📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 2 Samuel

2 Samuel 21

Greek original · 22 verses · some words can be tapped for a gloss

← ch. 20ch. 22 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
21:1
καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυιδ τρία ἔτη ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ καὶ ἐζήτησεν Δαυιδ τὸ πρόσωπον τοῦ κυρίου καὶ εἶπεν κύριος ἐπὶ Σαουλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία διὰ τὸ αὐτὸν θανάτῳ αἱμάτων περὶ οὗ ἐθανάτωσεν τοὺς Γαβαωνίτας
There was a famine in the days of David for three years, year after year; and David sought the face of Yahweh. Yahweh said, “It is for Saul, and for his bloody house, because he put the Gibeonites to death.”
大衛年間有饑荒,一連三年,大衛就求問耶和華。耶和華說:「這饑荒是因掃羅和他流人血之家殺死基遍人。」
21:2
καὶ ἐκάλεσεν βασιλεὺς Δαυιδ τοὺς Γαβαωνίτας καὶ εἶπεν πρὸς αὐτούς καὶ οἱ Γαβαωνῖται οὐχ υἱοὶ Ισραηλ εἰσίν ὅτι ἀλλ’ ἐκ τοῦ λείμματος τοῦ Αμορραίου καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν αὐτοῖς καὶ ἐζήτησεν Σαουλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς Ισραηλ καὶ Ιουδα
The king called the Gibeonites and said to them (now the Gibeonites were not of the children of Israel, but of the remnant of the Amorites, and the children of Israel had sworn to them; and Saul sought to kill them in his zeal for the children of Israel and Judah);
原來這基遍人不是以色列人,乃是亞摩利人中所剩的;以色列人曾向他們起誓,不殺滅他們,掃羅卻為以色列人和猶大人發熱心,想要殺滅他們。大衛王召了他們來,
21:3
καὶ εἶπεν Δαυιδ πρὸς τοὺς Γαβαωνίτας τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν κυρίου
and David said to the Gibeonites, “What should I do for you? And with what should I make atonement, that you may bless Yahweh’s inheritance?”
問他們說:「我當為你們怎樣行呢?可用甚麼贖這罪,使你們為耶和華的產業祝福呢?」
21:4
καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνῖται οὐκ ἔστιν ἡμῖν ἀργύριον καὶ χρυσίον μετὰ Σαουλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν Ισραηλ καὶ εἶπεν τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν
The Gibeonites said to him, “It is no matter of silver or gold between us and Saul or his house; neither is it for us to put any man to death in Israel.” He said, “I will do for you whatever you say.”
基遍人回答說:「我們和掃羅與他家的事並不關乎金銀,也不要因我們的緣故殺一個以色列人。」大衛說:「你們怎樣說,我就為你們怎樣行。」
21:5
καὶ εἶπαν πρὸς τὸν βασιλέα ἀνὴρ συνετέλεσεν ἐφ’ ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς ὃς παρελογίσατο ἐξολεθρεῦσαι ἡμᾶς ἀφανίσωμεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ισραηλ
They said to the king, “The man who consumed us and who plotted against us, that we should be destroyed from remaining in any of the borders of Israel,
他們對王說:「那從前謀害我們、要滅我們、使我們不得再住以色列境內的人,
21:6
δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ κυρίῳ ἐν Γαβαων Σαουλ ἐκλεκτοὺς κυρίου καὶ εἶπεν βασιλεύς ἐγὼ δώσω
let seven men of his sons be delivered to us, and we will hang them up to Yahweh in Gibeah of Saul, the chosen of Yahweh.” The king said, “I will give them.”
現在願將他的子孫七人交給我們,我們好在耶和華面前,將他們懸掛在耶和華揀選掃羅的基比亞。」王說:「我必交給你們。」
21:7
καὶ ἐφείσατο βασιλεὺς ἐπὶ Μεμφιβοσθε υἱὸν Ιωναθαν υἱοῦ Σαουλ διὰ τὸν ὅρκον κυρίου τὸν ἀνὰ μέσον αὐτῶν ἀνὰ μέσον Δαυιδ καὶ ἀνὰ μέσον Ιωναθαν υἱοῦ Σαουλ
But the king spared Mephibosheth the son of Jonathan the son of Saul, because of Yahweh’s oath that was between them, between David and Jonathan the son of Saul.
王因為曾與掃羅的兒子約拿單指着耶和華起誓結盟,就愛惜掃羅的孫子、約拿單的兒子米非波設,不交出來,
21:8
καὶ ἔλαβεν βασιλεὺς τοὺς δύο υἱοὺς Ρεσφα θυγατρὸς Αια οὓς ἔτεκεν τῷ Σαουλ τὸν Ερμωνι καὶ τὸν Μεμφιβοσθε καὶ τοὺς πέντε υἱοὺς Μιχολ θυγατρὸς Σαουλ οὓς ἔτεκεν τῷ Εσριηλ υἱῷ Βερζελλι τῷ Μοουλαθι
But the king took the two sons of Rizpah the daughter of Aiah, whom she bore to Saul, Armoni and Mephibosheth; and the five sons of Merab the daughter of Saul, whom she bore to Adriel the son of Barzillai the Meholathite.
卻把愛雅的女兒利斯巴給掃羅所生的兩個兒子亞摩尼、米非波設,和掃羅女兒米甲的姊姊給米何拉人巴西萊兒子亞得列所生的五個兒子
21:9
καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι κυρίου καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις ἐν ἀρχῇ θερισμοῦ κριθῶν
He delivered them into the hands of the Gibeonites; and they hanged them on the mountain before Yahweh, and all seven of them fell together. They were put to death in the days of harvest, in the first days, at the beginning of barley harvest.
交在基遍人的手裏。基遍人就把他們,在耶和華面前,懸掛在山上,這七人就一同死亡。被殺的時候正是收割的日子,就是動手割大麥的時候。
21:10
καὶ ἔλαβεν Ρεσφα θυγάτηρ Αια τὸν σάκκον καὶ ἔπηξεν αὑτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν ἕως ἔσταξεν ἐπ’ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ καὶ οὐκ ἔδωκεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ’ αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός
Rizpah the daughter of Aiah took sackcloth and spread it for herself on the rock, from the beginning of harvest until water poured on them from the sky. She allowed neither the birds of the sky to rest on them by day, nor the animals of the field by night.
愛雅的女兒利斯巴用麻布在磐石上搭棚,從動手收割的時候直到天降雨在屍身上的時候,日間不容空中的雀鳥落在屍身上,夜間不讓田野的走獸前來糟踐。
21:11
καὶ ἀπηγγέλη τῷ Δαυιδ ὅσα ἐποίησεν Ρεσφα θυγάτηρ Αια παλλακὴ Σαουλ καὶ ἐξελύθησαν καὶ κατέλαβεν αὐτοὺς Δαν υἱὸς Ιωα ἐκ τῶν ἀπογόνων τῶν γιγάντων
David was told what Rizpah the daughter of Aiah, the concubine of Saul, had done.
有人將掃羅的妃嬪愛雅女兒利斯巴所行的這事告訴大衛。
21:12
καὶ ἐπορεύθη Δαυιδ καὶ ἔλαβεν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν Ιαβις Γαλααδ οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας Βαιθσαν ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν ἡμέρᾳ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαουλ ἐν Γελβουε
So David went and took the bones of Saul and the bones of Jonathan his son from the men of Jabesh Gilead, who had stolen them from the street of Beth Shan, where the Philistines had hanged them in the day that the Philistines killed Saul in Gilboa;
大衛就去,從基列‧雅比人那裏將掃羅和他兒子約拿單的骸骨搬了來(是因非利士人從前在基利波殺掃羅,將屍身懸掛在伯‧珊的街市上,基列‧雅比人把屍身偷了去。)
21:13
καὶ ἀνήνεγκεν ἐκεῖθεν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ συνήγαγεν τὰ ὀστᾶ τῶν ἐξηλιασμένων
and he brought up from there the bones of Saul and the bones of Jonathan his son. They also gathered the bones of those who were hanged.
大衛將掃羅和他兒子約拿單的骸骨從那裏搬了來,又收殮被懸掛七人的骸骨,
21:14
καὶ ἔθαψαν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τῶν ἡλιασθέντων ἐν γῇ Βενιαμιν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κις τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο βασιλεύς καὶ ἐπήκουσεν θεὸς τῇ γῇ μετὰ ταῦτα
They buried the bones of Saul and Jonathan his son in the country of Benjamin in Zela, in the tomb of Kish his father; and they performed all that the king commanded. After that, God answered prayer for the land.
將掃羅和他兒子約拿單的骸骨葬在便雅憫的洗拉,在掃羅父親基士的墳墓裏;眾人行了王所吩咐的。此後上帝垂聽國民所求的。
21:15
καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ Ισραηλ καὶ κατέβη Δαυιδ καὶ οἱ παῖδες αὐτοῦ μετ’ αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων καὶ ἐξελύθη Δαυιδ
The Philistines had war again with Israel; and David went down, and his servants with him, and fought against the Philistines. David grew faint;
非利士人與以色列人打仗;大衛帶領僕人下去,與非利士人接戰,大衛就疲乏了。
21:16
καὶ Ιεσβι ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ραφα καὶ σταθμὸς τοῦ δόρατος αὐτοῦ τριακοσίων σίκλων ὁλκὴ χαλκοῦ καὶ αὐτὸς περιεζωσμένος κορύνην καὶ διενοεῖτο πατάξαι τὸν Δαυιδ
and Ishbibenob, who was of the sons of the giant, the weight of whose spear was three hundred shekels of bronze in weight, he being armed with a new sword, thought he would kill David.
偉人的一個兒子以實‧比諾要殺大衛;他的銅槍重三百舍客勒,又佩着新刀。
21:17
καὶ ἐβοήθησεν αὐτῷ Αβεσσα υἱὸς Σαρουιας καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν τότε ὤμοσαν οἱ ἄνδρες Δαυιδ λέγοντες οὐκ ἐξελεύσῃ ἔτι μεθ’ ἡμῶν εἰς πόλεμον καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον Ισραηλ
But Abishai the son of Zeruiah helped him, and struck the Philistine and killed him. Then the men of David swore to him, saying, “Don’t go out with us to battle any more, so that you don’t quench the lamp of Israel.”
但洗魯雅的兒子亞比篩幫助大衛,攻打非利士人,將他殺死。當日,跟隨大衛的人向大衛起誓說:「以後你不可再與我們一同出戰,恐怕熄滅以色列的燈。」
21:18
καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γεθ μετὰ τῶν ἀλλοφύλων τότε ἐπάταξεν Σεβοχα Αστατωθι τὸν Σεφ τὸν ἐν τοῖς ἐκγόνοις τοῦ Ραφα
After this, there was again war with the Philistines at Gob. Then Sibbecai the Hushathite killed Saph, who was of the sons of the giant.
後來,以色列人在歌伯與非利士人打仗,戶沙人西比該殺了偉人的一個兒子撒弗。
21:19
καὶ ἐγένετο πόλεμος ἐν Γοβ μετὰ τῶν ἀλλοφύλων καὶ ἐπάταξεν Ελεαναν υἱὸς Αριωργιμ Βαιθλεεμίτης τὸν Γολιαθ τὸν Γεθθαῖον καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων
There was again war with the Philistines at Gob, and Elhanan the son of Jaare-Oregim the Bethlehemite killed Goliath the Gittite’s brother, the staff of whose spear was like a weaver’s beam.
又在歌伯與非利士人打仗,伯利恆人雅雷俄珥金的兒子伊勒哈難殺了迦特人歌利亞。這人的槍桿粗如織布的機軸。
21:20
καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ καὶ ἦν ἀνὴρ Μαδων καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ εἴκοσι τέσσαρες ἀριθμῷ καί γε αὐτὸς ἐτέχθη τῷ Ραφα
There was again war at Gath, where there was a man of great stature, who had six fingers on every hand and six toes on every foot, twenty-four in number, and he also was born to the giant.
又在迦特打仗,那裏有一個身量高大的人,手腳都是六指,共有二十四個指頭;他也是偉人的兒子。
21:21
καὶ ὠνείδισεν τὸν Ισραηλ καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σεμεϊ ἀδελφοῦ Δαυιδ
When he defied Israel, Jonathan the son of Shimei, David’s brother, killed him.
這人向以色列人罵陣,大衛的哥哥示米亞的兒子約拿單就殺了他。
21:22
οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γεθ τῷ Ραφα οἶκος καὶ ἔπεσαν ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ
These four were born to the giant in Gath; and they fell by the hand of David and by the hand of his servants.
這四個人是迦特偉人的兒子,都死在大衛和他僕人的手下。
← ch. 20ch. 22 →
123456789101112131415161718192021222324