📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 2 Kings

2 Kings 1

Greek original · 18 verses · some words can be tapped for a gloss

ch. 2 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
1:1
καὶ ἠθέτησεν Μωαβ ἐν Ισραηλ μετὰ τὸ ἀποθανεῖν Αχααβ
Moab rebelled against Israel after the death of Ahab.
亞哈死後,摩押背叛以色列。
1:2
καὶ ἔπεσεν Οχοζιας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ καὶ ἠρρώστησεν καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπεν πρὸς αὐτούς δεῦτε καὶ ἐπιζητήσατε ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δῑ αὐτοῦ
Ahaziah fell down through the lattice in his upper room that was in Samaria, and was sick. So he sent messengers, and said to them, “Go, inquire of Baal Zebub, the god of Ekron, whether I will recover from this sickness.”
亞哈謝在撒馬利亞,一日從樓上的欄杆裏掉下來,就病了;於是差遣使者說:「你們去問以革倫的神巴力‧西卜,我這病能好不能好。」
1:3
καὶ ἄγγελος κυρίου ἐλάλησεν πρὸς Ηλιου τὸν Θεσβίτην λέγων ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων Οχοζιου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ισραηλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων
But Yahweh’s angel said to Elijah the Tishbite, “Arise, go up to meet the messengers of the king of Samaria, and tell them, ‘Is it because there is no God in Israel that you go to inquire of Baal Zebub, the god of Ekron?
但耶和華的使者對提斯比人以利亞說:「你起來,去迎着撒馬利亞王的使者,對他們說:『你們去問以革倫神巴力‧西卜,豈因以色列中沒有上帝嗎?』
1:4
καὶ οὐχ οὕτως ὅτι τάδε λέγει κύριος κλίνη ἐφ’ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ’ αὐτῆς ὅτι ἐκεῖ θανάτῳ ἀποθανῇ καὶ ἐπορεύθη Ηλιου καὶ εἶπεν πρὸς αὐτούς
Now therefore Yahweh says, “You will not come down from the bed where you have gone up, but you will surely die.”’” Then Elijah departed.
所以耶和華如此說:『你必不下你所上的床,必定要死!』」以利亞就去了。
1:5
καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν καὶ εἶπεν πρὸς αὐτούς τί ὅτι ἐπεστρέψατε
The messengers returned to him, and he said to them, “Why is it that you have returned?”
使者回來見王,王問他們說:「你們為甚麼回來呢?」
1:6
καὶ εἶπαν πρὸς αὐτόν ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπεν πρὸς ἡμᾶς δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν τάδε λέγει κύριος εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ισραηλ σὺ πορεύῃ ζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων οὐχ οὕτως κλίνη ἐφ’ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ’ αὐτῆς ὅτι θανάτῳ ἀποθανῇ
They said to him, “A man came up to meet us, and said to us, ‘Go, return to the king who sent you, and tell him, “Yahweh says, ‘Is it because there is no God in Israel that you send to inquire of Baal Zebub, the god of Ekron? Therefore you will not come down from the bed where you have gone up, but you will surely die.’”’”
使者回答說:「有一個人迎着我們來,對我們說:『你們回去見差你們來的王,對他說:耶和華如此說,你差人去問以革倫神巴力‧西卜,豈因以色列中沒有上帝嗎?所以你必不下所上的床,必定要死。』」
1:7
καὶ ἐλάλησεν πρὸς αὐτοὺς λέγων τίς κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους
He said to them, “What kind of man was he who came up to meet you and told you these words?”
王問他們說:「迎着你們來告訴你們這話的,是怎樣的人?」
1:8
καὶ εἶπον πρὸς αὐτόν ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ εἶπεν Ηλιου Θεσβίτης οὗτός ἐστιν
They answered him, “He was a hairy man, and wearing a leather belt around his waist.” He said, “It’s Elijah the Tishbite.”
回答說:「他身穿毛衣,腰束皮帶。」王說:「這必是提斯比人以利亞。」
1:9
καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἡγούμενον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἀνέβη καὶ ἦλθεν πρὸς αὐτόν καὶ ἰδοὺ Ηλιου ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καὶ ἐλάλησεν πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ βασιλεὺς ἐκάλεσέν σε κατάβηθι
Then the king sent a captain of fifty with his fifty to him. He went up to him; and behold, he was sitting on the top of the hill. He said to him, “Man of God, the king has said, ‘Come down!’”
於是,王差遣五十夫長,帶領五十人去見以利亞,他就上到以利亞那裏;以利亞正坐在山頂上。五十夫長對他說:「神人哪,王吩咐你下來!」
1:10
καὶ ἀπεκρίθη Ηλιου καὶ εἶπεν πρὸς τὸν πεντηκόνταρχον καὶ εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ
Elijah answered to the captain of fifty, “If I am a man of God, then let fire come down from the sky and consume you and your fifty!” Then fire came down from the sky, and consumed him and his fifty.
以利亞回答說:「我若是神人,願火從天上降下來,燒滅你和你那五十人!」於是有火從天上降下來,燒滅五十夫長和他那五十人。
1:11
καὶ προσέθετο βασιλεὺς καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἀνέβη καὶ ἐλάλησεν πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ τάδε λέγει βασιλεύς ταχέως κατάβηθι
Again he sent to him another captain of fifty with his fifty. He answered him, “Man of God, the king has said, ‘Come down quickly!’”
王第二次差遣一個五十夫長,帶領五十人去見以利亞。五十夫長對以利亞說:「神人哪,王吩咐你快快下來!」
1:12
καὶ ἀπεκρίθη Ηλιου καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ εἰμι καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ
Elijah answered them, “If I am a man of God, then let fire come down from the sky and consume you and your fifty!” Then God’s fire came down from the sky, and consumed him and his fifty.
以利亞回答說:「我若是神人,願火從天上降下來,燒滅你和你那五十人!」於是上帝的火從天上降下來,燒滅五十夫長和他那五十人。
1:13
καὶ προσέθετο βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον πεντηκόνταρχον τρίτον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτὸν πεντηκόνταρχος τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ηλιου καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ ἐντιμωθήτω δὴ ψυχή μου καὶ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου
Again he sent the captain of a third fifty with his fifty. The third captain of fifty went up, and came and fell on his knees before Elijah, and begged him, and said to him, “Man of God, please let my life and the life of these fifty of your servants be precious in your sight.
王第三次差遣一個五十夫長,帶領五十人去。這五十夫長上去,雙膝跪在以利亞面前,哀求他說:「神人哪,願我的性命和你這五十個僕人的性命在你眼前看為寶貴!
1:14
ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτῶν καὶ νῦν ἐντιμωθήτω δὴ ψυχὴ τῶν δούλων σου ἐν ὀφθαλμοῖς σου
Behold, fire came down from the sky and consumed the last two captains of fifty with their fifties. But now let my life be precious in your sight.”
已經有火從天上降下來,燒滅前兩次來的五十夫長和他們各自帶的五十人;現在願我的性命在你眼前看為寶貴!」
1:15
καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Ηλιου καὶ εἶπεν κατάβηθι μετ’ αὐτοῦ μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν καὶ ἀνέστη Ηλιου καὶ κατέβη μετ’ αὐτοῦ πρὸς τὸν βασιλέα
Yahweh’s angel said to Elijah, “Go down with him. Don’t be afraid of him.” Then he arose and went down with him to the king.
耶和華的使者對以利亞說:「你同着他下去,不要怕他!」以利亞就起來,同着他下去見王,
1:16
καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ηλιου τάδε λέγει κύριος τί ὅτι ἀπέστειλας ἀγγέλους ζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων οὐχ οὕτως κλίνη ἐφ’ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ’ αὐτῆς ὅτι θανάτῳ ἀποθανῇ
He said to him, “Yahweh says, ‘Because you have sent messengers to inquire of Baal Zebub, the god of Ekron, is it because there is no God in Israel to inquire of his word? Therefore you will not come down from the bed where you have gone up, but you will surely die.’”
對王說:「耶和華如此說:『你差人去問以革倫神巴力‧西卜,豈因以色列中沒有上帝可以求問嗎?所以你必不下所上的床,必定要死!』」
1:17
καὶ ἀπέθανεν κατὰ τὸ ῥῆμα κυρίου ἐλάλησεν Ηλιου
So he died according to Yahweh’s word which Elijah had spoken. Jehoram began to reign in his place in the second year of Jehoram the son of Jehoshaphat king of Judah, because he had no son.
亞哈謝果然死了,正如耶和華藉以利亞所說的話。因他沒有兒子,他兄弟約蘭接續他作王,正在猶大王約沙法的兒子約蘭第二年。
1:18
καὶ τὰ λοιπὰ τῶν λόγων Οχοζιου ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ καὶ Ιωραμ υἱὸς Αχααβ βασιλεύει ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἔτη δέκα δύο ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ιωσαφατ βασιλέως Ιουδα καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ οὐδὲ ὡς μήτηρ αὐτοῦ καὶ ἀπέστησεν τὰς στήλας τοῦ Βααλ ἃς ἐποίησεν πατὴρ αὐτοῦ καὶ συνέτριψεν αὐτάς πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου Ιεροβοαμ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ’ αὐτῶν καὶ ἐθυμώθη ὀργῇ κύριος εἰς τὸν οἶκον Αχααβ
Now the rest of the acts of Ahaziah which he did, aren’t they written in the book of the chronicles of the kings of Israel?
亞哈謝其餘所行的事都寫在以色列諸王記上。
ch. 2 →
12345678910111213141516171819202122232425