📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘文新約 › 馬太福音

馬太福音 第 19 章

希臘文原文.30 節.點任一字可看原形、詞法與釋義

← 第 18 章第 20 章 →
📖 這一章另有 2 種原文 —— 並排對照(武加大譯本、吉茲文聖經)
19:1
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.
耶穌說完了這些話,就離開加利利,來到猶太的境界約旦河外。
When Jesus had finished these words, he departed from Galilee and came into the borders of Judea beyond the Jordan.
19:2
καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
有許多人跟着他,他就在那裏把他們的病人治好了。
Great multitudes followed him, and he healed them there.
19:3
Καὶ προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες· εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
有法利賽人來試探耶穌,說:「人無論甚麼緣故都可以休妻嗎?」
Pharisees came to him, testing him and saying, “Is it lawful for a man to divorce his wife for any reason?”
19:4
δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀνέγνωτε ὅτι ποιήσας ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς;
耶穌回答說:「那起初造人的,是造男造女,
He answered, “Haven’t you read that he who made them from the beginning made them male and female,
19:5
καὶ εἶπεν· ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
並且說:『因此,人要離開父母,與妻子連合,二人成為一體。』這經你們沒有念過嗎?
and said, ‘For this cause a man shall leave his father and mother, and shall be joined to his wife; and the two shall become one flesh’?
19:6
ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. οὖν θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.
既然如此,夫妻不再是兩個人,乃是一體的了。所以,上帝配合的,人不可分開。」
So that they are no more two, but one flesh. What therefore God has joined together, don’t let man tear apart.”
19:7
λέγουσιν αὐτῷ· τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι;
法利賽人說:「這樣,摩西為甚麼吩咐給妻子休書,就可以休她呢?」
They asked him, “Why then did Moses command us to give her a certificate of divorce and divorce her?”
19:8
λέγει αὐτοῖς· ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.
耶穌說:「摩西因為你們的心硬,所以許你們休妻,但起初並不是這樣。
He said to them, “Moses, because of the hardness of your hearts, allowed you to divorce your wives, but from the beginning it has not been so.
19:9
λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται.
我告訴你們,凡休妻另娶的,若不是為淫亂的緣故,就是犯姦淫了;有人娶那被休的婦人,也是犯姦淫了。」
I tell you that whoever divorces his wife, except for sexual immorality, and marries another, commits adultery; and he who marries her when she is divorced commits adultery.”
19:10
λέγουσιν αὐτῷ οἱ μαθηταὶ· εἰ οὕτως ἐστὶν αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.
門徒對耶穌說:「人和妻子既是這樣,倒不如不娶。」
His disciples said to him, “If this is the case of the man with his wife, it is not expedient to marry.”
19:11
δὲ εἶπεν αὐτοῖς· οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον, ἀλλ’ οἷς δέδοται.
耶穌說:「這話不是人都能領受的,惟獨賜給誰,誰才能領受。
But he said to them, “Not all men can receive this saying, but those to whom it is given.
19:12
εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. δυνάμενος χωρεῖν χωρείτω.
因為有生來是閹人,也有被人閹的,並有為天國的緣故自閹的。這話誰能領受就可以領受。」
For there are eunuchs who were born that way from their mother’s womb, and there are eunuchs who were made eunuchs by men; and there are eunuchs who made themselves eunuchs for the Kingdom of Heaven’s sake. He who is able to receive it, let him receive it.”
19:13
Τότε προσηνέχθησαν αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
那時,有人帶着小孩子來見耶穌,要耶穌給他們按手禱告,門徒就責備那些人。
Then little children were brought to him that he should lay his hands on them and pray; and the disciples rebuked them.
19:14
δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός ἐμέ· τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τῶν οὐρανῶν.
耶穌說:「讓小孩子到我這裏來,不要禁止他們;因為在天國的,正是這樣的人。」
But Jesus said, “Allow the little children, and don’t forbid them to come to me; for the Kingdom of Heaven belongs to ones like these.”
19:15
καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.
耶穌給他們按手,就離開那地方去了。
He laid his hands on them, and departed from there.
19:16
Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν· διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον;
有一個人來見耶穌,說:「夫子 ,我該做甚麼善事才能得永生?」
Behold, one came to him and said, “Good teacher, what good thing shall I do, that I may have eternal life?”
19:17
δὲ εἶπεν αὐτῷ, τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ἀγαθός. εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς.
耶穌對他說:「你為甚麼以善事問我呢?只有一位是善的 。你若要進入永生,就當遵守誡命。」
He said to him, “Why do you call me good? No one is good but one, that is, God. But if you want to enter into life, keep the commandments.”
19:18
ποίας; φησίν δὲ Ἰησοῦς εἶπεν· τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις,
他說:「甚麼誡命?」耶穌說:「就是不可殺人;不可姦淫;不可偷盜;不可作假見證;
He said to him, “Which ones?” Jesus said, “‘You shall not murder.’ ‘You shall not commit adultery.’ ‘You shall not steal.’ ‘You shall not offer false testimony.’
19:19
τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
當孝敬父母;又當愛人如己。」
‘Honor your father and your mother.’ And, ‘You shall love your neighbor as yourself.’”
19:20
λέγει αὐτῷ νεανίσκος· πάντα ταῦτα ἐφύλαξα· τί ἔτι ὑστερῶ;
那少年人說:「這一切我都遵守了,還缺少甚麼呢?」
The young man said to him, “All these things I have observed from my youth. What do I still lack?”
19:21
ἔφη αὐτῷ Ἰησοῦς, εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
耶穌說:「你若願意作完全人,可去變賣你所有的,分給窮人,就必有財寶在天上;你還要來跟從我。」
Jesus said to him, “If you want to be perfect, go, sell what you have, and give to the poor, and you will have treasure in heaven; and come, follow me.”
19:22
ἀκούσας δὲ νεανίσκος ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
那少年人聽見這話,就憂憂愁愁地走了,因為他的產業很多。
But when the young man heard this, he went away sad, for he was one who had great possessions.
19:23
δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
耶穌對門徒說:「我實在告訴你們,財主進天國是難的。
Jesus said to his disciples, “Most certainly I say to you, a rich man will enter into the Kingdom of Heaven with difficulty.
19:24
πάλιν δὲ λέγω ὑμῖν ὅτι εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
我又告訴你們,駱駝穿過針的眼,比財主進上帝的國還容易呢!」
Again I tell you, it is easier for a camel to go through a needle’s eye than for a rich man to enter into God’s Kingdom.”
19:25
ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες· τίς ἄρα δύναται σωθῆναι;
門徒聽見這話,就希奇得很,說:「這樣誰能得救呢?」
When the disciples heard it, they were exceedingly astonished, saying, “Who then can be saved?”
19:26
ἐμβλέψας δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ δυνατά πάντα.
耶穌看着他們,說:「在人這是不能的,在上帝凡事都能。」
Looking at them, Jesus said, “With men this is impossible, but with God all things are possible.”
19:27
Τότε ἀποκριθεὶς Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
彼得就對他說:「看哪,我們已經撇下所有的跟從你,將來我們要得甚麼呢?」
Then Peter answered, “Behold, we have left everything and followed you. What then will we have?”
19:28
δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλινγενεσίᾳ, ὅταν καθίσῃ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ αὐτοὶ ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
耶穌說:「我實在告訴你們,你們這跟從我的人,到復興的時候,人子坐在他榮耀的寶座上,你們也要坐在十二個寶座上,審判以色列十二個支派。
Jesus said to them, “Most certainly I tell you that you who have followed me, in the regeneration when the Son of Man will sit on the throne of his glory, you also will sit on twelve thrones, judging the twelve tribes of Israel.
19:29
καὶ πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς ἀδελφὰς πατέρα μητέρα τέκνα ἀγροὺς οἰκίας ἕνεκα τοῦ ἐμοῦ ὀνόματός, πολλαπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.
凡為我的名撇下房屋,或是弟兄、姊妹、父親、母親、 兒女、田地的,必要得着百倍,並且承受永生。
Everyone who has left houses, or brothers, or sisters, or father, or mother, or wife, or children, or lands, for my name’s sake, will receive one hundred times, and will inherit eternal life.
19:30
πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
然而,有許多在前的,將要在後;在後的,將要在前。」
But many will be last who are first, and first who are last.
← 第 18 章第 20 章 →
12345678910111213141516171819202122232425262728