἀδελφοῦ αὐτοῦ
And Jonathan took the governance upon him at that time, and rose up in the stead of his brother Judas.
約拿單那時就接受了領導之職,接續他的弟兄猶大興起。
9:32
καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι
And Bacchides knew it, and he sought to kill him.
巴基德知道了,就尋索要殺他。
9:33
καὶ ἔγνω Ιωναθαν καὶ Σιμων ἀδελφὸς αὐτοῦ καὶ πάντες οἱ μετ’ αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωε καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ασφαρ
And Jonathan, and Simon his brother, and all that were with him, knew it; and they fled into the wilderness of Tekoah, and encamped by the water of the pool Asphar.
約拿單和他的弟兄西門,並一切跟隨他的人,知道了,就逃往提哥亞的曠野,在亞斯法池的水邊安營。
9:34
καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ιορδάνου
And Bacchides knew it on the Sabbath day, and came, he and all his army, over Jordan.
巴基德在安息日知道了這事,就帶著他全軍渡過約旦河。
9:35
καὶ ἀπέστειλεν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσεν τοὺς Ναβαταίους φίλους αὐτοῦ τοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν
And Jonathan sent his brother, a leader of the multitude, and implored his friends the Nabathaeans, that they might leave with them their baggage, which was much.
約拿單差他的弟兄作羣眾的首領,去懇求他的朋友拿巴提人,準他們把眾多的輜重寄存在那裡。
9:36
καὶ ἐξῆλθον οἱ υἱοὶ Ιαμβρι οἱ ἐκ Μηδαβα καὶ συνέλαβον Ιωαννην καὶ πάντα ὅσα εἶχεν καὶ ἀπῆλθον ἔχοντες
And the children of Jambri came out of Medaba, and took John, and all that he had, and went their way with it.
米底巴的雅米利子孫出來,拿住了約翰和他所有的一切,帶著就走了。
9:37
μετὰ τοὺς λόγους τούτους ἀπήγγειλαν Ιωναθαν καὶ Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι υἱοὶ Ιαμβρι ποιοῦσιν γάμον μέγαν καὶ ἄγουσιν τὴν νύμφην ἀπὸ Ναδαβαθ θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χανααν μετὰ παραπομπῆς μεγάλης
But after these things they brought word to Jonathan and Simon his brother, that the children of Jambri were making a great marriage, and were bringing the bride from Nadabath with a great train, a daughter of one of the great nobles of Canaan.
這些事以後,有人報告約拿單和他的弟兄西門,說雅米利子孫正在舉行盛大的婚禮,要從拿大巴用浩大的儀仗迎娶新婦,就是迦南一個大貴族的女兒。
9:38
καὶ ἐμνήσθησαν τοῦ αἵματος Ιωαννου τοῦ ἀδελφοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους
And they remembered John their brother, and went up, and hid themselves under the covert of the mountain:
他們記起弟兄約翰被殺流血的事,就上去藏在山的隱蔽處。
9:39
καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή καὶ νυμφίος ἐξῆλθεν καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν
and they lifted up their eyes, and saw, and, behold, a great ado and much baggage: and the bridegroom came forth, and his friends and his kindred, to meet them with timbrels, and minstrels, and many weapons.
他們舉目觀看,見有喧嚷的人羣和許多輜重,新郎和他的朋友弟兄都出來,帶著鼓、樂器和許多兵器迎接迎親隊伍。
9:40
καὶ ἐξανέστησαν ἐπ’ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτούς καὶ ἔπεσον τραυματίαι πολλοί καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν
And they rose up against them from their ambush, and killed them, and many fell wounded to death, and the remnant fled into the mountain, and they took all their spoils.
他們就從埋伏處起來攻擊他們,殺了他們,許多人被殺受傷而死,其餘的逃到山上。他們奪取了他們一切的擄物。
9:41
καὶ μετεστράφη γάμος εἰς πένθος καὶ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον
And the marriage was turned into mourning, and the voice of their minstrels into lamentation.
婚禮就變為悲哀,他們奏樂的聲音變為哀歌。
9:42
καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ Ιορδάνου
And they avenged fully the blood of their brother, and turned back to the marsh of Jordan
他們為弟兄的血徹底報了仇,就回到約旦河的沼澤那邊去。
9:43
καὶ ἤκουσεν Βακχίδης καὶ ἦλθεν τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ Ιορδάνου ἐν δυνάμει πολλῇ
And Bacchides heard it, and he came on the Sabbath day to the banks of Jordan with a great army.
巴基德聽見了,就在安息日帶著大軍來到約旦河岸。
9:44
καὶ εἶπεν Ιωναθαν τοῖς παρ’ αὐτοῦ ἀναστῶμεν δὴ καὶ πολεμήσωμεν περὶ τῶν ψυχῶν ἡμῶν οὐ γάρ ἐστιν σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν
And Jonathan said to his company, Let us stand up now and fight for our lives, for it is not with us today, as yesterday and the day before.
約拿單對跟隨他的人說:「如今讓我們起來,為自己的性命爭戰,因為今日的情勢不像昨日和前日。
9:45
ἰδοὺ γὰρ πόλεμος ἐξ ἐναντίας καὶ ἐξόπισθεν ἡμῶν τὸ δὲ ὕδωρ τοῦ Ιορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός οὐκ ἔστιν τόπος τοῦ ἐκκλῖναι
For, behold, the battle is before us and behind us; moreover the water of the Jordan is on this side and on that side, and marsh and wood; and there is no place to escape.
看哪,戰事在我們前面又在我們後面,約旦河的水又在我們左右兩邊,還有沼澤和樹林,沒有可逃避的地方。
9:46
νῦν οὖν κεκράξατε εἰς τὸν οὐρανόν ὅπως διασωθῆτε ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν
Now therefore cry to heaven, that you⌃ may be delivered out of the hand of your enemies.
如今你們要向天呼求,好叫你們得救脫離仇敵的手。」
9:47
καὶ συνῆψεν πόλεμος καὶ ἐξέτεινεν Ιωναθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην καὶ ἐξέκλινεν ἀπ’ αὐτοῦ εἰς τὰ ὀπίσω
And the battle was joined, and Jonathan stretched forth his hand to strike Bacchides, and he turned away back from him.
於是雙方交戰。約拿單伸手要擊殺巴基德,巴基德卻退避,往後退去。
9:48
καὶ ἐνεπήδησεν Ιωναθαν καὶ οἱ μετ’ αὐτοῦ εἰς τὸν Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν καὶ οὐ διέβησαν ἐπ’ αὐτοὺς τὸν Ιορδάνην
And Jonathan and those who were with him leapt into the Jordan, and swam over to the other side: and they did not pass over Jordan against them.
約拿單和跟隨他的人跳進約旦河,游到對岸去,敵人沒有渡過約旦河來追擊他們。
9:49
ἔπεσον δὲ παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας
And there fell of Bacchides’ company that day about a thousand men;
那日巴基德那邊倒下了約一千人。
9:50
καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ Ιουδαίᾳ τὸ ὀχύρωμα τὸ ἐν Ιεριχω καὶ τὴν Αμμαους καὶ τὴν Βαιθωρων καὶ τὴν Βαιθηλ καὶ τὴν Θαμναθα Φαραθων καὶ τὴν Τεφων ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς
and he returned to Jerusalem. And they built strong cities in Judea, the stronghold that was in Jericho, and Emmaus, and Bethhoron, and Bethel, and Timnath, Pharathon, and Tephon, with high walls and gates and bars.
巴基德回到耶路撒冷。他們在猶大建造堅固的城邑,就是耶利哥的堡壘、以馬忤斯、伯和崙、伯特利、亭拿、法拉頓和提豐,都建有高牆、城門和門閂。
9:51
καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ Ισραηλ
And in them he set a garrison, to vex Israel.
他在這些城裡設了駐軍,要苦待以色列。
9:52
καὶ ὠχύρωσεν τὴν πόλιν τὴν Βαιθσουραν καὶ Γαζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων
And he fortified the city Bethsura, and Gazara, and the citadel, and put forces in them, and store of food.
他又鞏固了伯夙城、基色和堡壘,在裡面安置軍隊,儲備糧食。
9:53
καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ιερουσαλημ ἐν φυλακῇ
And he took the sons of the chief men of the country for hostages, and put them in ward in the citadel at Jerusalem.
他又取了那地首領的兒子作人質,把他們囚在耶路撒冷的堡壘裡。
9:54
καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ τῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας καὶ καθεῖλεν τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν
And in the hundred and fifty and third year, in the second month, Alcimus commanded to pull down the wall of the inner court of the sanctuary; he pulled down also the works of the prophets;
一百五十三年二月,亞基母下令拆毀聖所內院的牆,他拆毀了眾先知的工程,動手拆毀。
9:55
ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ καὶ παρελύθη καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ
and he began to pull down. At that time was Alcimus stricken, and his works were hindered; and his mouth was stopped, and he was taken with a palsy, and he could no more speak anything and give order concerning his house.
那時,亞基母被擊打,他的工程就停頓了;他的口被封住,他癱瘓了,再也不能說話,也不能立遺囑安排家事。
9:56
καὶ ἀπέθανεν Ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης
And Alcimus died at that time with great torment.
亞基母就在那時極其痛苦地死了。
9:57
καὶ εἶδεν Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ ἡσύχασεν γῆ Ιουδα ἔτη δύο
And Bacchides saw that Alcimus was dead, and he returned to the king: and the land of Judah had rest two years.
巴基德見亞基母死了,就回到王那裡去。猶大地便得享平靜兩年。
9:58
καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες ἰδοὺ Ιωναθαν καὶ οἱ παρ’ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιθότες νῦν οὖν ἀνάξομεν τὸν Βακχίδην καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ
And all the lawless men took counsel, saying, Behold, Jonathan and they of his part are dwelling at ease, and in security: now therefore we will bring Bacchides, and he shall lay hands on them all in one night.
一切不法之徒商議說:「看哪,約拿單和跟隨他的人安然居住,毫無防備。如今讓我們把巴基德招來,叫他一夜之間把他們全都拿住。」
9:59
καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ
And they went and consulted with him.
他們就去與他商議。
9:60
καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάθρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ ὅπως συλλάβωσιν τὸν Ιωναθαν καὶ τοὺς μετ’ αὐτοῦ καὶ οὐκ ἠδύναντο ὅτι ἐγνώσθη βουλὴ αὐτῶν
And he removed, and came with a great army, and sent letters privily to all his confederates that were in Judea, that they should lay hands on Jonathan and those that were with him: and they could not, because their counsel was known to them.
巴基德起程,率領大軍前來,又暗中差信給他在猶大一切的盟友,要他們拿住約拿單和跟隨他的人。他們卻不能得手,因為他們的計謀被人知道了。
9:61
καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς
And those who were of Jonathan’s part laid hands on about fifty of the men of the country, that were authors of the wickedness, and he killed them.
約拿單那邊的人拿住了本地居民中作惡的首領約五十人,把他們殺了。
9:62
καὶ ἐξεχώρησεν Ιωναθαν καὶ Σιμων καὶ οἱ μετ’ αὐτοῦ εἰς Βαιθβασι τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησεν τὰ καθῃρημένα αὐτῆς καὶ ἐστερέωσαν αὐτήν
And Jonathan, and Simon, and those who were with him, got them away to Bethbasi, which is in the wilderness, and he built up that which had been pulled down thereof, and they made it strong.
約拿單、西門和跟隨他們的人退到曠野中的伯巴西,重建了那城被拆毀的部分,把它修固了。
9:63
καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς Ιουδαίας παρήγγειλεν
And Bacchides knew it, and he gathered together all his multitude, and sent word to those who were of Judea.
巴基德知道了,就聚集他全部的羣眾,又通知在猶大的盟友。
9:64
καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βαιθβασι καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησεν μηχανάς
And he went and encamped against Bethbasi, and fought against it many days, and made engines of war.
他來到伯巴西安營,攻打了它許多日子,又造了攻城器具。
9:65
καὶ ἀπέλιπεν Ιωναθαν Σιμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἦλθεν ἐν ἀριθμῷ
And Jonathan left his brother Simon in the city, and went forth into the country, and he went with a few men.
約拿單留下他的弟兄西門守城,自己帶著少數人出到鄉間。
9:66
καὶ ἐπάταξεν Οδομηρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρων ἐν τῷ σκηνώματι αὐτῶν καὶ ἤρξαντο τύπτειν καὶ ἀνέβαινον ἐν ταῖς δυνάμεσιν
And he struck Odomera and his kindred, and the children of Phasiron in their tent.
他擊敗了奧多米拉和他的弟兄,並法西崙的子孫,他們都在自己的帳棚裡。約拿單開始擊殺他們,並率軍上去。
9:67
καὶ Σιμων καὶ οἱ μετ’ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς
And they began to strike them, and to go up with their forces. And Simon and those who were with him went out of the city, and set on fire the engines of war,
西門和跟隨他的人從城裡出來,放火焚燒攻城器具,
9:68
καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην καὶ συνετρίβη ὑπ’ αὐτῶν καὶ ἔθλιβον αὐτὸν σφόδρα ὅτι ἦν βουλὴ αὐτοῦ καὶ ἔφοδος αὐτοῦ κενή
and fought against Bacchides, and he was discomfited by them, and they afflicted him sore; for his counsel was in vain, and his inroad.
與巴基德交戰。巴基德被他們擊潰,他們重重地困苦他,因為他的計謀和進攻都成了徒然。
9:69
καὶ ὠργίσθη ἐν θυμῷ τοῖς ἀνδράσιν τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν καὶ ἀπέκτεινεν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ
And they were very angry with the lawless men that gave him counsel to come into the country, and they killed many of them. And he took counsel to depart into his own land.
巴基德向那些慫恿他進入此地的不法之徒大發烈怒,殺了他們許多人,然後決意回自己的本地去。
9:70
καὶ ἐπέγνω Ιωναθαν καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν
And Jonathan had knowledge thereof, and sent ambassadors to him, to the end that they should make peace with him, and that he should restore to them the captives.
約拿單知道了,就差使者去見他,要與他講和,並要他歸還所擄去的人。
9:71
καὶ ἐπεδέξατο καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ
And he accepted the thing, and did according to his words, and sware to him that he would not seek his hurt all the days of his life.
他接受了,照約拿單的話而行,並向他起誓,終身不再尋索加害於他。
9:72
καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς Ιουδα καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν
And he restored to him the captives which he had taken aforetime out of the land of Judah, and he returned and departed into his own land, and came not any more into their borders.
他把從前從猶大地擄去的人歸還約拿單,就轉身回自己的本地去,不再來進犯他們的境界。
9:73
καὶ κατέπαυσεν ῥομφαία ἐξ Ισραηλ καὶ ᾤκησεν Ιωναθαν ἐν Μαχμας καὶ ἤρξατο Ιωναθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισεν τοὺς ἀσεβεῖς ἐξ Ισραηλ
And the sword ceased from Israel. And Jonathan lived at Michmash; and Jonathan began to judge the people; and he destroyed the ungodly out of Israel.
於是刀劍從以色列止息了。約拿單住在密抹,開始審理百姓,從以色列中除滅不敬虔的人。
← ch. 8ch. 10 →
12345678910111213141516