📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 詩篇註釋

金口若望

詩篇註釋 第 14 章

希臘文原文.265 節.部分字詞可點開查義

← 第 13 章第 15 章 →
14:1
Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. Καὶ τίνος χάριν ψαλμὸς εἰς τὸν βίον εἰσενεχθεὶς μετ' ᾠδῆς ψάλλεται
「像鹿切慕溪水。」以及這篇詩為何被帶進我們的生活中,配著歌調來歌唱。
'As the hart panteth after the fountains of waters.' And for what reason this psalm was brought into our life to be sung with a melody.
14:2
Καὶ περὶ τῆς τοῦ Θεοῦ μακροθυμίας
又論到神的恆久忍耐。
And concerning the long-suffering of God.
14:3
Ὑμεῖς μὲν ἡμᾶς ἐθαυμάζετε πρώην, ὅτε τὸν περὶ τοῦ Μελχισεδὲκ ἐκινήσαμεν λόγον, ἐπὶ τῷ μήκει τῶν εἰρημένων·
前日我們展開關於麥基洗德的講論時,你們著實驚訝於我們所講的冗長;
You indeed marvelled at us the other day, when we set in motion the discourse concerning Melchizedek, at the length of what was said;
14:4
ἐγὼ δὲ ὑμᾶς ἐθαύμαζον ἐπὶ τῇ τῆς ἀκροάσεως προθυμίᾳ τε καὶ συνέσει, καὶ ὅτι μακροτέρου τοῦ λόγου προελθόντος, μέχρι τέλους παρηκολουθήσατε ἡμῖν·
但我這方面卻驚訝於你們,因你們聽道的殷勤與領悟,也因那講論雖然拖得更長,你們仍留心跟隨我們直到末了;
but I for my part marvelled at you, for your eagerness and understanding in listening, and because, though the discourse ran on at greater length, you followed us attentively to the end;
14:5
καίτοι γε οὐ μακρὸς ἦν λόγος μόνον, ἀλλὰ καὶ δυσχέρειαν εἶχε πολλήν
何況那講論不僅冗長,並且含有許多難解之處。
and yet the discourse was not merely long, but also had much difficulty in it.
14:6
Ἀλλ' οὔτε τὸ μῆκος, οὔτε δυσκολία τὴν ὑμετέραν ἤλεγξε προθυμίαν
然而那長度也好,那艱難也好,都未曾使你們的殷勤蒙羞。
But neither the length nor the difficulty put your eagerness to shame.
14:7
Φέρε οὖν ὑμῖν ἀμοιβὴν ἀποδῶμεν ἐκείνου τοῦ πόνου, σαφεστέραν πρὸς ὑμᾶς τήμερον ποιησάμενοι τὴν διάλεξιν
那麼來吧,讓我們為那番勞苦向你們作些回報,就是今日把我們的講論向你們講得更加明白。
Come then, let us render you a recompense for that labour, by making our discourse to you clearer today.
14:8
Οὐδὲ γὰρ ἐπιτείνειν ἀεὶ δεῖ τὴν διάνοιαν τῶν ἀκροατῶν διαῤῥήγνυται γὰρ ταχέως, οὔτε χαλᾷν ἀεὶ καὶ ἀνιέναι·
因為既不當總是把聽眾的心思繃得過緊——那樣心思很快就會斷裂——也不當總是使它鬆弛怠緩;
For neither ought one always to strain the mind of the hearers—for it is quickly broken—nor always to relax and let it slacken;
14:9
καὶ γὰρ ἐντεῦθεν ἀργοτέρα γίνεται πάλιν
因為由這鬆弛,心思反倒又變得更加遲鈍。
for from this too it becomes again the more sluggish.
14:10
Διὸ ποικίλλειν χρὴ τὸ τῆς διδασκαλίας εἶδος, καὶ νῦν μὲν πανηγυρικωτέρων, νῦν δὲ ἀγωνιστικωτέρων ἅπτεσθαι λόγων
因此教導的方式應當有所變化,時而採用較為頌讚性的話語,時而採用較具論戰性的話語。
Wherefore one ought to vary the manner of teaching, and now to lay hold of more festive discourses, now of more contentious ones.
14:11
Ὥσπερ οὖν τότε ἔλεγον, ὅτι οἱ ποιμένες, τῶν λύκων ἐπιόντων τῇ ποίμνῃ, τὴν σύριγγα ἀφέντες, τὴν σφενδόνην μεταχειρίζονται·
正如我當時所說:牧人在豺狼撲向羊群的時候,就放下笛管,改而拿起投石的機弦;
As then I was saying at that time, that shepherds, when the wolves come upon the flock, lay aside the pipe and take the sling in hand;
14:12
οὕτω νῦν δὴ παρελθουσῶν τῶν ἑορτῶν τῶν Ἰουδαϊκῶν, οἳ λύκων ἁπάντων εἰσὶ χαλεπώτεροι, τὴν σφενδόνην πάλιν ἀφέντες, ἐπὶ τὴν σύριγγα ἐπανίωμεν·
照樣,如今猶太人的節期既已過去——他們比一切豺狼都更兇猛——我們就要再放下機弦,回到笛管上來;
so now, the Jewish feasts having passed by—those who are fiercer than all wolves—let us again lay aside the sling and return to the pipe;
14:13
καὶ τοὺς ἀγωνιστικωτέρους ἀναπαύσαντες λόγους, ἑτέρων τινῶν σαφεστέρων ἁψώμεθα, τὴν κιθάραν αὐτὴν τοῦ Δαυῒδ μεταχειριζόμενοι, καὶ τὴν ὑπακοὴν εἰς μέσον ἄγοντες, ἣν ἅπαντες ὑπεψάλαμεν τήμερον
讓那些較具論戰性的話語得以歇息,我們就取用另一些較為明晰的話語,拿起大衛的那把豎琴,把我們今日眾人一同應和唱過的那段和聲帶到眾人中間。
and giving rest to the more contentious discourses, let us lay hold of certain other clearer ones, taking up the very harp of David, and bringing into the midst the response which we all sang together today.
14:14
Τίς οὖν ἐστιν ὑπακοή; Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σὲ, Θεός
那麼這段和聲是甚麼呢?「神啊,像鹿切慕溪水,我的靈魂也這樣切慕你。」
What then is the response? 'As the hart panteth after the fountains of waters, so panteth my soul after Thee, O God.'
14:15
Μᾶλλον δὲ ἀναγκαῖον εἰπεῖν πρῶτον, τίνος ἕνεκεν ψαλμὸς εἰς τὸν βίον εἰσενήνεκται τὸν ἡμέτερον, καὶ μετ' ᾠδῆς μάλιστα αὕτη προφητεία λέγεται
然而更要緊的是先說明:這篇詩為何被帶進我們的生活中,以及這篇預言為何尤其配著歌調被誦唱出來。
But rather it is necessary first to say for what reason this psalm has been brought into our life, and why above all this prophecy is spoken with a melody.
14:16
Τίνος οὖν ἕνεκεν λέγεται μετ' ᾠδῆς, ἄκουσον·
那麼,為什麼說這是要伴著歌唱來吟誦的呢?請聽。
For what reason, then, is it said to be sung with a song? Listen.
14:17
Πολλοὺς τῶν ἀνθρώπων κατιδὼν Θεὸς ῥᾳθυμοτέρους ὄντας, καὶ πρὸς τὴν τῶν πνευματικῶν ἀνάγνωσιν δυσχερῶς ἔχοντας, καὶ τὸν ἐκεῖθεν οὐχ ἡδέως ὑπομένοντας κάματον, ποθεινότερον ποιῆσαι τὸν πόνον βουλόμενος, καὶ τοῦ καμάτου τὴν αἴσθησιν ὑποτεμέσθαι, μελῳδίαν ἀνέμιξε τῇ προφητείᾳ, ἵνα τῷ ῥυθμῷ τοῦ μέλους ψυχαγωγούμενοι πάντες, μετὰ πολλῆς τῆς προθυμίας τοὺς ἱεροὺς ἀναπέμπωσιν αὐτῷ ὕμνους
神看見人中有許多人相當懈怠,對屬靈之事的誦讀感到為難,也不甘願忍受由此而來的勞苦;祂願意使這勞苦更加可喜,並減輕那疲乏之感,便將音樂與預言交織在一起,好叫眾人被曲調的節奏所吸引、心靈得著慰藉,以極大的熱心向祂獻上神聖的頌歌。
God, seeing that many of mankind were rather slothful, and were ill-disposed toward the reading of spiritual things, and did not gladly endure the labour that comes from it, wishing to make the toil more desirable and to cut short the sense of weariness, mingled melody with prophecy, so that all, being charmed in soul by the rhythm of the tune, might with great eagerness send up to him the sacred hymns.
14:18
Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀνίστησι ψυχὴν, καὶ πτεροῖ, καὶ τῆς γῆς ἀπαλλάττει, καὶ τῶν τοῦ σώματος ἀπολύει δεσμῶν, καὶ φιλοσοφεῖν ποιεῖ, καὶ πάντων καταγελᾷν τῶν βιωτικῶν, ὡς μέλος συμφωνίας, καὶ ῥυθμῷ συγκείμενον θεῖον ᾆσμα
因為沒有什麼,實在沒有什麼能像和諧的旋律、按節奏譜成的神聖詩歌那樣,如此地振奮靈魂、給它翅膀、使它脫離塵世、鬆開肉體的捆綁、使它愛慕智慧,並輕看今生一切的事。
For nothing, nothing so uplifts the soul, and gives it wings, and frees it from the earth, and looses it from the bonds of the body, and makes it love wisdom, and laugh to scorn all the things of this life, as concordant melody and a divine song set to rhythm.
14:19
Οὕτω γοῦν ἡμῶν φύσις πρὸς τὰ ᾄσματα καὶ τὰ μέλη ἡδέως ἔχει καὶ οἰκείως, ὡς καὶ τὰ ὑπομάζια παιδία κλαυθμυριζόμενα καὶ δυσχεραίνοντα, οὕτω κατακοιμίζεσθαι
我們的本性對於歌唱和旋律竟是如此地喜愛而親近,以致連吃奶的嬰孩在啼哭煩躁之時,也是這樣被哄入睡的;
So naturally and intimately, indeed, is our nature disposed toward songs and melodies, that even infants at the breast, when they are crying and fretful, are thus lulled to sleep;
14:20
τίτθαι ἐν ταῖς ἀγκάλαις αὐτὰ βαστάζουσαι, πολλάκις ἀπιοῦσαί τε καὶ ἐπανιοῦσαι, καί τινα αὐτοῖς κατεπᾴδουσαι ᾄσματα παιδικὰ, οὕτως αὐτῶν τὰ βλέφαρα κατακοιμίζουσι
因為乳母把他們抱在懷中,時常來回走動,並對他們低唱著某些兒歌,就這樣使他們的眼皮闔上而入睡。
for the nurses, carrying them in their arms and often walking to and fro, and crooning over them certain childish songs, so lull their eyelids to sleep.
14:21
Διὰ τοῦτο καὶ ὁδοιπόροι πολλάκις κατὰ μεσημβρίαν ἐλαύνοντες ὑποζύγια, ᾄδοντες τοῦτο ποιοῦσι, τὴν ἐκ τῆς ὁδοιπορίας ταλαιπωρίαν ταῖς ᾠδαῖς ἐκείναις παραμυθούμενοι
因此,旅人也常在正午趕著馱獸前行時如此行,一面歌唱,用那些歌謠來安慰旅途所帶來的辛勞。
For this reason travellers too, often driving their beasts of burden along at midday, do the same by singing, soothing with those songs the hardship that comes from the journey.
14:22
Οὐχ ὁδοιπόροι δὲ μόνον, ἀλλὰ καὶ γηπόνοι ληνοβατοῦντες, καὶ τρυγῶντες, καὶ ἀμπέλους θεραπεύοντες, καὶ ἄλλο ὁτιοῦν ἐργαζόμενοι, πολλάκις ᾄδουσι
不僅旅人如此,農夫在踩踏酒醡、採收葡萄、照料葡萄園,或作任何別的工的時候,也常常歌唱。
And not travellers only, but husbandmen too, as they tread the winepress, and gather the grapes, and tend the vines, and do any other work whatever, often sing.
14:23
Καὶ ναῦται κωπηλατοῦντες τοῦτο ποιοῦσιν
水手在搖槳時,也是這樣行。
Sailors too, as they ply the oars, do this.
14:24
Ἤδη δὲ καὶ γυναῖκες ἱστουργοῦσαι, καὶ τῇ κερκίδι τοὺς στήμονας συγκεχυμένους διακρίνουσαι, πολλάκις μὲν καὶ καθ' ἑαυτὴν ἑκάστη, πολλάκις δὲ. καὶ συμφώνως ἅπασαι, μίαν τινὰ μελῳδίαν ᾄδουσι
婦女也是如此,她們在織布、用梭子理開纏結的經線時,時常各自獨唱,也時常眾人齊聲合唱某一支曲調。
And women likewise, as they weave and disentangle with the shuttle the tangled threads of the warp, often each one by herself, and often all together in unison, sing some single melody.
14:25
Ποιοῦσι δὲ τοῦτο καὶ γυναῖκες, καὶ ὁδοιπόροι, καὶ γηπόνοι, καὶ ναῦται, τῷ ᾄσματι τὸν ἐκ τῶν ἔργων πόνον παραμυθήσασθαι σπεύδοντες, ὡς τῆς ψυχῆς, εἰ μέλους ἀκούσειε καὶ ᾠδῆς, ῥᾷον ἅπαντα ἐνεγκεῖν δυναμένης τὰ ὀχληρὰ καὶ ἐπίπονα
所以婦女、旅人、農夫和水手都這樣行,力求藉著歌唱來緩解勞作所帶來的辛苦;因為靈魂若聽見曲調與歌聲,就更能容易地承受一切煩擾與勞累之事。
Women, then, and travellers, and husbandmen, and sailors do this, striving by the song to soothe the toil that comes from their labours, since the soul, if it hears a tune and a song, is able more easily to bear all that is troublesome and wearisome.
14:26
Ἐπεὶ οὖν οἰκείως ἡμῖν πρὸς τοῦτο ἔχει τὸ εἶδος τῆς τέρψεως ψυχὴ, ἵνα μὴ πορνικὰ ᾄσματα οἱ δαίμονες εἰσάγοντες, ἅπαντα ἀνατρέπωσι, τοὺς ψαλμοὺς ἐπετείχισεν Θεὸς, ὥστε ὁμοῦ καὶ ἡδονὴν τὸ πρᾶγμα καὶ ὠφέλειαν εἶναι
既然靈魂對這種喜樂如此親近,那麼,為了不叫惡魔藉引入淫穢的歌曲而傾覆一切,神便設立詩篇作為壁壘,使這事既是喜樂又是益處。
Since, then, the soul is so intimately disposed toward this kind of delight, in order that the demons might not, by introducing lewd songs, overturn everything, God set up the psalms as a bulwark, so that the thing might be at once both pleasure and profit.
14:27
Ἀπὸ μὲν γὰρ τῶν ἔξωθεν ᾀσμάτων βλάβη, καὶ ὄλεθρος, καὶ πολλὰ ἂν εἰσαχθείη δεινά·
因為從世俗的歌曲而來的,是傷害、是毀滅,以及許多可怕的禍患;
For from the songs of the outside world there come harm, and ruin, and many dreadful evils;
14:28
τὰ γὰρ ἀσελγέστερα καὶ παρανομώτερα τῶν ᾀσμάτων τούτων τοῖς τῆς ψυχῆς μέρεσιν ἐγγινόμενα, ἀσθενεστέραν αὐτὴν καὶ μαλακωτέραν ποιοῦσιν·
因為這些歌曲中越是放蕩、越是不法的,一旦滲入靈魂的各部分,就使它越發軟弱而萎靡。
for the more licentious and lawless of these songs, entering into the parts of the soul, render it weaker and softer.
14:29
ἀπὸ δὲ τῶν ψαλμῶν τῶν πνευματικῶν πολὺ μὲν τὸ κέρδος, πολλὴ δὲ ὠφέλεια, πολὺς δὲ ἁγιασμὸς, καὶ πάσης φιλοσοφίας ὑπόθεσις γένοιτ' ἂν, τῶν τε ῥημάτων τὴν ψυχὴν ἐκκαθαιρόντων, τοῦ τε ἁγίου Πνεύματος τῇ τὰ τοιαῦτα ψαλλούσῃ ταχέως ἐφιπταμένου ψυχῇ
但從屬靈的詩篇而來的,卻是極大的收益、豐盛的益處、多多的成聖,並能成為一切智慧的根基;因為這些話語潔淨靈魂,聖靈也迅速地降臨在那歌唱此類詩篇的靈魂之上。
But from the spiritual psalms there comes great gain, and much profit, and much sanctification, and they may become a foundation for all wisdom, since the words cleanse the soul, and the Holy Spirit swiftly alights upon the soul that sings such things.
14:30
Ὅτι γὰρ οἱ μετὰ συνέσεως ψάλλοντες τὴν τοῦ Πνεύματος καλοῦσι χάριν, ἄκουσον τί φησιν Παῦλος·
那用悟性歌唱的人,會召來聖靈的恩典;關於這一點,且聽保羅怎麼說:
For that those who sing with understanding call down upon themselves the grace of the Spirit, hear what Paul says:
14:31
Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι
『不要醉酒,酒能使人放蕩;乃要被聖靈充滿。』
Be not drunk with wine, wherein is dissoluteness, but be filled with the Spirit.
14:32
Ἐπήγαγε δὲ καὶ τὸν τρόπον τῆς πληρώσεως
他接著又加上被充滿的方式:
And he went on to add also the manner of the filling:
14:33
Ἄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ
『口唱心和地讚美主。』
Singing and making melody in your hearts to the Lord.
14:34
Τί ἐστιν, Ἐν ταῖς καρδίαις ὑμῶν; Μετὰ συνέσεως, φησίν·
『在你們心裏』是什麼意思呢?他說,就是帶著悟性;
What does 'in your hearts' mean? With understanding, he says;
14:35
ἵνα μὴ τὸ στόμα μὲν λαλῇ τὰ ῥήματα, διάνοια δὲ ἔξω διατρίβῃ πανταχοῦ πλανωμένη, ἀλλ' ἵνα ἀκούῃ ψυχὴ τῆς γλώττης
免得口只是說出言語,而心思卻在外面遊蕩、四處飄流;乃要叫靈魂聽見舌頭所發的聲音。
that the mouth may not merely utter the words while the mind wanders about outside, straying everywhere, but that the soul may hear the tongue.
14:36
Καὶ καθάπερ ἔνθα μὲν βόρβορος, χοῖροι τρέχουσιν·
正如那有污泥之處,豬便奔跑而去;
And just as where there is mire, swine run to it;
14:37
ἔνθα δὲ ἀρώματα καὶ θυμιάματα, μέλιτται κατασκηνοῦσιν·
而那有香料與馨香之處,蜜蜂便安居築巢;
but where there are perfumes and incense, bees make their dwelling;
14:38
οὕτως ἔνθα μὲν ᾄσματα πορνικὰ, δαίμονες ἐπισωρεύονται·
照樣,那有淫穢歌曲之處,惡魔便群集而來;
so where there are lewd songs, demons throng together;
14:39
ἔνθα δὲ μέλη πνευματικὰ, τοῦ Πνεύματος ἐφίπταται χάρις, καὶ τὸ στόμα καὶ τὴν ψυχὴν ἁγιάζει
而那有屬靈旋律之處,聖靈的恩典便降臨,使口與靈魂都成為聖潔。
but where there are spiritual melodies, the grace of the Spirit alights, and sanctifies both the mouth and the soul.
14:40
Ταῦτα λέγω, οὐχ ἵνα ἐπαινῆτε μόνον, ἀλλ' ἵνα καὶ παῖδας καὶ γυναῖκας τὰ τοιαῦτα διδάσκητε ᾄσματα ᾄδειν, οὐκ ἐν ἱστοῖς μόνον, οὐδὲ ἐν τοῖς ἄλλοις ἔργοις, ἀλλὰ μάλιστα ἐν τραπέζῃ
我說這些話,不僅是要你們稱讚,更是要你們教導兒女和妻子唱這樣的歌,不單在織布機旁,也不單在別的工作中,尤其要在餐桌上。
These things I say, not that you may only praise, but that you may also teach your children and wives to sing such songs, not only at the loom, nor in your other tasks, but most of all at the table.
14:41
Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ ἐν συμποσίοις διάβολος ἐφεδρεύει μέθην καὶ ἀδηφαγίαν ἔχων αὐτῷ συμμαχοῦσαν, καὶ γέλωτα ἄτακτον, καὶ ψυχὴν ἀνειμένην, μάλιστα τότε δεῖ καὶ πρὸ τραπέζης, καὶ μετὰ τράπεζαν, ἐπιτειχίζειν αὐτῷ τὴν ἀπὸ τῶν ψαλμῶν ἀσφάλειαν, καὶ κοινῇ μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων ἀναστάντας ἀπὸ τοῦ συμποσίου, τοὺς ἱεροὺς ᾄδειν ὕμνους τῷ Θεῷ
既然魔鬼多半埋伏於宴席之間,有醉酒、貪食作牠的同盟,還有放縱的笑鬧和鬆懈的心靈為伴,那麼尤其在那時,就是在用餐之前和用餐之後,都必須築起從詩篇而來的防護以抵擋牠,並與妻子兒女一同從宴席上起身,向神歌唱神聖的頌歌。
For since the devil for the most part lies in wait at banquets, having drunkenness and gluttony as his allies, and disorderly laughter, and a soul let loose, then above all, both before the meal and after the meal, one must set up against him the safeguard that comes from the psalms, and, rising up in common with wife and children from the banquet, sing sacred hymns to God.
14:42
Εἰ γὰρ Παῦλος μάστιγας ἔχων ἀφορήτους ἐπικειμένας, καὶ ξύλῳ προσδεδεμένος, καὶ δεσμωτήριον οἰκῶν, ἐν μέσῃ νυκτὶ, ὅτε μάλιστα γλυκὺς ὕπνος ἐφίσταται πᾶσι, μετὰ τοῦ Σίλα διετέλει τὸν Θεὸν ὑμνῶν, καὶ οὔτε ἀπὸ τοῦ τόπου, οὔτε ἀπὸ τοῦ καιροῦ, οὔτε ἀπὸ τῆς φροντίδος, οὔτε ἀπὸ τῆς τυραννίδος τοῦ ὕπνου, οὔτε ἀπὸ τῆς ἀλγηδόνος τῶν πόνων ἐκείνων, οὔτε ἄλλοθεν οὐδαμόθεν ἠναγκάσθη καθυφεῖναι τῆς μελῳδίας·
因為保羅既受了難以忍受的鞭打、腳被上了木狗、身居監牢之中,卻在半夜、就是睡眠最甜、臨到眾人的時候,與西拉一同不住地讚美神;他既不因那地方,也不因那時辰,不因種種掛慮,不因睡意的強逼,不因那些苦痛的煎熬,也不因任何別的緣故,被迫停下歌唱;
For if Paul, with unbearable stripes laid upon him, and fastened to the stocks, and dwelling in a prison, in the middle of the night, when sleep is sweetest and comes upon all men, together with Silas continued to hymn God, and neither by the place, nor by the hour, nor by his cares, nor by the tyranny of sleep, nor by the anguish of those pains, nor by anything else whatever was he compelled to relax from the melody;
14:43
πολλῷ μᾶλλον ἡμᾶς εὐφραινομένους, καὶ τῶν ἀγαθῶν ἀπολαύοντας τοῦ Θεοῦ, εὐχαριστηρίους ὕμνους ἀναπέμπειν αὐτῷ χρὴ, ἵνα κἄν τι γένηται παρὰ τῆς μέθης καὶ τῆς ἀδηφαγίας ἄτοπον εἰς τὴν ψυχὴν τὴν ἡμετέραν, τῆς ψαλμῳδίας ἐπεισελθούσης, ἀποπηδήσῃ πάντα
那麼,我們這些歡喜快樂、享受神美善之物的人,就更當向祂獻上感恩的頌歌,好叫若有什麼因醉酒貪食而生的不當之物臨到我們的靈魂,一旦詩歌進入,這一切便都跳離而去;
much more ought we, who rejoice and enjoy the good things of God, to send up to him hymns of thanksgiving, so that if anything unseemly should arise in our soul from drunkenness and gluttony, all of it may leap away when the singing of psalms comes in;
14:44
ἐκεῖνα τὰ ἄτοπα καὶ πονηρὰ βουλεύματα
就是那些不當而邪惡的念頭。
those unseemly and wicked designs.
14:45
Καὶ καθάπερ πολλοὶ τῶν πλουτούντων τὴν σπογγίαν βαλσάμου πλήσαντες οὕτω τὰς τραπέζας ἀπομάσσουσιν, ἵνα εἴ τις ἀπὸ τῶν ἐδεσμά. των γένηται κηλὶς, παρασυρεῖσα καθαρὰν δείξῃ τὴν τράπεζαν·
正如許多富人用香膏浸滿海綿,用它擦拭桌子,好叫若有什麼從食物而來的污漬,都可被抹去,使桌子顯為潔淨;
And just as many of the rich, having filled a sponge with balsam, wipe down their tables therewith, so that if any stain should come from the foods, it may be swept away and show the table clean;
14:46
οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν, ἀντὶ βαλσάμου τὸ στόμα ἐμπλήσαντες μελῳδίας πνευματικῆς, ἵνα εἴ τις ἐγένετο κηλὶς ἀπὸ τῆς ἀδηφαγίας ἐν τῇ ψυχῇ, διὰ τῆς μελῳδίας ἀποσμήξωμεν ἐκείνης, καὶ λέγωμεν κοινῇ στάντες·
我們也當如此行,以屬靈的旋律代替香膏,充滿我們的口,好叫若有什麼因貪食而來的污漬臨到靈魂,我們便可藉那旋律將它擦淨,並一同起立說:
so let us also do, filling our mouth, instead of balsam, with spiritual melody, so that if any stain has come upon the soul from gluttony, we may wipe it clean away by that melody, and say, standing up together:
14:47
Εὔφρανας ἡμᾶς, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιασόμεθα
『耶和華啊,你藉著你的作為叫我們歡喜,我們要因你手所作的歡呼。』
You have made us glad, O Lord, in your work, and in the works of your hands we will rejoice.
14:48
Καὶ εὐχὴ μετὰ τὴν ψαλμῳδίαν προσκείσθω, ἵνα μετὰ τῆς ψυχῆς καὶ τὴν οἰκίαν αὐτὴν ἁγιάζωμεν
又當在詩歌之後加上禱告,好叫我們連同靈魂,也使那房屋本身成為聖潔。
And let a prayer be added after the singing of the psalms, so that together with the soul we may sanctify the house itself.
14:49
Ὥσπερ γὰρ οἱ μίμους, καὶ ὀρχηστὰς, καὶ πόρνας γυναῖκας εἰς τὰ συμπόσια εἰσάγοντες, δαίμονας καὶ τὸν διάβολον ἐκεῖ καλοῦσι, καὶ μυρίων πολέμων τὰς αὑτῶν ἐμπιπλῶσιν οἰκίας ἐντεῦθεν γοῦν ζηλοτυπίαι καὶ μοιχεῖαι καὶ πορνεῖαι καὶ τὰ μυρία δεινά·
因為那些把戲子、舞者和娼妓婦人帶進宴席的人,就是把惡魔和魔鬼召到那裏,使自己的家充滿無數的爭鬥——單從這裏,就生出嫉妒、姦淫、淫亂和無數可怕的事;
For just as those who bring mimes, and dancers, and harlot women into their banquets call demons and the devil in thither, and fill their own houses with countless conflicts—for from this at least come jealousies and adulteries and fornications and countless dreadful things;
14:50
οὕτως οἱ τὸν Δαυῒδ καλοῦντες μετὰ τῆς κιθάρας, ἔνδον τὸν Χριστὸν δι' αὐτοῦ καλοῦσιν
照樣,那些邀請大衛和他的琴進來的人,就是藉著他把基督請到裏面來。
so those who invite David in with his harp, through him invite Christ within.
14:51
Ὅπου δὲ Χριστὸς, δαίμων μὲν οὐδεὶς ἐπεισελθεῖν, μᾶλλον δὲ οὐδὲ παρακύψαι τολμήσειέ ποτε·
凡有基督之處,斷沒有惡魔敢進來——不但如此,甚至連向內窺看也不敢;
And where Christ is, no demon would ever dare to enter in—nay, rather, not even to peep inside;
14:52
εἰρήνη δὲ, καὶ ἀγάπη, καὶ πάντα ὥσπερ ἐκ πηγῶν ἥξει τὰ ἀγαθά
反倒有平安、有愛,以及一切美善之物,如同從泉源湧流而出。
but peace, and love, and all good things will come as if from fountains.
14:53
Ἐκεῖνοι ποιοῦσι θέατρον τὴν οἰκίαν αὐτῶν·
那些人使自己的家成了戲院;
Those men make their house a theatre;
14:54
σὺ ποίησον ἐκκλησίαν τὸ δωμάτιόν σου
但你卻要使你的居室成為教會。
but you, make your chamber a church.
14:55
Ἔνθα γὰρ ψαλμὸς, καὶ εὐχὴ, καὶ προφητῶν χορεία, καὶ διάνοια τῶν ᾀδόντων θεοφιλὴς, οὐκ ἄν τις ἁμάρτοι τὴν σύνοδον ταύτην προσειπὼν ἐκκλησίαν
因為那有詩篇、有禱告、有眾先知的合唱、又有歌唱者敬愛神之心志的地方,人若稱這聚會為教會,斷不會有錯。
For where there is a psalm, and prayer, and the choir of the prophets, and the God-loving disposition of those who sing, no one would err in calling this assembly a church.
14:56
Κἂν μὴ εἰδῇς τὴν δύναμιν τῶν ῥημάτων, αὐτὸ τέως τὸ στόμα παίδευσον τὰ ῥήματα λέγειν
即使你不明白這些話語的能力,至少目前先要操練你的口去說出這些話語。
Even if you do not know the power of the words, at least for the present train your mouth to utter the words.
14:57
Ἁγιάζεται γὰρ καὶ διὰ ῥημάτων γλῶττα, ὅταν μετὰ προθυμίας ταῦτα λέγηται
因為當這些話語帶著熱切被說出來時,舌頭也藉著話語得以成聖。
For the tongue also is sanctified by the words, when they are spoken with eagerness.
14:58
Ἐὰν εἰς ταύτην ἑαυτοὺς καταστήσωμεν τὴν συνήθειαν, οὐδὲ ἑκόντες, οὐδὲ ῥᾳθυμοῦντές ποτε προησόμεθα τὴν καλὴν ταύτην λειτουργίαν, τοῦ ἔθους καὶ ἄκοντας ἡμᾶς ἀναγκάζοντος καθ' ἑκάστην ἡμέραν τὴν καλὴν ταύτην ἐπιτελεῖν λατρείαν
倘若我們使自己養成這樣的習慣,我們就絕不會,無論是甘心情願地,還是因懶散而,捨棄這美好的事奉;因為習慣會催逼我們,即使我們不願意,也要天天完成這美好的敬拜。
If we establish ourselves in this habit, we shall never, neither willingly nor through slothfulness, forsake this noble service, since custom compels us, even against our will, to perform this noble worship day by day.
14:59
Ἐπὶ τῆς μελωδίας ταύτης, κἂν γεγηρακώς τις , κἂν νέος, κἂν δασύφωνος, κἂν ῥυθμοῦ παντὸς ἄπειρος, οὐδὲν ἔγκλημα γίνεται
在這種歌詠中,無論一個人已然年老,還是年少,或是嗓音粗啞,甚至全然不諳任何節律,都無可指摘。
In this kind of melody, though a man be aged, though young, though hoarse of voice, though wholly unskilled in any rhythm, no fault is found.
14:60
Τὸ γὰρ ζητούμενον ἐνταῦθα, ψυχὴ νήφουσα, διεγηγερμένη διάνοια, καρδία κατανενυγμένη, λογισμὸς ἐῤῥωμένος, συνειδὸς ἐκκεκαθαρμένον
因為這裡所尋求的,乃是一個清醒的靈魂、一個警醒的心思、一顆被痛悔刺透的心、一個剛強的思慮、一個徹底潔淨的良心。
For what is sought here is a sober soul, a wakeful mind, a heart pierced with compunction, a steadfast reasoning, a conscience thoroughly cleansed.
14:61
Ἐὰν ταῦτα ἔχων εἰσέλθῃς εἰς τὸν ἅγιον τοῦ Θεοῦ χορὸν, παρ' αὐτὸν δυνήσῃ στῆναι τὸν Δαυΐδ
倘若你帶著這些,進入神的聖潔詩班中,你就能夠站在大衛本人的身旁。
If you enter the holy choir of God possessing these things, you shall be able to stand beside David himself.
14:62
Ἐνταῦθα οὐ χρεία κιθάρας, οὐδὲ νεύρων τεταμένων, οὔτε πλήκτρου καὶ τέχνης, οὐδὲ ὀργάνων τινῶν·
在這裡不需要豎琴,也不需要繃緊的琴弦,不需要撥子與技藝,也不需要任何樂器;
Here there is no need of a harp, nor of stretched strings, nor of a plectrum and skill, nor of any instruments;
14:63
ἀλλ' ἐὰν θέλῃς, σὺ σαυτὸν ἐργάσῃ κιθάραν, νεκρώσας τὰ μέλη τῆς σαρκὸς, καὶ πολλὴν τῷ σώματι πρὸς τὴν ψυχὴν ποιήσας τὴν συμφωνίαν
但只要你願意,你自己就能成為一把豎琴,藉著治死肉體的肢體,並使身體與靈魂之間達成極大的和諧。
but if you will, you yourself shall become a harp, by putting to death the members of the flesh, and by making a great harmony between the body and the soul.
14:64
Ὅταν γὰρ μὴ ἐπιθυμῇ κατὰ τοῦ πνεύματος σὰρξ, ἀλλ' εἴκῃ τοῖς ἐπιτάγμασι τοῖς ἐκείνου, καὶ εἰς πέρας ἄγῃ ταύτην ἐπὶ τὴν ἀρίστην καὶ θαυμαστὴν ὁδὸν, οὕτως ἐργάσῃ μελῳδίαν πνευματικήν
因為當肉體不再與靈相爭,反倒順服靈的命令,並被引向那至善而奇妙的道路時,你便會奏出屬靈的樂章。
For when the flesh does not lust against the spirit, but yields to its commands, and is led onward to the best and wondrous way, then you shall work a spiritual melody.
14:65
Οὐ χρεία τέχνης ἐνταῦθα χρόνῳ μακρῷ κατορθουμένης, ἀλλὰ προαιρέσεως δεῖ γενναίας μόνον, καὶ δεξόμεθα τὴν ἐμπειρίαν ἐν βραχείᾳ καιροῦ ῥοπῇ
這裡不需要經過長久時間才臻於完善的技藝,只需要一個高尚的心志,我們便能在片刻之間領受這本領。
There is no need here of an art perfected over long time, but only of a noble resolve, and we shall receive the skill in a brief moment of time.
14:66
Οὐ χρεία τόπου, οὐ χρεία χρόνου, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ, καὶ ἐν παντὶ καιρῷ ψάλλειν ἔξεστι κατὰ διάνοιαν
不需要特定的地方,也不需要特定的時候,反倒在各處、在各時,都可以在心思中歌唱詩篇。
There is no need of a place, no need of a time, but in every place and at every season it is possible to sing psalms in the mind.
14:67
Κἂν γὰρ ἐν ἀγορᾷ βαδίζῃς, κἂν ἐν ὁδοῖς ᾖς, κἂν φίλοις συνεδρεύῃς, ἔξεστι διεγεῖραι τὴν ψυχὴν, ἔξεστι σιγῶντα βοᾷν
因為無論你行走在市集,還是走在路上,或是與朋友同坐,你都能夠喚醒靈魂,都能夠在靜默中放聲呼求。
For whether you are walking in the marketplace, whether you are on the road, whether you are sitting among friends, it is possible to rouse the soul, it is possible while keeping silence to cry aloud.
14:68
Οὕτω καὶ Μωϋσῆς ἐβόα, καὶ Θεὸς ἤκουσε
摩西也是這樣呼求,神就垂聽了他。
Thus also Moses cried out, and God heard him.
14:69
Κἂν χειροτέχνης ᾖς, ἐν ἐργαστηρίῳ καθήμενος καὶ ἐργαζόμενος, δυνήσῃ ψάλλειν
即使你是個工匠,坐在作坊裡做工,你也能夠歌唱詩篇。
Even if you are a craftsman, sitting in your workshop and working, you shall be able to sing psalms.
14:70
Κἂν στρατιώτης ᾖς, ἐν δικαστηρίῳ προσεδρεύων, δυνήσῃ τὸ αὐτὸ τοῦτο ποιεῖν
即使你是個士兵,在法庭前值勤,你也能夠做這同樣的事。
Even if you are a soldier, attending at the tribunal, you shall be able to do this very thing.
14:71
Ἔξεστι καὶ χωρὶς φωνῆς ψάλλειν, τῆς διανοίας ἔνδον ἠχούσης
即使沒有出聲,也能夠歌唱詩篇,因為心思在內裡發出聲響。
It is possible to sing psalms even without the voice, while the mind sounds within.
14:72
Οὐ γὰρ ἀνθρώποις ψάλλομεν, ἀλλὰ Θεῷ τῷ δυναμένῳ καὶ καρδίας ἀκοῦσαι, καὶ εἰς τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν εἰσελθεῖν
因為我們並非向人歌唱詩篇,乃是向神;祂能夠聽見人心,並能進入我們心思中隱密之處。
For we sing psalms not to men, but to God, who is able both to hear the heart and to enter into the hidden things of our mind.
14:73
Καὶ ταῦτα Παῦλος ἐνδεικνύμενος βοᾷ, λέγων·
保羅為要顯明這事,就放聲說道:
And Paul, making this plain, cries out, saying:
14:74
Αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις
聖靈親自用說不出來的歎息,替我們代求。
The Spirit itself intercedes for us with groanings that cannot be uttered.
14:75
δὲ ἐρευνῶν τὰς καρδίας, εἶδε τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων
那鑒察人心的,曉得聖靈的意思,因為聖靈照著神的旨意替聖徒代求。
And he who searches the hearts knew what is the mind of the Spirit, because it intercedes for the saints according to God.
14:76
Τοῦτο δὲ ἔλεγεν, οὐκ ἐπειδὴ τὸ Πνεῦμα ἐστέναζεν, ἀλλ' ἐπειδὴ οἱ πνευματικοὶ ἄνδρες
他說這話,並不是因為聖靈在歎息,乃是因為那些屬靈的人——
But he said this, not because the Spirit was groaning, but because the spiritual men
14:77
οἱ τὰ χαρίσματα τοῦ Πνεύματος ἔχοντες, ὑπὲρ τῶν πλησίον εὐχόμενοι, καὶ τὰς ἱκετηρίας ἀναφέροντες, μετὰ κατανύξεως καὶ στεναγμῶν τοῦτο ἐποίουν
就是那些擁有聖靈恩賜的人,為著鄰舍禱告,獻上懇求,帶著痛悔與歎息行這事。
those who have the gifts of the Spirit, praying on behalf of their neighbours, and offering up their supplications, did this with compunction and groanings.
14:78
Τοῦτο καὶ ἡμεῖς ποιῶμεν, καὶ καθ' ἑκάστην ἡμέραν ἐντυγχάνωμεν τῷ Θεῷ διά τε ψαλμῶν καὶ εὐχῶν
讓我們也如此行,天天藉著詩篇與禱告向神代求。
Let us also do this, and day by day let us intercede with God through both psalms and prayers.
14:79
Ἵνα δὲ μὴ τὰ ῥήματα μόνον προσφέρωμεν, ἀλλὰ τὴν δύναμιν αὐτὴν εἰδῶμεν τῶν ῥήσεων, φέρε, τὸ προοίμιον αὐτὸ τοῦ ψαλμοῦ εἰς μέσον ἀγάγωμεν
但為使我們不僅獻上話語,更能明白這些話語本身的能力,來吧,讓我們把這篇詩篇的引言提出來,擺在眾人面前。
But that we may not merely offer the words, but may know the very power of the sayings, come, let us bring the very prelude of the psalm into our midst.
14:80
Τί οὖν ἐστι τὸ προοίμιον; Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σὲ, Θεός
那麼引言是甚麼呢?「神啊,我的心切慕你,如鹿切慕溪水。」
What then is the prelude? As the deer longs for the springs of waters, so my soul longs for you, O God.
14:81
Τοιοῦτον τῶν ἐρώντων τὸ ἔθος, μὴ κατέχειν σιγῇ τὸν ἔρωτα, ἀλλ' εἰς τοὺς πλησίον ἐκφέρειν, καὶ λέγειν ὅτι φιλοῦσι
那些相愛之人的習慣正是如此:不將愛藏在靜默中,反倒向鄰舍表露出來,並訴說他們的愛慕。
Such is the custom of those who love, not to keep their love in silence, but to bring it forth to their neighbours, and to say that they love.
14:82
Θερμὸν γάρ τι πρᾶγμα τῆς ἀγάπης φύσις, καὶ σιγῇ στέγειν αὐτὴν οὐκ ἂν ἀνέχοιτο ψυχή
因為就其本性而言,愛乃是一件火熱的事,靈魂斷不能忍受把它掩藏在靜默之中。
For love is by nature something ardent, and the soul could not endure to cover it over in silence.
14:83
Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε Κορινθίοις φιλῶν·
因此保羅出於愛,也對哥林多人說:
For this reason Paul also said to the Corinthians, loving them:
14:84
Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι·
「哥林多人哪,我們向你們的口是張開的;」
Our mouth is open unto you, O Corinthians;
14:85
τουτέστι, Στέγειν καὶ σιγῇ κατέχειν τὴν ἀγάπην οὐ δύναμαι, ἀλλὰ διὰ παντὸς ὑμᾶς, καὶ πανταχοῦ, καὶ ἐπὶ τῆς διανοίας, καὶ ἐπὶ τῆς γλώττης περιφέρω
意思就是:我不能將我的愛遮掩起來,藏在靜默之中,反倒時時、處處,無論在心思裡,還是在舌頭上,都帶著你們。
that is to say, I cannot conceal and keep my love in silence, but I carry you about continually, and everywhere, both in my mind and on my tongue.
14:86
Οὕτω καὶ μακάριος οὗτος φιλῶν τὸν Θεὸν, καὶ καιόμενος ἐν τῷ φιλεῖν, οὐκ ἀνέχεται σιγᾷν, ἀλλὰ ποτὲ μέν φησιν·
這位蒙福的人也是如此,他愛神,並在愛中焚燒,不能忍受緘默,於是他有時說道:
So too this blessed man, loving God and burning in his love, cannot endure to be silent, but at one time says:
14:87
Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σὲ, Θεός·
「神啊,我的心切慕你,如鹿切慕溪水;」
As the deer longs for the springs of waters, so my soul longs for you, O God;
14:88
Θεὸς, Θεός μου, πρὸς σὲ ὀρθρίζω
「神啊,你是我的神,我要切切地尋求你。」
O God, my God, early will I seek you.
14:89
Ἐδίψησέ σε ψυχή μου, ὡς γῆ ἄβατος καὶ ἄνυδρος καὶ ἔρημος
「我的心渴想你,如同無路可行、乾旱荒涼之地。」
My soul thirsted for you, as a land untrodden and waterless and desolate.
14:90
Οὕτω γὰρ ἕτερος τῶν ἑρμηνευτῶν εἶπεν
因為另一位譯者是這樣翻譯的。
For so another of the translators rendered it.
14:91
Ἐπειδὴ γὰρ λόγῳ παραστῆσαι τὸν ἔρωτα οὐκ ἰσχύει, περιέρχεται ζητῶν ὑπόδειγμα, ἵνα κἂν οὕτω τὸ φίλτρον ἡμῖν ἐνδείξηται, καὶ κοινωνοὺς ποιήσῃ τοῦ ἔρωτος
因為他既無力用言語表達他的愛,便四處尋找一個比喻,好叫他至少能藉此向我們顯明他的深情,並使我們也一同分享這愛。
For since he is unable to set forth his love in words, he goes about seeking an example, so that even in this way he may display to us his affection, and make us partakers of his love.
14:92
Πειθώμεθα τοίνυν αὐτῷ, καὶ μάθωμεν οὕτως ἐρᾷν
所以,讓我們聽從他,並學習如此去愛。
Let us therefore be persuaded by him, and let us learn to love in this manner.
14:93
Καὶ πῶς δύναμαι φιλεῖν τὸν Θεὸν ὃν οὐ βλέπω; Καὶ γὰρ πολλοὺς οὐχ ὁρῶντες φιλοῦμεν, οἷον τοὺς ἐν ἀποδημίᾳ φίλους ὄντας ἡμῖν, παῖδας καὶ πατέρας, συγγενεῖς καὶ οἰκείους·
我怎能愛我所看不見的神呢?其實,我們也愛許多我們並未親眼看見的人,例如身處異鄉的朋友,或是兒女與父親,或是親屬與家人;
And how can I love God whom I do not see? Indeed, we love many whom we do not behold, such as friends who are away in a foreign land, or children and fathers, or kinsmen and members of our household;
14:94
καὶ οὐδὲν γίνεται κώλυμα ἐκ τοῦ μὴ ὁρᾷν, ἀλλ' αὐτὸ δὴ τοῦτο μάλιστα ἐκκαίει τὸ φίλτρον, αὔξει τὸν πόθον
並且看不見他們也絲毫不成為攔阻,反倒正是這一點,最能點燃愛慕,增添渴想。
and no hindrance arises from not seeing them, but this very thing above all kindles the affection and increases the longing.
14:95
Διὰ τοῦτο καὶ περὶ Μωϋσέως λέγων Παῦλος, ὅτι καταλιπὼν θησαυροὺς, καὶ πλοῦτον, καὶ βασιλείας περιφάνειαν, καὶ τὴν ἄλλην ἅπασαν λαμπρότητα τὴν ἐν Αἰγύπτῳ, εἵλετο μετὰ τῶν Ἰουδαίων κακουχεῖσθαι·
因此保羅論到摩西時也說,他撇下了財寶、財富、君王的顯赫,以及在埃及的一切其餘的榮華,寧可與猶太人一同受苦;
For this reason Paul also, speaking of Moses, says that having left behind treasures, and wealth, and the splendour of royalty, and all the rest of the magnificence that was in Egypt, he chose rather to be ill-treated together with the Jews;
14:96
εἶτα τὴν αἰτίαν ἡμᾶς διδάσκων, ὅτι δὴ ταῦτα πάντα ἐποίει διὰ τὸν Θεὸν, προσέθηκε·
接著,他教導我們箇中緣由,就是他行這一切都是為了神的緣故,於是又補充說:
Then, teaching us the reason—namely, that he did all these things for the sake of God—he added:
14:97
Τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρει
因為他堅忍持守,如同看見那不能看見的神一般。
For he endured as seeing him who is invisible.
14:98
Οὐχ ὁρᾷς τὸν Θεὸν, ἀλλ' ὁρᾷς τὰ δημιουργήματα, ὁρᾷς αὐτοῦ τὰ ἔργα, οὐρανὸν, καὶ γῆν, καὶ θάλατταν
你看不見神,卻能看見祂所造之物;你看見祂的作為,看見天、地與海。
You do not see God, but you see his creatures; you see his works—heaven, and earth, and sea.
14:99
δὲ φιλῶν, κἂν ἔργον ἴδῃ τοῦ φιλουμένου, κἂν ὑπόδημα, κἂν ἱμάτιον, κἂν ὁτιοῦν ἕτερον, διαθερμαίνεται
然而愛慕之人,縱使只看見所愛之人的一件物品,無論是一雙鞋、一件衣服,或任何別的東西,內心便熱切激動起來。
But one who loves, even if he sees only some belonging of the beloved—whether a sandal, or a garment, or anything else whatever—is inflamed with warmth.
14:100
Οὐχ ὁρᾷς τὸν Θεὸν, ἀλλ' ὁρᾷς αὐτοῦ τοὺς οἰκέτας, τοὺς φίλους, τοὺς ἁγίους. ἄνδρας λέγω καὶ παῤῥησίαν ἔχοντας
你看不見神,卻能看見祂的家僕、祂的朋友、祂的聖徒,我是指那些在祂面前坦然無懼的人。
You do not see God, but you see his household servants, his friends, his saints—I mean men who possess boldness before him.
14:101
Θεράπευσον ἐκείνους νῦν, καὶ ἕξεις τοῦ πόθου παραμυθίαν οὐ τὴν τυχοῦσαν
現今就去服事這些人,你便能為你的渴慕得著非比尋常的慰藉。
Serve those now, and you will obtain no ordinary consolation for your longing.
14:102
Καὶ γὰρ ἐπ' ἀνθρώπων, οὐχὶ τοὺς φίλους ἡμῶν μόνον, ἀλλὰ καὶ τοὺς ὑπ' ἐκείνων φιλουμένους φιλεῖν εἰώθαμεν
因為即便在人與人之間,我們也習慣不僅愛我們的朋友,也愛那些為朋友所愛的人。
For even in the case of human beings, we are accustomed to love not only our friends, but also those who are loved by them.
14:103
Κἂν εἴπῃ τις τῶν ἐρωμένων τῶν ἡμετέρων, ὅτι Τὸν δεῖνα φιλῶ, κἂν ἐκεῖνός τι πάθῃ χρηστὸν, ἐγὼ τῆς εὐεργεσίας ἀπολαύειν νομίζω·
倘若我們所愛的人當中有一位說:「我愛某某人」,那麼當那人蒙受某種善待時,我便認為自己也享受了這份恩惠。
And if one of those we love should say, 'I love so-and-so,' then, should that person receive some kindness, I reckon that I myself enjoy the benefit.
14:104
πάντα ποιοῦμεν καὶ πραγματευόμεθα, ὥσπερ αὐτὸν τὸν ἐρώμενον ὁρῶντες, οὕτω πᾶσαν περὶ ἐκεῖνον ἐπιδείξασθαι σπουδήν
我們竭盡所能、費盡心思,彷彿親眼見著所愛的人一般,向那人顯出我們全部的熱忱。
We do everything and take every pains, just as though we beheld the beloved himself, to display all our eagerness toward that other person.
14:105
Ἔξεστι τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ κατορθῶσαι νῦν
如今在基督的事上,我們也能成就這同樣的事。
It is possible to accomplish this same thing now also in the case of Christ.
14:106
Εἶπεν, ὅτι Τοὺς πένητας φιλῶ·
祂已說過:「我愛貧窮的人。」
He has said, 'I love the poor.'
14:107
κἂν οὗτοί τι πάθωσιν ἀγαθὸν, ὡς αὐτὸς ἀπολελαυκὼς, οὕτως ἀποδίδωμι τὴν ἀμοιβήν
倘若這些人得著某種好處,那麼我便如同自己親身享受了一般,如此回報這份恩情。
And if these receive some good, then, as though I myself had enjoyed it, so do I render the recompense.
14:108
Πάντα ποιήσωμεν ὑπὲρ τῆς εἰς αὐτοὺς θεραπείας·
讓我們為服事他們竭盡一切;
Let us do everything for the sake of ministering to them;
14:109
μᾶλλον δὲ πάντα τὰ ὄντα κενώσωμεν εἰς αὐτοὺς, πιστεύοντες διὰ τούτων τὸν Θεὸν τρέφειν
更確切地說,讓我們將所有的一切都傾倒在他們身上,相信藉著這些,我們乃是餵養神自己。
or rather, let us pour out all our possessions upon them, believing that through these we are feeding God himself.
14:110
Ὅτι γὰρ αὐτὸς τρέφεται τούτων τρεφομένων, ἄκουσον τοῦ Χριστοῦ τί φησι·
因為當這些人得著餵養時,祂自己也就得著餵養;且聽基督怎麼說:
For that he himself is fed when these are fed, hear what Christ says:
14:111
Πεινῶντα με γὰρ εἴδετε, φησὶ, καὶ ἐθρέψατε·
祂說:「因為我餓了,你們看見了,就給我吃。」
'For you saw me hungry,' he says, 'and you fed me.'
14:112
καὶ πολλὰς ἡμῖν ἔδωκεν ἀφορμὰς τοῦ παραμυθεῖσθαι τὸν πόθον τὸν ἡμέτερον
祂也賜給我們許多機會,來慰藉我們這份渴慕。
And he has given us many occasions for consoling this longing of ours.
14:113
Ἄλλως δὲ τὸν ἔρωτα τὸν παρ' ἡμῖν τρία ταῦτα ποιεῖν εἴωθεν, εὐμορφία σώματος, εὐεργεσίας μέγεθος, τὸ φιλεῖσθαι παρ' αὐτοῦ
此外,通常有三件事會在我們中間激起愛慕:或是身體的俊美,或是恩惠的浩大,或是為對方所愛。
In other respects, three things are wont to produce love among us: either beauty of body, or greatness of benefaction, or being loved by the other.
14:114
Τούτων γὰρ ἕκαστον αὐτὸ καθ' ἑαυτὸ δύναται ἐμποιεῖν φίλτρον ἡμῖν
因為這其中的每一樣,單憑自身,都足以在我們裡面生出愛慕之情。
For each of these, of itself and by itself, is able to engender in us a love-charm.
14:115
Κἂν γὰρ μηδὲν ὦμεν εὖ παθόντες παρά τινος, ἀκούωμεν δὲ, ὅτι φιλῶν ἡμᾶς διατελεῖ, ἐπαινῶν ἡμᾶς
因為即使我們未曾從某人得著什麼好處,但只要聽見他一直愛著我們,稱讚我們,
For even if we have received no good from someone, yet if we hear that he continually loves us, praising us
14:116
καὶ θαυμάζων, εὐθέως αὐτῷ συγκολλώμεθα, καὶ στέργομεν ὡς εὐεργέτην·
並且欽佩我們,我們立刻就與他緊緊相連,如同對待恩人一般珍愛他。
and admiring us, we are at once cemented to him, and cherish him as a benefactor.
14:117
ἐπὶ τοῦ Θεοῦ δὲ οὐχὶ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ τρία ταῦτα ἔστιν ἰδεῖν μεθ' ὑπερβολῆς τοσαύτης, ὅσην οὐδὲ λόγος παραστῆσαι δυνήσεται
然而在神的事上,不僅這些,這三樣都能被看見,且其超越的程度是任何言語都無法表達的。
But in the case of God, not these things only, but all three of these are to be seen in such excess as no words could ever set forth.
14:118
Καὶ πρῶτον, τὸ κάλλος τῆς μακαρίας ἐκείνης καὶ ἀκηράτου φύσεως, ὅτι ἀμήχανον οὕτω πώς ἐστι καὶ ἄμαχον, καὶ πάντα ὑπερβαῖνον λόγον, καὶ πᾶσαν ἐκφεῦγον διάνοιαν
首先是那蒙福而不朽之本性的美麗,其美是如此難以企及、不可攻取,超越一切言語,逃脫一切思想。
And first, the beauty of that blessed and incorruptible nature, that it is somehow so unattainable and unassailable, surpassing all speech and eluding every thought.
14:119
Κάλλος δὲ ὅταν ἀκούσῃς, μηδὲν σωματικὸν ὑποπτεύσῃς, ἀγαπητὲ, ἀλλὰ ἀσώματόν τινα δόξαν καὶ μεγαλοπρέπειαν ἄφραστον
親愛的,當你聽見「美」這個字時,切莫揣想任何屬肉體的東西,而要想到一種非物質的榮耀,一種難以言喻的威嚴壯麗。
But when you hear of beauty, suspect nothing bodily, beloved, but an incorporeal glory and an unutterable magnificence.
14:120
Ταύτην οὖν προφήτης ἐκφαίνων ἔλεγε·
先知正是在宣告這事,他說:
This, then, is what the prophet was declaring when he said:
14:121
Καὶ τὰ Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατεκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας, ταῖς δὲ δυσὶν ἐπέτοντο, καὶ ἔκραζον, Ἅγιος, ἅγιος, ἅγιος, ἀπὸ τῆς ἐκπλήξεως, ἀπὸ τοῦ θαύματος, ἀπὸ τῆς εὐπρεπείας ἐκείνης, ἀπὸ τῆς δόξης
「有撒拉弗侍立在祂周圍,各以兩個翅膀遮臉,兩個翅膀遮腳,兩個翅膀飛翔,彼此呼喊說:聖哉,聖哉,聖哉」——這乃是出於驚駭、出於希奇、出於那份華美、出於那榮耀。
'And the seraphim stood round about him, and with two wings they covered the face, and with two they covered the feet, and with two they did fly, and they cried, Holy, holy, holy'—out of astonishment, out of wonder, out of that comeliness, out of the glory.
14:122
Καὶ πάλιν Δαυῒδ κατανοήσας αὐτὸ τοῦτο τὸ κάλλος, καὶ τὴν δόξαν ἐκπλαγεὶς τῆς μακαρίας ἐκείνης φύσεως, ἔλεγε·
大衛也再次默想這同樣的美,並為那蒙福本性的榮耀所震驚,於是說:
And again David, contemplating this very beauty and struck with astonishment at the glory of that blessed nature, said:
14:123
Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου
「大能者啊,願你腰間佩刀,帶著你的威嚴與你的榮美。」
'Gird your sword upon your thigh, O mighty one, in your comeliness and in your beauty.'
14:124
Διὰ τοῦτο καὶ Μωϋσῆς ἐπεθύμει πολλάκις αὐτὸν ἰδεῖν, τῷ φίλτρῳ τρωθεὶς τούτῳ, καὶ τῆς δόξης ἐκείνης ἐρῶν
為此緣故,摩西也屢次渴望見祂,因被這愛慕所刺傷,並愛戀那榮耀。
For this reason Moses also often desired to see him, being wounded by this love-charm and enamored of that glory.
14:125
Διὰ τοῦτο καὶ Φίλιππος ἔλεγε·
為此緣故,腓力也說:
For this reason Philip also said:
14:126
Δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν
「求你將父顯給我們看,我們就知足了。」
'Show us the Father, and it is enough for us.'
14:127
Μᾶλλον δὲ ὅσα ἂν εἴπωμεν, οὐδὲ μικρὸν, οὐδὲ ἀμυδρὸν ἴχνος τι τῆς εὐπρεπείας ἐκείνης παραστῆσαι δυνησόμεθα
然而,無論我們說得多少,我們連那份華美的一絲一毫、隱約的痕跡都無法表達出來。
Rather, however much we may say, we shall be able to set forth not even a small or faint trace of that comeliness.
14:128
Ἀλλὰ τὰς εὐεργεσίας βούλῃ καταλέξωμεν; Ἀλλ' οὐδὲ ταύτας λόγος παραστῆσαι δυνήσεται
那麼,你願意我們細數祂的恩惠嗎?可是連這些,言語也無法表達。
But do you wish that we recount his benefactions? Yet not even these will words be able to set forth.
14:129
Διὰ τοῦτο Παῦλος ἔλεγε·
為此緣故,保羅說:
For this reason Paul said:
14:130
Χάρις δὲ τῷ Κυρίῳ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ
「感謝神,因祂有說不盡的恩賜。」
'Thanks be to the Lord for his indescribable gift.'
14:131
ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε,. καὶ ἐπὶ καρδίαν τοῦ ἀνθρώπου οὐκ ἀνέβη, ἡτοίμασεν Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν
「神為愛祂的人所預備的,是眼睛未曾看見,耳朵未曾聽見,人心也未曾想到的。」
'Things which eye has not seen, and ear has not heard, and which have not entered into the heart of man, the things which God has prepared for those who love him.'
14:132
βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ!
「深哉,神豐富的智慧和知識!」
'O the depth of the riches both of the wisdom and of the knowledge of God!'
14:133
ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!
「祂的判斷何其難測,祂的蹤跡何其難尋!」
'How unsearchable are his judgments, and his ways past finding out!'
14:134
Ἀλλὰ τὸ φίλτρον περὶ ἡμᾶς ἐπεδείξατο ποῖος παραστήσει λόγος; Τοῦτο γοῦν ἐκπληττόμενος Ἰωάννης ἔλεγεν·
但祂向我們所顯明的愛慕,又有什麼言語能表達得出?約翰正是為此震驚,於是宣告說:
But the love which he displayed toward us—what words shall set it forth? This, at any rate, is what John, struck with astonishment, was declaring when he said:
14:135
Οὕτω γὰρ ἠγάπησεν Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν
「神愛世人,甚至將祂的獨生子賜給他們。」
'For God so loved the world that he gave his only-begotten Son.'
14:136
Εἰ δὲ βούλει καὶ ἀκοῦσαι αὐτοῦ τῶν ῥημάτων, καὶ τὸν πόθον μαθεῖν, ἄκουσον τί φησι διὰ τοῦ προφήτου·
但你若也願意聽祂親口所說的話,並要明白祂那切慕之情,就當聽祂藉著先知所說的:
But if you wish also to hear His own words, and to learn the depth of His longing, listen to what He says through the prophet:
14:137
Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου
婦人豈能忘記憐恤她親生的孩子呢?縱然婦人或許忘記,我卻不忘記你。
Can a woman forget to have compassion on the offspring of her womb? And even if a woman should forget these, yet will I not forget you.
14:138
Καὶ καθάπερ οὗτος ἔλεγεν·
又正如這一位所常說的:
And just as this one used to say:
14:139
Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σὲ, Θεός·
神啊,我的靈魂切慕你,如鹿切慕溪水一般;
As the deer pants after the springs of water, so my soul pants after You, O God;
14:140
Ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ ἑαυτῆς νεοσσία, οὕτως ἐθέλησα ἐπισυνάξαι τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἐθελήσατε
如同飛鳥聚集自己的雛鳥,我也照樣切願聚集你們的兒女,只是你們不願意。
As a bird gathers together her own nestlings, so did I long to gather your children, and you would not.
14:141
Καὶ πάλιν, Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, οὕτως ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν·
又說:父親怎樣憐恤他的兒子,耶和華也照樣憐恤敬畏祂的人;
And again: As a father has compassion on his sons, so the Lord has had compassion on those who fear Him;
14:142
καὶ πάλιν, Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν
又說:天離地何等的高,耶和華向敬畏祂的人所施的慈愛也照樣浩大堅固。
and again: For as the height of heaven is above the earth, so has the Lord made mighty His mercy toward those who fear Him.
14:143
Καὶ καθάπερ προφήτης ὑπόδειγμα ζητεῖ, ἵνα τὸν πόθον ἐνδείξηται τὸν ἑαυτοῦ·
正如先知尋求一個比喻,為要顯明他自己的切慕之情,
And just as the prophet seeks out an illustration in order to display his own longing,
14:144
οὕτω καὶ Θεὸς ὑποδείγμασί τισι κέχρηται, ἵνα ἡμῖν δηλώσῃ τὸν ἔρωτα, ὃν περὶ τῆς ἡμετέρας σωτηρίας ἔχει
神也照樣用某些比喻,為要向我們顯明祂對我們救恩所懷的愛。
so also God makes use of certain illustrations, in order to show us the love that He bears toward our salvation.
14:145
Καὶ μὲν προφήτης ἔλαφον εἶπε διψῶσαν, καὶ γῆν ἐκκεκαυμένην·
先知說到一隻乾渴的鹿,和一片焦乾枯竭的土地;
And the prophet spoke of a thirsting deer, and of a parched, burnt-up land;
14:146
δὲ Θεὸς ὀρνίθων περὶ νεοττοὺς φιλοστοργίαν, καὶ πατέρων κηδεμονίαν, καὶ ὕψος οὐρανοῦ ἀπὸ γῆς, καὶ εὐσπλαγχνίαν μητέρων, οὐκ ἐπειδὴ τοσοῦτον φιλεῖ μόνον, ὅσον μήτηρ παῖδα, ἀλλ' ἐπειδὴ τούτων τῶν ὅρων, καὶ τῶν κανόνων καὶ ὑποδειγμάτων οὐκ ἔστι παρ' ἡμῖν ἕτερα μείζονα φιλίας τεκμήρια
但神卻說到飛鳥對雛鳥的慈憐、父親的殷勤看顧、天離地的高度,以及母親的深切憐憫——這並不是因為祂愛我們只像母親愛孩子那樣,而是因為在我們中間,除了這些界限、準則與比喻之外,再沒有比這更大的愛的憑據了。
but God spoke of the tender affection of birds toward their nestlings, and the watchful care of fathers, and the height of heaven above the earth, and the deep compassion of mothers—not because He loves us only as much as a mother loves her child, but because among these limits and rules and illustrations there are with us no other, greater proofs of love.
14:147
Ἐπεὶ οὐ τοσοῦτον φιλεῖ ἡμᾶς μόνον, ὅσον παιδία μήτηρ φιλόστοργος, ἀλλὰ πολλῷ πλέον, ἄκουσον τί φησιν·
既然祂愛我們,不僅像慈愛的母親愛她的孩子那樣,而是遠遠過之,你就當聽祂所說的:
Since He loves us not merely as much as a tenderly affectionate mother loves her little ones, but far more, listen to what He says:
14:148
Εἰ γὰρ καὶ ἐπιλάθοιτο, φησὶ, γυνὴ τῶν ἐκγόνων αὐτῆς, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου
祂說:婦人縱然忘記她的孩子,我卻不忘記你。
For even if a woman should forget her offspring, He says, yet will I not forget you.
14:149
Τοῦτο δὲ ἔλεγε δεικνὺς, ὅτι πάσης φιλοστοργίας θερμότερος περὶ ἡμᾶς αὐτοῦ πόθος ἐστίν
祂說這話,是要顯明祂對我們的切慕之情,比一切慈愛都更加火熱。
And He said this to show that His longing for us is warmer than every tender affection.
14:150
Ταῦτα δὲ πάντα συλλέγων ἀναλογίζου πρὸς ἑαυτὸν, καὶ θερμὸν ἐργάσῃ τὸν ἔρωτα, καὶ λαμπρὰν ἀνάψεις τὴν φλόγα
你要把這一切都收集起來,在心中默想思量,就必使你的愛火熱起來,也必點燃明亮的火焰。
Gathering all these things together, reckon them up within yourself, and you will make your love fervent, and you will kindle a bright flame.
14:151
Ἐπεὶ οὖν τὰς φιλίας καὶ ἐφ' ἡμῶν τῶν ἀνθρώπων οὐδὲν οὕτως
既然如此,就是在我們人間,也沒有甚麼事物如此地
Since, then, even among us human beings, nothing so
14:152
ἐκκαίειν εἴωθεν, ὡς τὸ μεμνῆσθαι τῶν εὐεργεσιῶν, ὧν ἀπελαύσαμεν·
能點燃愛意,如同記念我們所蒙受的恩惠一般;
is wont to kindle love as the remembering of the benefits which we have enjoyed;
14:153
καὶ ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιῶμεν
我們就當在對待神的事上也如此行。
let us do this also in the case of God.
14:154
Ἀναλογισώμεθα πόσα δι' ἡμᾶς ἐποίησεν, αὐτὸν τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὸν ἀέρα, τὰ ἐν τῇ γῇ φυτὰ, καὶ ἄνθη τὰ ποικίλα, καὶ κτήνη, καὶ ἑρπετὰ, τὰ ἐν τῇ θαλάττῃ, τὰ ἐν ἀέρι μέσῳ, τὰ ἄστρα τὰ ἐν οὐρανῷ, τὸν ἥλιον, τὴν σελήνην, τὰ ὁρώμενα ἁπλῶς ἅπαντα, τὰς ἀστραπὰς, τῶν ὡρῶν τὴν εὐταξίαν, ἡμέρας καὶ νυκτὸς διαδοχὴν, τὰς ἐτησίους τροπάς
讓我們細數祂為我們所造的是何等的多:諸天本身、大地、海洋、空氣、地上的植物、各樣的花卉、牲畜和爬蟲、海中的生物、空中的飛物、天上的星辰、太陽、月亮,總之凡眼所能見的一切、閃電、四時的秩序、晝夜的更替、每年的節候轉換。
Let us reckon up how many things He made for our sake: heaven itself, the earth, the sea, the air, the plants that are in the earth, and the manifold flowers, and the beasts, and the creeping things, the things in the sea, the things in the midst of the air, the stars in heaven, the sun, the moon, quite simply all the things that are seen, the lightnings, the good order of the seasons, the succession of day and night, the yearly turnings.
14:155
Ψυχὴν ἐνέπνευσε, λόγον ἐχαρίσατο, ἀρχῇ τετίμηκε μεγίστῃ
祂將靈魂吹入我們裡面,賜給我們理性,又以至大的權柄尊榮我們。
He breathed a soul into us, He bestowed reason as a gift, He honored us with the greatest dominion.
14:156
Ἀγγέλους ἀπέστειλε, προφήτας ἔπεμψεν, ὕστερον τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ
祂差遣了天使,打發了先知,末後又賜下祂的獨生子。
He sent angels, He sent prophets, and afterward His only-begotten Son.
14:157
Καὶ μετ' ἐκεῖνα πάλιν καὶ οὗτος παρακαλεῖ καὶ δι' ἑαυτοῦ καὶ διὰ τοῦ μονογενοῦς Παιδὸς, ἵνα σὺ σωθῇς·
在那一切之後,祂又親自並藉著祂的獨生愛子懇切勸勉,為要叫你得救;
And after those things, again He also entreats, both through Himself and through His only-begotten Child, that you may be saved;
14:158
καὶ οὐ παύεται Παῦλος πρεσβεύων, Ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλ. λάγητε τῷ Θεῷ
保羅也不住地作使者,說:好像神藉我們勸你們,我們替基督求你們與神和好。
and Paul does not cease to act as ambassador, saying: As though God did beseech you through us, we implore you on behalf of Christ, be reconciled to God.
14:159
Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ ἀπὸ τῆς φύσεως τῆς σῆς λαβὼν ἀπαρχὴν, Ἐκάθισεν ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι
祂甚至不止於此,反倒取了你本性的初熟果子,使之坐在至高之處,遠超過一切執政的、掌權的、有能的,以及一切有名的,不但是今世的,連來世的也都在其下。
And He did not stop even here, but taking as it were the first-fruits of your own nature, He seated it on high above all rule and authority and power, and every name that is named, not only in this age, but also in the age to come.
14:160
Ἀληθῶς εὔκαιρον νῦν εἰπεῖν·
如今實在正是說這話的合宜時候:
Truly it is now the fitting time to say:
14:161
Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Κἀκεῖνο πάλιν·
誰能述說耶和華的大能作為,傳揚祂一切可讚美的事呢?還有那另一句話:
Who shall tell of the mighty acts of the Lord, and make all His praises to be heard? And that other saying again:
14:162
Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Τί γὰρ ταύτης ἴσον γένοιτ' ἂν τῆς τιμῆς, ἀλλ' ὅταν ἀπαρχὴ τοῦ γένους ἡμῶν τοῦ τοσαῦτα προσκεκρουκότος, τοῦ ἠτιμωμένου, ἐν ὕψει τοσούτῳ κάθηται, καὶ τοσαύτης ἀπολαύῃ τιμῆς; Μὴ τὰς κοινὰς δὲ μόνον εὐεργεσίας, ἀλλὰ καὶ τὰς ἰδίας ἀνάλεγε, οἷον εἴ ποτε συκοφαντίᾳ περιπεσὼν ἀπηλλάγης τῆς κατηγορίας·
我拿甚麼報答耶和華向我所賜的一切厚恩呢?有甚麼能與這尊榮相比呢?豈不是當我們這曾多次冒犯、已被羞辱之族類的初熟果子,得以坐在如此的高處,享有如此的尊榮麼?你不但要細數那眾人共有的恩惠,也要細數那你個人所受的:例如你若曾陷於誣告之中,卻得脫離那控訴;
What shall I render to the Lord for all the things which He has rendered to me? For what could be equal to this honor, save when the first-fruits of our race—which had so grievously offended, which had been dishonored—sits enthroned in such height, and enjoys such great honor? And reckon up not only the common benefits, but also the private ones—for instance, if ever, having fallen into a false accusation, you were delivered from the charge;
14:163
εἴ ποτε ἀωρίᾳ καὶ μεσονυκτίῳ λῃσταῖς περιτυχὼν, διέφυγες ἐκείνων τὰς ἐπιβουλάς·
你若曾在不合時的深夜遇見強盜,卻逃脫了他們的詭計陷害;
if ever, at an untimely hour and at midnight, having fallen among robbers, you escaped their treacherous plots;
14:164
εἴ ποτε ζημίαν ἐπενεχθεῖσαν ἀπεδύσω·
你若曾把臨到你身上的損失甩脫;
if ever you shook off a loss that had been brought upon you;
14:165
εἰ νοσήματι περιπεσὼν χαλεπῷ παραμυθίας ἔτυχες
你若曾陷於沉重的疾病,卻得著了寬解。
if, having fallen into a grievous sickness, you obtained relief.
14:166
Πάντα ἀνάλεγε τὰ παρὰ πᾶσάν σου τὴν ζωὴν γινόμενα εὐεργετήματα τοῦ Θεοῦ, καὶ πολλὰ πάντως εὑρήσεις, οὐ παρὰ πᾶσαν τὴν ζωὴν μόνον, ἀλλὰ καὶ ἐν ἡμέρᾳ μιᾷ·
你要細數在你一生中所發生的神一切的恩惠,你就必尋見許多——不僅在你一生之中,甚至在一日之內;
Reckon up all the benefits of God that occur throughout your whole life, and you will surely find many—not throughout your whole life only, but even in a single day;
14:167
καὶ εἰ ἐβούλετο Θεὸς πάσας τὰς καθ' ἑκάστην ἡμέραν εὐεργεσίας, ἃς ἡμᾶς εὐεργετεῖ, ἀγνοούντων ἡμῶν καὶ οὐκ εἰδότων, εἰς μέσον τιθέναι, οὐδ' ἂν ἀριθμῆσαι αὐτὰς δυνηθείημεν
神若肯把祂每日所施給我們、而我們卻茫然不知、毫不覺察的一切恩惠都擺列在眾人面前,我們連數也數不過來。
and if God were willing to set forth into the midst all the daily benefits with which He benefits us while we are ignorant and unaware, we should not even be able to number them.
14:168
Πόσοι δαίμονες εἰς τὸν ἀέρα φέρονται τοῦτον; πόσαι ἐναντίαι δυνάμεις; Εἰ μόνον ἐπέτρεψεν αὐτοῖς τὴν ὄψιν τὴν ἑαυτῶν δεῖξαι τὴν φοβερὰν ἐκείνην καὶ ἀτερπῆ, οὐκ ἂν ἐξέστημεν; οὐκ ἂν ἀπωλόμεθα; οὐκ ἂν διεφθάρημεν; Ταῦτα δὴ πάντα ἀναλογιζόμενοι, καὶ τὰ ἁμαρτήματα ἑαυτῶν, ὅσα ἑκόντες, ὅσα ἀγνοοῦντες σφαλλόμεθα καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν εἰς εὐεργεσίας λόγον, μὴ καθ' ἑκάστην ἡμέραν ἐπεξιέναι τὸν Θεὸν τοῖς πλημμελήμασι τοῖς ἡμετέροις, δυνησόμεθα φιλεῖν τὸν Θεόν
有多少邪靈在這空氣中往來?有多少敵對的權勢?祂若只是容許牠們顯出那可怕而毫無喜樂的面目,我們豈不早已驚惶失措?豈不早已滅亡?豈不早已徹底敗壞?我們既思量這一切,並思量我們自己的罪——有多少是明知故犯,有多少是出於無知——因為這也是恩惠帳目中不小的一項,就是神並不天天追究我們的過犯——如此我們便能夠愛神。
How many demons are borne through this air? How many opposing powers? If He had only permitted them to show that terrible and joyless aspect of theirs, should we not have been beside ourselves? Should we not have perished? Should we not have been utterly destroyed? Reckoning up all these things, then, and our own sins as well—how many we transgress willingly, how many in ignorance—for this too is no small matter in the account of benefit, that God does not day by day proceed against our offenses—we shall be able to love God.
14:169
Ὅταν γὰρ ἐννοήσῃς, ὅσα καθ' ἑκάστην ἁμαρτάνεις τὴν ἡμέραν, ὅσα καθ' ἑκάστην εὐεργετῇ τὴν ἡμέραν, ὅσης ἀπολαύεις μακροθυμίας, ὅσης ἀνέσεως, καὶ ὅτι εἰ καθ' ἑκάστην Θεὸς ἐπεξῄει, οὐδὲ βραχὺν ἂν ἔζησας χρόνον κατὰ τὸν Προφήτην τὸν λέγοντα·
因為你若思想,你每日犯了多少的罪,每日蒙受了多少的恩惠,享有何等的忍耐、何等的寬容,並且神若天天追討你,你連短暫的時光也活不成——正如那先知所說的:
For when you consider how many things you sin each day, how many benefits you receive each day, how great a long-suffering you enjoy, how great a forbearance, and that if God were to proceed against you each day, you would not live even a brief span of time—according to the Prophet who says:
14:170
Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;·
主耶和華啊,你若究察罪孽,誰能站得住呢?
If You, Lord, should mark iniquities, O Lord, who shall stand?
14:171
αὐτῷ χάριτας εἴσῃ, καὶ ἐπ' οὐδενὶ δυσχερανεῖς τῶν προσπιπτόντων·
你就必向祂心存感恩,也必不因所臨到你的任何遭遇而煩惱不平;
you will know thanks toward Him, and you will be vexed at nothing of the things that befall you;
14:172
ἀλλ' ὄψει, ὅτι κἂν μυρία πάθῃς, οὐδέπω τὴν ἀξίαν ἀπέδωκας δίκην, καὶ οὕτω διακείμενος πολὺν τὸν πόθον ἀνάψεις, καὶ δυνήσῃ κατὰ τὸν προφήτην λέγειν·
反倒要看見,你縱然受了千萬般的苦,仍未償還你所應得的刑罰;你既存這樣的心,就必點燃極大的切慕,也必能照著先知說:
but you will see that even if you suffer ten thousand things, you have not yet paid the penalty you deserve; and being so disposed, you will kindle a great longing, and you will be able to say, according to the prophet:
14:173
Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σὲ, Θεός
神啊,我的靈魂切慕你,如鹿切慕溪水一般。
As the deer pants after the springs of water, so my soul pants after You, O God.
14:174
Ἄξιον δὲ ἐξετάσαι, τί δήποτε τοῦτο τὸ ζῶον εἰς μέσον παρήγαγε
但這也值得細究,究竟他為何把這種動物提出來作比喻。
But it is worthwhile to examine why in the world he brought this animal forward into the midst.
14:175
Διψαλέον πώς ἐστιν ἔλαφος, καὶ διὰ τοῦτο συνεχῶς τρέχει ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων
鹿是一種頗為乾渴的動物,因此常常不住地奔向溪水的泉源。
The deer is somehow a thirsty creature, and for this reason it runs continually to the springs of water.
14:176
Διψαλέον δὲ γίνεται καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τοῦ τοὺς ὄφεις κατεσθίειν, καὶ τοῖς ἐκείνων τρέφεσθαι σώμασι
牠之所以口渴,一則出於本性,二則因為牠吞食毒蛇,並以那些蛇的身體為食物。
It becomes thirsty both by its nature and from devouring serpents and being nourished by their bodies.
14:177
Καὶ σὺ τοίνυν τοῦτο ποίησον·
所以,你也要照樣行;
Do you also, therefore, do this same thing;
14:178
τὸν νοητὸν ὄφιν κατάφαγε·
把那屬靈的蛇吞吃了;
devour the spiritual serpent;
14:179
ἐδάφισον τὴν ἁμαρτίαν, καὶ δυνήσῃ διψᾷν τὸν τοῦ Θεοῦ πόθον
將罪踐踏於地,你便能渴慕對神的思慕之情。
grind sin to the ground, and you will be able to thirst after the longing for God.
14:180
Καθάπερ γὰρ τὸ πονηρὸν συνειδὸς ῥυπαροὺς ἡμᾶς ἐργάζεται, καὶ εἰς
因為正如邪惡的良心使我們污穢,並將我們驅入……
For just as an evil conscience renders us defiled, and drives us into...
14:181
οὕτως, ἂν ἐδαφίσωμεν. ἡμῶν τὰς ἁμαρτίας, ἂν ἐκκαθάρωμεν τὴν πονηρίαν δυνησόμεθα διαβλέψαι εἰς τὸν πνευματικὸν πόθον, καὶ μετὰ πολλῆς τῆς προθυμίας καλεῖν τὸν Θεὸν, καὶ τὸ φίλτρον σφοδρότερον ἀνάπτειν, καὶ μὴ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ δι' αὐτῶν τῶν ἔργων ταύτην ὑποψάλλειν τὴν ὑπακοήν
照樣,若我們將自己的罪踐踏於地,若我們潔淨了我們的邪惡,我們便能清楚地注視那屬靈的思慕,並以極大的熱切呼求神,將對祂的愛慕燃燒得更加熾烈,不僅用言語,也藉著行為本身來低吟這順服的頌歌。
so, if we grind our sins to the ground, if we purge away our wickedness, we shall be able to look clearly toward the spiritual longing, and with much eagerness to call upon God, and to kindle our love the more ardently, and to render this obedience in song not by words alone, but also through the very deeds themselves.
14:182
Καὶ γὰρ διὰ τοῦτο τοὺς ψαλμοὺς ἡμῖν ᾖσεν μακάριος ἐκεῖνος, μᾶλλον δὲ τοῦ Πνεύματος χάρις, οὐχ ἵνα τὰ ῥήματα λέγωμεν μόνον, ἀλλ' ἵνα καὶ δι' αὐτῶν τῶν ἔργων αὐτοὺς μελετῶμεν
正因如此,那位有福的人——或者更該說是聖靈的恩典——向我們歌唱了詩篇:並非要我們只念誦那些字句,而是要我們藉著行為本身去默想它們。
For it was for this reason that that blessed man—or rather the grace of the Spirit—sang the psalms to us: not that we should merely utter the words, but that through the very deeds themselves we should meditate upon them.
14:183
Μὴ τοίνυν οἰηθῇς διὰ τοῦτο ἐνταῦθα εἰσιέναι, ἵνα τὰ ῥήματα εἴπῃς μόνον, ἀλλ' ἵνα ὅταν ὑποψάλλῃς, συνθήκας εἶναι νομίσῃς τὴν ὑπακοήν
所以,你不要以為你來到這裡只是為了念誦字句,而應當這樣想:每當你吟唱時,你的順服就是一份立約。
Do not, then, suppose that you enter here for this purpose only—to utter the words—but rather that, whenever you sing, you should regard your obedience as a covenant.
14:184
Ὅταν γὰρ εἴπῃς Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σὲ, Θεός·
因為每當你唱說:「我的靈魂切慕祢,如同鹿切慕溪水」的時候,
For whenever you say, «As the hart panteth after the springs of the waters, so panteth my soul after thee, O God,»
14:185
συνέθου τῷ Θεῷ, γραμματεῖον ἔγραψας ἄνευ χάρτου καὶ μέλανος, διὰ τῆς φωνῆς ὡμολόγησας πάντων αὐτὸν μᾶλλον φιλεῖν, καὶ οὐδὲν αὐτοῦ προκρίνεσθαι, καὶ καίεσθαι τῷ περὶ αὐτὸν ἔρωτι
你就是與神立了約,寫下了一份不用紙墨的契據;你藉著自己的聲音承認要愛祂勝過一切,凡事都不置於祂之先,並要以對祂的愛火燃燒自己。
you have made a covenant with God, you have written a bond without paper and ink; by your voice you have confessed to love Him above all things, and to prefer nothing before Him, and to be aflame with love for Him.
14:186
Ἂν τοίνυν ἐξελθὼν ἴδῃς γυναῖκα εὔμορφόν τινα καὶ ἀκόλαστον δελεάζουσάν σε καὶ πρὸς τὸν ἔρωτα τὸν ἑαυτῆς καλοῦσαν, εἰπὲ πρὸς αὐτήν·
所以,倘若你出門時看見某個美貌而放蕩的婦人引誘你,招你去愛她,你就對她說:
If then, when you go out, you see some beautiful and wanton woman enticing you and calling you to love of herself, say to her:
14:187
Οὐ δύναμαί σοι ἀκολουθῆσαι, συνθήκας ἐθέμην πρὸς τὸν Θεὸν, παρόντων τῶν ἀδελφῶν, τῶν ἱερέων, τῶν διδασκάλων, ὡμολόγησα καὶ ὑπεσχόμην διὰ τῆς ὑπακοῆς οὕτως αὐτὸν φιλεῖν, Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων
「我不能跟隨你;我已在弟兄們、祭司們、教師們面前與神立了約;我藉著順服承認並應許要如此愛祂——『如同鹿切慕溪水』。
«I cannot follow you; I have made a covenant with God, in the presence of the brethren, of the priests, of the teachers; I confessed and promised, through my obedience, to love Him thus, ‹as the hart panteth after the springs of the waters.›»
14:188
Δέδοικα παραβῆναι τὰς συνθήκας, ἐκείνου λοιπὸν μελετῶ τὸν ἔρωτα
我害怕背棄這約;從此我只默想對祂的愛。」
I fear to transgress the covenant; henceforth I meditate upon love for Him.
14:189
Ἐὰν ἴδῃς ἀργύριον ἐπὶ τῆς ἀγορᾶς κείμενον, ἱμάτια χρυσᾶ, ἑτέρους σοβοῦντας, οἰκέτας ἔχοντας καὶ ἵππους χρυσοχαλίνους, μηδὲν πάθῃς ὑπὸ τῆς φαντασίας ἐκείνης, ἀλλὰ πάλιν ἔπᾳδε σεαυτῷ, καὶ εἰπὲ πρὸς τὴν ψυχὴν τὴν σήν·
倘若你看見銀子擺在市場上,或看見金色的衣袍,或看見別人趾高氣揚地招搖、蓄養僕役、騎著配著金轡的駿馬,你也絲毫不要被那景象所動,反倒要再次向自己吟唱,對你自己的靈魂說:
If you see silver lying in the marketplace, or golden garments, or others swaggering about, keeping servants and horses with golden bridles, be in no way affected by that display, but again chant to yourself and say to your own soul:
14:190
Πρὸ μικροῦ ὑπεψάλαμεν, Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σὲ, Θεός·
「不久前我們才唱過:『我的靈魂切慕祢,如同鹿切慕溪水,神啊。』
«A little while ago we sang, ‹As the hart panteth after the springs of the waters, so panteth my soul after thee, O God.›
14:191
καὶ ᾠκειωσάμεθα τὸ γράμμα, καὶ ἡμῶν αὐτὸ ἐποιήσαμεν εἶναι
我們既已使這話語成為自己的,把它化為我們自己的了。」
and we made the words our own, and made them to be ours.
14:192
Μηδὲν οὖν φιλῶμεν τῶν βιωτικῶν τούτων, ἵνα ἄκρατος ἡμῖν ἔρως ἐκεῖνος μείνῃ, καὶ μὴ σχιζόμενος ἀσθενέστερος γένηται
所以,讓我們絲毫不要愛這些屬世之物,好叫那份愛在我們裡面保持純粹,不致因分心而變得軟弱。
Let us then love none of these worldly things, so that that love may remain in us undiluted, and may not, being divided, become weaker.
14:193
Οὗτος πλοῦτος ἅπαντα πλοῦτον, ἅπαντα θησαυρὸν, πᾶσαν εὐδοκίμησιν, πᾶσαν δόξαν, πᾶσαν περιφάνειαν ἡμῖν χαρίσασθαι δυνήσεται
這財富能將一切財富、一切珍寶、一切美名、一切榮耀、一切輝煌都賜給我們。
This wealth will be able to bestow upon us all wealth, all treasure, all good repute, all glory, all splendor.
14:194
Τοῦτον κατέχωμεν, καὶ οὐδενὸς ἑτέρου δεησόμεθα
讓我們緊緊持守這財富,我們就別無所求了。
Let us hold fast to this, and we shall have need of nothing else.
14:195
Εἰ γὰρ οἱ τὸν αἰσχρὸν τοῦτον ἔρωτα φιλοῦντες, καὶ κόρης περικαιόμενοι πολλάκις εὐμόρφου τινὸς, καὶ πατέρων ἀπειλούντων, καὶ φίλων ὀνειδιζόντων, καὶ ἑτέρων πολλῶν διαβαλλόντων, οὐδὲ ἐπιστρέφονται, ἀλλὰ πρὸς ἐκείνην εἰσὶ τετραμμένοι, καὶ οἰκίας καταφρονοῦσι, καὶ κλήρου πατρῴου, καὶ δόξης, καὶ εὐδοκιμήσεως, καὶ φίλων παραινέσεως, μεγάλην νομίζοντες ἔχειν παραμυθίαν τούτων ἁπάντων, ἂν εὐδοκιμῶσι παρὰ τῇ ἐρωμένῃ μόνῃ, κἂν εὐτελὴς , κἂν ἄτιμος, κἂν ἡτισοῦν ἐκείνη·
因為那些戀慕這種可恥之愛的人,常為某個美貌少女而燃起情慾,縱使父親威嚇、朋友責備、許多人毀謗,他們也毫不回頭,反而一心朝向她,藐視自己的家宅、祖傳的產業、名望、聲譽和朋友的勸誡——只要能單單得那所愛之人的歡心,哪怕她卑微、哪怕她受辱、哪怕她是何等人,他們便視之為對這一切的極大安慰;
For if those who love this shameful love, and are often inflamed with passion for some beautiful girl, do not turn back even when fathers threaten and friends reproach and many others slander them, but are wholly bent toward her, and despise their house, and their paternal inheritance, and glory, and reputation, and the counsel of friends—reckoning it a great consolation for all these things if only they stand in good favor with their beloved alone, even though she be lowly, even though dishonored, even though whatever she may be—
14:196
οἱ τὸν Θεὸν φιλοῦντες, ὡς χρὴ, πότε αἰσθήσονται τῶν ἀνθρωπίνων, τῶν λαμπρῶν, τῶν λυπηρῶν; Οὐδὲ ὄψονται μὲν οὖν τὰς φαντασίας τοῦ παρόντος βίου, πρὸς ἐκεῖνον τεταμένοι τὸν ἔρωτα, ἀλλὰ πάσης μὲν καταγελάσουσι τῆς εὐημερίας, πάσης δὲ ὑπερόψονται δυσπραγίας, προσδεδεμένοι τῷ πόθῳ τοῦ Θεοῦ, καὶ οὐδὲν ἄλλο ὁρῶντες, ἀλλ' ἐκεῖνον μόνον, καὶ πανταχοῦ αὐτὸν φανταζόμενοι, καὶ πάντων μακαριωτέρους ἑαυτοὺς εἶναι νομίζοντες
那麼,那些照當有的樣式愛神的人,又豈會理會人間之事,無論是顯赫的還是愁苦的呢?不但如此,他們甚至不會看見這今生的虛幻景象,因為他們一心朝向那份愛;他們反倒要譏笑一切亨通,藐視一切逆境,全然繫於對神的思慕,除祂以外別無所見,處處都想像著祂,並認為自己比眾人都更有福。
how much more shall those who love God as they ought take any notice of things human, whether splendid or grievous? Nay, they will not even see the illusions of this present life, being stretched out toward that love, but will laugh at all prosperity and look down upon all adversity, being bound to the longing for God, and beholding nothing else but Him alone, and imagining Him everywhere, and reckoning themselves more blessed than all.
14:197
Κἂν ἐν πενίᾳ, κἂν ἐν ἀτιμίᾳ, κἂν ἐν δεσμοῖς, κἂν ἐν θλίψεσι, κἂν ἐν τοῖς ἐσχάτοις ὦσι κακοῖς, τῶν βασιλευόντων αὐτῶν ἄμεινον ἡγήσονται διακεῖσθαι, ἐν πᾶσιν οἷς ἂν πάσχωσι θαυμαστήν τινα παραμυθίαν ἔχοντες, τὸ διὰ τὸν ποθούμενον ταῦτα πάσχειν
縱使他們身處貧窮、受人輕看、身陷囹圄、遭遇患難、落在極大的禍患之中,他們仍要自認比那些作王的人更為安穩;因為在他們所受的一切苦難中,他們有一種奇妙的安慰——就是為著他們所思慕的那一位而受這些苦。
Even if they be in poverty, in dishonor, in bonds, in afflictions, in the utmost of evils, they will count themselves better off than those who reign; having in all that they suffer a marvelous consolation—namely, to suffer these things for the sake of the One they long for.
14:198
Διὰ τοῦτο καὶ Παῦλος ἐν καθημερινοῖς θανάτοις ὢν, ἐν δεσμωτηρίοις, ἐν ναυαγίοις, ἐν ἐρημίαις, ἐν μάστιξιν, ἐν μυρίαις ἑτέραις κολάσεσιν, ἔχαιρε καὶ ἠγαλλιᾶτο, καὶ ἐσκίρτα καὶ ἐκαυχᾶτο·
正因如此,保羅雖然天天冒死、身陷牢獄、遭遇船難、流落曠野、受鞭打之苦、經歷千萬般折磨,卻仍歡喜快樂、雀躍歡騰、引以為榮;
For this reason Paul also, though in daily deaths, in prisons, in shipwrecks, in deserts, in scourgings, in ten thousand other torments, rejoiced and exulted, and leaped for joy and boasted;
14:199
καὶ νῦν μὲν ἔλεγεν, ὅτι Οὐ μόνον δὲ ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐν ταῖς θλίψεσι καυχώμεθα·
他一時說:「不但如此,就是在患難中也是歡歡喜喜的,不單單是因盼望神的榮耀」;
and at one time he said, «And not only so, but we glory also in tribulations, not merely in hope of the glory of God»;
14:200
νῦν δὲ πάλιν, ὅτι Χαίρω ἐν τοῖς παθήμασι
另一時又說:「我為你們受苦,倒覺歡樂」,
and at another time again, «I rejoice in my sufferings»,
14:201
καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου·
「並且為基督的身體,就是為教會,要在我肉身上補滿基督患難的缺欠」;
«and fill up in my flesh that which is lacking of the afflictions of Christ»;
14:202
καὶ χάριν τὸ πρᾶγμα καλεῖ, ὁμολογῶν οὕτω καὶ λέγων, ὅτι Ἡμῖν οὕτως ἐχαρίσθη ἀπὸ τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν
他且稱這事為恩典,如此承認並說:「因為你們蒙恩,不但得以信基督,並要為祂受苦。」
and he calls the matter a grace, confessing it thus and saying, «For unto us it was thus given as a grace by Christ, not only to believe on Him, but also to suffer for His sake.»
14:203
Τοιαύτην οὖν καὶ ἡμεῖς σπουδάσωμεν γνώμην ἔχειν, καὶ μεθ' ἡδονῆς πάντα φέρωμεν τὰ προσπίπτοντα λυπηρά
所以,讓我們也竭力擁有這樣的心志,並歡然承擔一切臨到我們的愁苦。
Let us, therefore, be zealous to have such a mind also, and let us bear with pleasure all the griefs that befall us.
14:204
Δυνησόμεθα δὲ φέρειν, ἂν τὸν Θεὸν φιλήσωμεν, ὡς προφήτης ἐφίλησεν
我們必能承擔得住,只要我們像那位先知愛神一樣愛神。
And we shall be able to bear them, if we love God as the prophet loved Him.
14:205
Οὐ γὰρ δὴ μόνον ἀπὸ τῆς ὑπακοῆς ταύτης ἔστιν ἰδεῖν αὐτοῦ τὸ φίλτρον, ἀλλὰ καὶ ἀπὸ τῶν ἑξῆς ῥημάτων
因為不僅從這順服可以看見他的愛,也可以從接下來的話語看出來。
For it is not only from this obedience that one may see his love, but also from the words that follow.
14:206
Εἰπὼν γὰρ, Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σὲ, Θεός μου, ἐπήγαγε λέγων·
因為他既說了「我的靈魂切慕祢,如同鹿切慕溪水,我的神啊」,接著又說:
For having said, «As the hart panteth after the springs of the waters, so panteth my soul after thee, O my God,» he went on to say:
14:207
Ἐδίψησεν ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα·
「我的靈魂渴想神,就是那大能的、永生的神;
«My soul thirsted for God, the mighty, the living One;
14:208
πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Οὐκ εἶπεν, Ἐφίλησεν ψυχή μου τὸν Θεὸν τὸν ζῶντα, οὐδ', Ἠγάπησεν ψυχή μου τὸν Θεὸν τὸν ζῶντα, ἀλλ' ἵνα τὴν διάθεσιν ἐνδείξηται, δίψος ἐκάλεσε τὸ φίλτρον, ἀμφότερα ἡμῖν δηλῶν, τό τε διακαὲς τῆς ἀγάπης, καὶ τὸ διηνεκὲς τοῦ ἔρωτος
我幾時得朝見神呢?」他沒有說「我的靈魂愛了永生神」,也沒有說「我的靈魂喜愛永生神」,而是為了顯明他內心的狀態,稱他的愛為「渴」,向我們表明了兩件事——就是他愛的火熱,以及他思慕之情的長久不息。
when shall I come and appear before the face of God?» He did not say, «My soul loved the living God,» nor, «My soul had affection for the living God,» but, in order to display his disposition, he called his love a thirst, showing us both things—the burning heat of his love and the perpetual continuance of his longing.
14:209
Καθάπερ γὰρ οἱ διψῶντες οὐκ ἐν μιᾷ τοῦτο πάσχουσιν ἡμέρᾳ καὶ δύο καὶ τρισὶν, ἀλλὰ καὶ διὰ παντὸς τοῦ βίου, τῆς φύσεως ἐπὶ τοῦτο αὐτοὺς ἀγούσης·
因為正如口渴的人不是只在一天、兩天、三天內感到口渴,而是終其一生都如此,因為本性驅使他們如此;
For just as those who are thirsty do not experience this for one day, or two, or three, but throughout their whole life, since nature leads them to it;
14:210
οὕτω δὴ καὶ μακάριος ἐκεῖνος, καὶ πάντες οἱ ἅγιοι, οὐκ ἐν μιᾷ μόνον ἡμέρᾳ ἐν κατανύξει ἐγένοντο, καθάπερ πολλοὶ τῶν ἀνθρώπων, οὐδὲ ἐν δυσὶ καὶ τρισὶ τοῦτο γὰρ οὐδὲν θαυμαστὸν, ἀλλὰ καὶ διηνεκῶς καὶ καθ' ἑκάστην ἡμέραν ἐρῶντες διετέλουν μετ' εὐλαβείας, καὶ τὴν ἀγάπην ἐπέτεινον
照樣,那位有福的人,並眾聖徒,也不像許多人那樣只在一天中有痛悔之心,也不是兩三天——因為那算不得甚麼希奇——而是持續不斷、日復一日地帶著敬虔而戀慕,並不住地加深他們的愛。
even so that blessed man, and all the saints, were not in compunction for one day only, as are many men, nor for two or three—for that would be nothing to marvel at—but continually and every day they persevered in loving with reverence, and kept intensifying their love.
14:211
Ἅπερ οὖν καὶ αὐτὸς ἐμφαίνων ἔλεγεν·
他自己也正是表明了這件事,說:
Which very thing he himself also made manifest when he said:
14:212
Ἐδίψησεν ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα, ὁμοῦ καὶ τὴν αἰτίαν θέλων εἰπεῖν, καὶ διὰ σὲ βουλόμενος δεῖξαι, πῶς ἄν τις τὸν Θεὸν οὕτως φιλήσειε
「我的靈魂渴想神,就是那大能的、永生的神」,他一面願意說明緣由,一面也為著你的緣故,想要指明人怎樣才能如此愛神。
«My soul thirsted for God, the mighty, the living One,» wishing at once both to state the cause, and desiring to show, for your sake, how one might so love God.
14:213
Διὰ γὰρ τῶν ἑξῆς τοῦτο ἐδήλωσεν, εἰπὼν, ὅτι Ἐδίψησεν ψυχή μου πρὸς τὸν Θεὸν, καὶ ἐπαγαγὼν, Τὸν ζῶντα·
因為他藉著接下來的話語顯明了這一點,說「我的靈魂渴想神」,又加上「就是永生的神」;
For through what follows he made this plain, saying, «My soul thirsted for God,» and adding, «the living One»;
14:214
μονονουχὶ παραινῶν καὶ ἐμβοῶν πᾶσι τοῖς πρὸς τὰ βιωτικὰ πράγματα κεχηνόσι·
他幾乎是在勸勉、在向一切貪戀今生之事、張口渴望的人大聲呼喊:
all but exhorting and crying aloud to all who gape after the affairs of this life:
14:215
Τί περὶ σώματα μαίνεσθε; τί δόξης ἐπιθυμεῖτε; τί τρυφῆς ἐφίεσθε; Οὐδὲν τούτων μένει καὶ ζῇ διηνεκῶς, ἀλλὰ διαῤῥεῖ καὶ παρέρχεται, καὶ σκιᾶς εἰσιν οὐδαμινώτερα, καὶ ὀνείρων ἀπατηλότερα, καὶ τῶν ἐαρινῶν ἀνθῶν εὐφθαρτότερα, τὰ μὲν μετὰ τῆς παρούσης καταλιμπάνοντα ζωῆς, τὰ δὲ καὶ πρὸ τῶν ἐνταῦθα καταλυόμενα
你們為何為肉體癲狂?你們為何貪慕榮耀?你們為何渴求奢華?這一切都不長存、不永活,反倒消逝流去、轉眼即過;它們比影子還虛渺,比夢境還虛假,比春花還易朽——其中有些隨著今生一同被撇下,有些甚至在今世的事物尚未終了之前就已消亡了。
Why do you rage after bodies? Why do you desire glory? Why do you crave luxury? None of these things abides or lives perpetually, but flows away and passes by, and they are more insubstantial than a shadow, more deceitful than dreams, more perishable than the flowers of spring—some of them being left behind together with the present life, and others dissolving even before the things here below.
14:216
Ἄπιστος αὐτῶν κτῆσις, ἀβέβαιος ἀπόλαυσις, ὀξύῤῥοπος μεταβολή·
他們所擁有的並不可靠,享受並不穩固,轉變也在頃刻之間傾覆。
Untrustworthy is their possession, uncertain their enjoyment, swift-tilting their change.
14:217
ἐπὶ τοῦ Θεοῦ δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ ζῇ καὶ μένει διηνεκῶς ἐκεῖνος, οὔτε ἀλλοίωσιν, οὔτε τροπήν τινα δεχόμενος
然而就神而言,卻沒有任何這樣的事;祂永遠活著並長存,不接受任何改變,也不接受任何遷移。
But in the case of God nothing of this kind exists; rather, He lives and abides perpetually, admitting neither alteration nor any change whatsoever.
14:218
Ἀφέντες τοίνυν τὰ πρόσκαιρα καὶ ἐφήμερα, τὸν αἰώνιον καὶ διηνεκῆ φιλῶμεν
所以,讓我們捨棄那些暫時而短暫的事物,去愛那位永恆而長存的主。
Let us therefore forsake the things that are temporary and fleeting, and love Him who is eternal and everlasting.
14:219
Οὐ γὰρ ἔστιν ἐκεῖνον φιλοῦντα καταισχυνθῆναί ποτε·
因為愛祂的人絕不可能有一天蒙受羞辱;
For it is not possible for one who loves Him ever to be put to shame;
14:220
οὐκ ἔστιν ἔρημον γενέσθαι τοῦ φιλουμένου
也不可能被所愛者所遺棄而孤立無依。
it is not possible to be left bereft of the one loved.
14:221
Χρήματα μὲν φιλῶν, τελευτῆς ἐπελθούσης, καὶ πρὸ τῆς τελευτῆς γυμνοῦται τῶν ποθουμένων·
貪愛錢財的人,無論是在死亡臨到時,或甚至在死亡之前,都會被剝奪去他所渴慕的一切;
He who loves riches, whether at the coming of death, or even before death, is stripped bare of the things he yearned for;
14:222
καὶ δόξης τις ἐρῶν τῆς. παρούσης τὸ αὐτὸ πάσχει·
熱戀今世榮耀的人也遭遇同樣的事;
and he who is enamored of present glory suffers the very same thing;
14:223
πολλάκις δὲ καὶ τὸ τῶν σωμάτων κάλλος πολὺ τῶν εἰρημένων κατασβέννυται θᾶττον, καὶ πάντα ἁπλῶς τὰ βιωτικὰ, πρόσκαιρα καὶ ἐφήμερα, καὶ πρὶν παραγενέσθαι καὶ φανῆναι, εὐθέως ἀποπηδᾷ
身體的美麗往往比上述那些事物消逝得更快,而一切屬世的事物,簡單說來,都是暫時而短暫的,甚至在它們尚未到來、尚未顯現之前,就立刻躍然離去。
and often the beauty of bodies is quenched far more swiftly than the things mentioned, and simply all the things of this life are temporary and fleeting, and before they have even arrived and appeared, they at once leap away.
14:224
δὲ τῶν πνευματικῶν ἔρως τοὐναντίον ἅπαν, ἀκμάζει διηνεκῶς καὶ ἀνθεῖ, καὶ γῆρας οὐκ οἶδεν, οὐδὲ παλαιότητα δέχεται, οὐδὲ μεταβολῇ τινι καὶ τροπῇ καὶ ἀδηλίᾳ τοῦ μέλλοντός ἐστιν ὑπεύθυνος·
但對屬靈事物的愛卻完全相反:它永遠茂盛、常開不謝,不知衰老,不受朽壞,也不受任何改變、遷移,或未來不可測之事的支配;
But the love of spiritual things is entirely the opposite: it flourishes perpetually and blooms, and knows no old age, nor does it undergo decay, nor is it subject to any change or alteration or to the uncertainty of what is to come;
14:225
ἀλλὰ καὶ ἐνταῦθα τοὺς κεκτημένους ὠφελεῖ, καὶ περιβάλλει πάντοθεν, καὶ ἀπελθόντας ἐντεῦθεν οὐκ ἀφίησιν, ἀλλὰ καὶ συναποδημεῖ καὶ συμμεθίσταται τούτοις, καὶ τῶν φωστήρων αὐτῶν λαμπροτέρους αὐτοὺς ἀποφαίνει κατὰ τὴν ἡμέραν ἐκείνην
反倒是在今生就使擁有它的人得益處,從四面環繞他們;當他們從此離世時,它也不撇棄他們,反而與他們一同遠行、一同遷移,並在那日使他們比諸光體更加明亮。
but even here it benefits those who possess it, and encompasses them on every side, and when they have departed hence it does not abandon them, but even journeys away with them and migrates together with them, and makes them brighter than the very luminaries in that day.
14:226
Ἅπερ οὖν εἰδὼς καὶ μακάριος Δαυΐδ, φιλῶν διετέλει, καὶ τὸν ἔρωτα οὐκ ἠνέσχετο κατέχειν ἔνδον, ἀλλὰ παντὶ τρόπῳ δεῖξαι τοῖς ἀκούουσιν ἠπείγετο τὸ πῦρ, ὅπερ ἔνδον αὐτὸν συνεῖχεν
既然知道這些事,蒙福的大衛也就持續在愛中,不能忍受把這愛壓抑在心中,反倒竭盡各樣方法急切地要向聽者顯明那在他裡面攫住他的火。
Knowing these things, then, the blessed David also continued in loving, and could not bear to keep his love shut up within, but by every means hastened to show to his hearers the fire that held him fast within.
14:227
Εἰπὼν γὰρ, Ἐδίψησεν ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα, ἐπήγαγε, Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Ὅρα καιόμενον τὸν ἄνθρωπον·
因為他說了「我的靈魂渴想神,就是那大能的、永活的神」之後,又接著說:「我幾時才能來到,朝見神的面呢?」你看這人如火焚燒;
For having said, 'My soul thirsted for God, the mighty, the living,' he added, 'When shall I come and appear before the face of God?' Behold the man on fire;
14:228
Εἰδὼς ὅτι ἐντεῦθεν ἀπελθὼν αὐτὸν ὄψεται, οὐδὲ τὴν ἀναβολὴν
他知道從此離世後就能見到祂,因此連片刻的延緩也不能忍受,
knowing that when he had departed hence he would see Him, he could bear neither the postponement
14:229
οὐ στέγει τὴν ὑπέρθεσιν, ἀλλὰ ἀποστολικὸν ἡμῖν ἐνταῦθα δείκνυσι φρόνημα
也不能容忍拖延,反倒在此向我們顯出使徒般的心志。
nor endure the delay, but here shows us an apostolic mind.
14:230
Καὶ γὰρ ἐκεῖνος ἔστενεν ἐπὶ τῇ μελλήσει τῆς ἐντεῦθεν ἀποδημίας·
因為那位使徒也為離世遠行的遲延而歎息;
For that one too groaned over the deferring of his departure from hence;
14:231
καὶ οὗτος τὸ αὐτὸ τοῦτο ἔπασχε
而這位大衛也經歷了完全相同的心情。
and this man suffered this very same thing.
14:232
Διὰ τοῦτο ἔλεγε, Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Καὶ εἰ μὲν ἰδιώτης τις ἦν καὶ εὐτελὴς, καὶ ταπεινὸς, καὶ ἐν πενίᾳ ζῶν, μέγα μὲν καὶ οὕτως τὸ τῆς παρούσης καταφρονῆσαι ζωῆς·
因此他說:「我幾時才能來到,朝見神的面呢?」倘若他只是一個平民、卑微、貧賤、活在貧窮中的人,即使如此,能輕看今生也已是極大的事;
For this reason he said, 'When shall I come and appear before the face of God?' Now if he had been some private and lowly and humble person, living in poverty, even so it would be a great thing to despise the present life;
14:233
πλὴν οὐχ οὕτω μέγα καθάπερ νῦν τὸν βασιλεύοντα καὶ τοσαύτης ἀπολαύοντα τρυφῆς, τοσαύτης μετέχοντα δόξης, νίκας ἀνῃρημένον μυρίας, καὶ πολλοὺς νικήσαντα πολέμους, καὶ λαμπρὸν ὄντα καὶ ἐπίδοξον πανταχοῦ, πάντων μὲν καταγελᾷν τούτων, καὶ πλούτου καὶ δόξης καὶ τρυφῆς ἁπάσης, κεχηνέναι δὲ πρὸς τὰ μέλλοντα·
但這卻不如現今這般偉大,就是一位作王掌權、享受如此奢華、分享如此榮耀、贏得無數勝仗、在許多戰爭中得勝、處處顯赫尊榮的人,竟輕看這一切,無論是財富、榮耀,還是一切奢華,反倒張口渴慕那將來的事;
but not so great as now, when one who reigns as king and enjoys such luxury, who partakes of such glory, who has won countless victories and conquered in many wars, and who is illustrious and renowned everywhere—for such a one to scorn all these things, both wealth and glory and every luxury, and to stand agape toward the things to come;
14:234
τοῦτο μεγαλοψύχου τινός ἐστι διανοίας, τοῦτο φιλοσόφου ψυχῆς καὶ πρὸς τὸν οὐράνιον ἐπτερωμένης ἔρωτα
這正屬於一顆偉大高尚的心思,屬於一個愛慕智慧、向著屬天之愛展翅高飛的靈魂。
this belongs to a great and noble mind, this to a philosophic soul that has taken wing toward the heavenly love.
14:235
Τοῦτον δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ μὴ θαυμάσωμεν τὰ παρόντα, ἵνα θαυμάσωμεν τὰ μέλλοντα·
那麼,讓我們也效法這人,不要驚羨眼前的事物,好叫我們驚羨那將來的事;
This man, then, let us also imitate, and let us not marvel at present things, so that we may marvel at the things to come;
14:236
μᾶλλον δὲ θαυμάσωμεν τὰ μέλλοντα, ἵνα μὴ θαυμάσωμεν τὰ παρόντα
或者更好說,讓我們驚羨那將來的事,好叫我們不驚羨眼前的事物。
or rather, let us marvel at the things to come, so that we may not marvel at present things.
14:237
Ἂν γὰρ διηνεκῶς ταῖς περὶ ἐκείνων ἐννοίαις ἐνδιατρίβωμεν, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν ἀθανασίαν, τὴν ζωὴν τὴν ἀτελεύτητον, τὴν μετὰ ἀγγέλων χορείαν, τὴν μετὰ Χριστοῦ διατριβὴν, τὴν ἀκήρατον δόξαν ἐκείνην, τὴν πάσης ἀπηλλαγμένην ὀδύνης ζωὴν ἀναλογισώμεθα πρὸς ἑαυτοὺς, καὶ ἐνορῶμεν, ὅτι καὶ δάκρυα, καὶ ὀνείδη, καὶ λοιδορίαι, καὶ θάνατος, καὶ ἀθυμίαι, καὶ πόνος, καὶ γῆρας, καὶ νόσος, καὶ ἀῤῥωστία, καὶ πενία, καὶ συκοφαντία, καὶ χηρεία, καὶ ἁμαρτία, καὶ κατάγνωσις, καὶ κόλασις, καὶ τιμωρία, καὶ εἴ τι ἕτερον κατὰ τὸν παρόντα βίον ἐστὶ λυπηρὸν καὶ ἀηδὲς, ταῦτα πάντα ἀπελήλαται, ἀντεισενήνεκται δὲ ἀντὶ τούτων εἰρήνη, πραότης, ἐπιείκεια, ἀγάπη, χαρὰ, δόξα, τιμὴ, λαμπρότης, τὰ ἄλλα, ὅσα οὐδὲ λόγος παραστῆσαι δυνήσεται, οὐδὲν ἡμᾶς τῶν παρόντων αἱρήσεται, ἀλλὰ καὶ ἡμεῖς δυνησόμεθα λέγειν κατὰ τὸν Προφήτην·
因為我們若不斷停留在對那些事的思念中,並在心中細數天國、不朽、無窮盡的生命、與眾天使一同的歡舞、與基督同住、那無玷污的榮耀、脫離一切痛苦的生命,又看見淚水、辱罵、譭謗、死亡、沮喪、勞苦、衰老、疾病、軟弱、貧窮、誣陷、寡居、罪、定罪、刑罰、報應,以及今生一切令人憂傷不悅的事——這一切都被驅逐,取而代之的乃是平安、溫柔、寬容、愛、喜樂、榮耀、尊貴、光輝,以及其他言語所不能表述的事——那麼眼前的事物便絲毫不能挾制我們,我們自己也就能照著先知的話說:
For if we continually dwell in the thoughts concerning those things, and reckon up within ourselves the kingdom of heaven, immortality, the life that has no end, the dance with the angels, the fellowship with Christ, that undefiled glory, the life freed from all pain, and behold that tears, and reproaches, and revilings, and death, and despondencies, and toil, and old age, and disease, and infirmity, and poverty, and slander, and widowhood, and sin, and condemnation, and punishment, and retribution, and whatever else in the present life is grievous and unpleasant—all these have been driven away, and in their place have been brought in, instead of these, peace, gentleness, forbearance, love, joy, glory, honor, splendor, and the other things which no word will be able to set forth—then nothing of present things will lay hold of us, but we too shall be able to say with the Prophet:
14:238
Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ οὕτω διακείμενοι, οὔτε εἰς ἀπόνοιαν ἀπὸ τῶν τοῦ βίου λαμπρῶν, οὔτε εἰς ἀθυμίαν ἀπὸ τῶν λυπηρῶν ἐμπεσούμεθα, οὐ φθόνος, οὐ. κενοδοξία, οὐκ ἄλλο τι τῶν τοιούτων ἡμᾶς αἱρήσεταί ποτε
「我幾時才能來到,朝見神的面呢?」我們既存這樣的心態,就不會因今生的顯赫而陷入狂妄,也不會因今生的憂患而陷入沮喪;無論是嫉妒、虛榮,或任何其他這類的事,都絕不能挾制我們。
'When shall I come and appear before the face of God?' And being so disposed, we shall fall neither into arrogance because of the splendors of life, nor into despondency because of its griefs, and neither envy, nor vainglory, nor any other such thing shall ever lay hold of us.
14:239
Μὴ τοίνυν ἁπλῶς ἐνταῦθα εἰσίωμεν, μηδὲ τὰς ὑπακοὰς ἀφωσιωμένοι ὑπακούωμεν, ἀλλὰ ἀντὶ βακτηρίας αὐτὰς λαβόντες ἐξέλθωμεν
所以,我們不要漫不經心地進來,也不要敷衍了事地唱和應答,反倒要把它們當作杖,然後帶著出去。
Let us not, therefore, enter here carelessly, nor sing the responses in a merely perfunctory way, but taking them as a staff, let us go forth.
14:240
Ἀρκεῖ δὲ ἕκαστος στίχος πολλὴν ἡμῖν ἐνθεῖναι φιλοσοφίαν, καὶ εἰς τὸ τὰ δόγματα διορθῶσαι, καὶ εἰς τὸ βίον ὠφελῆσαι τὰ μέγιστα·
每一節經句都足以在我們裡面栽下豐富的智慧,既能匡正我們的教義,又能在生活上大大造就我們;
And each single verse suffices to instill in us much wisdom, both for setting our doctrines aright, and for benefiting our life in the greatest measure;
14:241
κἂν μετὰ ἀκριβείας ἑκάστην διερευνήσωμεν ῥῆσιν, μεγάλα καρπωσόμεθα ἀγαθά
我們若精確地細查每一句話,就必收穫極大的益處。
and if we search out each saying with exactness, we shall reap great good.
14:242
Οὔτε γὰρ πενίαν, οὔτε ἀσχολίαν, οὔτε ὀκνηρίαν δεῖ ἐνταῦθα προβάλλεσθαι
因為在這件事上,不可拿貧窮、忙碌,或懶惰來作藉口。
For neither poverty, nor lack of leisure, nor sloth ought to be put forward here as an excuse.
14:243
Κἂν γὰρ πένης ᾖς, καὶ διὰ τὴν πενίαν ἀπορῇς βιβλίων, βιβλία μὲν ἔχῃς, σχολῆς δὲ μὴ ἀπολαύσῃς, τὰς ὑπακοὰς μόνον διατήρησόν μοι τῶν ψαλμῶν, ἃς ἐνταῦθα ὑποψάλλεις οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ καὶ πολλάκις, καὶ μεγάλην ἀπελθὼν λήψῃ τὴν παραμυθίαν
因為即使你貧窮,因貧窮而缺乏書卷,或雖有書卷卻沒有閒暇,你只要為我持守詩篇的應答句就好——就是你在此不止一次、兩次、三次,而是多次唱和的那些句子——你離去時就必得著極大的安慰。
For even if you are poor, and because of your poverty are without books, or though you have books but do not enjoy leisure, only keep for me the responses of the psalms, which here you chant in reply not once, nor twice, nor thrice, but many times over, and departing you will receive great consolation.
14:244
Ὅρα γοῦν, ὑπακοὴ αὕτη πόσον ἡμῖν ἠνέῳξε θησαυρόν
你且看,這一句應答為我們開啟了何等浩大的寶藏。
See, then, how great a treasure this response has opened up for us.
14:245
Καὶ μή μοι λεγέτω τις, ὅτι πρὸ τῆς ἑρμηνείας οὐκ εἶδεν αὐτῆς τὴν δύναμιν
不要有人對我說,他在講解之前並不曉得它的能力。
And let no one say to me that before the interpretation he did not know its power.
14:246
Καὶ γὰρ πρὸ τῆς ἑρμηνείας παντὶ τῷ ἀκούοντι καὶ ὁπωσοῦν βουλομένῳ προσέχειν εὐσύνοπτος ὑπακοή
因為即使在講解之前,這應答句對每一個聽見、並肯稍加留意的人來說,都是一目了然的。
For even before the interpretation, the response is easily discernible to everyone who hears and is willing to give heed in any measure.
14:247
Εἰ γὰρ μόνον ἐπαίδευσας σαυτὸν λέγειν·
因為你若單單訓練自己去說:
For if you have only trained yourself to say:
14:248
Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σὲ, Θεός·
「神啊,我的靈魂切慕你,如鹿切慕溪水;」
'As the deer longs for the springs of waters, so my soul longs for You, O God;'
14:249
ἐδίψησεν ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα·
「我的靈魂渴想神,就是那大能的、永活的神;」
'my soul thirsted for God, the mighty, the living;'
14:250
πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ πρὸ τῆς ἑρμηνείας δύνασαι πᾶσαν φιλοσοφίαν ἐνθεῖναι
「我幾時才能來到,朝見神的面呢?」——那麼即使在講解之前,你也能在自己裡面栽下一切的智慧。
'when shall I come and appear before the face of God?'—then even before the interpretation you are able to instill in yourself all wisdom.
14:251
Οὐχ αὕτη δὲ μόνον, ἀλλὰ καὶ ἑκάστη ὑπακοὴ τὸν αὐτὸν ἡμῖν παρέξεται πλοῦτον
不僅是這一句,其實每一句應答都必供給我們同樣的財富。
And not this one only, but every single response will furnish us with the same wealth.
14:252
Μακάριος ἀνὴρ φοβούμενος τὸν Κύριον, καὶ δυνηθῇς ἰδεῖν τί ἐστιν λέγεις·
「敬畏耶和華的人便為有福」——你也就能看見你所說的究竟是甚麼:
'Blessed is the man who fears the Lord'—and you would be able to see what it is that you say:
14:253
οὐ τὸν πλουτοῦντα, οὐ τὸν ἄρχοντα, οὐ τὸν εὔμορφον, οὐ τὸν ῥώμῃ κεκοσμημένον, οὐ τὸν οἰκίας ἔχοντα λαμπρὰς, οὐ τὸν ἐν δυναστείαις ὄντα, οὐ τὸν ἐν
並非那富足的人,也非那掌權的人,非那俊美的人,非那以強壯為裝飾的人,非那擁有華麗宅第的人,非那身居權勢的人,也非那
not the one who is rich, nor the one who rules, nor the one who is comely, nor the one adorned with strength, nor the one who has splendid houses, nor the one who is in positions of power, nor the one
14:254
βασιλείοις τρεφόμενον, οὐκ ἄλλον οὐδένα·
在宮廷中被撫養長大的人,也不是其他任何這樣的人;
nurtured in palaces, nor any other such person;
14:255
ἀλλὰ τὸν ἐν εὐλαβείᾳ, τὸν ἐν φιλοσοφίᾳ, τὸν ἐν φόβῳ Θεοῦ ζῶντα ζηλώσεις, οὐ μόνον διὰ τὰ μέλλοντα, ἀλλὰ καὶ δι' αὐτὰ τὰ παρόντα
而是你要羨慕效法那活在敬虔中、活在愛慕智慧中、活在敬畏神中的人,不僅是為了那將來的事,也是為了眼前這些事本身。
but you will emulate the one who lives in piety, in the love of wisdom, in the fear of God, not only for the sake of the things to come, but also for the sake of the present things themselves.
14:256
Καὶ γὰρ καὶ ἐνταῦθα οὗτος ἐκείνου δυνατώτερος
因為在這件事上,這一位也比那一位更有能力。
For here too the one is mightier than the other.
14:257
Εἰ γὰρ δή ποτε νόσος ἐπιστῇ, μὲν τὴν ἁλουργίδα ἔχων οὐδὲν ἀπὸ τῶν δορυφόρων καὶ τῆς πολλῆς φαντασίας εἰς τὴν παραμυθίαν ὠφελεῖται τῆς ἀῤῥωστίας, ἀλλὰ καὶ οἰκείων, καὶ πατέρων, καὶ πάντων παρόντων, καὶ χρυσῶν ἱματίων ἐπικειμένων καὶ ὑποκειμένων, ὥσπερ ἐν καμίνῳ κεῖται καιόμενος·
因為倘若疾病臨到,那身穿紫袍的人,從護衛與那許多的排場中,對於病痛的緩解毫無得益;縱使親屬、父老與眾人都在旁,縱使金線衣袍鋪蓋在他身上、又墊在他身下,他仍如同躺在火爐中焚燒一般。
For if ever sickness comes upon him, the man who wears the purple robe derives no benefit for the relief of his infirmity from his bodyguards or from all his pomp; but though kinsmen and forefathers and all be present, and though robes of gold be laid over him and spread beneath him, he lies burning as in a furnace.
14:258
δὲ ἐν εὐλαβείᾳ ζῶν, καὶ τὸν Θεὸν φοβούμενος, οὐ πατέρος, οὐκ οἰκέτου, οὐκ ἄλλου τινὸς παρόντος, ἀναβλέψας εἰς τὸν οὐρανὸν οὐ πολλάκις, ἀλλὰ καὶ δὶς καὶ τρὶς, πᾶσαν τὴν κάμινον ἐκείνην ἔσβεσε
但那敬虔度日、敬畏神的人,縱使沒有父親、沒有僕人、沒有別人在旁,只要舉目望天,不必多次,就是兩三次,便能將那整座火爐熄滅。
But he who lives in godly reverence and fears God, with no father, no servant, no other person present, lifting up his eyes to heaven not many times, but only twice or thrice, quenches that whole furnace.
14:259
Τοῦτο δὲ καὶ ἐν ταῖς περιστάσεσι καὶ ἐν τοῖς ἀδοκήτοις πᾶσι συμβαῖνον ἴδοι τις ἂν, τοὺς ἐν πλούτῳ καὶ περιφανείᾳ θορυβουμένους, τοὺς δὲ ἐν εὐλαβείᾳ καὶ φιλοσοφίᾳ ἀταράχως ἅπαντα φέροντας
在一切患難與一切意外之事上,人都可看見同樣的情形發生:那些在富貴與顯赫中的人陷入慌亂,而那些在敬虔與屬靈智慧中的人,卻能不受攪擾地承擔一切。
And one may see this same thing coming to pass in all trials and in all unexpected events: those who live in wealth and splendor are thrown into confusion, while those who live in reverence and true wisdom bear all things without disturbance.
14:260
Καὶ πρὸ τούτων δὲ πάντων, κἂν μηδὲν συμπέσῃ δεινὸν, πλείονος τὸ συνειδὸς τοῦ φοβουμένου τὸν Θεὸν καὶ καθαρωτέρας ἡδονῆς γέμει τῆς τοῦ πλουτοῦντος ψυχῆς
而在這一切之先,縱使沒有任何禍患臨到,那敬畏神之人的良心,也比那富足之人的靈魂充滿更純潔的喜樂。
And before all these things, even if no calamity befalls, the conscience of him who fears God is fuller of a purer gladness than the soul of him who is rich.
14:261
Ἐκεῖνος μὲν γὰρ, εἰ καὶ τῆς ἔξωθεν ἀπολαύει τροφῆς, τῶν ἐν λιμῷ ζώντων ἁπάντων χαλεπώτερον διακείσεται, τὰ οἰκεῖα ἑαυτὸν ἀναμιμνήσκων κακὰ καὶ πονηρῷ συζῶν συνειδότι·
因為那一個人,縱然享用外來的食物,卻要比一切在饑荒中度日的人更為悽慘,因他不斷回想自己的惡行,又與邪惡的良心同住;
For the one, even though he enjoys food from without, will be more wretchedly disposed than all who live in famine, reminding himself of his own evils and living together with a wicked conscience;
14:262
οὗτος δὲ, κἂν τῆς ἀναγκαίας ἀπορῇ τροφῆς, τῶν πάσης ἀπολαυόντων τρυφῆς εὐθυμότερος ἔσται, ἐλπίσι χρησταῖς συντρεφόμενος, καὶ τὰς ἀμοιβὰς τῶν οἰκείων κατορθωμάτων καθ' ἑκάστην προσδοκᾷ τὴν ἡμέραν
但那另一個人,縱然缺乏必需的食物,卻要比那些享盡一切奢華的人更為歡暢,因他以美好的盼望為滋養,天天期待自己善行的報償。
but the other, even though he lacks necessary food, will be more cheerful than those who enjoy every luxury, being nourished together with good hopes, and day by day awaiting the recompense of his own good deeds.
14:263
Ἵνα δὲ μὴ μακρύνων τὸν λόγον δόξω ἐνοχλεῖν, τοῖς φιλο. πονωτέροις καταλιπὼν ἑκάστην ἐκλέγειν ὑπακοὴν, καὶ τὴν ἐναποκειμένην αὐτῇ δύναμιν διερευνᾶσθαι, ἐνταῦθα καταλύσω τὸν λόγον, ἐκεῖνα παραινέσας ὑμῶν τῇ ἀγάπῃ, μὴ ἁπλῶς ἐνταῦθα εἰσιέναι, ἀλλ' ὥσπερ μαργαρίτας τὰς ὑπακοὰς λαμβάνοντας διατηρεῖν, καὶ μελετᾷν οἴκοι διηνεκῶς, καὶ πρὸς φίλους καὶ πρὸς γυναῖκας ἅπαντα ταῦτα λέγειν·
但為免我因拖長講論而顯得惹人厭煩,我把逐一揀選每句應答、並探究其中所蘊藏之能力的工夫留給更勤勉的人,就在此結束這篇講論;只勸勉你們的愛心:不要草率地來到這裡,乃要像領受珍珠一般領受這些應答,將它們妥善存留,在家中不住地默想,並向朋友、向妻子述說這一切;
But that I may not seem to be tiresome by prolonging the discourse, leaving it to the more diligent to choose out each response and to search out the power stored up in it, I will here end my discourse, having exhorted this to your love: not to come in here casually, but as though receiving the responses like pearls, to keep them safe and to meditate on them continually at home, and to speak all these things to friends and to wives;
14:264
κἂν πάθος διενοχλῇ, κἂν ἐπιθυμία διαναστῇ, κἂν θυμὸς, κἂν ἄλλο ὁτιοῦν ἕτερον πάθος ἀλογώτατον, αὐτὰς ἐπᾴδειν συνεχῶς·
並且每當情慾攪擾、每當私慾興起、每當忿怒、或任何其他極不合理的情慾發作時,要不斷地誦唸這些話,作為抵擋它們的咒歌;
and whenever a passion troubles you, whenever desire rises up, whenever anger, or whatever other utterly unreasoning passion, to chant these continually as a charm against them;
14:265
ἵνα καὶ κατὰ τὸν παρόντα βίον γαλήνης πολλῆς ἀπολαύσωμεν, καὶ εἰς τὴν μέλλουσαν ζωὴν τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
好使我們在今生得享極大的平安,並在來世承受永恆的美善,這都是靠著我們主耶穌基督的恩典與慈愛;願榮耀、權能、尊貴,藉著祂並與祂一同歸與父,也歸與聖靈,從今直到永永遠遠。
that both in the present life we may enjoy great calm, and in the life to come may attain the eternal good things, by the grace and lovingkindness of our Lord Jesus Christ, through whom and with whom to the Father, together with the Holy Spirit, be glory, might, honor, now and ever, and unto the ages of ages.
← 第 13 章第 15 章 →
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263