📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 1 Maccabees

1 Maccabees 15

Greek original · 41 verses · some words can be tapped for a gloss

← ch. 14ch. 16 →
📖 This chapter exists in 2 other originals — side by side (Vulgate, Apocrypha)
15:1
καὶ ἀπέστειλεν Ἀντίοχος υἱὸς Δημητρίου τοῦ βασιλέως ἐπιστολὰς ἀπὸ τῶν νήσων τῆς θαλάσσης Σιμωνι ἱερεῖ καὶ ἐθνάρχῃ τῶν Ιουδαίων καὶ παντὶ τῷ ἔθνει
And Antiochus son of Demetrius the king sent letters from the isles of the sea to Simon the priest and governor of the Jews, and to all the nation;
底米丟王的兒子安提阿古從海島寄信給祭司、猶太人領袖西門和全民族;
15:2
καὶ ἦσαν περιέχουσαι τὸν τρόπον τοῦτον βασιλεὺς Ἀντίοχος Σίμωνι ἱερεῖ μεγάλῳ καὶ ἐθνάρχῃ καὶ ἔθνει Ιουδαίων χαίρειν
and the contents thereof were after this manner: King Antiochus to Simon the chief priest and governor, and to the nation of the Jews, greeting:
信的內容如下:「安提阿古王問候大祭司、領袖西門和猶太民族。
15:3
ἐπεί τινες λοιμοὶ κατεκράτησαν τῆς βασιλείας τῶν πατέρων ἡμῶν βούλομαι δὲ ἀντιποιήσασθαι τῆς βασιλείας ὅπως ἀποκαταστήσω αὐτὴν ὡς ἦν τὸ πρότερον ἐξενολόγησα δὲ πλῆθος δυνάμεων καὶ κατεσκεύασα πλοῖα πολεμικά
Forasmuch as certain pestilent fellows have made themselves masters of the kingdom of our fathers, but my purpose is to claim the kingdom, that I may restore it as it was before; and moreover I have raised a multitude of foreign soldiers, and have prepared ships of war;
既然有些卑劣之徒奪取了我們列祖之國的權柄,我定意要收回這國,使它復原如初。我已招募了大批軍隊,預備了戰船,
15:4
βούλομαι δὲ ἐκβῆναι κατὰ τὴν χώραν ὅπως μετέλθω τοὺς κατεφθαρκότας τὴν χώραν ἡμῶν καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τῇ βασιλείᾳ μου
moreover I am minded to land in the country, that I may punish those who have destroyed our country, and those who have made many cities in the kingdom desolate:
並且定意要在那地登陸,懲罰那些毀壞我們國土、使我國中許多城邑荒涼的人。
15:5
νῦν οὖν ἵστημί σοι πάντα τὰ ἀφέματα ἀφῆκάν σοι οἱ πρὸ ἐμοῦ βασιλεῖς καὶ ὅσα ἄλλα δόματα ἀφῆκάν σοι
Now therefore I confirm to you all the exactions which the kings that were before me remitted to you, and whatever gifts besides they remitted to you:
如今我確認在我以前的列王免除你們的一切賦稅,以及他們所免除你們的別的款項。
15:6
καὶ ἐπέτρεψά σοι ποιῆσαι κόμμα ἴδιον νόμισμα τῇ χώρᾳ σου
and I give you leave to coin money for your country with your own stamp,
我又準你為你的地鑄造刻有你自己印記的貨幣。
15:7
Ιερουσαλημ δὲ καὶ τὰ ἅγια εἶναι ἐλεύθερα καὶ πάντα τὰ ὅπλα ὅσα κατεσκεύασας καὶ τὰ ὀχυρώματα ᾠκοδόμησας ὧν κρατεῖς μενέτω σοι
but that Jerusalem and the sanctuary should be free: and all the arms that you have prepared, and the strongholds that you have built, which you have in your possession, let them remain to you:
耶路撒冷和聖所要得自由;你所預備的一切兵器,並你所建造、現今佔有的堡壘,仍歸你所有。
15:8
καὶ πᾶν ὀφείλημα βασιλικὸν καὶ τὰ ἐσόμενα βασιλικὰ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον ἀφιέσθω σοι
and everything owing to the king, and the things that shall be owing to the king from henceforth and for evermore, let them be remitted to you:
凡欠王的款項,以及從今以後直到永遠應欠王的款項,都免除歸你。
15:9
ὡς δ’ ἂν κρατήσωμεν τῆς βασιλείας ἡμῶν δοξάσομέν σε καὶ τὸ ἔθνος σου καὶ τὸ ἱερὸν δόξῃ μεγάλῃ ὥστε φανερὰν γενέσθαι τὴν δόξαν ὑμῶν ἐν πάσῃ τῇ γῇ
moreover, when we shall have established our kingdom, we will glorify you and your nation and the temple with great glory, so that your glory shall be made manifest in all the earth.
我們鞏固了國權之後,必使你、你的民族和聖殿大得榮耀,叫你們的榮耀顯揚於全地。」
15:10
ἔτους τετάρτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν Ἀντίοχος εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ καὶ συνῆλθον πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις ὥστε ὀλίγους εἶναι σὺν Τρύφωνι
In the hundred and seventy and fourth year went Antiochus forth into the land of his fathers; and all the forces came together to him, so that there were few men with Tryphon.
一百七十四年,安提阿古進入他列祖之地,眾軍隊都聚集到他那裡,以致跟隨特來風的人很少。
15:11
καὶ ἐδίωξεν αὐτὸν Ἀντίοχος καὶ ἦλθεν εἰς Δωρα φεύγων τὴν ἐπὶ θαλάσσης
And king Antiochus pursued him, and he came, as he fled, to Dor, which is by the sea:
安提阿古王追趕他,他就逃往海邊的多珥。
15:12
ᾔδει γὰρ ὅτι ἐπισυνῆκται ἐπ’ αὐτὸν τὰ κακά καὶ ἀφῆκαν αὐτὸν αἱ δυνάμεις
for he knew that troubles were come upon him all at once, and that his forces had forsaken him.
因為他知道禍患一齊臨到他身上,他的軍隊也已離棄他。
15:13
καὶ παρενέβαλεν Ἀντίοχος ἐπὶ Δωρα καὶ σὺν αὐτῷ δώδεκα μυριάδες ἀνδρῶν πολεμιστῶν καὶ ὀκτακισχιλία ἵππος
And Antiochus encamped against Dor, and with him a hundred and twenty thousand men of war, and eight thousand horse.
安提阿古安營攻打多珥,跟隨他的有十二萬戰士和八千騎兵。
15:14
καὶ ἐκύκλωσεν τὴν πόλιν καὶ τὰ πλοῖα ἀπὸ θαλάσσης συνῆψαν καὶ ἔθλιβε τὴν πόλιν ἀπὸ τῆς γῆς καὶ τῆς θαλάσσης καὶ οὐκ εἴασεν οὐδένα ἐκπορεύεσθαι οὐδὲ εἰσπορεύεσθαι
And he compassed the city round about, and the ships joined in the attack from the sea; and he vexed the city by land and sea, and suffered no man to go out or in.
他四圍圍住那城,船隻也從海上夾攻,他從陸地海上困住那城,不許任何人出入。
15:15
καὶ ἦλθεν Νουμήνιος καὶ οἱ παρ’ αὐτοῦ ἐκ Ῥώμης ἔχοντες ἐπιστολὰς τοῖς βασιλεῦσιν καὶ ταῖς χώραις ἐν αἷς ἐγέγραπτο τάδε
And Numenius and his company came from Rome, having letters to the kings and to the countries, wherein were written these things:
努米紐和他的同伴從羅馬回來,帶著給列王和各地的書信,信上寫著這些話:
15:16
Λεύκιος ὕπατος Ῥωμαίων Πτολεμαίῳ βασιλεῖ χαίρειν
Lucius, consul of the Romans, to king Ptolemy, greeting:
「羅馬執政官路求問候托勒密王。
15:17
οἱ πρεσβευταὶ τῶν Ιουδαίων ἦλθον πρὸς ἡμᾶς φίλοι ἡμῶν καὶ σύμμαχοι ἀνανεούμενοι τὴν ἐξ ἀρχῆς φιλίαν καὶ συμμαχίαν ἀπεσταλμένοι ἀπὸ Σιμωνος τοῦ ἀρχιερέως καὶ τοῦ δήμου τῶν Ιουδαίων
The Jews’ ambassadors came to us as our friends and confederates, to renew the old friendship and confederacy, being sent from Simon the high priest, and from the people of the Jews:
猶太人的使者,就是我們的朋友和盟友,奉大祭司西門和猶太民眾的差派,前來重申從前的友誼和盟約。
15:18
ἤνεγκαν δὲ ἀσπίδα χρυσῆν ἀπὸ μνῶν χιλίων
moreover they brought a shield of gold of a thousand pound.
他們又帶來一面重一千彌拿的金盾。
15:19
ἤρεσεν οὖν ἡμῖν γράψαι τοῖς βασιλεῦσιν καὶ ταῖς χώραις ὅπως μὴ ἐκζητήσωσιν αὐτοῖς κακὰ καὶ μὴ πολεμήσωσιν αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν καὶ τὴν χώραν αὐτῶν καὶ ἵνα μὴ συμμαχῶσιν τοῖς πολεμοῦσιν πρὸς αὐτούς
It pleased us therefore to write to the kings and to the countries, that they should not seek their hurt, nor fight against them, and their cities, and their country, nor be confederates with such as fight against them.
因此我們認為當寫信給列王和各地,叫他們不可謀害猶太人,不可攻擊他們、他們的城邑和他們的地,也不可與攻打他們的人結盟。
15:20
ἔδοξεν δὲ ἡμῖν δέξασθαι τὴν ἀσπίδα παρ’ αὐτῶν
Moreover it seemed good to us to receive the shield of them.
我們又認為當收下他們所獻的盾。
15:21
εἴ τινες οὖν λοιμοὶ διαπεφεύγασιν ἐκ τῆς χώρας αὐτῶν πρὸς ὑμᾶς παράδοτε αὐτοὺς Σιμωνι τῷ ἀρχιερεῖ ὅπως ἐκδικήσῃ αὐτοὺς κατὰ τὸν νόμον αὐτῶν
If therefore any pestilent fellows have fled from their country to you, deliver them to Simon the high priest, that he may take vengeance on them according to their law.
所以,若有卑劣之徒從他們的地逃到你們那裡,你們要把他們交給大祭司西門,好叫他照他們的律法向他們施行報應。」
15:22
καὶ ταὐτὰ ἔγραψεν Δημητρίῳ τῷ βασιλεῖ καὶ Ἀττάλῳ καὶ Ἀριαράθῃ καὶ Ἀρσάκῃ
And the same things wrote he to Demetrius the king, and to Attalus, and to Arathes, and to Arsaces,
他又把同樣的話寫給底米丟王、亞他羅、亞利亞拉提和亞撒西,
15:23
καὶ εἰς πάσας τὰς χώρας καὶ Σαμψάμῃ καὶ Σπαρτιάταις καὶ εἰς Δῆλον καὶ εἰς Μύνδον καὶ εἰς Σικυῶνα καὶ εἰς τὴν Καρίαν καὶ εἰς Σάμον καὶ εἰς τὴν Παμφυλίαν καὶ εἰς Λυκίαν καὶ εἰς Ἁλικαρνασσὸν καὶ εἰς Ῥόδον καὶ εἰς Φασηλίδα καὶ εἰς Κῶ καὶ εἰς Σίδην καὶ εἰς Ἄραδον καὶ Γόρτυναν καὶ Κνίδον καὶ Κύπρον καὶ Κυρήνην
and to all the countries, and to Sampsames, and to the Spartans, and to Delos, and to Myndos, and to Sicyon, and to Caria, and to Samos, and to Pamphylia, and to Lycia, and to Halicarnassus, and to Rhodes, and to Phaselis, and to Cos, and to Side, and to Aradus, and Gortyna, and Cnidus, and Cyprus, and Cyrene.
以及一切地方,並參薩米、斯巴達人、提洛、米恩多、西居昂、迦利亞、撒摩、旁非利亞、呂家、哈利甲拿索、羅底、法瑟裏、哥士、西底、亞拉度、革哩底的革耳田、革尼土、居比路和古利奈。
15:24
τὸ δὲ ἀντίγραφον τούτων ἔγραψαν Σιμωνι τῷ ἀρχιερεῖ
But the copy hereof they wrote to Simon the high priest.
這書信的抄本他們也寫給大祭司西門。
15:25
ἀντίοχος δὲ βασιλεὺς παρενέβαλεν ἐπὶ Δωρα ἐν τῇ δευτέρᾳ προσάγων διὰ παντὸς αὐτῇ τὰς χεῖρας καὶ μηχανὰς ποιούμενος καὶ συνέκλεισεν τὸν Τρύφωνα τοῦ ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι
But Antiochus the king encamped against Dor the second day, bringing his forces up to it continually, and making engines of war, and he shut up Tryphon from going in or out.
安提阿古王第二日安營攻打多珥,不斷向城進兵,製造攻城器具,把特來風圍困起來,不許他出入。
15:26
καὶ ἀπέστειλεν αὐτῷ Σιμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχῆσαι αὐτῷ καὶ ἀργύριον καὶ χρυσίον καὶ σκεύη ἱκανά
And Simon sent him two thousand chosen men to fight on his side; and silver, and gold, and instruments of war in abundance.
西門差派二千精兵去幫助他作戰,又送去銀子、金子和許多兵器。
15:27
καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασθαι ἀλλὰ ἠθέτησεν πάντα ὅσα συνέθετο αὐτῷ τὸ πρότερον καὶ ἠλλοτριοῦτο αὐτῷ
And he would not receive them, but set at nothing all the covenants which he had made with him aforetime, and was estranged from him.
他卻不肯收受,反倒廢棄了從前與西門所立的一切約定,與他疏遠。
15:28
καὶ ἀπέστειλεν πρὸς αὐτὸν Ἀθηνόβιον ἕνα τῶν φίλων αὐτοῦ κοινολογησόμενον αὐτῷ λέγων ὑμεῖς κατακρατεῖτε τῆς Ιοππης καὶ Γαζαρων καὶ τῆς ἄκρας τῆς ἐν Ιερουσαλημ πόλεις τῆς βασιλείας μου
And he sent to him Athenobius, one of his Friends, to commune with him, saying, You⌃ hold possession of Joppa and Gazara, and the citadel that is in Jerusalem, cities of my kingdom.
他差他的一個朋友亞提挪比去見西門,與他會談,說:「你們佔據了約帕、基色和耶路撒冷的堡壘,這些都是我國的城邑。
15:29
τὰ ὅρια αὐτῶν ἠρημώσατε καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς καὶ ἐκυριεύσατε τόπων πολλῶν ἐν τῇ βασιλείᾳ μου
The borders thereof you⌃ have wasted, and done great hurt in the land, and got the dominion of many places in my kingdom.
你們使這些地的境界荒涼,在那地大行毀壞,又在我國中佔據了許多地方。
15:30
νῦν οὖν παράδοτε τὰς πόλεις ἃς κατελάβεσθε καὶ τοὺς φόρους τῶν τόπων ὧν κατεκυριεύσατε ἐκτὸς τῶν ὁρίων τῆς Ιουδαίας
Now therefore deliver up the cities which you⌃ have taken, and the tributes of the places whereof you⌃ have gotten dominion without the borders of Judea:
如今你們要交還所佔據的城邑,並你們在猶大境外所佔據各地的賦稅,
15:31
εἰ δὲ μή δότε ἀντ’ αὐτῶν πεντακόσια τάλαντα ἀργυρίου καὶ τῆς καταφθορᾶς ἧς κατεφθάρκατε καὶ τῶν φόρων τῶν πόλεων ἄλλα τάλαντα πεντακόσια εἰ δὲ μή παραγενόμενοι ἐκπολεμήσομεν ὑμᾶς
or else give me for them five hundred talents of silver; and for the harm that you⌃ have done, and the tributes of the cities, other five hundred talents: or else we will come and subdue you.
否則,你們就要為這些城賠償五百他連得銀子,又為你們所造成的毀壞和各城的賦稅另賠五百他連得;不然,我們就來攻打你們。」
15:32
καὶ ἦλθεν Ἀθηνόβιος φίλος τοῦ βασιλέως εἰς Ιερουσαλημ καὶ εἶδεν τὴν δόξαν Σιμωνος καὶ κυλικεῖον μετὰ χρυσωμάτων καὶ ἀργυρωμάτων καὶ παράστασιν ἱκανὴν καὶ ἐξίστατο καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τοῦ βασιλέως
And Athenobius the king’s Friend came to Jerusalem; and he saw the glory of Simon, and the cupboard of gold and silver vessels, and his great attendance, and he was amazed; and he reported to him the king’s words.
王的朋友亞提挪比來到耶路撒冷,看見西門的榮耀、陳列金銀器皿的櫥櫃和盛大的排場,就驚奇不已。他把王的話告訴西門,
15:33
καὶ ἀποκριθεὶς Σιμων εἶπεν αὐτῷ οὔτε γῆν ἀλλοτρίαν εἰλήφαμεν οὔτε ἀλλοτρίων κεκρατήκαμεν ἀλλὰ τῆς κληρονομίας τῶν πατέρων ἡμῶν ὑπὸ δὲ ἐχθρῶν ἡμῶν ἀκρίτως ἔν τινι καιρῷ κατεκρατήθη
And Simon answered, and said to him, We have neither taken other men’s land, nor have we possession of that which appertains to others, but of the inheritance of our fathers; howbeit, it was had in possession of our enemies wrongfully for a certain time.
西門回答他說:「我們既沒有奪取別人的地,也沒有佔據別人的產業,乃是我們列祖的基業,不過一時被我們的仇敵無理地佔據罷了。
15:34
ἡμεῖς δὲ καιρὸν ἔχοντες ἀντεχόμεθα τῆς κληρονομίας τῶν πατέρων ἡμῶν
But we, having opportunity, hold fast the inheritance of our fathers.
如今我們既得了機會,就堅守我們列祖的基業。
15:35
περὶ δὲ Ιοππης καὶ Γαζαρων ὧν αἰτεῖς αὗται ἐποίουν ἐν τῷ λαῷ πληγὴν μεγάλην καὶ τὴν χώραν ἡμῶν τούτων δώσομεν τάλαντα ἑκατόν
But as touching Joppa and Gazara, which you demand, they did great harm among the people throughout our country, we will give a hundred talents for them. And he answered him not a word,
至於你所索取的約帕和基色,這兩座城曾在我們的百姓中、在我們的地上大行傷害,我們願為它們給一百他連得。」亞提挪比一句話也不回答他,
15:36
καὶ οὐκ ἀπεκρίθη αὐτῷ λόγον ἀπέστρεψεν δὲ μετὰ θυμοῦ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τούτους καὶ τὴν δόξαν Σιμωνος καὶ πάντα ὅσα εἶδεν καὶ ὠργίσθη βασιλεὺς ὀργὴν μεγάλην
but returned in a rage to the king, and reported to him these words, and the glory of Simon, and all that he had seen: and the king was exceeding angry.
卻氣忿忿地回到王那裡,把這些話、西門的榮耀和他所看見的一切都報告王。王就大發烈怒。
15:37
τρύφων δὲ ἐμβὰς εἰς πλοῖον ἔφυγεν εἰς Ὀρθωσίαν
But Tryphon embarked on board a ship, and fled to Orthosia.
特來風卻登船逃往俄多西亞去了。
15:38
καὶ κατέστησεν βασιλεὺς τὸν Κενδεβαῖον ἐπιστράτηγον τῆς παραλίας καὶ δυνάμεις πεζικὰς καὶ ἱππικὰς ἔδωκεν αὐτῷ
And the king appointed Cendebaeus chief captain of the sea coast, and gave him forces of foot and horse:
王立堅得比烏作沿海的主帥,把步兵和騎兵交給他,
15:39
καὶ ἐνετείλατο αὐτῷ παρεμβάλλειν κατὰ πρόσωπον τῆς Ιουδαίας καὶ ἐνετείλατο αὐτῷ οἰκοδομῆσαι τὴν Κεδρων καὶ ὀχυρῶσαι τὰς πύλας καὶ ὅπως πολεμῇ τὸν λαόν δὲ βασιλεὺς ἐδίωκε τὸν Τρύφωνα
and he commanded him to encamp before Judea, and he commanded him to build up Kidron, and to fortify the gates, and that he should fight against the people: but the king pursued Tryphon.
吩咐他在猶大對面安營,又吩咐他建造基底崙,鞏固城門,攻打那百姓。王自己卻去追趕特來風。
15:40
καὶ παρεγενήθη Κενδεβαῖος εἰς Ιάμνειαν καὶ ἤρξατο τοῦ ἐρεθίζειν τὸν λαὸν καὶ ἐμβατεύειν εἰς τὴν Ιουδαίαν καὶ αἰχμαλωτίζειν τὸν λαὸν καὶ φονεύειν
And Cendebaeus came to Jamnia, and began to provoke the people, and to invade Judea, and to take the people captive, and to kill them.
堅得比烏來到雅麥尼亞,開始挑釁那百姓,侵犯猶大,擄掠百姓,殺戮他們。
15:41
καὶ ᾠκοδόμησεν τὴν Κεδρων καὶ ἀπέταξεν ἐκεῖ ἱππεῖς καὶ δυνάμεις ὅπως ἐκπορευόμενοι ἐξοδεύωσιν τὰς ὁδοὺς τῆς Ιουδαίας καθὰ συνέταξεν αὐτῷ βασιλεύς
And he built Kidron, and set horsemen there, and forces of foot, to the end that issuing out they might make outroads upon the ways of Judea, according as the king commanded him.
他建造了基底崙,在那裡駐紮騎兵和軍隊,使他們出去在猶大的路上巡擊,正如王所吩咐他的。
← ch. 14ch. 16 →
12345678910111213141516