📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Catechetical Lectures

Cyril of Jerusalem

Catechetical Lectures 4

Greek original · 354 verses · some words can be tapped for a gloss

← ch. 3ch. 5 →
4:1
Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κολοσσαεῖς·
And a reading from the Epistle to the Colossians:
並誦讀歌羅西書一段:
4:2
Βλέπετε μή τις ὑμᾶς ἔσται συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ τὰ ἑξῆς
'See to it that no one carries you off as spoil through philosophy and empty deceit, according to the tradition of men, according to the elements of the world,' and what follows.
『你們要謹慎,恐怕有人用他的哲學和虛空的妄言,照著人的傳統,照著世上的蒙學,把你們擄去,』以及下文。
4:3
Μιμεῖται τὴν ἀρετὴν κακία, καὶ τὸ ζιζάνιον βιάζεται σῖτος νομισθῆναι·
Vice imitates virtue, and the tare forces itself to be reckoned as wheat;
邪惡模倣美德,稗子勉強要被當作麥子;
4:4
σχήματι μὲν πρὸς τὸν σῖτον ἐξομοιούμενον, ἐκ δὲ τῆς γεύσεως ὑπὸ τῶν διακριτικῶν ἐξελεγχόμενον
in form indeed being made like to the wheat, but by its taste being exposed by those who can discern.
在外形上固然像麥子,但藉著嘗味,便被那有分辨力的人查驗出來。
4:5
Καὶ Διάβολος μετασχηματίζεται εἰς ἄγγελον φωτὸς, οὐχ ἵνα ἐπανέλθῃ ὅπου καὶ ἦν·
And the Devil transforms himself into an angel of light, not in order to return to where he once was;
魔鬼也裝作光明的天使,並非為要回到他從前所在之處;
4:6
[ὥσπερ γὰρ ἄκμων, ἀνήλατον τὴν καρδίαν κτησάμενος, ἀμετανόητον λοιπὸν ἔχει τὴν προαίρεσιν] ἀλλ' ἵνα τοὺς ἰσάγγελον βίον πολιτευομένους, ἀβλεψίας σκότει, καὶ ἀπιστίας λοιμώδει περιβάλλῃ καταστάσει
[for, like an anvil, having gained a heart that cannot be beaten soft, he henceforth has an unrepentant purpose;] but that he may enwrap those who live the angelic life in the darkness of blindness and in the plague-like state of unbelief.
〔因為他像鐵砧,得了一顆錘打不軟的心,從此就懷著不悔改的存心;〕乃是為要把那些過天使般生活的人,籠罩在瞎眼的黑暗中,並籠罩在如瘟疫般不信的光景裏。
4:7
Πολλοὶ λύκοι περιάγουσιν ἐν ἐνδύμασι προβάτων, προβάτων μὲν ἐνδύματα κεκτημένοι, οὐ μὴν καὶ ὄνυχας καὶ ὀδόντας·
Many wolves go about in sheep's clothing, having indeed the clothing of sheep, but not also the claws and the teeth;
有許多狼披著羊的外衣四處游行,固然有羊的外衣,卻沒有羊的爪牙;
4:8
ἀλλὰ τὴν ἥμερον περικείμενοι δορὰν καὶ τῷ σχήματι τοὺς ἀκάκους ἀπατῶντες, τὴν φθοροποιὸν τῆς ἀσεβείας ἐκ τῶν ὀδόντων προσχέουσιν ἰόν
but, wrapped about with the tame hide and by their guise deceiving the innocent, they pour out from their teeth the corrupting venom of impiety.
他們披著馴良的皮,用外貌欺哄無邪的人,卻從牙齒中傾出那敗壞人、不敬虔的毒液。
4:9
Χρεία τοίνυν θείας ἡμῖν χάριτος, καὶ νηφαλίου διανοίας καὶ βλεπόντων ὀφθαλμῶν·
There is need, therefore, of divine grace for us, and of a sober mind and of seeing eyes;
所以我們需要屬神的恩典,需要清醒的心思和看得見的眼睛;
4:10
ἵνα μήτε τὸ ζιζάνιον ὡς σῖτον φαγόντες, ἐξ ἀγνοίας βλαβῶμεν·
that we may neither, eating the tare as wheat, be harmed out of ignorance;
免得我們把稗子當作麥子喫了,出於無知而受損害;
4:11
μήτε τὸν λύκον πρόβατον ὑπολαβόντες, θηρευθῶμεν·
nor, supposing the wolf to be a sheep, be hunted down;
免得我們把狼當作羊,反被獵捕;
4:12
μήτε ἄγγελον ἀγαθὸν, τὸν ὀλεθροποιὸν Διάβολον ὑποπτεύσαντες, καταποθῶμεν
nor, suspecting the destroying Devil to be a good angel, be swallowed up.
免得我們把那行毀滅的魔鬼疑為良善的天使,反被吞滅。
4:13
Περιέρχεται γὰρ ὡς λέων ὠρυόμενος, ζητῶν τίνα καταπίῃ, κατὰ τὴν γραφήν
For he goes about as a roaring lion, seeking whom he may devour, according to the Scripture.
因為照聖經所說,他如同吼叫的獅子遍地游行,尋找可吞喫的人。
4:14
Διὰ τοῦτο Ἐκκλησία νουθετεῖ, διὰ τοῦτο τὰ παρόντα διδασκαλεῖα, διὰ τοῦτο τὰ ἀναγνώσματα γίνονται
For this reason the Church admonishes, for this reason these present schools of instruction exist, for this reason the readings are given.
為這緣故,教會發出勸誡,為這緣故有這些現今的教導,為這緣故有這些經課誦讀。
4:15
γὰρ τῆς θεοσεβείας τρόπος ἐκ δύο τούτων συνέστηκε, δογμάτων εὐσεβῶν, καὶ πράξεων ἀγαθῶν
For the manner of true religion consists of these two things: pious doctrines, and good actions.
因為敬虔的道路是由這兩件事構成的:純正的教義,與美善的行為。
4:16
Καὶ οὔτε τὰ δόγματα, χωρὶς ἔργων ἀγαθῶν εὐπρόσδεκτα τῷ Θεῷ·
And neither are the doctrines, apart from good works, acceptable to God;
教義若沒有善行,神不悅納;
4:17
οὔτε τὰ μὴ μετ' εὐσεβῶν δογμάτων ἔργα τελούμενα, προσδέχεται Θεός
nor does God accept works performed without pious doctrines.
沒有純正教義所行的工作,神也不接納。
4:18
Τί γὰρ ὄφελος, εἰδέναι μὲν τὰ περὶ Θεοῦ δόγματα
For what profit is there in knowing well the doctrines concerning God,
因為人若善知關乎神的教義,
4:19
καλῶς, καὶ πορνεύειν αἰσχρῶς; τί δ' αὖ πάλιν ὄφελος σωφρονεῖν μὲν καλῶς, καὶ βλασφημεῖν ἀσεβῶς; Μέγιστον τοίνυν κτῆμά ἐστι, τὸ τῶν δογμάτων μάθημα·
and yet committing fornication shamefully? And again, what profit is there in being chaste in a good way, and blaspheming impiously? Most great therefore is the possession—the learning of the doctrines;
卻可恥地犯姦淫,又有甚麼益處呢?反過來說,人若美善地持守貞潔,卻不敬虔地褻瀆,又有甚麼益處呢?所以那教義的學習乃是極大的產業;
4:20
καὶ χρεία νηφαλίου ψυχῆς, ἐπειδὴ πολλοί εἰσιν οἱ συλαγωγοῦντες, διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης
and there is need of a sober soul, since many are those who carry off as spoil, through philosophy and empty deceit.
並且需要清醒的魂,因為那藉著哲學與虛空妄言擄掠人的有許多。
4:21
Καὶ οἱ μὲν Ἕλληνες, διὰ τῆς εὐγλωττίας κατασύρουσι·
And the Greeks, on the one hand, draw men down through their eloquence;
一面,希臘人藉著他們的善辯把人拉走;
4:22
Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης·
for 'honey drops from the lips of a harlot woman;'
因為『淫婦的嘴滴下蜂蜜;』
4:23
οἱ δὲ ἐκ περιτομῆς, διὰ τῶν θείων γραφῶν, ἃς παρεξηγοῦνται κακῶς, τοὺς προσερχομένους ἀπατῶσιν·
and those of the circumcision, on the other, deceive those who come to them through the divine Scriptures, which they wickedly misinterpret;
另一面,那些受割禮的人藉著聖經欺哄那來就近他們的人,把聖經惡意地曲解;
4:24
ἐκ παιδίου μελετῶντες ἕως γήρως, καὶ ἐν ἀμαθίᾳ καταγηρῶντες
studying from childhood until old age, and growing old in ignorance.
他們從孩童到年老都在鑽研,卻在無知中老去。
4:25
Αἱρετικῶν δὲ παῖδες, διὰ τῆς χρηστολογίας καὶ εὐγλωττίας ἀπατῶσι τὰς καρδίας τῶν ἀκάκων·
And the children of the heretics deceive the hearts of the innocent through their fair speech and eloquence;
異端的子孫藉著好聽的話和善辯,欺哄無邪之人的心;
4:26
ὥσπερ μέλιτι, τῇ του Χριστοῦ προσηγορίᾳ τὰ τῶν δυσσεβῶν δογμάτων ἰοβόλα συγκαλύπτοντες
as with honey, covering over with the name of Christ the venomous matter of their impious doctrines.
如同用蜂蜜,把他們不敬虔教義那含毒的東西,用基督的名遮蓋起來。
4:27
Περὶ ὧν ἁπάντων ἅμα λέγει Κύριος·
Concerning all of whom together the Lord says:
論到這一切人,主一同說:
4:28
Βλέπετε μή τις ὑμᾶς πλανήσῃ
'See to it that no one leads you astray.'
『你們要謹慎,恐怕有人迷惑你們。』
4:29
Διὰ τοῦτο καὶ τῆς Πίστεως διδασκαλία, καὶ αἱ εἰς αὐτὴν ἐξηγήσεις γίνονται
For this reason the teaching of the Faith, and the expositions upon it, are given.
為這緣故,便有信仰的教導,並有對它的講解。
4:30
Πρὸ δὲ τῆς εἰς τὴν Πίστιν παραδόσεως, καλῶς ἔχειν μοι δοκεῖ, νῦν ἀνακεφαλαιώσει συντόμῳ χρήσασθαι τῶν ἀναγκαίων δογμάτων·
But before the delivering of the Faith, it seems good to me now to make use of a brief summary of the necessary doctrines;
但在傳授信經以先,我以為現今將那些必要的教義作一簡短的撮要,是合宜的;
4:31
ἵνα μὴ τὸ πλῆθος τῶν λεχθησομένων, καὶ τὸ μεταξὺ διάστημα τῶν ἡμερῶν τῆς ἁγίας τεσσαρακοστῆς ἁπάσης, λήθην ἐμποιήσῃ τῶν ἐν ὑμῖν ἀφελεστέρων τῇ διανοίᾳ
lest the multitude of the things to be said, and the intervening interval of all the days of the holy season of forty days, should produce forgetfulness in those among you who are simpler in mind.
免得那將要講說之事的眾多,以及神聖的四旬期一切日子的間隔,使你們中間心思較單純的人忘記了。
4:32
Ἀλλ' ἵνα νῦν κεφαλαιωδῶς ὑποσπείραντες, μὴ ἐπιλαθώμεθα τῶν αὐτῶν πλατυτέρως γεωργουμένων ὕστερον
But that, having now sown the seeds summarily, we may not forget the same things when they are afterward cultivated more fully.
乃要我們如今既已撮要地撒下種子,便不致在日後將同樣的事更詳盡耕種時忘記了。
4:33
Ἀνασχέσθωσαν δὲ τῶν συμπαρόντων οἱ τελειότεροι τὴν ἕξιν, καὶ τὰ αἰσθητήρια ἤδη γεγυμνασμένα ἔχοντες πρὸς διάκρισιν ἀγαθοῦ τε καὶ κακοῦ, νηπιωδεστέρων ἀκούοντες καὶ τῆς γαλακτώδους εἰσαγωγῆς·
But let those of those present who are more perfect in habit, and who already have their faculties exercised for the discernment of good and evil, bear with hearing more elementary things and the milk-like introduction;
願在座之人中那些習性較成熟、心竅習練純熟、能分辨好歹的人,容忍聽那較淺顯之事和如奶之入門教導;
4:34
ἵνα ἅμα καὶ οἱ τῆς κατηχήσεως χρείαν ἔχοντες, ὠφεληθῶσι·
that at the same time both those who have need of catechetical instruction may be benefited;
好叫那些需要慕道教導的人同時得益處;
4:35
καὶ οἱ τὴν γνῶσιν ἔχοντες, περὶ ὧν προγινώσκουσιν ἤδη τὴν μνήμην ἀναζωπυρηθῶσιν
and those who have the knowledge may have the memory of the things they already know beforehand rekindled.
也叫那些已有知識的人,重新點燃對他們早已知道之事的記念。
4:36
Πρῶτον τοίνυν ὑμῶν τῇ ψυχῇ τεθεμελιούσθω δόγμα τὸ περὶ Θεοῦ·
First, then, let the doctrine concerning God be laid as a foundation in your soul;
那麼,首先要將關乎神的教義立為根基,安在你們魂裏;
4:37
ὅτι Θεὸς εἷς ἐστι μόνος, ἀγέννητος, ἄναρχος, ἄτρεπτος, ἀναλλοίωτος·
namely, that God is one only, unbegotten, without beginning, unchangeable, unalterable;
就是神是獨一的,未受生的,無始的,不變的,不改的;
4:38
οὔτε ὑφ' ἑτέρου γεγεννημένος, οὐθ' ἕτερον ἔχων τῆς ζωῆς διάδοχον·
neither begotten by another, nor having another as the successor of His life;
既非被別者所生,也沒有別者承接祂的生命;
4:39
καὶ οὔτε ἐν χρόνῳ τοῦ ζῇν ἀρξάμενος, οὔτε ποτὲ τελευτῶν·
and neither beginning to live in time, nor ever coming to an end;
既非在時間中開始活著,也永不會終結;
4:40
καὶ ὅτι αὐτός ἐστιν ἀγαθὸς καὶ δίκαιος·
and that He is both good and just;
並且祂是又良善又公義的;
4:41
ἵνα ἐάν ποτε ἀκούσῃς λέγοντος αἱρετικοῦ, ἄλλον εἶναι τὸν δίκαιον καὶ ἄλλον τὸν ἀγαθόν, εὐθὺς ὑπομνησθεὶς γνῷς τὸ τῆς αἱρέσεως ἰοβόλον
so that if ever you should hear a heretic saying that the just one is another and the good one is another, you may at once, being reminded, recognize the venom of the heresy.
好叫你若幾時聽見異端者說,那公義者是一位、那良善者是另一位,你便能立刻被提醒,認出那異端的毒。
4:42
Ἐτόλμησαν γάρ τινες ἀσεβῶς τὸν ἕνα Θεὸν διαχωρίσαι τῷ λόγῳ·
For some have dared impiously to divide in their teaching the one God;
因為有些人竟敢不敬虔地在他們的講說中把獨一的神分割;
4:43
καί τινες εἶπον ἄλλον μὲν τὸν δημιουργὸν τῆς ψυχῆς καὶ δεσπότην, ἄλλον δὲ τὸν τῶν σωμάτων, ἀνοήτως ἅμα καὶ δυσσεβῶς διδάσκοντες
and some have said that the maker and master of the soul is one, and the maker of bodies is another, teaching at once foolishly and impiously.
有些人說那造魂的、作魂主宰的是一位,那造身體的是另一位,這既是愚昧又是不敬虔的教訓。
4:44
Πῶς γὰρ δύο κυρίων εἷς γίνεται δοῦλος ἄνθρωπος, τοῦ Κυρίου λέγοντος ἐν εὐαγγελίοις·
For how can one man become the slave of two masters, when the Lord says in the Gospels:
因為一個人怎能作兩個主人的奴僕呢,主在福音書中說:
4:45
Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν; Εἷς οὖν ἐστι Θεὸς μόνος, καὶ ψυχῶν καὶ σωμάτων ποιητής
'No one can serve two masters'? There is therefore one God only, the Maker both of souls and of bodies.
『一個人不能事奉兩個主』?所以神是獨一的,是魂與身體二者的造作者。
4:46
Εἷς ἐστιν δημιουργὸς οὐρανοῦ καὶ γῆς, ἀγγέλων τε καὶ ἀρχαγγέλων ποιητής
There is one Creator of heaven and earth, the Maker both of angels and of archangels.
天地的創造者是獨一的,是天使與天使長二者的造作者。
4:47
πολλῶν μὲν δημιουργὸς, ἑνὸς δὲ μόνου πατὴρ πρὸ αἰώνων, ἑνὸς μόνου τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ ἐποίησε τὰ πάντα, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα
He who is the Creator of many, but the Father of one only before the ages, of the one only-begotten Son of His, our Lord Jesus Christ, through whom also He made all things, both the visible and the invisible.
祂是眾多者的創造者,卻是在諸世代以先獨一者的父,是祂那獨一獨生之子、我們主耶穌基督的父;萬有都是藉著祂造的,無論是可見的或不可見的。
4:48
Οὗτος πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐ περιγέγραπται ἔν τινι τόπῳ, οὐδέ ἐστι μικρότερος οὐρανοῦ·
This Father of our Lord Jesus Christ is not circumscribed in any place, nor is He less than heaven;
這位我們主耶穌基督的父,不被限制在任何地方,也不小於諸天;
4:49
ἀλλ' ἔργα τῶν δακτύλων αὐτοῦ εἰσιν οἱ οὐρανοὶ, καὶ γῆ πᾶσα ἐν τῇ δρακὶ αὐτοῦ κατέχεται
But the heavens are the works of His fingers, and the whole earth is held in His hand.
諸天乃是祂手指的工作,全地都握在祂的手掌之中。
4:50
Οὗτος ἐν πᾶσίν ἐστι, καὶ πάντων ἐκτός
He is in all things, and beyond all things.
祂在萬有之內,又超越萬有之外。
4:51
Μὴ νομίσῃς αὐτὸν ἡλίου μικρότερον, [φωτεινότερον] ἴσον εἶναι·
Do not suppose Him to be smaller than the sun, or merely [more brilliant] than it, or equal to it;
你不可以為祂比太陽小,或僅僅比太陽更明亮,或與太陽相等;
4:52
γὰρ τὸν ἥλιον κατασκευάσας, αὐτὸς πρότερον ὀφείλει πολλῷ μᾶλλον ἀσύγκριτος εἶναι, μείζων καὶ φωτεινότερος
for He who fashioned the sun must Himself first be far more incomparable, greater and more brilliant.
因為那造太陽的,祂自己必然首先遠超無可比擬,更偉大、更光輝。
4:53
Προγνώστης ἐστὶ τῶν μελλόντων, καὶ πάντων δυνατώτερος·
He foreknows the things that are to come, and is mightier than all;
祂預知將來的事,又比萬有更有能力;
4:54
εἰδὼς τὰ πάντα καὶ ποιῶν ὡς βούλεται·
knowing all things and doing as He wills;
祂知道一切,並隨己意而行;
4:55
οὐχ ὑποκείμενος πραγμάτων ἀκολουθίαις, οὐδὲ γενέσει, οὐδὲ τύχῃ, οὔθ' εἱμαρμένῃ·
not subject to sequences of events, nor to becoming, nor to chance, nor to fate;
祂不受事物連鎖的支配,不受生滅、機運或命運的束縛;
4:56
ἐν πᾶσι τέλειος, καὶ πᾶσαν ἀρετῆς ἰδέαν ἐν ἴσῳ κεκτημένος·
perfect in all things, and possessing every form of virtue in equal measure;
在凡事上全備,並均等地擁有各樣德行的全貌;
4:57
οὔτε μειούμενος οὔτε αὔξων, ἀλλὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων·
neither diminishing nor increasing, but ever remaining the same and in the same manner;
既不減少,也不增加,乃是永遠如一、始終不變;
4:58
ἡτοιμακὼς κόλασιν τοῖς ἁμαρτωλοῖς, καὶ στεφάνους τοῖς δικαίοις
having prepared punishment for sinners, and crowns for the righteous.
祂為罪人預備了刑罰,為義人預備了冠冕。
4:59
Ἐπεὶ οὖν ἐπλανήθησαν ἀπὸ τοῦ ἑνὸς Θεοῦ διαφόρως πολλοί·
Since therefore many have wandered away from the one God in various ways;
既然許多人以各樣方式偏離了獨一的神;
4:60
καὶ οἱ μὲν ἥλιον ἐθεοποίησαν, ἵνα δύνοντος ἡλίου, κατὰ τὸν τῆς νυκτὸς καιρὸν ἄθεοι μένωσιν·
and some have deified the sun, so that when the sun sets, during the night they remain without a god;
有些人把太陽當作神,以致太陽落下、在夜間的時候,他們便成了無神之人;
4:61
οἱ δὲ σελήνην, ἵνα ἐν ἡμέρᾳ Θεὸν μὴ ἔχωσιν·
and others the moon, so that by day they have no god;
另有些人把月亮當作神,以致白晝時他們便沒有神;
4:62
οἱ δὲ τὰ λοιπὰ μέρη τοῦ κόσμου·
and others the remaining parts of the world;
又有些人把世界其餘的部分當作神;
4:63
καὶ οἱ μὲν γυναικομανεῖς, γυμνῆς γυναικὸς εἴδωλον ἐν ὑψηλῷ στήσαντες, Ἀφροδίτην τε προσαγορεύσαντες
and some, mad for women, set up the image of a naked woman on high, calling it Aphrodite,
有些貪戀女色的人,把赤身女子的像高高立起,稱之為阿芙羅狄忒(愛神),
4:64
προσεκύνησαν διὰ τοῦ φαινομένου τὸ πάθος·
and worshipped their own passion through the visible image;
藉著那看得見的像,敬拜自己的情慾;
4:65
οἱ δὲ τοῦ χρυσοῦ τὸ λαμπρὸν ἐκπλαγέντες, αὐτόν τε καὶ τὰς λοιπὰς ὕλας ἐθεοποίησαν
and others, dazzled by the brilliance of gold, deified it and the rest of material things;
另有些人被黃金的光彩所眩惑,便把黃金和其餘的物質當作神;
4:66
Ἐὰν δέ τις τὸν περὶ μοναρχίας τοῦ Θεοῦ λόγον προθεμελιώσῃ τῇ καρδίᾳ καὶ πεισθῇ τούτῳ, πᾶσαν ὁμοῦ τῶν κακῶν τῆς εἰδωλολατρείας καὶ τῆς τῶν αἱρετικῶν πλάνης ἐκκόπτει τὴν φθοράν
But if anyone first lays in his heart the doctrine of the monarchy of God and is persuaded of it, he cuts off at once the whole corruption of the evils of idolatry and of the error of the heretics.
但人若先把神獨一主權的道理立定在心,並深信不疑,就一舉除去偶像崇拜之惡與異端錯謬的全部敗壞。
4:67
Τοῦτο μὲν οὖν σοι πρῶτον δόγμα τῆς εὐσεβείας ἐν τῇ ψυχῇ προθεμελίωσον διὰ τῆς πίστεως
This therefore lay first in your soul as the doctrine of godliness, through faith.
所以,你要藉著信,首先把這敬虔的道理立定在你的靈魂裡。
4:68
Πίστευε δὲ καὶ εἰς τὸν υἱὸν τοῦ Θεοῦ, τὸν ἕνα καὶ μόνον, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν·
And believe also in the Son of God, the one and only, our Lord Jesus Christ;
你也要信神的兒子,那獨一無二的,我們的主耶穌基督;
4:69
τὸν ἐκ τοῦ Θεοῦ Θεὸν γεννηθέντα, τὸν ἐκ ζωῆς ζωὴν γεννηθέντα, τὸν ἐκ φωτὸς φῶς γεννηθέντα, τὸν ὅμοιον κατὰ πάντα τῷ γεννήσαντι
begotten God of God, begotten Life of Life, begotten Light of Light, in all things like to Him who begat Him;
祂是從神所生的神,從生命所生的生命,從光所生的光,凡事與生祂者相似;
4:70
Τὸν οὐκ ἐν χρόνοις τὸ εἶναι κτησάμενον, ἀλλὰ πρὸ πάντων τῶν αἰώνων ἀϊδίως καὶ ἀκαταλήπτως ἐκ τοῦ πατρὸς γεγεννημένον
who did not acquire His being in time, but before all the ages was begotten of the Father eternally and incomprehensibly.
祂的存在不是在時間之中得來的,乃是在萬世之前,永恆地、不可測度地由父所生。
4:71
Τὴν σοφίαν Θεοῦ καὶ τὴν δύναμιν, καὶ τὴν δικαιοσύνην τὴν ἐνυπόστατον
The Wisdom of God and the Power, and the subsistent Righteousness;
祂是神的智慧、神的能力,並那有本體的公義;
4:72
Τὸν ἐν δεξιᾷ τοῦ πατρὸς πρὸ πάντων τῶν αἰώνων καθεζόμενον
who sits at the right hand of the Father before all the ages.
祂在萬世之前坐在父的右邊。
4:73
Οὐ γὰρ, ὥς τινες ἐνόμισαν, μετὰ τὸ πάθος στεφανωθεὶς, ὥσπερ ὑπὸ τοῦ Θεοῦ διὰ τὴν ὑπομονὴν ἔλαβε τὸν ἐν δεξιᾷ θρόνον·
For not, as some have thought, was He crowned after His passion and so received the throne at the right hand from God as a reward for His endurance;
祂並非如有些人所想的,乃是在受難之後才得加冕,彷彿因祂的忍耐而從神得了右邊的寶座;
4:74
ἀλλ' ἀφ' οὗπέρ ἐστιν, [ ἔστι δὲ γεννηθεὶς ἐκ πατρὸς ἀεὶ] ἔχει τὸ βασιλικὸν ἀξίωμα·
but from the very moment that He is—[and He is begotten of the Father always]—He possesses the royal dignity;
乃是從祂存在之時起——而祂是永遠由父所生的——祂就擁有那君王的尊位;
4:75
συγκαθεζόμενος τῷ πατρὶ, Θεὸς ὢν καὶ σοφία καὶ δύναμις, καθὼς εἴρηται
sitting together with the Father, being God and Wisdom and Power, as has been said.
祂與父同坐,是神、是智慧、是能力,正如所說過的。
4:76
Τῷ πατρὶ συμβασιλεύων καὶ πάντων διὰ τὸν πατέρα δημιουργός·
Reigning together with the Father, and the Maker of all things through the Father;
祂與父同作王,並藉著父作了萬有的創造者;
4:77
[ ἀλλὰ] ἀνελλιπὴς εἰς θεότητος ἀξίαν, καὶ γινώσκων τὸν γεγεννηκότα, καθὼς γινώσκεται ὑπὸ τοῦ γεγεννηκότος
[but] lacking nothing in the dignity of Godhead, and knowing Him who begat Him, even as He is known by Him who begat Him.
祂在神性的尊榮上毫無欠缺,並認識那生祂者,正如祂被那生祂者所認識。
4:78
Καὶ ἵνα συντόμως εἴπωμεν, τοῦ ἐν εὐαγγελίοις γεγραμμένου μέμνησο·
And, to speak briefly, remember what is written in the Gospels;
簡言之,你要記得福音書上所記的;
4:79
ὅτι οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν, εἰ μὴ πατήρ·
that no one fully knows the Son, except the Father;
就是:除了父,沒有人認識子;
4:80
οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ υἱός
neither does anyone fully know the Father, except the Son.
除了子,也沒有人認識父。
4:81
Καὶ μήτε ἀπαλλοτριώσῃς τοῦ πατρὸς τὸν υἱὸν, μήτε συναλοιφὴν ἐργασάμενος υἱοπατορίαν πιστεύσῃς Ἀλλὰ πίστευε ὅτι ἑνὸς Θεοῦ μονογενὴς εἷς ἐστιν υἱὸς, πρὸ πάντων τῶν αἰώνων Θεὸς Λόγος·
And neither alienate the Son from the Father, nor by making a confusion believe in a Son-Fatherhood. But believe that of the one God there is one only-begotten Son, who before all the ages is God the Word;
你既不可把子與父分隔,也不可混合二者而相信一種「子即是父」的說法。倒要相信,獨一的神有一位獨生的子,祂在萬世之前就是神,就是道(聖言);
4:82
Λόγος, οὐ προφορικὸς εἰς ἀέρα διαχεόμενος, οὔτε λόγοις ἀνυποστάτοις ἐξομοιούμενος·
the Word, not uttered and dissolved into the air, nor likened to insubstantial words;
這道並非發聲說出、消散於空氣中的,也不像那些沒有實體的言語;
4:83
ἀλλὰ Λόγος υἱὸς λογικῶν ποιητὴς, Λόγος ἀκούων τοῦ πατρὸς καὶ λαλῶν αὐτός
but the Word, the Son, Maker of rational beings, the Word who hears the Father and Himself speaks.
乃是那道、那子,是理性受造之物的創造者,是那聽從父並親自說話的道。
4:84
Καὶ περὶ μὲν τούτων κατὰ καιρὸν, εἰ Θεὸς παράσχοι, πλατύτερον ἡμῖν ῥηθήσεται·
And concerning these matters, in due time, if God grants it, we shall speak more fully;
至於這些事,到了時候,神若准許,我們必更詳盡地講論;
4:85
οὐ γὰρ ἐπιλανθανόμεθα τῆς προτάσεως, ὅτι κεφαλαιώδεις εἰσαγωγὰς πίστεως νῦν ποιούμεθα
for we do not forget our proposal, that we are now making summary introductions to the faith.
因為我們沒有忘記我們的宗旨,就是我們如今所作的,乃是信仰的綱要式引介。
4:86
Πίστευε δὲ ὅτι οὗτος μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τὰς ἁμαρτίας ἡμῶν ἐξ οὐρανῶν κατῆλθεν ἐπὶ τῆς γῆς, τὴν ὁμοιοπαθῆ ταύτην ἡμῖν ἀναλαβὼν ἀνθρωπότητα, καὶ γεννηθεὶς ἐξ ἁγίας παρθένου καὶ ἁγίου Πνεύματος·
And believe that this only-begotten Son of God, for our sins came down from heaven upon the earth, taking upon Himself this humanity of like passions with us, and being born of a holy virgin and the Holy Spirit;
你要相信,這位神的獨生子,為我們的罪從天降到地上,取了與我們同樣會受苦的這人性,由聖潔的童女並聖靈而生;
4:87
οὐ δοκήσει καὶ φαντασίᾳ τῆς ἐνανθρωπήσεως γενομένης, ἀλλὰ τῇ ἀληθείᾳ·
the incarnation having come about not in semblance and appearance, but in truth;
祂成為人,不是憑著假象與幻影,乃是真實的;
4:88
οὐδὲ ὥσπερ διὰ σωλῆνος διελθὼν τῆς παρθένου, ἀλλὰ σαρκωθεὶς ἐξ αὐτῆς ἀληθῶς καὶ γαλακτοτροφηθεὶς ἀληθῶς·
nor passing through the virgin as through a channel, but being truly made flesh of her and truly nourished with milk;
祂不是像水流經過管道那樣穿過童女,乃是真實地由她成了肉身,並真實地受了乳養;
4:89
[ φαγὼν ὡς ἡμεῖς ἀληθῶς καὶ πιὼν ὡς ἡμεῖς ἀληθῶς]
[truly eating as we eat, and truly drinking as we drink.]
祂真實地像我們一樣吃,真實地像我們一樣喝。
4:90
Εἰ γὰρ φάντασμα ἦν ἐνανθρώπησις, φάντασμα καὶ σωτηρία
For if the incarnation were a phantom, then salvation too would be a phantom.
因為若道成肉身只是幻影,那麼救恩也就成了幻影。
4:91
Διπλοῦς ἦν Χριστὸς, ἄνθρωπος μὲν τὸ φαινόμενον, Θεὸς δὲ τὸ μὴ φαινόμενον·
Christ was twofold: man in what was visible, but God in what was not visible;
基督有雙重:在所看得見的,祂是人;在所看不見的,祂是神;
4:92
ἐσθίων μὲν ὡς ἄνθρωπος ἀληθῶς ὡς ἡμεῖς, εἶχε γὰρ τῆς σαρκὸς τὸ ὁμοιοπαθὲς ὡς ἡμεῖς·
eating as a man truly like us, for He had the like-passioned nature of flesh as we do;
祂像人那樣真實地進食,正如我們一樣,因為祂有與我們同樣會受苦的肉體;
4:93
τρέφων δὲ ἐκ πέντε ἄρτων τοὺς πεντακισχιλίους ὡς Θεός·
but feeding the five thousand from five loaves as God;
祂卻又像神那樣,用五個餅餵飽了五千人;
4:94
ἀποθνήσκων μὲν ὡς ἄνθρωπος ἀληθῶς, νεκρὸν δὲ τὸν τετραήμερον ἐγείρων ὡς Θεός·
dying as a man truly, but raising as God the dead man four days entombed;
祂像人那樣真實地死了,卻又像神那樣,叫死了四天的人復活;
4:95
καθεύδων εἰς τὸ πλοῖον ἀληθῶς ὡς ἄνθρωπος, καὶ περιπατῶν ἐπὶ τῶν ὑδάτων ὡς Θεός
sleeping in the boat truly as a man, and walking upon the waters as God.
祂像人那樣真實地在船上睡覺,又像神那樣行走在水面上。
4:96
Οὗτος ἐσταυρώθη ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἀληθῶς
This One was truly crucified for our sins.
這一位真實地為我們的罪被釘十字架。
4:97
Κἂν γὰρ ἀρνήσασθαι βουληθῇς, τόπος ἐλέγχει σε φαινόμενος, μακάριος οὗτος Γολγοθὰς, ἐν νῦν, διὰ τὸν ἐν αὐτῷ σταυρωθέντα, συγκεκροτήμεθα
For even if you should wish to deny it, the place itself, here in view, refutes you—this blessed Golgotha, where now, on account of Him who was crucified upon it, we are gathered together.
因為你縱然想否認,這眼前可見的地方也要駁倒你——就是這蒙福的各各他,我們如今正因那在其上被釘十字架的主,聚集在此。
4:98
Καὶ τοῦ ξύλου τοῦ σταυροῦ πᾶσα λοιπὸν οἰκουμένη κατὰ μέρος ἐπληρώθη
And the whole world, moreover, has now been filled, piece by piece, with the wood of the cross.
再者,如今全地都已被那十字架的木頭一片一片地充滿了。
4:99
Ἐσταυρώθη δὲ οὐχ ὑπὲρ ἰδίων ἁμαρτιῶν, ἀλλ' ἵνα ἡμεῖς τῶν οἰκείων ἁμαρτιῶν ἐλευθερωθῶμεν
And He was crucified not for His own sins, but in order that we might be set free from our own sins.
祂被釘十字架,不是為祂自己的罪,乃是為叫我們得以脫離我們自己的罪。
4:100
Καὶ κατεφρονήθη μὲν ὑπὸ τῶν ἀνθρώπων τότε καὶ ἐῤῥαπίσθη ὡς ἄνθρωπος·
And He was indeed despised by men at that time and was struck as a man;
那時祂確實被人藐視,又像人那樣被打;
4:101
ἐγνωρίσθη δὲ ὑπὸ τῆς κτίσεως ὅτι Θεὸς ἦν
but He was recognized by creation to be God.
然而受造之物卻認出祂是神。
4:102
γὰρ ἥλιος δεσπότην ἀτιμαζόμενον ἰδὼν, ἐξελίμπανεν τρέμων, οὐ φέρων τὴν θέαν
For the sun, seeing its Master dishonoured, grew faint and trembled, not bearing the sight.
因為太陽看見它的主受辱,就顫抖昏暗,承受不住那景象。
4:103
Ἐν μνήματι πέτρας ἐτέθη ἀληθῶς ὡς ἄνθρωπος·
He was laid in a tomb of rock truly as a man;
祂像人那樣,真實地被安放在磐石鑿成的墳墓裡;
4:104
ἀλλ' αἱ πέτραι τῷ φόβῳ διεῤῥάγησαν δι' αὐτόν
but the rocks were torn asunder in fear because of Him.
但磐石卻因祂而恐懼崩裂。
4:105
Κατῆλθεν εἰς τὰ καταχθόνια, ἵνα κἀκεῖθεν λυτρώσηται τοὺς δικαίους
He descended into the regions beneath the earth, that from there too He might redeem the righteous.
祂下到陰間的境域,為要從那裡也救贖那些義人。
4:106
Ἐβούλου γὰρ, εἰπέ μοι, τοὺς μὲν ζῶντας ἀπολαῦσαι τῆς χάριτος, καὶ ταῦτα τῶν πλείστων οὐχ
For tell me—would you have wished the living to enjoy the grace, and that too when most of them are not [worthy],
因為你告訴我——你豈願意只讓活人享受這恩典,何況他們中大多數還是不配的,
4:107
τοὺς δὲ ἀπὸ Ἀδὰμ πολυχρονίως ἀποκεκλεισμένους, μὴ τυχεῖν τῆς ἐλευθερίας λοιπόν; Ἡσαΐας προφήτης τοσαῦτα περὶ αὐτοῦ μεγαλοφώνως ἐκήρυξεν·
but that those shut up from Adam's time through long ages should not at last attain to freedom? Isaiah the prophet proclaimed so many things concerning Him with a great voice;
卻不讓那些從亞當以來長久被囚禁的人,最終得著自由麼?先知以賽亞曾大聲宣告了許多關於祂的事;
4:108
οὐκ ἤθελες ἵνα βασιλεὺς κατελθὼν λυτρώσηται τὸν κήρυκα; Δαβὶδ ἦν ἐκεῖ καὶ Σαμουὴλ, καὶ πάντες οἱ προφῆται καὶ αὐτὸς Ἰωάννης λέγων διὰ τῶν ἀποσταλέντων·
would you not have wished that the King should descend and redeem the herald? David was there, and Samuel, and all the prophets, and John himself, who said through those he sent:
你豈不願君王降下、救贖那報信的人麼?大衛在那裡,撒母耳也在,眾先知都在,連約翰自己也在,他曾藉所差遣的人說:
4:109
Σὺ εἶ ἐρχόμενος, ἕτερον προσδοκῶμεν; Οὐκ ἤθελες, ἵνα καταβὰς λυτρώσηται τοὺς τοιούτους;. ΠΕΡΙ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ
Are you the One who is to come, or do we look for another? Would you not have wished that He should descend and redeem such ones? ON THE RESURRECTION.
那將要來的是你麼?還是我們等候別人呢?你豈不願祂降下、救贖這樣的人麼?論復活。
4:110
Ἀλλ' καταβὰς εἰς τὰ καταχθόνια, πάλιν ἀνῆλθε καὶ ταφεὶς Ἰησοῦς πάλιν ἀνέστη τὸ τριήμερον ἀληθῶς
But He who descended into the regions beneath the earth ascended again; and Jesus who was buried truly rose again on the third day.
但那下到陰間境域的,又再上升了;那被埋葬的耶穌,第三日確實又復活了。
4:111
Κἂν ποτέ σε διασύρωσιν Ἰουδαῖοι, ταχέως ἀπάντησον οὕτως ἐρωτήσας·
And if ever the Jews should mock you, answer them quickly, asking thus:
倘若猶太人有時譏笑你,你要立刻這樣反問他們:
4:112
Ἰωνᾶς τριήμερος ἀπὸ κήτους ἐξῆλθε, καὶ Χριστὸς τριήμερος ἀπὸ γῆς ἆρα οὐκ ἐγήγερται; Τῶν ὀστέων Ἐλισσαίου νεκρὸς ἁψάμενος ἐγήγερται·
Jonah came forth from the whale after three days; and has not Christ then, after three days, been raised from the earth? A dead man, touching the bones of Elisha, was raised;
約拿三天後從大魚腹中出來;基督在地中三天後豈不也已復活了麼?有死人摸著以利沙的骸骨就復活了;
4:113
καὶ τῶν ἀνθρώπων ποιητὴς, δυνάμει Πατρὸς ἆρ' οὐχὶ μᾶλλον εὐκοπώτερον ἐγείρεται; Ἀνέστη τοίνυν ἀληθῶς·
and shall not the Maker of men, by the power of the Father, all the more easily be raised? He rose, therefore, truly;
那造人的,藉著父的能力,豈不更容易得多地復活麼?所以祂確實復活了;
4:114
καὶ ἀναστὰς πάλιν ὤφθη τοῖς μαθηταῖς
and having risen, He again appeared to the disciples.
祂復活之後,又向門徒顯現。
4:115
Καὶ μάρτυρες αὐτοῦ τῆς ἀναστάσεως μαθηταὶ δώδεκα, οὐ λόγοις κεχαρισμένοις μαρτυρήσαντες, ἀλλὰ μέχρι βασάνων καὶ θανάτων περὶ τῆς ἀληθοῦς ἀναστάσεως ἀγωνισάμενοι
And the witnesses of His resurrection were the twelve disciples, who bore witness not with flattering words, but contended even unto tortures and deaths concerning the true resurrection.
為祂復活作見證的是十二位門徒,他們作見證不是用討好人的話,乃是為那真實的復活,甚至爭戰至於受刑與死亡。
4:116
Εἶτα, ἐπὶ στόματος μὲν δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα κατὰ τὴν γραφήν·
Then, at the mouth of two or three witnesses every word shall be established, according to the Scripture;
再者,照著聖經所說,憑兩三個見證人的口,句句都要定準;
4:117
δώδεκα δὲ τῇ ἀναστάσει τοῦ Χριστοῦ μαρτυροῦσι, καὶ ἆρα ἔτι πρὸς τὴν ἀνάστασιν ἀπιστεῖς;. ΠΕΡΙ ΑΝΑΛΗΨΕΩΣ
but twelve bear witness to the resurrection of Christ; and do you still disbelieve the resurrection? ON THE ASCENSION.
如今有十二人為基督的復活作見證,你還不信復活麼?論升天。
4:118
Τὸν δρόμον δὲ τῆς ὑπομονῆς τελέσας Ἰησοῦς, καὶ λυτρωσάμενος τοὺς ἀνθρώπους τῶν ἁμαρτιῶν, ἀνέβη πάλιν εἰς τοὺς οὐρανοὺς, νεφέλης αὐτὸν ὑπολαβούσης
And Jesus, having completed the course of endurance and redeemed men from their sins, ascended again into the heavens, a cloud receiving Him.
耶穌跑完了忍耐的路程,救贖了人脫離他們的罪,就再升到諸天之上,有一朵雲彩把祂接去了。
4:119
Καὶ ἄγγελοι μὲν ἀνιόντι παρειστήκεισαν, ἀπόστολοι δὲ ἐθεώρουν
And angels stood by as He ascended, and apostles beheld it.
祂上升時有天使侍立,眾使徒都看見了。
4:120
Εἰ δέ τις τοῖς λεγομένοις ἀπιστεῖ, αὐτῇ πιστευέτω τῇ δυνάμει τῶν νῦν βλεπομένων
But if anyone disbelieves what is said, let him believe the very power of the things now seen.
若有人不信所說的,就讓他信那如今所見之事本身的能力罷。
4:121
Πάντες οἱ βασιλεῖς τελευτῶντες, συναποσβεννύουσι τῇ ζωῇ καὶ τὴν δύναμιν·
All kings, when they die, extinguish their power together with their life;
一切君王死的時候,都隨著生命一同熄滅了他們的權勢;
4:122
Χριστὸς δὲ σταυρωθεὶς, ὑπὸ πάσης προσκυνεῖται τῆς οἰκουμένης
but Christ, though crucified, is worshipped by the whole inhabited world.
基督雖被釘十字架,卻受普天下的敬拜。
4:123
Τὸν ἐσταυρωμένον καταγγέλλομεν, καὶ τρέμουσι νῦν δαίμονες
We proclaim the Crucified, and demons now tremble.
我們宣揚那被釘十字架的,眾鬼魔如今就戰兢。
4:124
Πολλοὶ κατὰ χρόνους ἐσταυρώθησαν·
Many have been crucified through the ages;
歷世以來有許多人被釘十字架;
4:125
ἀλλὰ ποίου σταυρωθέντος ἐπίκλησις ἑτέρου ποτὲ τοὺς δαίμονας ἀπήλασεν;. Μὴ τοίνυν ἐπαισχυνθῶμεν τῷ σταυρῷ τοῦ Χριστοῦ·
but at the invocation of which other crucified one were demons ever driven away? Let us not, then, be ashamed of the cross of Christ;
但何曾有人因呼求別的被釘十字架者之名,就把鬼魔趕走呢?所以我們不要以基督的十字架為恥;
4:126
ἀλλὰ κἂν ἄλλος ἀποκρύπτῃ, σὺ φανερῶς ἐπὶ μετώπῳ σφραγίζου·
but even if another conceals it, do you openly seal yourself upon your forehead;
縱然別人隱藏它,你卻要公然在額上為自己劃這記號;
4:127
ἵνα οἱ δαίμονες τὸ σημεῖον ἰδόντες τὸ βασιλικὸν, μακρὰν φύγωσι τρέμοντες
that the demons, seeing the royal sign, may flee far off trembling.
好叫鬼魔看見這君王的記號,就戰兢遠遁。
4:128
Ποίει δὲ τοῦτο τὸ σημεῖον, ἐσθίων καὶ πίνων·
Make this sign when eating and drinking;
你吃喝的時候要劃這記號;
4:129
καθήμενος, κοιταζόμενος, ἐξανιστάμενος, λαλῶν, περιπατῶν·
sitting, lying down, rising, speaking, walking;
坐下、躺臥、起身、說話、行走時也要;
4:130
ἁπαξαπλῶς ἐν παντὶ πράγματι
in a word, in every undertaking.
總之,在凡事上都要如此。
4:131
γὰρ ἐνταῦθα σταυρωθεὶς, ἐν οὐρανοῖς ἐστιν ἄνω
For He who was crucified here is on high in the heavens.
因為那在這裡被釘十字架的,正在諸天之上的高處。
4:132
Εἰ μὲν γὰρ σταυρωθεὶς καὶ ταφεὶς ἐναπέμεινε τῷ τάφῳ, εἴχομεν ἂν ἐπαισχύνεσθαι·
For if, having been crucified and buried, He had remained in the tomb, we would have cause to be ashamed;
因為祂若被釘、被葬之後,仍留在墳墓裡,我們就有可羞愧的理由了;
4:133
νυνὶ δὲ ἐν τῷ Γολγοθᾷ τούτῳ σταυρωθεὶς, ἀπὸ τοῦ πρὸς ἀνατολὰς ὄρους τῶν Ἐλαιῶν ἀναβέβηκεν εἰς τὸν οὐρανόν
but now, He who was crucified on this Golgotha has ascended into heaven from the Mount of Olives lying to the east.
但如今,那在這各各他被釘十字架的,已從東邊的橄欖山升到天上去了。
4:134
Ἐντεῦθεν γὰρ εἰς ᾅδην καταβὰς, καὶ πάλιν ἀνελθὼν πρὸς ἡμᾶς, ἀφ' ἡμῶν ἀνῆλθε πάλιν εἰς τὸν οὐρανὸν, τοῦ Πατρὸς αὐτῷ προσφωνοῦντος καὶ λέγοντος·
For from here, having descended into Hades and ascended again to us, He ascended from us again into heaven, the Father addressing Him and saying:
因為祂從這裡下到陰間,又再上升到我們這裡,然後又從我們中間升到天上,父向祂宣告說:
4:135
Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
Sit at My right hand, until I make Your enemies a footstool for Your feet.
你坐在我的右邊,等我使你的仇敵作你的腳凳。
4:136
Οὗτος Ἰησοῦς ἀναβὰς Χριστὸς ἔρχεται πάλιν ἐξ οὐρανῶν, οὐκ ἀπὸ γῆς
This Jesus, the Christ who ascended, is coming again from the heavens, not from the earth.
這位升天的耶穌,就是基督,要再從諸天降來,而不是從地上來。
4:137
ἐπειδὴ πολλοὶ μέλλουσιν ἀντίχριστοι νῦν ἀπὸ γῆς ἔρχεσθαι
since many antichrists are now about to come from the earth.
因為如今有許多敵基督將要從地上出來。
4:138
Ἤδη γὰρ, καθὼς ἐθεώρησας, ἤρξαντο πολλοὶ λέγειν, ὅτι ἐγώ εἰμι Χριστός·
For already, as you have observed, many have begun to say, 'I am the Christ';
因為正如你所見,已經有許多人開始說:『我是基督』;
4:139
καὶ μέλλει λοιπὸν ἔρχεσθαι τὸ βδέλυγμα τῆς ἐρημώσεως, ψευδῆ Χριστοῦ προσηγορίαν ἑαυτῷ προστιθέναι
and at last the abomination of desolation is about to come, ascribing to itself the false title of Christ.
那行毀壞可憎的,終必要來,把基督這虛假的稱號加在自己身上。
4:140
Σὺ δέ μοι τὸν ἀληθῆ Χριστὸν, τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, μηκέτι λοιπὸν ἀπὸ γῆς ἐρχόμενον, ἀλλ' ἐξ οὐρανῶν προσδόκα·
But do you look for the true Christ, the only-begotten Son of God, no longer coming from the earth, but from the heavens;
但你要等候那真基督,神的獨生子,祂不再從地上來,乃從諸天而來;
4:141
ὑπὲρ ἅπασαν ἀστραπὴν καὶ λαμπηδόνα φωτὸς τοῖς πᾶσι φαινόμενον, ὑπ' ἀγγέλων δορυφορούμενον, ἵνα κρίνῃ ζῶντας καὶ νεκροὺς, καὶ βασιλεύοντα βασιλείαν οὐράνιον, αἰώνιον καὶ ἀτελεύτητον
appearing to all brighter than any lightning and flash of light, escorted by angels, that He may judge the living and the dead, and reign a heavenly kingdom, eternal and without end.
祂向眾人顯現,比任何閃電與光輝更明亮,有眾天使簇擁護衛,為要審判活人死人,並要施行那屬天的國度,是永遠無盡的。
4:142
Ἀσφαλίζου γάρ μοι καὶ ἐν τούτῳ, ἐπειδὴ πολλοί εἰσιν οἱ λέγοντες, τέλος εἶναι τῆς Χριστοῦ βασιλείας
For make yourself secure for me in this also, since there are many who say that there is an end to the kingdom of Christ.
在這事上你也要為我站穩,因為有許多人說,基督的國度有窮盡的時候。
4:143
Πίστευε καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν ὀρθὴν ἔχε περὶ αὐτοῦ γνῶσιν·
Believe also in the Holy Spirit, and hold the right knowledge concerning Him;
你也要信聖靈,並要持守關於祂正確的認識;
4:144
ἐπειδὴ πολλοί εἰσιν, οἱ ἀλλότριοι τοῦ ἁγίου Πνεύματος, οἱ τὰ δύσφημα περὶ αὐτοῦ διδάσκοντες
since there are many who are estranged from the Holy Spirit, who teach blasphemous things concerning Him.
因為有許多人與聖靈為敵,傳講關於祂褻瀆的言論。
4:145
Σὺ δὲ μάνθανε ὅτι ἕν ἐστι τοῦτο τὸ ἅγιον Πνεῦμα, ἀδιαίρετον, πολυδύναμον·
But do you learn that this Holy Spirit is one, indivisible, of manifold power;
但你要明白,這聖靈是一位,不可分割,具有多樣的大能;
4:146
πολλὰ μὲν ἐνεργοῦν, αὐτὸ δὲ μὴ μεριζόμενον·
working many things, yet Himself not being divided;
祂運行多樣的工作,自己卻不被分開;
4:147
τὸ γινῶσκον τὰ μυστήρια, τὸ ἐρευνῶν πάντα, καὶ τὰ βάθη τοῦ Θεοῦ·
who knows the mysteries, who searches all things, even the deep things of God;
祂知道一切奧祕,參透萬事,連神深奧的事也參透;
4:148
Χριστὸν ἐν εἴδει περιστερᾶς κατελθόν·
who descended upon Christ in the form of a dove;
祂曾以鴿子的形狀降在基督身上;
4:149
τὸ ἐν νόμῳ καὶ προφήταις ἐνεργῆσαν·
who wrought in the law and the prophets;
祂曾在律法和先知中運行;
4:150
τὸ καὶ νῦν κατὰ τὸν καιρὸν τοῦ βαπτίσματος σφραγῖζόν σου τὴν ψυχήν
who even now, at the time of baptism, seals your soul.
祂如今也在受浸的時候,印你的靈魂。
4:151
Οὗ καὶ πᾶσα νοητὴ φύσις χρείαν ἔχει τῆς ἁγιότητος·
Of whom every intelligible nature also has need for sanctification;
凡屬靈智的受造之物,也都需要祂以致成聖;
4:152
εἰς βλασφημῆσαί τις ἐὰν τολμήσῃ, οὐκ ἔχει ἄφεσιν οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι·
against whom if anyone should dare to blaspheme, he has no forgiveness, neither in this age nor in the age to come;
人若膽敢褻瀆祂,無論今世來世,總不得赦免;
4:153
ὅπερ μετὰ Πατρὸς καὶ Υἱοῦ τῆς ἀξίας τιμῇ τετίμηται, οὗ καὶ χρείαν ἔχουσι θρόνοι καὶ κυριότητες, ἀρχαὶ καὶ ἐξουσίαι
who is honoured with the honour of the same dignity together with the Father and the Son, of whom thrones and dominions, principalities and powers also have need.
祂與父和子同享同等尊榮的尊崇,連眾寶座與主治者、執政者與掌權者也都需要祂。
4:154
Εἷς γάρ ἐστι Θεὸς, τοῦ Χριστοῦ πατήρ·
For there is one God, the Father of Christ;
因為神只有一位,就是基督的父;
4:155
καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς τοῦ μόνου Θεοῦ μονογενὴς Υἱὸς, καὶ ἓν τὸ Πνεῦμα τὸ ἅγιον, τὸ πάντων ἁγιαστικὸν καὶ θεοποιὸν, τὸ ἐν νόμῳ καὶ προφήταις, παλαιᾷ τε καὶ καινῇ διαθήκῃ λαλῆσαν
and one Lord Jesus Christ, the only-begotten Son of the one God, and one Holy Spirit, who sanctifies and deifies all things, who spoke in the law and the prophets, in both the old and the new covenant.
主只有一位,就是耶穌基督,那獨一神的獨生子;聖靈也只有一位,祂使萬有成聖、使萬有得以有分於神,祂曾在律法和先知中、在新舊兩約裡說話。
4:156
Ταύτην ἔχε τὴν σφραγίδα ἐν τῇ διανοίᾳ σου πάντοτε, ἥτις νῦν μὲν κατ' ἀνακεφαλαίωσιν ἀκροθιγῶς σοι εἴρηται
Keep this seal in your mind always, which has now been told you in summary, by way of a brief touch.
你要常把這印記存在心思裡,它如今只是概要地、約略地向你說了。
4:157
Εἰ δὲ παράσχοι Κύριος, μετὰ τῆς ἐκ τῶν γραφῶν ἀποδείξεως κατὰ δύναμιν ῥηθήσεται
But if the Lord grants it, it shall be told with proof from the Scriptures, according to our ability.
主若准許,我們必照著我們的能力,連同從聖經而來的證明,把它講說出來。
4:158
Δεῖ γὰρ περὶ τῶν θείων καὶ ἁγίων τῆς Πίστεως μυστηρίων, μηδὲ τὸ τυχὸν ἄνευ τῶν θείων παραδίδοσθαι γραφῶν·
For concerning the divine and holy mysteries of the Faith, not even the slightest thing ought to be handed down apart from the divine Scriptures;
因為論到信仰那神聖的奧祕,連最微小的事,也不可離了神聖的聖經而傳授;
4:159
καὶ μὴ ἁπλῶς πιθανότησι καὶ λόγων κατασκευαῖς παραφέρεσθαι
and we must not be carried away simply by plausibilities and the contrivances of arguments.
我們不可僅憑似是而非的話和言詞的巧構而被引離正道。
4:160
Μηδὲ ἐμοὶ τῷ ταῦτά σοι λέγοντι, ἁπλῶς πιστεύσῃς·
Neither believe even me, who tell you these things, simply on my word;
就連我這對你講說這些事的人,你也不可僅憑我的話就相信;
4:161
ἐὰν τὴν ἀπόδειξιν τῶν καταγγελλομένων ἀπὸ τῶν θείων μὴ λάβῃς γραφῶν
unless you receive proof of the things proclaimed from the divine Scriptures.
除非你從神聖的聖經得著所宣講之事的證明。
4:162
σωτηρία γὰρ αὕτη τῆς πίστεως ἡμῶν, οὐκ ἐξ εὑρεσιλογίας, ἀλλὰ ἐξ ἀποδείξεως τῶν θείων ἐστὶ γραφῶν
For this salvation of our faith is not from clever speech, but from the proof of the divine Scriptures.
因為我們信仰這救恩,不是出於巧辯之辭,乃是出於神聖聖經的證明。
4:163
Μετὰ δὲ τὴν γνῶσιν τῆς σεμνῆς καὶ ἐνδόξου ταύτης καὶ παναγίας πίστεως, καὶ σεαυτὸν γνῶθι λοιπὸν ὅστις εἶ
And after the knowledge of this venerable and glorious and all-holy faith, come now to know yourself also, who you are.
你既認識了這可敬、榮耀、至聖的信仰,現在也要認識你自己究竟是誰。
4:164
Ὅτι διπλοῦς ἄνθρωπος καθέστηκας, ἐκ ψυχῆς τε καὶ σώματος συγκείμενος·
That you are constituted a twofold man, composed of both soul and body;
你乃是被造成雙重的人,由靈魂與身體所組成;
4:165
καὶ ὅτι, καθὼς πρὸ βραχέος εἴρηται, αὐτὸς Θεὸς καὶ τῆς ψυχῆς καὶ τοῦ σώματός ἐστι δημιουργός
and that, as was said a little before, the same God is the Maker both of the soul and of the body.
並且如稍前所說,那同一位神,乃是靈魂與身體二者的創造者。
4:166
Καὶ γίνωσκε ψυχὴν ἔχειν αὐτεξούσιον, ἔργον Θεοῦ κάλλιστον, κατ' εἰκόνα τοῦ πεποιηκότος·
And know that you have a soul self-determining, the most beautiful work of God, after the image of Him who made it;
你要曉得你有一個有自主之權的靈魂,是神最美的工作,照著造它者的形像而造;
4:167
ἀθάνατον, διὰ τὸν ἀπαθανατίζοντα Θεόν·
immortal, on account of God who makes it immortal;
它是不朽的,因為那賜它不朽的神;
4:168
ζῶον λογικὸν ἄφθαρτον, διὰ τὸν ταῦτα χαρισάμενον·
a rational, incorruptible living being, on account of Him who bestowed these things;
它是有理性、不能朽壞的活物,因為那將這些賜給它的主;
4:169
ἐξουσίαν ἔχον ποιεῖν, βούλεται
having authority to do what it wills.
它有權柄去行它所願意的。
4:170
Οὐ γὰρ κατὰ γένεσιν ἁμαρτάνεις, οὔτε κατὰ τύχην πορνεύεις, οὔτε, καθὼς ληροῦσί τινες, αἱ τῶν ἄστρων πλοκαὶ ταῖς ἀσελγείαις σε προσέχειν ἀναγκάζουσιν
For you do not sin by birth, nor do you fornicate by chance, nor, as some prattle, do the conjunctions of the stars compel you to give yourself over to licentious deeds.
因為你犯罪不是出於生來如此,行淫亂也不是出於機運,也不像有些人胡言亂語所說的,是星辰的交會逼你沉溺於放縱的行為。
4:171
Τί φεύγων ὁμολογῆσαι τὰ σεαυτοῦ κακὰ, τοῖς ἀναιτίοις ἄστροις προσγράφεις τὴν αἰτίαν; Μή μοι πρόσεχε λοιπὸν ἀστρολόγοις
Why, fleeing to confess your own evils, do you ascribe the cause to the blameless stars? Heed astrologers no longer.
你為何逃避承認自己的惡,反把罪因歸給無辜的星辰呢?你不要再理會占星家了。
4:172
Περὶ γὰρ τούτων λέγει θεία γραφή·
For concerning these the divine Scripture says:
因為論到這些人,神聖的聖經說:
4:173
Στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ·
Let the astrologers of heaven stand up and save you;
願那些觀天象的占星家起來拯救你;
4:174
Ἰδοὺ πάντες ὡς φρύγανον ἐπὶ πυρὶ κατακαυθήσονται, καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὑτῶν ἐκ φλογός
Behold, all of them shall be burned up like stubble upon the fire, and they shall not deliver their own soul from the flame.
看哪,他們都要像碎稭在火中被燒盡,連自己的性命也不能救出火焰。
4:175
Μάνθανε δὲ καὶ τοῦτο, ὅτι πρὶν παραγένηται εἰς τόνδε τὸν κόσμον ψυχὴ, οὐδὲν ἥμαρτεν·
And learn this also, that before the soul came into this world, it had committed no sin;
你也要明白這事:靈魂在來到這世界以前,並沒有犯過甚麼罪;
4:176
ἀλλ' ἐλθόντες ἀναμάρτητοι, νῦν ἐκ προαιρέσεως ἁμαρτάνομεν
but having come sinless, we now sin by deliberate choice.
我們乃是無罪地來的,如今卻憑自己的選擇而犯罪。
4:177
Μή μοι κακῶς τινος ἀκούσῃς ἐξηγουμένου τό, Εἰ δὲ οὐ θέλω, τοῦτο ποιῶ·
Do not let anyone wrongly interpret to you the passage, 'But what I do not will, this I do';
你不可聽人錯解那句話:『我所不願意的,我倒去作』;
4:178
ἀλλὰ μέμνησο τοῦ λέγοντος·
but remember Him who says:
倒要記得那位說話者所說的:
4:179
Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε·
If you are willing and hearken to Me, you shall eat the good things of the land;
你們若情願聽從我,就必喫地上的美物;
4:180
ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσησθέ μου, μάχαιρα ὑμᾶς κατέδεται, καὶ τὰ ἑξῆς
but if you are not willing, nor hearken to Me, the sword shall devour you, and so forth.
你們若不情願,也不聽從我,刀劍必吞滅你們,等等。
4:181
Ὥσπερ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν·
Just as you presented your members as slaves to uncleanness and to lawlessness unto lawlessness;
你們從前怎樣把自己的肢體獻給污穢、給不法作奴僕,以致於不法;
4:182
οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν·
so now present your members as slaves to righteousness unto sanctification;
如今也要照樣把自己的肢體獻給義作奴僕,以致於成聖;
4:183
καὶ μέμνησο τῆς γραφῆς λεγούσης·
and remember the Scripture that says:
你也要記得聖經所說的:
4:184
Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει·
Just as they did not see fit to have God in their knowledge;
他們既然不以認識神為美;
4:185
καὶ ὅτι, τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς καὶ ὅτι, τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν·
and that, what may be known of God is manifest in them; and that, they have closed their eyes;
並且神的事情,凡可知的,原顯明在他們心裡;又說,他們閉上了自己的眼睛;
4:186
καὶ τοῦ Θεοῦ πάλιν ἐγκαλοῦντος καὶ λέγοντος·
and God again charging them and saying:
神又再指責他們說:
4:187
Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν·
But I planted you as a fruitful vine, wholly true;
我栽了你,是上等的葡萄樹,全然是真種;
4:188
πῶς ἐστράφης εἰς πικρίαν, ἄμπελος ἀλλοτρία;. Ἀθάνατός ἐστιν ψυχή·
how then have you turned into bitterness, the strange vine? The soul is immortal;
你怎麼向我變為壞了的、外邦的葡萄樹呢?靈魂是不朽的;
4:189
καὶ ὁμοῖαι πᾶσαι αἱ ψυχαί εἰσιν ἀνδρῶν τε καὶ γυναικῶν·
and all souls, both of men and of women, are alike;
無論男女,眾人的靈魂都是一樣的;
4:190
τὰ γὰρ μέλη τοῦ σώματος διακέκριται μόνον
for only the members of the body are distinguished.
惟有身體的肢體有所分別。
4:191
Οὐκ ἔστι τάγμα ψυχῶν κατὰ φύσιν ἁμαρτανου σῶν, καὶ τάγμα ψυχῶν κατὰ φύσιν δικαιοπραγουσῶν·
There is not one order of souls by nature sinning, and an order of souls by nature acting righteously;
並不是有一等靈魂生來就犯罪,另有一等靈魂生來就行義;
4:192
ἀλλ' ἐκ προαιρέσεως ἀμφότερα, μονοειδοῦς καὶ ὁμοίας οὔσης ἐν ἅπασι τῆς τῶν ψυχῶν ὑποστάσεως
but both are by deliberate choice, the substance of souls being of one kind and alike in all.
二者都是出於自己的選擇,因為眾人靈魂的本質乃是同一性、彼此相似的。
4:193
Οἶδα μὲν οὖν πολλὰ λέγων, καὶ ὡς καιρὸς ἤδη πολύς ἐστιν·
I know indeed that I am saying many things, and that the time is now already long;
我確知我說了許多話,時間如今也已經很長了;
4:194
ἀλλὰ τί σωτηρίας προτιμώτερον; Οὐ βούλει καμὼν λαβεῖν ἐφόδια πρὸς τοὺς αἱρετικούς; οὐδὲ θέλεις γνῶναι τῆς ὁδοῦ τὰς παρεκτροπὰς, ἵνα μὴ κατὰ κρημνὸν ἐξ ἀγνοίας ἐνεχθῆς; Εἰ οἱ διδάσκοντες ἡγοῦνται κέρδος οὐ μικρὸν, τό σε ταῦτα μαθεῖν·
but what is more to be preferred than salvation? Do you not wish, by toiling, to receive provisions against the heretics? Do you not wish to know the by-ways of the road, that you may not be cast down some precipice through ignorance? If the teachers reckon it no small gain that you should learn these things;
但有甚麼比救恩更該寶愛的呢?你豈不願勞苦一番,得著抵擋異端的資糧麼?你豈不願知道道路上的歧途,免得因無知而墜落懸崖麼?若教師們以你學會這些為不小的收益;
4:195
σὺ μανθάνων, ἆρα οὐκ ὀφείλεις ἡδέως δέχεσθαι τῶν λεγομένων τὸ πλῆθος;
you who are learning, ought you not gladly to receive the abundance of what is said?
你這學習的人,豈不更該欣然領受所說這許多的話麼?
4:196
Αὐτεξούσιός ἐστιν ψυχή·
The soul is self-determining;
靈魂是有自主之權的;
4:197
καὶ διάβολος τὸ μὲν ὑποβάλλειν δύναται, τὸ δὲ καὶ ἀναγκάσαι παρὰ προαίρεσιν, οὐκ ἔχει τὴν ἐξουσίαν
and the devil is able indeed to suggest, but to compel against one's choice he has not the authority.
魔鬼固然能引誘人,但要違背人的意願去強迫人,他卻沒有這權柄。
4:198
Ὑπογράφει σοι πορνείας λογισμόν·
He inscribes in you a thought of fornication;
他把淫念寫在你心裡;
4:199
Εἰ γὰρ κατ' ἀνάγκην ἐπόρνευες, καὶ τίνος ἕνεκα τὴν γέενναν ἡτοίμασεν Θεός; Εἰ κατὰ φύσιν, ἀλλ' οὐ κατὰ προαίρεσιν ἐδικαιοπράγεις, τίνος ἕνεκεν στεφάνους ἀνεκδιηγήτους ἡτοίμασεν Θεός; Πρᾷόν ἐστι τὸ πρόβατον, ἀλλ' οὐδέποτε τοῦτο διὰ τὴν πρᾳότητα ἐστεφανώθη·
For if you fornicated of necessity, why then did God prepare Gehenna? If you acted righteously by nature, not by choice, why then did God prepare crowns unspeakable? The sheep is gentle, but it was never crowned for its gentleness;
因為你若是出於必然而行淫,神為何預備了火獄(地獄)呢?你若是生來如此、而非出於選擇而行義,神又為何預備了那難以言喻的冠冕呢?綿羊是溫順的,卻從未因牠的溫順得過冠冕;
4:200
ἐπειδὴ τὸ πρᾷον οὐκ ἐκ προαιρέσεως, ἀλλ' ἐκ φύσεως αὐτῷ πρόσεστιν
since gentleness belongs to it not from choice, but from nature.
因為溫順是出於牠的本性,不是出於選擇。
4:201
Ἔγνως, ἀγαπητὲ, καθ' ὅσον ἐγχωρεῖ τέως, τὰ περὶ ψυχῆς·
You have come to know, beloved, so far as is possible for now, the things concerning the soul;
親愛的,你已經就目前所能領會的,認識了關於靈魂的事;
4:202
δέξαι κατὰ δύναμιν καὶ τὸν περὶ τοῦ σώματός σου λόγον
receive now, according to your ability, also the discourse concerning your body.
現在你也要照你的能力,領受關於你身體的道理。
4:203
Μή τινος τῶν λεγόντων ἀνάσχῃ, ἀλλότριον Θεοῦ τοῦτο εἶναι τὸ σῶμα
Do not tolerate any of those who say that this body is alien to God.
凡有人說這身體與神無關,你都不要容忍。
4:204
Οἱ γὰρ ἀλλότριον [ Θεοῦ] εἶναι τὸ σῶμά [ τι] πιστεύοντες, [ καὶ] ὡς ἐν ἀλλοτρίῳ σκεύει [ τὴν ψυχὴν κατοικεῖν] τούτῳ καὶ εἰς πορνείας ἑτοίμως ἀποκέχρηνται
For those who believe the body to be [something] alien [to God], [and] who use it as [the soul dwelling] in an alien vessel, do thereby also readily abuse it for fornications.
因為那些相信身體與神無關、把它看作靈魂寄居其中之外來器皿的人,正因如此就隨意濫用它去行淫亂。
4:205
Τί δὲ καὶ κατέγνωσαν τοῦ θαυμασίου τούτου σώματος; Τί μὲν γὰρ ἐν εὐπρεπείᾳ λείπεται; τί δὲ οὐκ ἔστιν ἔντεχνον τῆς κατασκευῆς; Ἆρα οὐκ ἐχρῆν αὐτοὺς κατανοῆσαι ὀφθαλμῶν μὲν λαμπροτάτην κατάστασιν; ὅπως δὲ τὰ ὦτα πλαγίως ἐγκείμενα, ἀνεμπόδιστον δέχεται τὴν ἀκοήν; Καὶ ὅπως ὄσφρησις μέν ἐστι [ τῶν ἀτμῶν] διακριτικὴ καὶ τῶν ἀναθυμιάσεων ἀντιληπτική
And what fault have they found with this marvellous body? In what does it fall short of comeliness? What part of its construction is not skilfully wrought? Ought they not to have considered the most brilliant arrangement of the eyes? And how the ears, set obliquely, receive the hearing unimpeded? And how the sense of smell is discerning of vapours and able to perceive exhalations?
他們在這奇妙的身體上挑出了甚麼毛病呢?它在端美上有何欠缺?它構造的哪一部分不是巧奪天工?他們豈不該思想眼睛那最光明的安排麼?耳朵又怎樣斜置,毫無阻礙地接收聽覺?嗅覺又怎樣能分辨氣味、察覺各樣的揮發之氣呢?
4:206
γλῶττα δὲ ὅπως δισσῶν πραγμάτων ἐστὶ διάκονος, γευστικῆς ἕξεως, καὶ διαλεκτικῆς ἐνεργείας; ὅπως πνεύμων ἐν ἀποκρύφοις κείμενος, ἄπαυστον ἔχει τοῦ ἀέρος τὴν ἀναπνοήν; Τίς ἐνθεὶς παλμὸν καρδίας ἀδιάλειπτον; τίς διελὼν εἰς φλέβας καὶ ἀρτηρίας τοσαύτας; τίς τοῖς νεύροις τὰ ὀστέα σοφῶς ἐνείρας; τίς τῆς τροφῆς μέρος μὲν εἰς ὑπόστασιν δοὺς, μέρος δὲ εἰς εὐσχήμονα διάκρισιν διακρίνας, καὶ τὰ τῆς ἀσχημοσύνης μέλη ἐν εὐσχημονεστέροις ἀποκρύψας τόποις; Τίς μέλλουσαν ἐκλείπειν τὴν τῶν ἀνθρώπων φύσιν, δι' εὐτελοῦς κοινωνίας ἀκατάπαυστον συνεστήσατο;. Μὴ λέγε μοι τὸ σῶμα παραίτιον ἁμαρτίας εἶναι
And how the tongue is the servant of two functions, of the faculty of taste and of the activity of speech? How the lung, lying in hidden places, has the ceaseless breathing of the air? Who set the beat of the heart unbroken? Who divided it into so many veins and arteries? Who wisely fastened the bones to the sinews? Who, giving part of the food to the sustaining of the body and dividing part for decent elimination, hid away the unseemly members in the more decent places? Who, when the nature of men was about to fail, by a humble union established it unceasingly? Do not tell me that the body is the cause of sin.
舌頭又怎樣供職於兩樣功用,就是味覺的能力與言語的運作?肺臟怎樣隱藏深處,卻不停地呼吸空氣?是誰使心臟跳動不息?是誰把它分成這許多血管與動脈?是誰智慧地把骨頭連於筋絡?是誰把食物的一部分供給身體養分,又把另一部分分出來作合宜的排泄,並把那不雅觀的肢體隱藏在較為端莊的部位?是誰在人類本將消亡之際,藉著卑微的結合使它得以延綿不絕?你不要對我說身體是犯罪的緣由。
4:207
Εἰ γὰρ τὸ σῶμα τῆς ἁμαρτίας αἴτιον, διὰ τί νεκρὸς οὐχ ἁμαρτάνει; Παράθες ξίφος τῇ δεξιᾷ τοῦ τετελευτηκότος ἀρτίως, καὶ φόνος οὐ γίνεται
For if the body is the cause of sin, why does a dead man not sin? Place a sword in the right hand of one who has just died, and no murder takes place.
因為身體若是犯罪的緣由,死人為何不犯罪呢?把一把刀放在剛死之人的右手裡,並不會有兇殺發生。
4:208
Διὰ τετελευτηκότος ἀρτίως νέου κάλλη παντοῖα παρερχέσθω, καὶ ἐπιθυμία πορνείας οὐ γίνεται
Let beauties of every kind pass before a young man just deceased, and no desire of fornication arises.
讓各樣的美色從一個剛死的青年面前經過,也不會生出淫亂的慾望。
4:209
Διὰ τί; Ἐπειδὴ τὸ σῶμα οὐχ ἁμαρτάνει καθ' ἑαυτὸ, ἀλλὰ διὰ τοῦ σώματος ψυχή
Why? Because the body does not sin of itself, but the soul through the body.
為甚麼呢?因為身體本身並不犯罪,乃是靈魂藉著身體犯罪。
4:210
Ἐργαλεῖόν ἐστι τὸ σῶμα καὶ ὥσπερ ἱμάτιον καὶ στολὴ ψυχῆς
The body is an instrument, and as it were the garment and robe of the soul.
身體是個器具,彷彿是靈魂的衣服與袍子。
4:211
Κἂν μὲν ὑπὸ ταύτης πορνείᾳ παραδοθῇ, γίνεται ἀκάθαρτον·
And if it be given over by the soul to fornication, it becomes unclean;
它若被靈魂交付給淫亂,就成為污穢的;
4:212
ἐὰν δὲ ἁγίᾳ ψυχῇ συνοικήσῃ, γίνεται ναὸς ἁγίου Πνεύματος
but if it dwells together with a holy soul, it becomes a temple of the Holy Spirit.
但它若與聖潔的靈魂同住,就成為聖靈的殿。
4:213
Οὐκ ἐγὼ ταῦτα λέγω, ἀλλὰ Παῦλος Ἀπόστολος εἴρηκεν, Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν; Φεῖσαι τοίνυν τοῦ σώματος, ὡς ναοῦ Πνεύματος ἁγίου τυγχάνοντος
It is not I who say these things, but Paul the Apostle has said, 'Do you not know that your bodies are a temple of the Holy Spirit who is in you?' Spare your body, therefore, as being a temple of the Holy Spirit.
說這話的不是我,乃是使徒保羅說過:『豈不知你們的身子就是聖靈的殿,這聖靈是在你們裡面的麼?』所以你要愛惜自己的身體,因它是聖靈的殿。
4:214
Μὴ φύρῃς ἐν πορνείαις τὴν σάρκα σου·
Do not defile your flesh in fornications;
不要在淫亂中玷污你的肉身;
4:215
μὴ μολύνῃς σου τὴν καλλίστην ταύτην στολήν
do not pollute this your most beautiful robe.
不要污穢你這最美的袍子。
4:216
Εἰ δὲ καὶ ἐμόλυνας, ἀπόπλυνε νῦν διὰ μετανοίας·
And if you have indeed polluted it, wash it clean now through repentance;
你若真的污穢了它,如今就藉著悔改把它洗淨;
4:217
Καὶ τὸν περὶ σωφροσύνης λόγον, προηγουμένως μὲν ἀκουέτω τῶν μοναζόντων καὶ τῶν παρθένων τάγμα, τῶν τὸν ἰσάγγελον βίον ἐν κόσμῳ κατορθούντων·
And as for the discourse on chastity, let the order of monks and of virgins first hear it—those who in the world achieve the angelic life;
至於論貞潔的話,要首先讓修道者與童身者這一等人聽——他們是在世上活出與天使一樣生活的人;
4:218
[ἑπομένως δὲ καὶ λοιπὸς τῆς Ἐκκλησίας λαός]
[and after them also the rest of the people of the Church.]
其次也讓教會其餘的會眾聽。
4:219
Μέγας ὑμῖν ἀπόκειται στέφανος, ἀδελφοί·
A great crown lies in store for you, brethren;
弟兄們,有極大的冠冕為你們存留;
4:220
μὴ μικρᾶς ἡδονῆς ἀντικαταλλάξητε μεγάλην ἀξίαν
do not exchange a great worth for a small pleasure.
不要用片刻的快樂去換那極大的尊榮。
4:221
Ἀκούσατε τοῦ Ἀποστόλου λέγοντος·
Hear the Apostle saying:
你們要聽使徒所說的:
4:222
Μή τις πόρνος βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὑτοῦ
Let there be no fornicator or profane person like Esau, who for one morsel of food sold his own birthright.
恐怕有淫亂的,或有貪戀世俗如以掃的,他因一點食物把自己長子的名分賣了。
4:223
Ἐν ταῖς ἀγγελικαῖς βίβλοις λοιπὸν ἐγγραφεὶς, διὰ τὴν πρόθεσιν τῆς σωφροσύνης, βλέπε μὴ πάλιν ἐξαλειφθῇς, διὰ τὴν πορνικὴν ἐργασίαν
Having now been enrolled in the angelic books because of your resolve of chastity, see that you are not again blotted out because of the work of fornication.
你既因立志守貞潔而被記在天使的冊上,就要謹慎,免得因行淫亂之事又被塗抹了。
4:224
Μὴ δ' αὖ πάλιν κατορθῶν τὴν σωφροσύνην, τυφωθῇς κατὰ τῶν ὑποβεβηκότων ἐν γάμῳ
Nor again, while achieving chastity, be puffed up against those who are of lower estate in marriage.
但你達到了貞潔,也不可向那些婚嫁之較低地位的人自高自大。
4:225
Τίμιος γὰρ γάμος καὶ κοίτη ἀμίαντος, ὥς φησιν Ἀπόστολος
For marriage is honourable and the bed undefiled, as the Apostle says.
因為正如使徒所說,婚姻是可尊重的,床也是聖潔的。
4:226
Καὶ σὺ τὴν ἁγνείαν ἔχων, ἆρα οὐκ ἐκ τῶν γεγαμηκότων ἐγεννήθης; Μὴ γὰρ ὅτι χρυσίου κτῆσιν ἔχεις, τὸ ἀργύριον ἀποδοκίμαζε
And you who have purity—were you not born of those who married? Do not, because you possess a treasure of gold, reject silver.
你這持守潔淨的人哪,你豈不是從那些婚嫁的人所生的麼?你不可因為擁有黃金的產業,就棄絕了銀子。
4:227
Ἀλλ' εὐέλπιδες ἔστωσαν καὶ οἱ ἐν γάμῳ νομίμως τῷ γάμῳ χρώμενοι·
But let those also be of good hope who lawfully use marriage in marriage;
但那些在婚姻中合法地使用婚姻的人,也要有美好的盼望;
4:228
οἱ γάμον ἔνθεσμον, ἀλλὰ μὴ τοῦτον ἀσελγῆ κατασκευάζοντες, διὰ τὴν ἄμετρον ἐξουσίαν·
those who make marriage lawful, and do not make it licentious through immoderate liberty;
就是那些使婚姻合於規範,不因無節制的放任而使之變為淫蕩的人;
4:229
οἱ γινώσκοντες καιροὺς ἀνέσεως, ἵνα σχολάζωσι τῇ προσευχῇ·
those who know the seasons of abstinence, that they may give themselves to prayer;
就是那些知道有節制的時候,好叫自己專心禱告的人;
4:230
οἱ μετὰ τῶν ἐνδυμάτων καθαρὰ προσφέροντες ἐν ταῖς Συνάξεσιν εἰς ἐκκλησίαν τὰ
those who, with clean garments, bring pure offerings in the assemblies into the church;
就是那些在聚會中穿著潔淨的衣服,把純淨之物獻到教會裡的人;
4:231
οἱ διὰ τὸ τεκνογονεῖν, ἀλλ' οὐ διὰ τὸ φιληδονεῖν, τῷ γάμῳ προσεληλυθότες
those who have come to marriage for the sake of begetting children, and not for the sake of pleasure-seeking.
就是那些為了生養兒女、而非為了縱慾享樂而進入婚姻的人。
4:232
Καὶ οἱ μονόγαμοι δὲ τοὺς δευτέρῳ γάμῳ συμπεριενεχθέντας μὴ ἀποδοκιμαζέτωσαν
And let those who have married once not reject those who have entered into a second marriage.
那些只結過一次婚的人,也不要棄絕那些進入第二次婚姻的人。
4:233
Καλὸν μὲν γὰρ ἐγκράτεια καὶ θαυμάσιον·
For self-control is indeed a good thing and admirable;
因為節制固然是美善而可佩的;
4:234
συγγνωστὸν δὲ καὶ τῷ δευτέρῳ γάμῳ προσελθεῖν, ἵνα μὴ πορνεύσωσιν οἱ ἀσθενεῖς
but it is also pardonable to enter into a second marriage, lest the weak should fornicate.
但進入第二次婚姻也是可以被寬容的,免得軟弱的人陷入淫亂。
4:235
Καλὸν μὲν γὰρ αὐτοῖς, ἐὰν μείνωσιν ὡς κἀγώ, φησὶν Ἀπόστολος·
For it is good for them if they remain even as I, says the Apostle;
使徒說,他們若常像我就好;
4:236
εἰ δὲ οὐκ ἐγκρα τεύονται, γαμησάτωσαν·
but if they cannot exercise self-control, let them marry;
倘若他們不能自禁,就可以嫁娶;
4:237
κρεῖσσον γάρ ἐστι γαμῆσαι πυροῦσθαι
for it is better to marry than to burn.
因為與其慾火攻心,倒不如嫁娶為妙。
4:238
Τὰ δὲ λοιπὰ πάντα ἐξοριζέσθω μακρὰν, πορνεία, μοιχεία καὶ πᾶν τὸ τῆς ἀκολασίας εἶδος
But let all the rest be banished far off—fornication, adultery, and every kind of licentiousness.
至於其餘的一切,淫亂、姦淫,並各樣放縱情慾的事,都要遠遠地驅逐出去。
4:239
Τετηρήσθω δὲ τὸ σῶμα τῷ Κυρίῳ καθαρὸν, ἵνα καὶ Κύριος ἐπιβλέψῃ τῷ σώματι
And let the body be kept pure for the Lord, that the Lord also may look upon the body.
要為主把身體保守潔淨,好叫主也眷顧這身體。
4:240
Τρεφέσθω δὲ τὸ σῶμα σιτίοις, ἵνα ζῇ καὶ ἀνεμποδίστως ὑπηρετῇ·
And let the body be nourished with food, that it may live and serve unhindered;
要用食物餵養身體,使它得以存活、毫無攔阻地服事;
4:241
οὐ μὴν ἵνα πρὸς τρυφὰς ἐκδοθῇ
yet not so that it be given over to luxuries.
卻不是要叫它放縱於奢華。
4:242
Καὶ περὶ τροφῶν δὲ ὑμῖν ἔστω ταῦτα τὰ δόγματα·
And concerning foods also, let these be your doctrines;
論到食物,也要以這些為你的準則;
4:243
ἐπειδὴ πολλοὶ καὶ περὶ τὰ βρώματα πταίουσιν
since many stumble also concerning meats.
因為許多人也在飲食的事上跌倒。
4:244
Οἱ μὲν γὰρ τοῖς εἰδωλοθύτοις ἀδιαφόρως προσέρχονται·
For some approach things sacrificed to idols indifferently;
有些人毫不分辨地去喫祭過偶像之物;
4:245
οἱ δὲ ἀσκοῦσι μὲν, κατακρίνουσι δὲ τοὺς ἐσθίοντας
while others practise abstinence, but condemn those who eat.
另有些人雖然禁戒,卻定罪那些喫的人。
4:246
Καὶ διαφόρως ἐν τῷ περὶ βρωμάτων λόγῳ τινῶν ψυχὴ μολύνεται, ἀγνοούντων τοῦ ἐσθίειν καὶ μή τε τὰς ἐπωφελεῖς αἰτίας
And in various ways the soul of some is defiled in the matter of meats, since they are ignorant of the beneficial reasons for eating and for not eating.
在飲食之事上,有些人的靈魂以各樣方式被玷污,因為他們不明白喫與不喫的有益緣由。
4:247
Νηστεύομεν γὰρ οἴνου τε καὶ κρεῶν ἀπεχόμενοι, οὐχ ὡς βδελύγματα μισοῦντες, ἀλλὰ τὸν μισθὸν προσδοκῶντες·
For we fast, abstaining from wine and meats, not as hating them as abominations, but looking for the reward;
我們禁食,戒絕酒肉,並非把它們當作可憎之物而恨惡,乃是盼望那賞賜;
4:248
ἵνα αἰσθητῶν ὑπεριδόντες, ἀπολαύσωμεν πνευματικῆς καὶ νοητῆς τραπέζης·
that, disregarding the things of sense, we may enjoy the spiritual and intelligible table;
好叫我們輕看屬感官的事物,得以享受那屬靈、屬智的筵席;
4:249
καὶ ἵνα νῦν σπείραντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θερίσωμεν ἐν τῷ μέλλοντι αἰῶνι
and that, sowing now in tears, we may reap in rejoicing in the age to come.
也好叫我們如今流淚撒種,在來世的時代歡呼收割。
4:250
Μὴ τοίνυν καταφρόνει τῶν ἐσθιόντων καὶ διὰ τῶν σωμάτων ἀσθένειαν μεταλαμβανόντων
Do not, then, despise those who eat and who partake on account of the weakness of their bodies.
所以,你不要藐視那些因身體軟弱而喫、而領受食物的人。
4:251
Μηδὲ ψέγε τοὺς ὀλίγῳ οἴνῳ χρωμένους, διὰ τὸν στόμαχον καὶ τὰς πυκνὰς ἀσθενείας·
Neither blame those who use a little wine on account of the stomach and their frequent infirmities;
也不要責備那些因胃口和屢次患病而用一點酒的人;
4:252
καὶ μήτε αὐτοὺς ὡς ἁμαρτωλοὺς κατακρίνῃς
and do not condemn them as sinners.
不要把他們當作罪人定罪。
4:253
Μήτε ὡς ἀλλότρια μίσει τὰ κρέα·
Neither hate meats as though they were alien things;
也不要把肉類當作外來之物而恨惡;
4:254
οἶδε γάρ τινας τοιούτους Ἀπόστολος λέγων·
for the Apostle knows certain such persons, saying:
因為使徒認得有這樣的人,他說:
4:255
Κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, Θεὸς ἔκτισεν εἰς μετάληψιν μετ' εὐχαριστίας τοῖς πιστοῖς
Forbidding to marry, and commanding to abstain from foods, which God created to be received with thanksgiving by the faithful.
他們禁止嫁娶,又叫人戒絕食物,就是神所造、叫信的人感謝著領受的。
4:256
Ἀπεχόμενος τοίνυν τούτων, μὴ ὡς βδελυκτῶν ἀπέχου, ἐπεὶ μισθὸν οὐκ ἔχεις·
Abstaining therefore from these, do not abstain as from abominable things, since you have no reward;
所以你戒絕這些的時候,不要當作可憎之物而戒絕,因為這樣你並無賞賜;
4:257
ἀλλ' ὡς καλῶν ὄντων ὑπερφρόνει, διὰ τὰ προκείμενα νοητὰ καλλίονα
but disdain them as being good, on account of the intelligible things set before you that are far better.
倒要把它們看作美善的而超然以待,因為有那擺在你面前、屬智而更美的事物。
4:258
Ἀσφάλισαί σου τὴν ψυχὴν, μή ποτέ τι φάγῃς τῶν τοῖς εἰδώλοις προσενεχθέντων
Make your soul secure, that you never eat anything of the things offered to idols.
你要保守你的靈魂,總不可喫任何祭過偶像之物。
4:259
Περὶ γὰρ [τούτων] τῶν βρωμάτων, οὐκ ἐμοὶ νῦν μόνον, ἀλλ' ἤδη καὶ τοῖς ἀποστόλοις καὶ Ἰακώβῳ τῷ ταύτης τῆς ἐκκλησίας ἐπισκόπῳ σπουδὴ γέγονεν
For concerning these foods, not to me only now, but already to the apostles too and to James the bishop of this church, there was earnest concern.
因為論到這些食物,不單是如今我關切,連使徒們、並這教會的監督雅各,從前就已殷勤關切了。
4:260
Καὶ γράφουσιν οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι πᾶσι τοῖς ἔθνεσι καθολικὴν ἐπιστολὴν, προηγουμένως τῶν εἰδωλοθύτων ἀπέχεσθαι, ἔπειτα δὲ καὶ αἵματος, καὶ πνικτοῦ
And the apostles and the elders write a catholic epistle to all the nations, first to abstain from things sacrificed to idols, and then also from blood and from what is strangled.
使徒和長老們寫了一封通諭給萬國,首先吩咐人要禁戒祭過偶像之物,其次也要禁戒血和勒死的牲畜。
4:261
Πολλοὶ γὰρ τῶν ἀνθρώπων θηριώδεις ὄντες καὶ κυνῶν δίκην ζῶντες, τὸ μὲν αἷμα λάπτουσιν, ἀγριωτάτων θηρίων τρόπον μιμούμενοι·
For many of men, being beast-like and living after the manner of dogs, lap up the blood, imitating the way of the most savage beasts;
因為許多人像野獸一般、又活得像狗,舔食血,效法那最兇猛野獸的樣式;
4:262
τὰ πεπνιγμένα δὲ κατεσθίουσιν ἀφειδῶς
and they devour without restraint the things strangled.
他們又毫無節制地吞喫那些勒死的牲畜。
4:263
Σὺ δὲ τοῦ Χριστοῦ δοῦλος, ἐσθίων ἔχε τὸ μετ' εὐλαβείας ἐσθίειν
But you, the servant of Christ, in eating, have a care to eat with reverence.
但你這基督的僕人,喫的時候要存著敬虔的心而喫。
4:264
Καὶ περὶ μὲν βρωμάτων αὐτάρκως
And concerning foods, enough.
論到食物,這就夠了。
4:265
Ἔνδυσις δέ σοι λιτὴ περικείσθω, μὴ πρὸς καλλωπισμὸν, ἀλλὰ πρὸς ἀναγκαίαν σκέπην·
Let your clothing be plain, set on not for adornment, but for necessary covering;
你的衣著要樸素,穿著不是為了妝飾,乃是為了必需的遮蔽;
4:266
μηδὲ ἵνα χαυνωθῇς, ἀλλ' ἵνα ἐν χειμῶνι θερμανθῇς, καὶ τοῦ σώματος τὴν ἀσχημοσύνην καλύπτῃς·
not that you may be made soft, but that in winter you may be warmed, and may cover the unseemliness of the body;
不是要叫你變得柔弱,乃是叫你在冬天得暖,並遮蓋身體不雅之處;
4:267
μὴ προφάσει τοῦ τὴν ἀσχημοσύνην καλύπτειν, ταῖς περιέργοις στολαῖς εἰς ἑτέραν ἀσχημοσύνην ἐμπέσῃς
lest, under pretext of covering the unseemliness, you fall into another unseemliness with extravagant garments.
免得你藉著遮蓋不雅之處為託辭,反倒因奇巧華麗的衣服而落入另一樣的不雅。
4:268
Φείδου μοι, παρακαλῶ, τοῦ σώματος τούτου, καὶ γίνωσκε ὅτι ἐκ νεκρῶν ἐγερθήσῃ, μετὰ τοῦ σώματος τούτου κριθησόμενος
Spare, I beseech you, this body, and know that you shall be raised from the dead, to be judged together with this body.
我懇求你,要愛惜這身體,並要曉得你必從死人中復活,要與這身體一同受審判。
4:269
Εἰ δέ σοί τις ἀπιστίας λόγος ὑπεισέρχεται, ὡς ἀδυνάτου τοῦ πράγματος τυγχάνοντος·
But if any word of unbelief steals in upon you, as though the matter were impossible;
倘若有甚麼不信的念頭悄悄臨到你,彷彿這事是不可能的;
4:270
ἐκ τῶν καθ' ἑαυτὸν σκόπει τὰ μὴ φαινόμενα
consider the things unseen from the things concerning yourself.
你就從關乎你自己的事上,思想那看不見的事。
4:271
Σὺ γὰρ αὐτὸς, εἰπέ μοι, πρὸ ἑκατὸν πλειόνων ἐτῶν, λόγισαι ποῦ ἦσθα; Ἐκ ποίας δὲ σμικροτάτης·
For you yourself, tell me, a hundred or more years ago—reckon where you were? And out of what most tiny
因為你自己告訴我,一百年或更多年以前,想想你在哪裡?你是從何等微小、
4:272
καὶ εὐτελεστάτης ὑποστάσεως, εἰς τοσοῦτον ἡλικίας μέγεθος καὶ τοσαύτην ὡραιότητος ἀξίαν κατέστης; Εἶτα, τὸ μὴ ὂν εἰς τὸ εἶναι παραγαγὼν, τὸ ὂν ἤδη καὶ διαπεσὸν αὖθις ἀναστῆσαι οὐ δύναται;Ὁ τὸν δι' ἡμᾶς σπειρόμενον σῖτον, κατ' ἐνιαυτὸν νεκρούμενον ἐγείρων·
and most lowly substance you came to so great a magnitude of stature and so great a dignity of beauty? Then, He who brought what was not into being—can He not raise up again what already is and has fallen into decay? He who raises the wheat sown for our sake, which dies year by year;
何等卑微的本質,達到如此大的身量、如此尊貴的俊美?那麼,那把無有帶到存在的,豈不能把那已經存在卻已朽壞的再次興起麼?那叫為我們撒下的麥子復活的,這麥子年年枯死;
4:273
ἆρα ἡμᾶς αὐτοὺς, δι' οὓς κἀκεῖνος ἐγήγερται, δυσκόλως ἀναστήσει; Ὁρᾷς ὅπως τὰ δένδρα νῦν ἐπὶ τοσούτοις μησὶν ἄκαρπα καὶ ἄφυλλα καθέστηκεν·
shall He then raise us ourselves, for whose sake that too was raised, with difficulty? Do you see how the trees now stand for so many months fruitless and leafless;
祂豈會難以使我們自己復活麼?那麥子原是為我們才復活的。你豈不見樹木如今這許多月份毫無果子、毫無葉子;
4:274
ἀλλὰ ὅλα, τοῦ χειμῶνος παρελθόντος, αὖθις ὥσπερ ἐκ νεκρῶν ἀναβιοῖ
but, when the winter is past, they all come to life again as it were from the dead.
但冬天一過,它們就全都彷彿從死裡再次復生。
4:275
Οὐ πολλῷ μᾶλλον ἡμεῖς καὶ εὐκοπώτερον ἀναζήσομεν; Ῥάβδος Μωσέως εἰς φύσιν ὄφεως ἀνοίκειον βουλῇ Θεοῦ μετεβλήθη·
Shall we not much more, and more easily, come to life again? The rod of Moses was changed by God's will into the unfamiliar nature of a serpent;
我們豈不更要、更容易地再次復生麼?摩西的杖照神的旨意變成了蛇那陌生的性質;
4:276
καὶ ἄνθρωπος, πεσὼν εἰς θάνατον, πάλιν εἰς ἑαυτὸν οὐκ ἀποκαθίσταται;. Μὴ πρόσεχε τοῖς
and shall not man, who has fallen into death, be restored again to himself? Do not heed those
那墜入死亡的人,豈不要再次被恢復回原本的自己麼?你不要理會那些
4:277
λέγουσιν ὅτι οὐκ ἐγείρεται τὸ σῶμα τοῦτο
who say that this body is not raised.
說這身體不會復活的人。
4:278
καὶ μάρτυς Ἡσαΐας λέγων, Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις·
And Isaiah is witness, saying, 'The dead shall arise, and those in the tombs shall be raised';
以賽亞作見證說:『死人要復活,葬在墳墓裡的也要起來』;
4:279
καί, Πολλοὶ τῶν ἐν γῆς χώματι καθευδόντων ἀναστήσονται, κατὰ τὸν Δανιήλ·
and, 'Many of those who sleep in the dust of the earth shall arise', according to Daniel;
照但以理所說,又有:『睡在塵埃中的,必有許多復醒』;
4:280
οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς αἰσχύνην αἰώνιον
these to eternal life, and these to eternal shame.
這些人得永生,那些人受永遠的羞辱。
4:281
Ἀλλὰ τὸ μὲν ἀναστῆναι, πάντων ἐστὶν ἀνθρώπων·
But the rising again belongs to all men;
然而復活乃是眾人都有的;
4:282
οὐχ ὁμοία δὲ πᾶσιν ἀνάστασις
yet the resurrection is not alike for all.
只是復活對眾人並不相同。
4:283
Πάντες μὲν γὰρ αἰώνια λαμβάνομεν τὰ σώματα, ἀλλ' οὐχ ὅμοια ἅπαντες
For we all receive eternal bodies, but not all alike.
因為我們都要得著永遠的身體,卻不是眾人都一樣。
4:284
Οἱ δίκαιοι μὲν γὰρ, ἵνα διαιωνίζοντες ἀγγέλοις συγχορεύσωσιν·
For the righteous, that abiding for ever they may dance together with the angels;
義人得身體,是要他們存到永遠,與天使一同歡舞;
4:285
οἱ δὲ ἁμαρτωλοὶ, ἵνα εἰς αἰῶνας τῶν ἁμαρτημάτων ὑπομείνωσι τὴν βάσανον
but the sinners, that they may endure the torment of their sins unto the ages.
罪人得身體,是要他們直到永世忍受自己罪的刑罰。
4:286
Διὰ τοῦτο προλαβὼν κατὰ φιλανθρωπίαν Κύριος λουτροῦ μετάνοιαν ἔδωκεν, ἵνα τὸ πολὺ τῶν ἁμαρτιῶν, μᾶλλον δὲ τὸ πᾶν φορτίον ἀποῤῥίψαντες καὶ ἁγίῳ Πνεύματι τὴν σφραγίδα λαβόντες, κληρονόμοι γενώμεθα ζωῆς αἰωνίου
For this reason the Lord in His loving-kindness gave beforehand the repentance of the laver, that having cast off the great mass of sins—or rather the whole burden—and having received the seal by the Holy Spirit, we might become heirs of eternal life.
因此主以祂的慈愛,預先賜下洗濯之浴的悔改,好叫我們卸下眾多的罪——更確切地說是全部的重擔——並藉著聖靈受了印記,就成為永生的後嗣。
4:287
Ἀλλὰ περὶ τοῦ λουτροῦ πρώην αὐτάρκως εἰρηκότες, ἐπὶ τὰ λείποντα τῶν εἰσαγωγικῶν μαθημάτων λοιπὸν ἔλθωμεν
But having spoken sufficiently before concerning the laver, let us now come to the remaining of the introductory lessons.
我們既已在前面充分講過洗濯之浴,現在就讓我們進到那入門教訓其餘的部分。
4:288
Ταῦτα δὲ διδάσκουσιν ἡμᾶς οἱ θεόπνευστοι γραφαὶ τῆς παλαιᾶς τε καὶ καινῆς διαθήκης
And these things the God-inspired Scriptures of both the old and the new covenant teach us.
這些事乃是新舊兩約那些神所默示的聖經所教導我們的。
4:289
Εἷς γάρ ἐστιν τῶν δύο διαθηκῶν Θεὸς, τὸν ἐν τῇ καινῇ φανέντα Χριστὸν ἐν τῇ παλαιᾷ προκαταγγείλας·
For there is one God of the two covenants, who in the old foretold the Christ who appeared in the new;
因為兩約的神乃是一位,祂在舊約裡預先宣告了那在新約裡顯現的基督;
4:290
διὰ νόμου καὶ προφητῶν εἰς Χριστὸν παιδαγωγήσας
who through the law and the prophets led us as by a tutor unto Christ.
祂藉著律法和先知,像啟蒙師傅那樣引領我們歸向基督。
4:291
Πρὸ γὰρ τοῦ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα·
For before faith came, we were kept under the law;
因為在那信還未來以先,我們被看守在律法之下;
4:292
καὶ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν
and the law became our tutor unto Christ.
律法成了我們的啟蒙師傅,引我們到基督那裡。
4:293
Κἄν ποτε τῶν αἱρετικῶν ἀκούσῃς τινὸς βλασφημοῦντος νόμον προφήτας, ἀντίφθεγξαι τὴν σωτήριον φωνὴν, λέγων·
And if ever you hear any of the heretics blaspheming the law or the prophets, answer back with the saving voice, saying:
倘若你聽見有異端的人褻瀆律法或先知,就要用那帶來救恩的話回應說:
4:294
Οὐκ ἦλθεν Ἰησοῦς καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι
Jesus did not come to destroy the law, but to fulfil it.
耶穌來不是要廢掉律法,乃是要成全律法。
4:295
Καὶ φιλομαθῶς ἐπίγνωθι, καὶ παρὰ τῆς Ἐκκλησίας, ποῖαι μέν εἰσιν αἱ τῆς παλαιᾶς διαθήκης βίβλοι, ποῖαι δὲ τῆς καινῆς
And learn diligently and from the Church, which are the books of the old covenant, and which of the new.
你要殷勤學習,並要從教會領受,知道舊約有哪些書卷,新約有哪些書卷。
4:296
Καί μοι μηδὲν τῶν ἀποκρύφων ἀναγίνωσκε
And read me none of the apocryphal books.
你切不可讀任何次經(旁經)之書。
4:297
γὰρ τὰ παρὰ πᾶσιν ὁμολογούμενα μὴ εἰδὼς, τί περὶ τὰ ἀμφιβαλλόμενα ταλαιπωρεῖς μάτην; Ἀναγίνωσκε τὰς θείας γραφὰς, τὰς εἴκοσι δύο βίβλους τῆς παλαιᾶς διαθήκης ταύτας, τὰς ὑπὸ τῶν ἑβδομήκοντα δύο Ἑρμηνευτῶν ἑρμηνευθείσας
For why, not knowing the things agreed upon by all, do you trouble yourself in vain over things doubtful? Read the divine Scriptures, these twenty-two books of the old covenant, which were translated by the seventy-two Interpreters.
你既不知道眾人所公認的書,何必為那些有疑議的書徒然勞苦呢?你要讀那神聖的聖經,就是舊約這二十二卷書,是由七十二位翻譯者所翻譯的。
4:298
Ἀλεξάνδρου γὰρ τοῦ Μακεδόνων βασιλέως τελευτήσαντος καὶ τῆς βασιλείας εἰς τέσσαρας διαιρεθείσης ἀρχὰς, εἴς τε τὴν Βαβυλωνίαν καὶ τὴν Μακεδονίαν, Ἀσίαν τε καὶ τὴν Αἴγυπτον·
For when Alexander the king of the Macedonians had died, and the kingdom was divided into four realms—into Babylonia and Macedonia, Asia and Egypt;
因為馬其頓王亞歷山大死後,他的國分為四個邦——就是巴比倫、馬其頓、亞細亞和埃及;
4:299
εἷς τῶν τῆς Αἰγύπτου βασιλευόντων, Πτολεμαῖος Φιλάδελφος, φιλολογώτατος γενόμενος βασιλεὺς καὶ τὰς κατὰ πανταχοῦ βίβλους συναθροίζων, παρὰ Δημητρίου τοῦ Φαληρέως, τοῦ τῆς βιβλιοθήκης προνοητοῦ, περὶ τῶν νομικῶν καὶ προφητικῶν θείων γραφῶν ἐπακούσας·
one of those reigning over Egypt, Ptolemy Philadelphus, who was a most learning-loving king and gathered books from everywhere, having heard from Demetrius of Phalerum, the curator of the library, concerning the divine Scriptures of the law and the prophets;
那作埃及王者之一的托勒密·腓拉鐵非,是位極愛學問的王,到處蒐集書籍,他從圖書館的管理者法勒魯姆的得米丟那裡,聽聞了律法和先知那些神聖的聖經;
4:300
καὶ πολὺ κάλλιον κρίνας, οὐ παρὰ ἀκόντων ἀναγκαστῶς τὰ βιβλία κτήσασθαι, ἀλλ' ἐξιλεώσασθαι δώροις μᾶλλον καὶ φιλίᾳ τοὺς ἔχοντας·
and judging it far better not to take the books by force from unwilling owners, but rather to propitiate those who possessed them with gifts and friendship;
他認為遠較好的辦法,不是勉強從不甘願的人手中奪取那些書,而是寧可用禮物和友誼籠絡那些擁有書的人;
4:301
καὶ γινώσκων, ὅτι τὸ μὲν ἀναγκαστὸν δολοῦται πολλάκις, ἀπροαιρέτως διδόμενον·
and knowing that what is compelled is often falsified, being given unwillingly;
他又曉得,凡出於勉強的,因是不甘願地交付的,往往被作了假;
4:302
τὸ δὲ ἐκ προαιρέσεως παρεχόμενον σὺν ἀληθείᾳ τῇ πάσῃ δωρεῖται·
but that what is provided of free choice is given in all truth;
惟有出於甘心而獻上的,才是全然真實地給予的;
4:303
Ἐλεαζάρῳ τῷ τότε ἀρχιερεῖ πλεῖστα δῶρα πέμψας εἰς τὸν ἐνταῦθα τῶν Ἱεροσολύμων ναὸν, ἓξ κατὰ φυλὴν τῶν δώδεκα τοῦ Ἰσραὴλ φυλῶν, πρὸς ἑαυτὸν εἰς ἑρμηνείαν ἐποίησεν ἀποστεῖλαι
having sent very many gifts to Eleazar, then the high priest, to the temple of Jerusalem here, he caused to be sent to him, six from each tribe of the twelve tribes of Israel, for the translation.
他差人送了極多的禮物給當時的大祭司以利亞撒,送到這裡耶路撒冷的聖殿,請以色列十二支派每支派各派六人,差到他那裡去作翻譯。
4:304
Εἶτα καὶ τοῦ, θείας μὴ τὰς βίβλους εἶναι λαμβάνων ἀπόπειραν, καὶ πρὸς τὸ μὴ συνδυάσαι πρὸς ἀλλήλους τοὺς ἀποσταλέντας ὑποπτεύσας·
Then, taking a test of whether or not the books were divine, and suspecting lest those who were sent should collude with one another;
後來他為要試驗這些書是否屬神,又疑心那些被差來的人會彼此串通;
4:305
ἐν τῇ λεγομένῃ Φάρῳ, τῇ πρὸς Ἀλεξάνδρειαν κειμένῃ, τῶν παραγενομένων ἑρμηνευτῶν ἑκάστῳ ἴδιον οἶκον ἀπονείμας, ἑκάστῳ πάσας τὰς γραφὰς ἐπέτρεψεν ἑρμηνεῦσαι
in the island called Pharos, lying off Alexandria, assigning to each of the interpreters who had come a house of his own, he committed to each to translate all the Scriptures.
就在那位於亞歷山大城外、名叫法羅的島上,分給每位前來的翻譯者一所自己的房屋,吩咐他們各人翻譯全部的聖經。
4:306
Τούτων δὲ ἐν ἑβδομήκοντα [ καὶ] δύο ἡμέραις τὸ πρᾶγμα πληρωσάντων, τὰς ὁμοῦ πάντων ἑρμηνείας, ἃς κατὰ διαφόρους οἴκους ἀλλήλοις μὴ προσιέντες ἐποιήσαντο, συναγαγὼν ἐπὶ τὸ αὐτό, οὐ μόνον ἐν νοήμασιν, ἀλλὰ καὶ ἐν λέξεσιν εὗρεν συμ φώνους
And when these had completed the task in seventy-two days, gathering together at one place the translations of all, which they had made in different houses without consulting one another, he found them to be in agreement not only in the meanings, but also in the very words.
這些人在七十二天內完成了這工作,他把眾人在不同房屋裡、彼此不相往來所作的翻譯一同聚集起來,發現它們不但在意義上一致,連在字句上也彼此相符。
4:307
Οὐ γὰρ εὑρεσιλογία καὶ κατασκευὴ σοφισμάτων ἀνθρωπίνων ἦν τὸ γινόμενον·
For what came about was no clever speech or contrivance of human sophistries;
因為所成就的,並不是甚麼巧辯之辭或人為詭辯的造作;
4:308
ἀλλ' ἐκ Πνεύματος ἁγίου τῶν ἁγίῳ Πνεύματι λαληθεισῶν θείων γραφῶν ἑρμηνεία συνετελεῖτο
but the interpretation of the divine Scriptures, which had been spoken by the Holy Spirit, was accomplished out of the Holy Spirit.
乃是那由聖靈所說出的神聖聖經,其翻譯也是出於聖靈而成就的。
4:309
Τούτων τὰς εἴκοσι δύο βίβλους ἀναγίνωσκε·
Of these read the twenty-two books;
你要讀其中那二十二卷書;
4:310
πρὸς δὲ τὰ ἀπόκρυφα μηδὲν ἔχε κοινόν
but with the apocryphal books have nothing in common.
至於那些次經(旁經)之書,你卻不可與它們有甚麼相干。
4:311
Ταύτας μόνας μελέτα σπουδαίως, ἃς καὶ ἐν Ἐκκλησίᾳ μετὰ παῤῥησίας ἀναγινώσκομεν
Study earnestly these only, which we also read in the Church with confidence.
你只要殷勤研讀這些,就是我們在教會中放膽誦讀的。
4:312
Πολύ σου φρονιμώτεροι καὶ εὐλαβέστεροι ἦσαν οἱ ἀπόστολοι καὶ οἱ ἀρχαῖοι ἐπίσκοποι, οἱ τῆς Ἐκκλησίας προστάται, οἱ ταύτας παραδόντες
Far more prudent and reverent than you were the apostles and the ancient bishops, the leaders of the Church, who handed these down.
那些把這些書傳給我們的使徒和古時的監督、教會的領袖,遠比你更為謹慎、更為敬虔。
4:313
Σὺ οὖν, τέκνον τῆς Ἐκκλησίας ὢν, μὴ
You then, being a child of the Church, do not
所以你既是教會的兒女,就不要
4:314
Καὶ τῆς μὲν παλαιᾶς διαθήκης, καθὼς εἴρηται, τὰς εἴκοσι δύο μελέτα βίβλους·
And of the old covenant, as has been said, study the twenty-two books;
至於舊約,正如所說,你要研讀那二十二卷書;
4:315
ἃς, εἰ φιλομαθὴς τυγχάνεις, ἐμοῦ λέγοντος, ὀνομαστὶ μεμνῆσθαι σπούδασον
which, if you are a lover of learning, take care to remember by name as I name them.
你若是愛好學問的人,就要留心,按著我所提的名稱把它們一一記住。
4:316
Τοῦ νόμου μὲν γάρ εἰσιν αἱ Μωσέως πρῶται πέντε βίβλοι, Γένεσις, Ἔξοδος, Λευιτικὸν, Ἀριθμοὶ, Δευτερονόμιον·
For of the law there are the first five books of Moses: Genesis, Exodus, Leviticus, Numbers, Deuteronomy;
屬律法的,乃是摩西最初的五卷書:創世記、出埃及記、利未記、民數記、申命記;
4:317
ἑξῆς δὲ, Ἰησοῦ υἱοῦ Ναυῆ·
and next, the book of Joshua son of Nun;
其次是嫩的兒子約書亞記;
4:318
καὶ τὸ τῶν Κριτῶν βιβλίον μετὰ τῆς Ῥοὺθ, ἕβδομον ἀριθμούμενον
and the book of Judges with Ruth, counted as the seventh.
再加上士師記連同路得記,算為第七卷。
4:319
Τῶν δὲ λοιπῶν ἱστορικῶν βιβλίων, πρώτη καὶ δευτέρα τῶν Βασιλειῶν μία παρ' Ἑβραίοις ἐστὶ βίβλος·
And of the remaining historical books, the first and the second of the Kingdoms are one book among the Hebrews;
至於其餘的歷史書,撒母耳記上、下(列王志一、二)在希伯來人中算為一卷書;
4:320
μία δὲ καὶ τρίτη καὶ τετάρτη
and the third and the fourth likewise one.
列王紀上、下(列王志三、四)同樣也算為一卷。
4:321
Ὁμοίως δὲ παρ' αὐτοῖς καὶ τῶν Παραλειπομένων πρώτη καὶ δευτέρα μία τυγχάνει βίβλος·
And likewise among them the first and the second of the Chronicles are one book;
在他們中間,歷代志上、下同樣也是一卷書;
4:322
καὶ τοῦ Ἔσδρα πρώτη καὶ δευτέρα μία λελόγισται·
and the first and the second of Esdras are reckoned as one;
以斯拉記上、下(以斯拉記與尼希米記)也算為一卷;
4:323
δωδεκάτη δὲ βίβλος Ἐσθήρ
and the twelfth book is Esther.
第十二卷是以斯帖記。
4:324
Καὶ τὰ μὲν ἱστορικὰ ταῦτα
And these are the historical books.
這些就是歷史書了。
4:325
Τὰ δὲ στιχηρὰ τυγχάνει πέντε·
And the poetical books are five:
詩體的書共有五卷:
4:326
Ἰὼβ, καὶ βίβλος Ψαλμῶν, καὶ Παροιμίαι, καὶ Ἐκκλησιαστὴς, καὶ Ἆισμα ᾀσμάτων ἑπτακαιδέκατον βιβλίον
Job, and the book of Psalms, and Proverbs, and Ecclesiastes, and the Song of Songs, the seventeenth book.
約伯記、詩篇、箴言、傳道書,和雅歌,雅歌是第十七卷。
4:327
Ἐπὶ δὲ τούτοις τὰ προφητικὰ πέντε·
And after these, the prophetic books are five:
在這些之後,先知書共有五卷:
4:328
τῶν δώδεκα προφητῶν μία βίβλος, καὶ Ἡσαΐου μία, καὶ Ἱερεμίου μετὰ Βαροὺχ, καὶ Θρήνων, καὶ Ἐπιστολῆς·
of the twelve prophets one book, and of Isaiah one, and of Jeremiah with Baruch, and Lamentations, and the Epistle;
十二位小先知書算為一卷,以賽亞書一卷,耶利米書連同巴錄書、耶利米哀歌和耶利米書信算為一卷;
4:329
εἶτα Ἱεζεκιὴλ, καὶ τοῦ Δανιὴλ, εἰκοστηδευτέρα βίβλος τῆς παλαιᾶς διαθήκης
then Ezekiel, and that of Daniel, the twenty-second book of the old covenant.
其次是以西結書,再是但以理書,是舊約的第二十二卷。
4:330
Τῆς δὲ καινῆς διαθήκης, τὰ τέσσαρα μόνα εὐαγγελία·
And of the new covenant, the four Gospels only;
至於新約,只有四卷福音書;
4:331
τὰ δὲ λοιπὰ ψευδεπίγραφα καὶ βλαβερὰ τυγχάνει
but the rest are falsely titled and harmful.
其餘的乃是假冒名目而有害的。
4:332
Ἔγρα ψαν καὶ Μανιχαῖοι κατὰ Θωμᾶν εὐαγγέλιον, ὅπερ εὐωδίᾳ τῆς εὐαγγελικῆς ἐπωνυμίας ἐπικεχρωσμένον, διαφθείρει τὰς ψυχὰς τῶν ἁπλουστέρων
The Manichaeans also wrote a Gospel according to Thomas, which, being tinged with the fragrance of the evangelic name, corrupts the souls of the simpler sort.
摩尼教徒也寫了一卷《多馬福音》,這書沾染了福音名稱的香氣,敗壞那些較單純之人的靈魂。
4:333
Δέχου δὲ καὶ τὰς Πράξεις τῶν δώδεκα ἀποστόλων
Receive also the Acts of the twelve apostles.
你也要領受《十二使徒行傳》(使徒行傳)。
4:334
Πρὸς τούτοις δὲ καὶ τὰς ἑπτὰ, Ἰακώβου, καὶ Πέτρου, καὶ Ἰωάννου, καὶ Ἰούδα καθολικὰς ἐπιστολάς·
And in addition to these, the seven catholic epistles of James, and Peter, and John, and Jude;
此外還有那七卷大公書信,就是雅各、彼得、約翰和猶大的書信;
4:335
ἐπισφράγισμα δὲ τῶν πάντων, καὶ μαθητῶν τὸ τελευταῖον, τὰς Παύλου δεκατέσσαρας ἐπιστολάς
and as the seal of them all, and the last of the disciples, the fourteen epistles of Paul.
作為這一切的印證,並眾門徒著作中最末的,就是保羅的十四卷書信。
4:336
Τὰ δὲ λοιπὰ πάντα, ἐν δευτέρῳ κείσθω
But let all the rest be set in a secondary place.
至於其餘的一切,都當置於次要的地位。
4:337
Καὶ ὅσα [ μὲν] ἐν ἐκκλησίαις μὴ ἀναγινώσκεται, ταῦτα μηδὲ κατὰ σαυτὸν ἀναγίνωσκε, καθὼς ἤκουσας
And whatever is not read in the churches, do not read these even by yourself, as you have heard.
凡不在眾教會中誦讀的,正如你所聽見的,你連私下自己也不要讀。
4:338
Καὶ τὰ μὲν περὶ τούτων, ταῦτα
And concerning these matters, so much.
論到這些事,就講這麼多。
4:339
Φεῦγε δὲ πᾶσαν διαβολικὴν ἐνέργειαν, καὶ μὴ πείθου τῷ δράκοντι τῷ ἀποστάτῃ, ὃς ἐξ ἀγαθῆς ὑποστάσεως αὐτοπροαίρετον ἔσχε τὴν μεταβολήν·
But flee every diabolical activity, and do not obey the dragon, the apostate, who from a good nature received a self-chosen change;
你要逃避一切屬魔鬼的活動,不要聽從那龍,那背叛者,牠原本出於善的本質,卻憑自己的選擇而起了改變;
4:340
ὃς ἀναπεῖσαι μὲν δύναται τοὺς θέλοντας, ἀναγκάσαι δὲ οὐδένα
who is able indeed to persuade those who are willing, but to compel no one.
牠固然能說服那些情願的人,卻不能強迫任何人。
4:341
Καὶ μήτε ἀστρολογίαις, μήτε ὀρνεοσκοπίαις, μήτε κλῃδόσι πρόσεχε, μηδὲ ταῖς μυθώδεσι τῶν Ἑλλήνων μαντείαις
And give heed neither to astrologies, nor to bird-augury, nor to omens, nor to the fabulous divinations of the Greeks.
你也不要理會占星術,不要理會觀鳥占卜、徵兆,並希臘人那些荒誕的占卜法。
4:342
Φαρμακίαν, καὶ ἐπαοιδίαν, καὶ τὰ νεκυομαντειῶν παρανομώτατα πράγματα, μηδὲ μέχρις ἀκοῆς παραδέχου
Sorcery, and enchantment, and the most lawless practices of necromancy—do not accept even so far as to hear of them.
邪術、咒語,並招魂問鬼那最不法之事——你連聽聞都不可接受。
4:343
Ἀπόστηθι παντὸς ἀκολασίας εἴδους, μήτε γαστριμαργῶν, μήτε φιληδονῶν, ὑπεράνω τε φιλαργυρίας ἁπάσης καὶ τοῦ τοκίζειν γενόμενος
Depart from every kind of licentiousness, being neither gluttonous nor pleasure-loving, and rising above all avarice and usury.
你要遠離一切放縱情慾的事,不可貪食,不可貪愛宴樂,並要超脫一切貪財與放債取利的事。
4:344
Μήτε δὲ θεωριῶν ἐθνικοῖς ἀθροίσμασι παράβαλλε·
And do not join the heathen gatherings for spectacles;
你不要去與外邦人聚集觀看戲樂的場面;
4:345
μήτε ἐπιδέσμασιν ἐν νόσοις χρήσῃ ποτέ
nor ever use amulets in sicknesses.
在患病時也切不可使用護身符。
4:346
Ἀποστρέφου δὲ πᾶσαν καὶ τοῦ καπηλοδυτεῖν χυδαιότητα
And turn away also from all the vulgarity of frequenting taverns.
你也要轉離一切出入酒館那種卑俗的行徑。
4:347
Καὶ μήτε εἰς Σαμαρειτισμὸν Ἰουδαισμὸν ἐκπέσῃς·
And do not fall away into Samaritanism or Judaism;
你也不要墮入撒瑪利亞人的信仰或猶太教;
4:348
ἐλυτρώσατο γάρ σε λοιπὸν Ἰησοῦς Χριστός
for Jesus the Christ has now redeemed you.
因為耶穌基督如今已經救贖了你。
4:349
Πάσης σαββάτων παρατηρήσεως ἀπόστηθι·
Withdraw from every observance of sabbaths,
你要遠離一切守安息日的規條,
4:350
καὶ τοῦ, κοινὸν ἀκάθαρτον λέγειν τι εἶναι τῶν ἀδιαφόρων βρωμάτων
and from calling any of the indifferent foods common or unclean.
也要遠離把無關緊要的食物說成俗的或不潔的。
4:351
Ἐξαιρέτως δὲ μίσει πάντα τὰ συνέδρια τῶν παρανόμων αἱρετικῶν
Above all, hate all the assemblies of the lawless heretics.
尤其要憎惡那些不法異端者的一切聚會。
4:352
Καὶ παντοίως τὴν σεαυτοῦ ψυχὴν ἀσφαλίζου, νηστείαις, προσευχαῖς, ἐλεημοσύναις, καὶ θείων λογίων ἀναγνώσμασιν, ἵνα μετὰ σωφροσύνης καὶ δογμάτων εὐσεβῶν, τὸν ἐπίλοιπον ἐν σαρκὶ βιώσας χρόνον, τῆς μιᾶς τοῦ λουτροῦ σωτηρίας ἀπολαύσῃς·
And in every way fortify your own soul with fastings, prayers, almsgiving, and the readings of the divine oracles, so that, having lived the rest of your time in the flesh with self-control and godly doctrines, you may enjoy the one salvation of the laver;
你要用禁食、禱告、施捨,以及誦讀神聖的聖言,全力堅固自己的靈魂,使你能以節制與敬虔的教義度過在肉身中所餘的年日,得以享受那一次洗禮所帶來的救恩;
4:353
στρατολογηθεὶς δὲ οὕτως ἐν οὐρανίαις στρατιαῖς τῷ Πατρὶ καὶ Θεῷ, καὶ τῶν οὐρανίων καταξιωθῇς στεφάνων·
and so, enlisted in the heavenly hosts for the Father and God, you may be counted worthy of the heavenly crowns;
如此被招募在天上的軍隊中、歸於父神,使你配得天上的冠冕;
4:354
ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
in Christ Jesus our Lord, to whom be the glory unto the ages of ages.
在我們的主基督耶穌裡,願榮耀歸與祂,直到世世代代。
← ch. 3ch. 5 →
1234567891011