📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘文新約 › 馬太福音

馬太福音 第 4 章

希臘文原文.25 節.點任一字可看原形、詞法與釋義

← 第 3 章第 5 章 →
📖 這一章另有 2 種原文 —— 並排對照(武加大譯本、吉茲文聖經)
4:1
Τότε Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
當時,耶穌被聖靈引到曠野,受魔鬼的試探。
Then Jesus was led up by the Spirit into the wilderness to be tempted by the devil.
4:2
καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ τεσσεράκοντα νύκτας, ὕστερον ἐπείνασεν.
他禁食四十晝夜,後來就餓了。
When he had fasted forty days and forty nights, he was hungry afterward.
4:3
καὶ προσελθὼν πειράζων εἶπεν αὐτῷ, εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
那試探人的進前來,對他說:「你若是上帝的兒子,可以吩咐這些石頭變成食物。」
The tempter came and said to him, “If you are the Son of God, command that these stones become bread.”
4:4
δὲ ἀποκριθεὶς εἶπεν, γέγραπται, οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.
耶穌卻回答說:「經上記着說: 人活着,不是單靠食物, 乃是靠上帝口裏所出的一切話。」
But he answered, “It is written, ‘Man shall not live by bread alone, but by every word that proceeds out of God’s mouth.’”
4:5
τότε παραλαμβάνει αὐτὸν διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,
魔鬼就帶他進了聖城,叫他站在殿頂 上,
Then the devil took him into the holy city. He set him on the pinnacle of the temple,
4:6
καὶ λέγει αὐτῷ, εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
對他說:「你若是上帝的兒子,可以跳下去,因為經上記着說: 主要為你吩咐他的使者 用手托着你, 免得你的腳碰在石頭上。」
and said to him, “If you are the Son of God, throw yourself down, for it is written, ‘He will command his angels concerning you,’ and, ‘On their hands they will bear you up, so that you don’t dash your foot against a stone.’”
4:7
ἔφη αὐτῷ Ἰησοῦς, πάλιν γέγραπται, οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
耶穌對他說:「經上又記着說:『不可試探主-你的上帝。』」
Jesus said to him, “Again, it is written, ‘You shall not test the Lord, your God.’”
4:8
πάλιν παραλαμβάνει αὐτὸν διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν,
魔鬼又帶他上了一座最高的山,將世上的萬國與萬國的榮華都指給他看,
Again, the devil took him to an exceedingly high mountain, and showed him all the kingdoms of the world and their glory.
4:9
καὶ εἶπεν αὐτῷ, ταῦτά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι.
對他說:「你若俯伏拜我,我就把這一切都賜給你。」
He said to him, “I will give you all of these things, if you will fall down and worship me.”
4:10
τότε λέγει αὐτῷ Ἰησοῦς· ὕπαγε, σατανᾶ· γέγραπται γάρ, κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
耶穌說:「撒但 ,退去吧!因為經上記着說: 當拜主-你的上帝, 單要事奉他。」
Then Jesus said to him, “Get behind me, Satan! For it is written, ‘You shall worship the Lord your God, and you shall serve him only.’”
4:11
τότε ἀφίησιν αὐτὸν διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
於是,魔鬼離了耶穌,有天使來伺候他。
Then the devil left him, and behold, angels came and served him.
4:12
Ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
耶穌聽見約翰下了監,就退到加利利去;
Now when Jesus heard that John was delivered up, he withdrew into Galilee.
4:13
καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ,
後又離開拿撒勒,往迦百農去,就住在那裏。那地方靠海,在西布倫和拿弗他利的邊界上。
Leaving Nazareth, he came and lived in Capernaum, which is by the sea, in the region of Zebulun and Naphtali,
4:14
ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος·
這是要應驗先知以賽亞的話,
that it might be fulfilled which was spoken through Isaiah the prophet, saying,
4:15
γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
說: 西布倫地,拿弗他利地, 就是沿海的路,約旦河外, 外邦人的加利利地-
“The land of Zebulun and the land of Naphtali, toward the sea, beyond the Jordan, Galilee of the Gentiles,
4:16
λαὸς καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.
那坐在黑暗裏的百姓看見了大光; 坐在死蔭之地的人有光發現照着他們。
the people who sat in darkness saw a great light; to those who sat in the region and shadow of death, to them light has dawned.”
4:17
Ἀπὸ τότε ἤρξατο Ἰησοῦς κηρύσσειν καὶ λέγειν, μετανοεῖτε, ἤγγικεν γὰρ βασιλεία τῶν οὐρανῶν.
從那時候,耶穌就傳起道來,說:「天國近了,你們應當悔改!」
From that time, Jesus began to preach, and to say, “Repent! For the Kingdom of Heaven is at hand.”
4:18
Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλεεῖς.
耶穌在加利利海邊行走,看見弟兄二人,就是那稱呼彼得的西門和他兄弟安得烈,在海裏撒網;他們本是打魚的。
Walking by the sea of Galilee, he saw two brothers: Simon, who is called Peter, and Andrew, his brother, casting a net into the sea; for they were fishermen.
4:19
καὶ λέγει αὐτοῖς, δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλεεῖς ἀνθρώπων.
耶穌對他們說:「來跟從我,我要叫你們得人如得魚一樣。」
He said to them, “Come after me, and I will make you fishers for men.”
4:20
οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
他們就立刻捨了網,跟從了他。
They immediately left their nets and followed him.
4:21
Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς.
從那裏往前走,又看見弟兄二人,就是西庇太的兒子雅各和他兄弟約翰,同他們的父親西庇太在船上補網,耶穌就招呼他們,
Going on from there, he saw two other brothers, James the son of Zebedee, and John his brother, in the boat with Zebedee their father, mending their nets. He called them.
4:22
οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
他們立刻捨了船,別了父親,跟從了耶穌。
They immediately left the boat and their father, and followed him.
4:23
Καὶ περιῆγεν ἐν ὅλῃ τῇ Γαλιλαίᾳ, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
耶穌走遍加利利,在各會堂裏教訓人,傳天國的福音,醫治百姓各樣的病症。
Jesus went about in all Galilee, teaching in their synagogues, preaching the Good News of the Kingdom, and healing every disease and every sickness among the people.
4:24
καὶ ἀπῆλθεν ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς.
他的名聲就傳遍了敘利亞。那裏的人把一切害病的,就是害各樣疾病、各樣疼痛的和被鬼附的、癲癇的、癱瘓的,都帶了來,耶穌就治好了他們。
The report about him went out into all Syria. They brought to him all who were sick, afflicted with various diseases and torments, possessed with demons, epileptics, and paralytics; and he healed them.
4:25
καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.
當下,有許多人從加利利、低加坡里、耶路撒冷、猶太、約旦河外來跟着他。
Great multitudes from Galilee, Decapolis, Jerusalem, Judea, and from beyond the Jordan followed him.
← 第 3 章第 5 章 →
12345678910111213141516171819202122232425262728