📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

七十士譯本 › 阿摩司書

阿摩司書 第 8 章

希臘文原文.14 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
8:1
οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ
主耶和華又指示我一件事:我看見一筐夏天的果子。
Thus the Lord Yahweh showed me: behold, a basket of summer fruit.
8:2
καὶ εἶπεν τί σὺ βλέπεις Αμως καὶ εἶπα ἄγγος ἰξευτοῦ καὶ εἶπεν κύριος πρός με ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ισραηλ οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν
他說:「阿摩司啊,你看見甚麼?」我說:「看見一筐夏天的果子。」耶和華說:「我民以色列的結局到了,我必不再寬恕他們。」
He said, “Amos, what do you see?” I said, “A basket of summer fruit.” Then Yahweh said to me, “The end has come on my people Israel. I will not again pass by them any more.
8:3
καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος πολὺς πεπτωκὼς ἐν παντὶ τόπῳ ἐπιρρίψω σιωπήν
主耶和華說:「那日,殿中的詩歌變為哀號;必有許多屍首在各處拋棄,無人作聲。」
The songs of the temple will be wailing in that day,” says the Lord Yahweh. “The dead bodies will be many. In every place they will throw them out with silence.
8:4
ἀκούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωὶ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς
你們這些要吞吃窮乏人、 使困苦人衰敗的,當聽我的話!
Hear this, you who desire to swallow up the needy, and cause the poor of the land to fail,
8:5
οἱ λέγοντες πότε διελεύσεται μὴν καὶ ἐμπολήσομεν καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιῆσαι ζυγὸν ἄδικον
你們說:月朔幾時過去, 我們好賣糧; 安息日幾時過去, 我們好擺開麥子; 賣出用小升斗, 收銀用大戥子, 用詭詐的天平欺哄人,
saying, ‘When will the new moon be gone, that we may sell grain? And the Sabbath, that we may market wheat, making the ephah small, and the shekel large, and dealing falsely with balances of deceit;
8:6
τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ πτωχοὺς καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθα
好用銀子買貧寒人, 用一雙鞋換窮乏人, 將壞了的麥子賣給人。
that we may buy the poor for silver, and the needy for a pair of sandals, and sell the sweepings with the wheat?’”
8:7
ὀμνύει κύριος καθ’ ὑπερηφανίας Ιακωβ εἰ ἐπιλησθήσεται εἰς νεῖκος πάντα τὰ ἔργα ὑμῶν
耶和華指着雅各的榮耀起誓說: 他們的一切行為,我必永遠不忘。
Yahweh has sworn by the pride of Jacob, “Surely I will never forget any of their works.
8:8
καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται γῆ καὶ πενθήσει πᾶς κατοικῶν ἐν αὐτῇ καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου
地豈不因這事震動? 其上的居民不也悲哀嗎? 地必全然像尼羅河漲起, 如同埃及河湧上落下。
Won’t the land tremble for this, and everyone mourn who dwells in it? Yes, it will rise up wholly like the River; and it will be stirred up and sink again, like the River of Egypt.
8:9
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος θεός καὶ δύσεται ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς
主耶和華說:到那日, 我必使日頭在午間落下, 使地在白晝黑暗。
It will happen in that day,” says the Lord Yahweh, “that I will cause the sun to go down at noon, and I will darken the earth in the clear day.
8:10
καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμέραν ὀδύνης
我必使你們的節期變為悲哀, 歌曲變為哀歌。 眾人腰束麻布,頭上光禿, 使這場悲哀如喪獨生子, 至終如痛苦的日子一樣。
I will turn your feasts into mourning, and all your songs into lamentation; and I will make you wear sackcloth on all your bodies, and baldness on every head. I will make it like the mourning for an only son, and its end like a bitter day.
8:11
ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου
主耶和華說:日子將到, 我必命饑荒降在地上。 人飢餓非因無餅,乾渴非因無水, 乃因不聽耶和華的話。
Behold, the days come,” says the Lord Yahweh, “that I will send a famine in the land, not a famine of bread, nor a thirst for water, but of hearing Yahweh’s words.
8:12
καὶ σαλευθήσονται ὕδατα ἕως θαλάσσης καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον κυρίου καὶ οὐ μὴ εὕρωσιν
他們必飄流,從這海到那海, 從北邊到東邊,往來奔跑, 尋求耶和華的話,卻尋不着。
They will wander from sea to sea, and from the north even to the east; they will run back and forth to seek Yahweh’s word, and will not find it.
8:13
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει
當那日,美貌的處女 和少年的男子必因乾渴發昏。
In that day the beautiful virgins and the young men will faint for thirst.
8:14
οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ οἱ λέγοντες ζῇ θεός σου Δαν καὶ ζῇ θεός σου Βηρσαβεε καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι
那指着撒馬利亞牛犢 起誓的說: 但哪,我們指着你那裏的活神起誓; 又說:我們指着別是巴的神道 起誓。 這些人都必仆倒,永不再起來。
Those who swear by the sin of Samaria, and say, ‘As your god, Dan, lives,’ and, ‘As the way of Beersheba lives,’ they will fall, and never rise up again.”
123456789