📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 2 Kings

2 Kings 2

Greek original · 25 verses · some words can be tapped for a gloss

← ch. 1ch. 3 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
2:1
καὶ ἐγένετο ἐν τῷ ἀνάγειν κύριον τὸν Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη Ηλιου καὶ Ελισαιε ἐκ Γαλγαλων
When Yahweh was about to take Elijah up by a whirlwind into heaven, Elijah went with Elisha from Gilgal.
耶和華要用旋風接以利亞升天的時候,以利亞與以利沙從吉甲前往。
2:2
καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε κάθου δὴ ἐνταῦθα ὅτι κύριος ἀπέσταλκέν με ἕως Βαιθηλ καὶ εἶπεν Ελισαιε ζῇ κύριος καὶ ζῇ ψυχή σου εἰ καταλείψω σε καὶ ἦλθον εἰς Βαιθηλ
Elijah said to Elisha, “Please wait here, for Yahweh has sent me as far as Bethel.” Elisha said, “As Yahweh lives, and as your soul lives, I will not leave you.” So they went down to Bethel.
以利亞對以利沙說:「耶和華差我往伯特利去,你可以在這裏等候。」以利沙說:「我指着永生的耶和華,又敢在你面前起誓,我必不離開你。」於是二人下到伯特利。
2:3
καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθηλ πρὸς Ελισαιε καὶ εἶπον πρὸς αὐτόν εἰ ἔγνως ὅτι κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου καὶ εἶπεν κἀγὼ ἔγνωκα σιωπᾶτε
The sons of the prophets who were at Bethel came out to Elisha, and said to him, “Do you know that Yahweh will take away your master from over you today?” He said, “Yes, I know it. Hold your peace.”
住伯特利的先知門徒出來見以利沙,對他說:「耶和華今日要接你的師傅離開你,你知道不知道?」他說:「我知道,你們不要作聲。」
2:4
καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε κάθου δὴ ἐνταῦθα ὅτι κύριος ἀπέσταλκέν με εἰς Ιεριχω καὶ εἶπεν Ελισαιε ζῇ κύριος καὶ ζῇ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἦλθον εἰς Ιεριχω
Elijah said to him, “Elisha, please wait here, for Yahweh has sent me to Jericho.” He said, “As Yahweh lives, and as your soul lives, I will not leave you.” So they came to Jericho.
以利亞對以利沙說:「耶和華差遣我往耶利哥去,你可以在這裏等候。」以利沙說:「我指着永生的耶和華,又敢在你面前起誓,我必不離開你。」於是二人到了耶利哥。
2:5
καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ιεριχω πρὸς Ελισαιε καὶ εἶπαν πρὸς αὐτόν εἰ ἔγνως ὅτι σήμερον λαμβάνει κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου καὶ εἶπεν καί γε ἐγὼ ἔγνων σιωπᾶτε
The sons of the prophets who were at Jericho came near to Elisha, and said to him, “Do you know that Yahweh will take away your master from over you today?” He answered, “Yes, I know it. Hold your peace.”
住耶利哥的先知門徒就近以利沙,對他說:「耶和華今日要接你的師傅離開你,你知道不知道?」他說:「我知道,你們不要作聲。」
2:6
καὶ εἶπεν αὐτῷ Ηλιου κάθου δὴ ὧδε ὅτι κύριος ἀπέσταλκέν με ἕως τοῦ Ιορδάνου καὶ εἶπεν Ελισαιε ζῇ κύριος καὶ ζῇ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἐπορεύθησαν ἀμφότεροι
Elijah said to him, “Please wait here, for Yahweh has sent me to the Jordan.” He said, “As Yahweh lives, and as your soul lives, I will not leave you.” Then they both went on.
以利亞對以利沙說:「耶和華差遣我往約旦河去,你可以在這裏等候。」以利沙說:「我指着永生的耶和華,又敢在你面前起誓,我必不離開你。」於是二人一同前往。
2:7
καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ιορδάνου
Fifty men of the sons of the prophets went and stood opposite them at a distance; and they both stood by the Jordan.
有先知門徒去了五十人,遠遠地站在他們對面;二人在約旦河邊站住。
2:8
καὶ ἔλαβεν Ηλιου τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησεν καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ
Elijah took his mantle, and rolled it up, and struck the waters; and they were divided here and there, so that they both went over on dry ground.
以利亞將自己的外衣捲起來,用以打水,水就左右分開,二人走乾地而過。
2:9
καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ηλιου εἶπεν πρὸς Ελισαιε αἴτησαι τί ποιήσω σοι πρὶν ἀναλημφθῆναί με ἀπὸ σοῦ καὶ εἶπεν Ελισαιε γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ’ ἐμέ
When they had gone over, Elijah said to Elisha, “Ask what I shall do for you, before I am taken from you.” Elisha said, “Please let a double portion of your spirit be on me.”
過去之後,以利亞對以利沙說:「我未曾被接去離開你,你要我為你做甚麼,只管求我。」以利沙說:「願感動你的靈加倍地感動我。」
2:10
καὶ εἶπεν Ηλιου ἐσκλήρυνας τοῦ αἰτήσασθαι ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ καὶ ἔσται σοι οὕτως καὶ ἐὰν μή οὐ μὴ γένηται
He said, “You have asked a hard thing. If you see me when I am taken from you, it will be so for you; but if not, it will not be so.”
以利亞說:「你所求的難得。雖然如此,我被接去離開你的時候,你若看見我,就必得着;不然,必得不着了。」
2:11
καὶ ἐγένετο αὐτῶν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων καὶ ἀνελήμφθη Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν
As they continued on and talked, behold, a chariot of fire and horses of fire separated them; and Elijah went up by a whirlwind into heaven.
他們正走着說話,忽有火車火馬將二人隔開,以利亞就乘旋風升天去了。
2:12
καὶ Ελισαιε ἑώρα καὶ ἐβόα πάτερ πάτερ ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτοῦ καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα
Elisha saw it, and he cried, “My father, my father, the chariots of Israel and its horsemen!” He saw him no more. Then he took hold of his own clothes and tore them in two pieces.
以利沙看見,就呼叫說:「我父啊!我父啊!以色列的戰車馬兵啊!」以後不再見他了。 於是以利沙把自己的衣服撕為兩片。
2:13
καὶ ὕψωσεν τὴν μηλωτὴν Ηλιου ἔπεσεν ἐπάνωθεν Ελισαιε καὶ ἐπέστρεψεν Ελισαιε καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ιορδάνου
He also took up Elijah’s mantle that fell from him, and went back and stood by the bank of the Jordan.
他拾起以利亞身上掉下來的外衣,回去站在約旦河邊。
2:14
καὶ ἔλαβεν τὴν μηλωτὴν Ηλιου ἔπεσεν ἐπάνωθεν αὐτοῦ καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ οὐ διέστη καὶ εἶπεν ποῦ θεὸς Ηλιου αφφω καὶ ἐπάταξεν τὰ ὕδατα καὶ διερράγησαν ἔνθα καὶ ἔνθα καὶ διέβη Ελισαιε
He took Elijah’s mantle that fell from him, and struck the waters, and said, “Where is Yahweh, the God of Elijah?” When he also had struck the waters, they were divided apart, and Elisha went over.
他用以利亞身上掉下來的外衣打水,說:「耶和華-以利亞的上帝在哪裏呢?」打水之後,水也左右分開,以利沙就過來了。
2:15
καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ιεριχω ἐξ ἐναντίας καὶ εἶπον ἐπαναπέπαυται τὸ πνεῦμα Ηλιου ἐπὶ Ελισαιε καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν
When the sons of the prophets who were at Jericho facing him saw him, they said, “The spirit of Elijah rests on Elisha.” They came to meet him, and bowed themselves to the ground before him.
住耶利哥的先知門徒從對面看見他,就說:「感動以利亞的靈感動以利沙了。」他們就來迎接他,在他面前俯伏於地,
2:16
καὶ εἶπον πρὸς αὐτόν ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου μήποτε ἦρεν αὐτὸν πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ιορδάνῃ ἐφ’ ἓν τῶν ὀρέων ἐφ’ ἕνα τῶν βουνῶν καὶ εἶπεν Ελισαιε οὐκ ἀποστελεῖτε
They said to him, “See now, there are with your servants fifty strong men. Please let them go and seek your master. Perhaps Yahweh’s Spirit has taken him up, and put him on some mountain or into some valley.” He said, “Don’t send them.”
對他說:「僕人們這裏有五十個壯士,求你容他們去尋找你師傅,或者耶和華的靈將他提起來,投在某山某谷。」以利沙說:「你們不必打發人去。」
2:17
καὶ παρεβιάσαντο αὐτὸν ἕως ὅτου ᾐσχύνετο καὶ εἶπεν ἀποστείλατε καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν
When they urged him until he was ashamed, he said, “Send them.” Therefore they sent fifty men; and they searched for three days, but didn’t find him.
他們再三催促他,他難以推辭,就說:「你們打發人去吧!」他們便打發五十人去,尋找了三天,也沒有找着。
2:18
καὶ ἀνέστρεψαν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν Ιεριχω καὶ εἶπεν Ελισαιε οὐκ εἶπον πρὸς ὑμᾶς μὴ πορευθῆτε
They came back to him while he stayed at Jericho; and he said to them, “Didn’t I tell you, ‘Don’t go’?”
以利沙仍然在耶利哥等候他們回到他那裏;他對他們說:「我豈沒有告訴你們不必去嗎?」
2:19
καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ελισαιε ἰδοὺ κατοίκησις τῆς πόλεως ἀγαθή καθὼς κύριος βλέπει καὶ τὰ ὕδατα πονηρὰ καὶ γῆ ἀτεκνουμένη
The men of the city said to Elisha, “Behold, please, the situation of this city is pleasant, as my lord sees; but the water is bad, and the land is barren.”
耶利哥城的人對以利沙說:「這城的地勢美好,我主看見了;只是水惡劣,土產不熟而落。」
2:20
καὶ εἶπεν Ελισαιε λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα καὶ ἔλαβον πρὸς αὐτόν
He said, “Bring me a new jar, and put salt in it.” Then they brought it to him.
以利沙說:「你們拿一個新瓶來,裝鹽給我」;他們就拿來給他。
2:21
καὶ ἐξῆλθεν Ελισαιε εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπεν τάδε λέγει κύριος ἴαμαι τὰ ὕδατα ταῦτα οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη
He went out to the spring of the waters, and threw salt into it, and said, “Yahweh says, ‘I have healed these waters. There shall not be from there any more death or barren wasteland.’”
他出到水源,將鹽倒在水中,說:「耶和華如此說:『我治好了這水,從此必不再使人死,也不再使地土不生產。』」
2:22
καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα Ελισαιε ἐλάλησεν
So the waters were healed to this day, according to Elisha’s word which he spoke.
於是那水治好了,直到今日,正如以利沙所說的。
2:23
καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθηλ καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ ἀνάβαινε φαλακρέ ἀνάβαινε
He went up from there to Bethel. As he was going up by the way, some youths came out of the city and mocked him, and said to him, “Go up, you baldy! Go up, you baldy!”
以利沙從那裏上伯特利去,正上去的時候,有些童子從城裏出來,戲笑他說:「禿頭的上去吧!禿頭的上去吧!」
2:24
καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτὰ καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι κυρίου καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἐξ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας
He looked behind him and saw them, and cursed them in Yahweh’s name. Then two female bears came out of the woods and mauled forty-two of those youths.
他回頭看見,就奉耶和華的名咒詛他們。於是有兩個母熊從林中出來,撕裂他們中間四十二個童子。
2:25
καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν
He went from there to Mount Carmel, and from there he returned to Samaria.
以利沙從伯特利上迦密山,又從迦密山回到撒馬利亞。
← ch. 1ch. 3 →
12345678910111213141516171819202122232425