📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘文新約 › 馬太福音

馬太福音 第 28 章

希臘文原文.20 節.點任一字可看原形、詞法與釋義

← 第 27 章
📖 這一章另有 2 種原文 —— 並排對照(武加大譯本、吉茲文聖經)
28:1
Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαριὰμ Μαγδαληνὴ καὶ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον.
安息日將盡,七日的頭一日,天快亮的時候,抹大拉的馬利亞和那個馬利亞來看墳墓。
Now after the Sabbath, as it began to dawn on the first day of the week, Mary Magdalene and the other Mary came to see the tomb.
28:2
καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισεν τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
忽然,地大震動;因為有主的使者從天上下來,把石頭滾開,坐在上面。
Behold, there was a great earthquake, for an angel of the Lord descended from the sky and came and rolled away the stone from the door and sat on it.
28:3
ἦν δὲ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών.
他的相貌如同閃電,衣服潔白如雪。
His appearance was like lightning, and his clothing white as snow.
28:4
ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ὡς νεκροί.
看守的人就因他嚇得渾身亂戰,甚至和死人一樣。
For fear of him, the guards shook, and became like dead men.
28:5
ἀποκριθεὶς δὲ ἄγγελος εἶπεν ταῖς γυναιξίν· μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε.
天使對婦女說:「不要害怕!我知道你們是尋找那釘十字架的耶穌。
The angel answered the women, “Don’t be afraid, for I know that you seek Jesus, who has been crucified.
28:6
οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ, καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο.
他不在這裏,照他所說的,已經復活了。你們來看安放主的地方。
He is not here, for he has risen, just like he said. Come, see the place where the Lord was lying.
28:7
καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε. ἰδοὺ εἶπον ὑμῖν.
快去告訴他的門徒,說他從死裏復活了,並且在你們以先往加利利去,在那裏你們要見他。看哪,我已經告訴你們了。」
Go quickly and tell his disciples, ‘He has risen from the dead, and behold, he goes before you into Galilee; there you will see him.’ Behold, I have told you.”
28:8
καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.
婦女們就急忙離開墳墓,又害怕,又大大地歡喜,跑去要報給他的門徒。
They departed quickly from the tomb with fear and great joy, and ran to bring his disciples word.
28:9
καὶ ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων· χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.
忽然,耶穌遇見她們,說:「願你們平安!」她們就上前抱住他的腳拜他。
As they went to tell his disciples, behold, Jesus met them, saying, “Rejoice!” They came and took hold of his feet, and worshiped him.
28:10
τότε λέγει αὐταῖς Ἰησοῦς· μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, καὶ ἐκεῖ με ὄψονται.
耶穌對她們說:「不要害怕!你們去告訴我的弟兄,叫他們往加利利去,在那裏必見我。」
Then Jesus said to them, “Don’t be afraid. Go tell my brothers that they should go into Galilee, and there they will see me.”
28:11
Πορευομένων δὲ αὐτῶν, ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
她們去的時候,看守的兵有幾個進城去,將所經歷的事都報給祭司長。
Now while they were going, behold, some of the guards came into the city and told the chief priests all the things that had happened.
28:12
καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις,
祭司長和長老聚集商議,就拿許多銀錢給兵丁,說:
When they were assembled with the elders and had taken counsel, they gave a large amount of silver to the soldiers,
28:13
λέγοντες· εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων.
「你們要這樣說:『夜間我們睡覺的時候,他的門徒來,把他偷去了。』
saying, “Say that his disciples came by night and stole him away while we slept.
28:14
καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.
倘若這話被巡撫聽見,有我們勸他,保你們無事。」
If this comes to the governor’s ears, we will persuade him and make you free of worry.”
28:15
οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν· καὶ ἐφημίσθη λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον.
兵丁受了銀錢,就照所囑咐他們的去行。這話就傳說在猶太人中間,直到今日。
So they took the money and did as they were told. This saying was spread abroad among the Jews, and continues until today.
28:16
Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς Ἰησοῦς,
十一個門徒往加利利去,到了耶穌約定的山上。
But the eleven disciples went into Galilee, to the mountain where Jesus had sent them.
28:17
καὶ ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν.
他們見了耶穌就拜他,然而還有人疑惑。
When they saw him, they bowed down to him; but some doubted.
28:18
καὶ προσελθὼν Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
耶穌進前來,對他們說:「天上地下所有的權柄都賜給我了。
Jesus came to them and spoke to them, saying, “All authority has been given to me in heaven and on earth.
28:19
πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,
所以,你們要去,使萬民作我的門徒,奉父、子、聖靈的名給他們施洗 。
Go and make disciples of all nations, baptizing them in the name of the Father and of the Son and of the Holy Spirit,
28:20
διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.
凡我所吩咐你們的,都教訓他們遵守,我就常與你們同在,直到世界的末了。」
teaching them to observe all things that I commanded you. Behold, I am with you always, even to the end of the age.” Amen.
← 第 27 章
12345678910111213141516171819202122232425262728