📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 以斯拉記

以斯拉記 第 5 章

希臘文原文.17 節.部分字詞可點開查義

← 第 4 章第 6 章 →
📖 這一章另有 2 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本)
5:1
καὶ ἐπροφήτευσεν Αγγαιος προφήτης καὶ Ζαχαριας τοῦ Αδδω προφητείαν ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν Ιουδα καὶ Ιερουσαλημ ἐν ὀνόματι θεοῦ Ισραηλ ἐπ’ αὐτούς
那時,先知哈該和易多的孫子撒迦利亞奉以色列上帝的名向猶大和耶路撒冷的猶大人說勸勉的話。
Now the prophets, Haggai the prophet and Zechariah the son of Iddo, prophesied to the Jews who were in Judah and Jerusalem. They prophesied to them in the name of the God of Israel.
5:2
τότε ἀνέστησαν Ζοροβαβελ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς υἱὸς Ιωσεδεκ καὶ ἤρξαντο οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ τὸν ἐν Ιερουσαλημ καὶ μετ’ αὐτῶν οἱ προφῆται τοῦ θεοῦ βοηθοῦντες αὐτοῖς
於是撒拉鐵的兒子所羅巴伯和約薩達的兒子耶書亞都起來動手建造耶路撒冷上帝的殿,有上帝的先知在那裏幫助他們。
Then Zerubbabel the son of Shealtiel, and Jeshua the son of Jozadak rose up and began to build God’s house which is at Jerusalem; and with them were the prophets of God, helping them.
5:3
ἐν αὐτῷ τῷ καιρῷ ἦλθεν ἐπ’ αὐτοὺς Θανθαναι ἔπαρχος πέραν τοῦ ποταμοῦ καὶ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν καὶ τοῖα εἶπαν αὐτοῖς τίς ἔθηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦτον καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι
當時河西的總督達乃和示他‧波斯乃,並他們的同黨來問說:「誰降旨讓你們建造這殿,修成這牆呢?」
At the same time Tattenai, the governor beyond the River, came to them, with Shetharbozenai and their companions, and asked them, “Who gave you a decree to build this house and to finish this wall?”
5:4
τότε ταῦτα εἴποσαν αὐτοῖς τίνα ἐστὶν τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν οἰκοδομούντων τὴν πόλιν ταύτην
我們便告訴他們建造這殿的人叫甚麼名字。
They also asked for the names of the men who were making this building.
5:5
καὶ οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ἐπὶ τὴν αἰχμαλωσίαν Ιουδα καὶ οὐ κατήργησαν αὐτούς ἕως γνώμη τῷ Δαρείῳ ἀπηνέχθη καὶ τότε ἀπεστάλη τῷ φορολόγῳ ὑπὲρ τούτου
上帝的眼目看顧猶大的長老,以致總督等沒有叫他們停工,直到這事奏告大流士,得着他的回諭。
But the eye of their God was on the elders of the Jews, and they didn’t make them cease until the matter should come to Darius, and an answer should be returned by letter concerning it.
5:6
διασάφησις ἐπιστολῆς ἧς ἀπέστειλεν Θανθαναι ἔπαρχος τοῦ πέραν τοῦ ποταμοῦ καὶ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν Αφαρσαχαῖοι οἱ ἐν τῷ πέραν τοῦ ποταμοῦ Δαρείῳ τῷ βασιλεῖ
河西的總督達乃和示他‧波斯乃,並他們的同黨,就是住河西的亞法薩迦人,上本奏告大流士王。
The copy of the letter that Tattenai, the governor beyond the River, and Shetharbozenai, and his companions the Apharsachites who were beyond the River, sent to Darius the king follows.
5:7
ῥῆσιν ἀπέστειλαν πρὸς αὐτόν καὶ τάδε γέγραπται ἐν αὐτῷ Δαρείῳ τῷ βασιλεῖ εἰρήνη πᾶσα
本上寫着說:「願大流士王諸事平安。
They sent a letter to him, in which was written: To Darius the king, all peace.
5:8
γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐπορεύθημεν εἰς τὴν Ιουδαίαν χώραν εἰς οἶκον τοῦ θεοῦ τοῦ μεγάλου καὶ αὐτὸς οἰκοδομεῖται λίθοις ἐκλεκτοῖς καὶ ξύλα ἐντίθεται ἐν τοῖς τοίχοις καὶ τὸ ἔργον ἐκεῖνο ἐπιδέξιον γίνεται καὶ εὐοδοῦται ἐν ταῖς χερσὶν αὐτῶν
王該知道,我們往猶大省去,到了至大上帝的殿,這殿是用大石建造的。樑木插入牆內,工作甚速,他們手下亨通。
Be it known to the king that we went into the province of Judah, to the house of the great God, which is being built with great stones and timber is laid in the walls. This work goes on with diligence and prospers in their hands.
5:9
τότε ἠρωτήσαμεν τοὺς πρεσβυτέρους ἐκείνους καὶ οὕτως εἴπαμεν αὐτοῖς τίς ἔθηκεν ὑμῖν γνώμην τὸν οἶκον τοῦτον οἰκοδομῆσαι καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι
我們就問那些長老說:『誰降旨讓你們建造這殿,修成這牆呢?』
Then we asked those elders, and said to them thus, “Who gave you a decree to build this house, and to finish this wall?”
5:10
καὶ τὰ ὀνόματα αὐτῶν ἠρωτήσαμεν αὐτοὺς γνωρίσαι σοι ὥστε γράψαι σοι τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀρχόντων αὐτῶν
又問他們的名字,要記錄他們首領的名字,奏告於王。
We asked them their names also, to inform you that we might write the names of the men who were at their head.
5:11
καὶ τοιοῦτο ῥῆμα ἀπεκρίθησαν ἡμῖν λέγοντες ἡμεῖς ἐσμεν δοῦλοι τοῦ θεοῦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ οἰκοδομοῦμεν τὸν οἶκον ὃς ἦν ᾠκοδομημένος πρὸ τούτου ἔτη πολλά καὶ βασιλεὺς τοῦ Ισραηλ μέγας ᾠκοδόμησεν αὐτὸν καὶ κατηρτίσατο αὐτὸν
他們回答說:『我們是天地之上帝的僕人,重建前多年所建造的殿,就是以色列的一位大君王建造修成的。
Thus they returned us answer, saying, “We are the servants of the God of heaven and earth and are building the house that was built these many years ago, which a great king of Israel built and finished.
5:12
αὐτοῖς ἀφ’ ὅτε δὲ παρώργισαν οἱ πατέρες ἡμῶν τὸν θεὸν τοῦ οὐρανοῦ ἔδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος τοῦ Χαλδαίου καὶ τὸν οἶκον τοῦτον κατέλυσεν καὶ τὸν λαὸν ἀπῴκισεν εἰς Βαβυλῶνα
只因我們列祖惹天上的上帝發怒,上帝把他們交在迦勒底人巴比倫王尼布甲尼撒的手中,他就拆毀這殿,又將百姓擄到巴比倫。
But after our fathers had provoked the God of heaven to wrath, he gave them into the hand of Nebuchadnezzar king of Babylon, the Chaldean, who destroyed this house and carried the people away into Babylon.
5:13
ἀλλ’ ἐν ἔτει πρώτῳ Κύρου τοῦ βασιλέως Κῦρος βασιλεὺς ἔθετο γνώμην τὸν οἶκον τοῦ θεοῦ τοῦτον οἰκοδομηθῆναι
然而巴比倫王塞魯士元年,他降旨允准建造上帝的這殿。
But in the first year of Cyrus king of Babylon, Cyrus the king made a decree to build this house of God.
5:14
καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ θεοῦ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ Ναβουχοδονοσορ ἐξήνεγκεν ἀπὸ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπήνεγκεν αὐτὰ εἰς ναὸν τοῦ βασιλέως ἐξήνεγκεν αὐτὰ Κῦρος βασιλεὺς ἀπὸ ναοῦ τοῦ βασιλέως καὶ ἔδωκεν τῷ Σασαβασαρ τῷ θησαυροφύλακι τῷ ἐπὶ τοῦ θησαυροῦ
上帝殿中的金、銀器皿,就是尼布甲尼撒從耶路撒冷的殿中掠去帶到巴比倫廟裏的,塞魯士王從巴比倫廟裏取出來,交給派為省長的,名叫設巴薩,
The gold and silver vessels of God’s house, which Nebuchadnezzar took out of the temple that was in Jerusalem and brought into the temple of Babylon, those Cyrus the king also took out of the temple of Babylon, and they were delivered to one whose name was Sheshbazzar, whom he had made governor.
5:15
καὶ εἶπεν αὐτῷ πάντα τὰ σκεύη λαβὲ καὶ πορεύου θὲς αὐτὰ ἐν τῷ οἴκῳ τῷ ἐν Ιερουσαλημ εἰς τὸν ἑαυτῶν τόπον
對他說可以將這些器皿帶去,放在耶路撒冷的殿中,在原處建造上帝的殿。
He said to him, ‘Take these vessels, go, put them in the temple that is in Jerusalem, and let God’s house be built in its place.’
5:16
τότε Σασαβασαρ ἐκεῖνος ἦλθεν καὶ ἔδωκεν θεμελίους τοῦ οἴκου τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ καὶ ἀπὸ τότε ἕως τοῦ νῦν ᾠκοδομήθη καὶ οὐκ ἐτελέσθη
於是這設巴薩來建立耶路撒冷上帝殿的根基。這殿從那時直到如今尚未造成。』
Then the same Sheshbazzar came and laid the foundations of God’s house which is in Jerusalem. Since that time even until now it has been being built, and yet it is not completed.
5:17
καὶ νῦν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν ἐπισκεπήτω ἐν οἴκῳ τῆς γάζης τοῦ βασιλέως Βαβυλῶνος ὅπως γνῷς ὅτι ἀπὸ βασιλέως Κύρου ἐτέθη γνώμη οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ ἐκεῖνον τὸν ἐν Ιερουσαλημ καὶ γνοὺς βασιλεὺς περὶ τούτου πεμψάτω πρὸς ἡμᾶς
現在王若以為美,請察巴比倫王的府庫,看塞魯士王降旨允准在耶路撒冷建造上帝的殿沒有,王的心意如何?請降旨曉諭我們。」
Now therefore, if it seems good to the king, let a search be made in the king’s treasure house, which is there at Babylon, whether it is so that a decree was made by Cyrus the king to build this house of God at Jerusalem; and let the king send his pleasure to us concerning this matter.”
← 第 4 章第 6 章 →
12345678910