📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek New Testament › Luke

Luke 4

Greek original · 44 verses · tap any word for lemma, parsing and meaning

← ch. 3ch. 5 →
📖 This chapter exists in 2 other originals — side by side (Vulgate, Ge'ez Bible)
4:1
Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι ἐν τῇ ἐρήμῳ
Jesus, full of the Holy Spirit, returned from the Jordan and was led by the Spirit into the wilderness
耶穌被聖靈充滿,從約旦河回來,聖靈將他引到曠野,
4:2
ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν.
for forty days, being tempted by the devil. He ate nothing in those days. Afterward, when they were completed, he was hungry.
四十天受魔鬼的試探。那些日子沒有吃甚麼;日子滿了,他就餓了。
4:3
εἶπεν δὲ αὐτῷ διάβολος· εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.
The devil said to him, “If you are the Son of God, command this stone to become bread.”
魔鬼對他說:「你若是上帝的兒子,可以吩咐這塊石頭變成食物。」
4:4
καὶ ἀπεκρίθη πρὸς αὐτὸν Ἰησοῦς· γέγραπται ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος.
Jesus answered him, saying, “It is written, ‘Man shall not live by bread alone, but by every word of God.’”
耶穌回答說:「經上記着說:『人活着不是單靠食物,乃是靠上帝口裏所出的一切話。』」
4:5
καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου·
The devil, leading him up on a high mountain, showed him all the kingdoms of the world in a moment of time.
魔鬼又領他上了高山,霎時間把天下的萬國都指給他看,
4:6
καὶ εἶπεν αὐτῷ διάβολος· σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ἐὰν θέλω δίδωμι αὐτήν·
The devil said to him, “I will give you all this authority and their glory, for it has been delivered to me, and I give it to whomever I want.
對他說:「這一切權柄、榮華,我都要給你,因為這原是交付我的,我願意給誰就給誰。
4:7
σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα.
If you therefore will worship before me, it will all be yours.”
你若在我面前下拜,這都要歸你。」
4:8
καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτῷ· γέγραπται· προσκυνήσεις κύριον τὸν θεόν σου καὶ αὐτῷ μόνῳ λατρεύσεις.
Jesus answered him, “Get behind me, Satan! For it is written, ‘You shall worship the Lord your God, and you shall serve him only.’”
耶穌說:「經上記着說: 當拜主-你的上帝, 單要事奉他。」
4:9
ἤγαγεν δὲ αὐτὸν εἰς Ἱερουσαλὴμ καὶ ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·
He led him to Jerusalem and set him on the pinnacle of the temple, and said to him, “If you are the Son of God, cast yourself down from here,
魔鬼又領他到耶路撒冷去,叫他站在殿頂 上,對他說:「你若是上帝的兒子,可以從這裏跳下去;
4:10
γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε,
for it is written, ‘He will put his angels in charge of you, to guard you;’
因為經上記着說: 主要為你吩咐他的使者保護你;
4:11
καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
and, ‘On their hands they will bear you up, lest perhaps you dash your foot against a stone.’”
他們要用手托着你, 免得你的腳碰在石頭上。」
4:12
καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ Ἰησοῦς ὅτι εἴρηται· οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
Jesus answering, said to him, “It has been said, ‘You shall not tempt the Lord your God.’”
耶穌對他說:「經上說:『不可試探主-你的上帝。』」
4:13
καὶ συντελέσας πάντα πειρασμὸν διάβολος ἀπέστη ἀπ’ αὐτοῦ ἄχρι καιροῦ.
When the devil had completed every temptation, he departed from him until another time.
魔鬼用完了各樣的試探,就暫時離開耶穌。
4:14
Καὶ ὑπέστρεψεν Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθεν καθ’ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.
Jesus returned in the power of the Spirit into Galilee, and news about him spread through all the surrounding area.
耶穌滿有聖靈的能力,回到加利利;他的名聲就傳遍了四方。
4:15
καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.
He taught in their synagogues, being glorified by all.
他在各會堂裏教訓人,眾人都稱讚他。
4:16
Καὶ ἦλθεν εἰς Ναζαρά, οὗ ἦν ἀνατεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.
He came to Nazareth, where he had been brought up. He entered, as was his custom, into the synagogue on the Sabbath day, and stood up to read.
耶穌來到拿撒勒,就是他長大的地方。在安息日,照他平常的規矩進了會堂,站起來要念聖經。
4:17
καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἡσαΐου, καὶ ἀναπτύξας τὸ βιβλίον εὗρεν τόπον οὗ ἦν γεγραμμένον·
The book of the prophet Isaiah was handed to him. He opened the book, and found the place where it was written,
有人把先知以賽亞的書交給他,他就打開,找到一處寫着說:
4:18
πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με
“The Spirit of the Lord is on me, because he has anointed me to preach good news to the poor. He has sent me to heal the broken hearted, to proclaim release to the captives, recovering of sight to the blind, to deliver those who are crushed,
主的靈在我身上, 因為他用膏膏我, 叫我傳福音給貧窮的人; 差遣我報告: 被擄的得釋放, 瞎眼的得看見, 叫那受壓制的得自由,
4:19
κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν.
and to proclaim the acceptable year of the Lord.”
報告上帝悅納人的禧年。
4:20
καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν, καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ.
He closed the book, gave it back to the attendant, and sat down. The eyes of all in the synagogue were fastened on him.
於是把書捲起來,交還執事,就坐下。會堂裏的人都定睛看他。
4:21
ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.
He began to tell them, “Today, this Scripture has been fulfilled in your hearing.”
耶穌對他們說:「今天這經應驗在你們耳中了。」
4:22
καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον· οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος;
All testified about him and wondered at the gracious words which proceeded out of his mouth; and they said, “Isn’t this Joseph’s son?”
眾人都稱讚他,並希奇他口中所出的恩言;又說:「這不是約瑟的兒子嗎?」
4:23
καὶ εἶπεν πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναοὺμ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.
He said to them, “Doubtless you will tell me this proverb, ‘Physician, heal yourself! Whatever we have heard done at Capernaum, do also here in your hometown.’”
耶穌對他們說:「你們必引這俗語向我說:『醫生,你醫治自己吧!我們聽見你在迦百農所行的事,也當行在你自己家鄉裏』」;
4:24
εἶπεν δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι ἑαυτοῦ.
He said, “Most certainly I tell you, no prophet is acceptable in his hometown.
又說:「我實在告訴你們,沒有先知在自己家鄉被人悅納的。
4:25
ἐπ’ ἀληθείας δὲ λέγω ὑμῖν ὅτι πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἡλείου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν,
But truly I tell you, there were many widows in Israel in the days of Elijah, when the sky was shut up three years and six months, when a great famine came over all the land.
我對你們說實話,當以利亞的時候,天閉塞了三年零六個月,遍地有大饑荒,那時,以色列中有許多寡婦,
4:26
καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἡλείας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν.
Elijah was sent to none of them, except to Zarephath, in the land of Sidon, to a woman who was a widow.
以利亞並沒有奉差往她們一個人那裏去,只奉差往西頓的撒勒法一個寡婦那裏去。
4:27
καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Ναιμὰν Σύρος.
There were many lepers in Israel in the time of Elisha the prophet, yet not one of them was cleansed, except Naaman, the Syrian.”
先知以利沙的時候,以色列中有許多長大痲瘋的,但內中除了敘利亞國的乃縵,沒有一個得潔淨的。」
4:28
καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα,
They were all filled with wrath in the synagogue as they heard these things.
會堂裏的人聽見這話,都怒氣滿胸,
4:29
καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ’ οὗ πόλις ᾠκοδόμητο αὐτῶν, ὥστε κατακρημνίσαι αὐτόν·
They rose up, threw him out of the city, and led him to the brow of the hill that their city was built on, that they might throw him off the cliff.
就起來攆他出城(他們的城造在山上);他們帶他到山崖,要把他推下去。
4:30
αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.
But he, passing through the middle of them, went his way.
他卻從他們中間直行,過去了。
4:31
Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας, καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν·
He came down to Capernaum, a city of Galilee. He was teaching them on the Sabbath day,
耶穌下到迦百農,就是加利利的一座城,在安息日教訓眾人。
4:32
καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν λόγος αὐτοῦ.
and they were astonished at his teaching, for his word was with authority.
他們很希奇他的教訓,因為他的話裏有權柄。
4:33
Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ·
In the synagogue there was a man who had a spirit of an unclean demon; and he cried out with a loud voice,
在會堂裏有一個人,被污鬼的精氣附着,大聲喊叫說:
4:34
ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ἅγιος τοῦ θεοῦ.
saying, “Ah! what have we to do with you, Jesus of Nazareth? Have you come to destroy us? I know who you are: the Holy One of God!”
「唉!拿撒勒的耶穌,我們與你有甚麼相干?你來滅我們嗎?我知道你是誰,乃是上帝的聖者。」
4:35
καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς λέγων· φιμώθητι καὶ ἔξελθε ἀπ’ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ’ αὐτοῦ μηδὲν βλάψαν αὐτόν.
Jesus rebuked him, saying, “Be silent and come out of him!” When the demon had thrown him down in the middle of them, he came out of him, having done him no harm.
耶穌責備他說:「不要作聲,從這人身上出來吧!」鬼把那人摔倒在眾人中間,就出來了,卻也沒有害他。
4:36
καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· τίς λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται;
Amazement came on all and they spoke together, one with another, saying, “What is this word? For with authority and power he commands the unclean spirits, and they come out!”
眾人都驚訝,彼此對問說:「這是甚麼道理呢?因為他用權柄能力吩咐污鬼,污鬼就出來。」
4:37
καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.
News about him went out into every place of the surrounding region.
於是耶穌的名聲傳遍了周圍地方。
4:38
Ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.
He rose up from the synagogue and entered into Simon’s house. Simon’s mother-in-law was afflicted with a great fever, and they begged him to help her.
耶穌出了會堂,進了西門的家。西門的岳母害熱病甚重,有人為她求耶穌。
4:39
καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.
He stood over her and rebuked the fever, and it left her. Immediately she rose up and served them.
耶穌站在她旁邊,斥責那熱病,熱就退了。她立刻起來服事他們。
4:40
Δύνοντος δὲ τοῦ ἡλίου πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς.
When the sun was setting, all those who had any sick with various diseases brought them to him; and he laid his hands on every one of them, and healed them.
日落的時候,凡有病人的,不論害甚麼病,都帶到耶穌那裏。耶穌按手在他們各人身上,醫好他們。
4:41
ἐξήρχοντο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κραυγάζοντα καὶ λέγοντα ὅτι σὺ εἶ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι.
Demons also came out of many, crying out and saying, “You are the Christ, the Son of God!” Rebuking them, he didn’t allow them to speak, because they knew that he was the Christ.
又有鬼從好些人身上出來,喊着說:「你是上帝的兒子。」耶穌斥責他們,不許他們說話,因為他們知道他是基督。
4:42
Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον, καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν· καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ’ αὐτῶν.
When it was day, he departed and went into an uninhabited place and the multitudes looked for him, and came to him, and held on to him, so that he wouldn’t go away from them.
天亮的時候,耶穌出來,走到曠野地方。眾人去找他,到了他那裏,要留住他,不要他離開他們。
4:43
δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ἐπὶ τοῦτο ἀπεστάλην.
But he said to them, “I must preach the good news of God’s Kingdom to the other cities also. For this reason I have been sent.”
但耶穌對他們說:「我也必須在別城傳上帝國的福音,因我奉差原是為此。」
4:44
καὶ ἦν κηρύσσων εἰς τὰς συναγωγὰς τῆς Γαλιλαίας.
He was preaching in the synagogues of Galilee.
於是耶穌在加利利的各會堂傳道。
← ch. 3ch. 5 →
123456789101112131415161718192021222324