📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 詩篇註釋

詩篇註釋 第 21 章 第 2/2 段

希臘文原文.228 節.部分字詞可點開查義.本章太長已分段,此段為 21:272–21:499(全章共 499 節)

← 第 20 章第 22 章 →
← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
21:272
Πρῶτον μὲν γὰρ οὐδὲ ἰδεῖν ἔστι κολαζομένους, τοῦ σκότους ἀντὶ παντὸς διαφράγματος ἐπισκιάζοντος τὰς ὄψεις·
因為,首先,根本無法看見那些正在受刑的人,因為黑暗代替一切間隔作了屏障,遮蔽了他們的眼目;
For, in the first place, it is not even possible to see those who are being chastised, since the darkness, serving as a partition in place of every barrier, overshadows their eyes;
21:273
ἔπειτα ἡ ὑπερβολὴ τῆς ὀδύνης οὔτε ταύτης ἀφίησιν αἴσθησιν λαβεῖν τῆς παραμυθίας
其次,那痛苦之劇烈,甚至不容人領受這一絲安慰的知覺。
and next, the excess of the pain does not even allow one to gain the perception of this consolation.
21:274
Ὁ γοῦν πλούσιος οὐδὲν ἔνθεν εἰς παραμυθίας ἐκαρπώσατο λόγον, οὐδὲ οἱ τοὺς ὀδόντας βρύχοντες
無論如何,那財主從那處境並未收得一點安慰的憑藉,那些咬牙切齒的人也是如此。
The rich man, at any rate, reaped from that place no ground for consolation, nor did those who gnash their teeth.
21:275
Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός·
但神對那罪人說:
But to the sinner God said:
21:276
Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Εἶδες τὴν ἀπηρτισμένην λύραν, τὴν σύμφωνον κιθάραν, τὴν ἐν διαφόροις φθόγγοις μίαν ἁρμονίαν ἠχοῦσαν; Τοῦτο γὰρ τὸ νόημα, καὶ παρὰ ἀποστόλοις ἔστιν ἰδεῖν, καὶ παρὰ προφήταις ἑτέροις κείμενον·
「你為何講述我的律例呢?」你可曾見過那調校完美的琴、那諧和的豎琴,以各樣不同的音調奏出一種和諧之聲麼?因為這同一的思想,在使徒中間可以見到,在其他先知那裡也有記載;
'Why do you declare My ordinances?' Have you seen the perfectly tuned lyre, the harmonious harp, sounding forth one harmony in its diverse notes? For this same thought may be seen laid down both among the apostles and among other prophets;
21:277
καὶ Παῦλος μὲν οὕτω πώς φησι, δεικνὺς καὶ. αὐτὸς, ὅτι οὐδὲν ὄφελος τοῦ διδάσκειν ἑτέρους, ὅταν τις ἑαυτὸν πρότερον λαβὼν μὴ διδάσκῃ
保羅實在也大致這樣說,他也表明:當人不先約束並教導自己時,教導別人便毫無益處。
and Paul indeed speaks somewhat in this manner, showing, he too, that there is no benefit in teaching others, when a man does not first take himself in hand and teach himself.
21:278
Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ὥσπερ ἐπὶ ταῖς θυσίαις, οὕτω καὶ ἐπὶ τῷ νόμον ἔχειν, καὶ διδάσκαλοι τῶν ἄλλων χρηματίζειν, δεικνὺς, ὅτι οὐδὲν μέγα καρποῦνται, ὅταν ἀδίδακτοι μένωσιν αὐτοὶ, καθαπτόμενος σφοδρότερον τῶν τοιούτων, λέγει·
因為他們大大自誇——正如以獻祭為誇,也照樣以擁有律法、並被稱為別人的教師為誇——保羅要顯明他們自己既仍未受教,便毫無大益可收,於是更嚴厲地責備這等人,說:
For since they took great pride — as in their sacrifices, so also in possessing the Law and in being reputed teachers of others — showing that they reap no great gain when they themselves remain untaught, and rebuking such men more vehemently, he says:
21:279
Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς; ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Διὰ τοῦτο καὶ περὶ ἑαυτοῦ ἔλεγε·
「你這教導別人的,還不教導自己麼?你這傳講不可偷竊的,自己還偷竊麼?你這厭惡偶像的,還行搶奪廟宇之事麼?你這以律法誇口的,還藉著違犯律法羞辱神麼?」因此他論到自己也說:
'You, therefore, who teach another, do you not teach yourself? You who preach that a man should not steal, do you steal? You who abhor idols, do you commit sacrilege? You who boast in the Law, do you dishonor God through the transgression of the Law?' Therefore he said also concerning himself:
21:280
Φοβοῦμαι, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι·
「我恐怕我傳給別人,自己反被棄絕了;」
'I fear, lest by any means, when I have preached to others, I myself should become disqualified;'
21:281
καθαιρῶν τὸ φύσημα τῶν ἐπὶ τῇ τοῦ λόγου διδασκαλίᾳ μέγα φρονούντων, αὐτῶν δὲ ἐρήμων ὄντων τῆς ἀρετῆς
他藉此拆毀那等人虛浮的自負——他們因傳道的教訓而高看自己,自身卻毫無德行。
thereby demolishing the inflated conceit of those who think highly of themselves over the teaching of the word, while they themselves are destitute of virtue.
21:282
Καὶ ἑτέρως δὲ τὸν λόγον τοῦτον μεταχειρίζει πρὸς Ἰουδαίους ἀποτεινόμενος, ὅταν λέγῃ·
他還以另一種方式運用這番論述,向猶太人發出時說:
And in another way, too, he handles this argument when directing it against the Jews, when he says:
21:283
Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος
「因為那沒有律法的外邦人,若順著本性行律法上的事,他們雖沒有律法,自己就是自己的律法。」
'For when the Gentiles, who have not the Law, do by nature the things of the Law, these, not having the Law, are a law unto themselves.'
21:284
Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται
「因為在神面前,不是聽律法的為義,乃是行律法的稱義。」
'For not the hearers of the Law are just before God, but the doers of the Law shall be justified.'
21:285
Οἱ ἀντεχόμενοι τοῦ νόμου, οὐκ ἠπίσταντό με
「那些持守律法的,並不認識我。」
'They who cling to the Law knew Me not.'
21:286
Εἰς μάτην ἐγενήθησαν σχοῖνος ψευδὴς γραμματεῦσι
「文士虛假的筆,已成了徒然。」
'In vain has the false pen of the scribes been made.'
21:287
Τίνος ἕνεκεν; Ὅτι τρυγὼν καὶ χελιδὼν, καὶ ἀγροῦ στρουθία ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματά μου
這是為甚麼緣故呢?「因為斑鳩、燕子與田野的麻雀,尚且知道自己來去的節令,我的百姓卻不知道我的典章。」
For what reason? 'Because the turtledove and the swallow, and the sparrows of the field, knew the times of their coming, but My people knew not My judgments.'
21:288
Οὗτος δὲ οὐ μόνον οὐδὲν κερδαίνειν φησὶν ἐκ τοῦ διδάσκειν ἑτέρους τὸν μὴ μετιόντα τὴν ἀρετὴν, ἀλλὰ καὶ ἐκβάλλειν ταύτης αὑτὸν τῆς προεδρίας
但這位詩人說,那不追求德行的人,不僅從教導別人上一無所得,反倒把自己從那尊榮的席位上逐出去。
But this psalmist says that the man who does not pursue virtue not only gains nothing from teaching others, but even casts himself out of that very seat of honor.
21:289
Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν δικαστηρίων ὁ πεπλημμεληκὼς τῇ τῆς σιγῆς ἀτιμίᾳ κολάζεται, πῶς ἂν ἐν κοινῷ διδασκαλείῳ, φησὶ, φωνὴν ἔχοι ὁ τῆς ἁμαρτίας ὑπεύθυνος; Μεῖζον δὲ τοῦτο τὸ διδασκαλεῖον τοῦ δικαστηρίου ἐκείνου
因為若在教會之外的法庭上,犯罪者要受到強令緘默之羞辱的懲罰,那麼,他說,一個被罪所轄制的人,怎能在這公眾的教學殿堂裡出聲呢?而這教學殿堂比那法庭更大。
For if in the courts outside the Church the offender is punished with the dishonor of enforced silence, how, he says, could one who is liable for sin have a voice in the common school of teaching? And this school is greater than that tribunal.
21:290
Ἐκεῖ μὲν γὰρ οἱ κολαζόμενοι τίνουσι τιμωρίας·
因為在那法庭裡,受刑的人乃是償付刑罰;
For there, indeed, those who are chastised pay penalties;
21:291
ἐνταῦθα δὲ ἅπαντα γίνεται, ὥστε μὴ κολασθῆναι τοὺς πεπλημμεληκότας, ἀλλὰ τῇ μετανοίᾳ διορθώσασθαι τὸ πλημμεληθέν
但在這裡,一切所行的都是要使犯過的人不至受罰,反倒藉著悔改改正所犯的過失。
but here everything is done so that the offenders may not be punished, but may through repentance set right what has been done amiss.
21:292
Καὶ ἐν ταῖς βασιλικαῖς δὲ αὐλαῖς οὐδεὶς ἂν γένοιτο ἑρμηνεὺς βασιλικῆς φωνῆς ἐπὶ βίῳ διεφθαρμένῳ ἁλούς
在君王的宮廷裡也是如此,若有人被查出品行敗壞,便斷不能作君王言語的宣達者。
And in royal courts, too, no one would become an interpreter of the royal voice if he were found to be of corrupt life.
21:293
Τίνος γὰρ ἕνεκα διηγῇ δικαιώματα, καὶ διδάσκεις ἑτέρους, καὶ μὴν τοὐναντίον ποιεῖς, τοῦ βίου σου τοῖς λεγομένοις ἀντιφθεγγομένου, καὶ ἐνίους τῶν βουλομένων προσέχειν ἀποστρέφεις; Οὐ γὰρ οὕτω διδάσκεις διὰ τῶν λόγων, ὡς ἀπάγεις διὰ τῶν πραγμάτων
你究竟為甚麼緣故講述律例、教導別人,實際上卻行相反的事,使你的生活與你的言語相牴觸,並使一些本願留心聽從的人轉離而去呢?因為你藉言語所教導的,遠不及你藉行為所引離的多。
For what reason do you recount ordinances and teach others, while you in fact do the very opposite, your life contradicting your words and turning away some of those who would give heed? For you do not so much teach by your words as you lead them astray by your deeds.
21:294
Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἐκεῖνον ἐπαινεῖ τὸν διδάσκαλον, τὸν διὰ τῶν ἔργων καὶ διὰ τῶν ῥημάτων ἀπηρτισμένην ἐπιδεικνύντα τὴν διδασκαλίαν
因此,基督也稱讚那位教師——他所彰顯的教訓,是藉著行為與言語兩者臻於完全的。
For this reason Christ also praises that teacher who displays a teaching made perfect through works as well as through words.
21:295
Ὃς γὰρ ἂν ποιήσῃ καὶ διδάξῃ, φησὶν, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
祂說:「無論何人遵行這誡命,又教導人遵行,他在天國要稱為大的。」
'For whosoever shall do and teach them,' He says, 'the same shall be called great in the kingdom of heaven.'
21:296
Ἐχέτω τοίνυν σου λαμπρὰν φωνὴν ὁ βίος, ταῦτα διδάσκουσαν·
所以,要讓你的生活發出光輝的聲音,教導這些真理;
Let your life, therefore, have a resplendent voice, teaching these things;
21:297
κἂν τὸ στόμα ἀποφράξῃς, σάλπιγγος λαμπρότερον ἠχήσεις, καὶ εἰς τοὺς παρόντας, καὶ εἰς τοὺς πόῤῥωθεν ὄντας
縱使你閉住口,你也必比號角更響亮地發聲,傳到近處的人,也傳到遠方的人那裡。
and even if you stop up your mouth, you will sound forth more brilliantly than a trumpet, both to those who are present and to those who are far off.
21:298
Οὕτως ὁ οὐρανὸς διηγεῖται δόξαν Θεοῦ
諸天正是這樣述說神的榮耀;
Thus does the heaven declare the glory of God;
21:299
οὐ στόμα ἔχων, οὐ γλῶσσαν κινῶν, οὐδὲ πνεῦμα κάτωθεν προϊέμενος, ἀλλὰ τῷ κάλλει τῆς ὄψεως τὸν θεατὴν εἰς θαῦμα τοῦ δημιουργοῦ παραπέμπων
它沒有口,不動舌頭,也不從下發出氣息,卻藉著其容貌之美,引領觀看的人驚歎那造物之主。
having no mouth, moving no tongue, sending forth no breath from below, but by the beauty of its appearance conducting the beholder to wonder at the Creator.
21:300
Ὅπερ οὖν ἐστιν ἐκεῖ ἐπὶ τοῦ οὐρανοῦ τὸ κάλλος τῆς ὄψεως, τοῦτο ἔστω ἐπὶ τῆς ψυχῆς τῆς σῆς ἡ ἀρετή
所以,那在天上作為容貌之美的,願德行也在你的靈魂上成為這樣。
What, therefore, the beauty of appearance is there in the heaven, let virtue be that upon your soul.
21:301
Ἂν δὲ κατεῤῥυπωμένος, καὶ μυρίους κατηγόρους ἔχων, καὶ πρὸ πάντων τὸ συνειδὸς, σπουδάζῃς ἐπιλαμβάνεσθαι θρόνου διδασκαλικοῦ, ἐπειδὰν κακίας κατηγορῇς, οὐχ ἑτέρων μᾶλλον ἢ σαυτοῦ κατηγορήσεις
但你若污穢不堪,又有千萬個控告者,尤其是你自己的良心,卻仍熱切地想登上教師的座位,那麼每當你控告惡行時,你所控告的不是別人,而正是你自己。
But if, being defiled and having ten thousand accusers, and above all your own conscience, you are eager to lay hold of the teacher's chair, then whenever you accuse wickedness you will be accusing no others more than yourself.
21:302
Καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Καλῶς εἶπε·
「你竟用口舌傳講我的約嗎?」他說得好;
And do you take up my covenant in your mouth? Well did he say it;
21:303
Ἡ γὰρ καρδία ἔρημός ἐστι τῶν ἐντεῦθεν καρ. πῶν, καὶ τὰ χείλη κινεῖται μάτην, καὶ ἐπὶ κατακρίσει τοῦ λέγοντος
因為那內心對於這些事所該結的果子空無所有,嘴唇也徒然地動,反倒成了說話者自己的定罪。
for the heart is desolate of the fruits that come from these things, and the lips move in vain, and to the condemnation of the one who speaks.
21:304
Ἂν δὲ τὴν διάνοιάν τις ἐρευνήσῃ, πολὺν εὑρήσει τὸν πόλεμον ὄντα
但人若察究其心思,就會發現裡面有大爭戰。
But if one should search out the mind, he will find that the warfare is great.
21:305
Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὸ ὀπίσω
「但你恨惡管教,將我的話丟在背後。」
But you hated instruction, and cast my words behind you.
21:306
Παιδείαν ἐνταῦθά φησι τὴν τοῦ νόμου διδασκαλίαν, τὴν τὴν ψυχὴν ῥυθμίζουσαν, τὴν τὴν κακίαν ἀπελαύνουσαν, καὶ τὴν ἀρετὴν καταφυτεύουσαν
他在此所說的「管教」,是指律法的教訓,就是那調整靈魂、驅逐惡行、栽種德行的教訓。
By 'instruction' he here means the teaching of the law, which orders the soul, which drives away wickedness, and which plants virtue.
21:307
Πῶς οὖν αὐτὴν μεταχειρίζεις, καὶ εἰς ἑτέρους σπείρεις, αὐτὸς διὰ τῶν ἔργων αὐτὴν μὴ ἔχων; Ἐξέβαλες γὰρ, φησὶ, τοὺς λόγους μου εἰς τὰ ὀπίσω
那麼,你怎能操持它、把它撒在別人身上,自己卻在行為上沒有它呢?因為他說:「你將我的話丟在背後。」
How then do you handle it and sow it into others, while you yourself do not possess it in your deeds? For 'you cast my words behind you,' he says.
21:308
Οὐ γὰρ μόνον οὐ προέθηκάς τι παρὰ τῆς τοῦ νόμου διδασκαλίας, ἀλλὰ καὶ ὃ ἀπὸ τῆς φύσεως ἔχεις, ἐπήρωσας
因為你不但在律法的教訓之外沒有加增甚麼,反倒連你從本性所領受的也殘害了。
For not only did you add nothing beyond the teaching of the law, but you even maimed that which you had from nature.
21:309
Τῶν γὰρ οὐ πρακτέων, καὶ τῶν μὴ τοιούτων φυσικῶς ἔγκεινται ἡμῖν οἱ λόγοι
因為對於那些不該行的事,以及那些不當如此的事,其理由本是天然地栽植在我們裡面的。
For concerning the things not to be done, and the things that are not of such a kind, the reasons are naturally implanted in us.
21:310
Σὺ δὲ αὐτοὺς ἀπώσω, καὶ οὐκ εἶχες ἐν μνήμῃ
但你卻把它們推開,也不放在記念中。
But you thrust them away, and did not keep them in remembrance.
21:311
Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις
「你若看見盜賊,就與他同奔;又與姦淫的人一同有分。」
If you saw a thief, you ran along with him, and with the adulterer you cast in your lot.
21:312
Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄνθρωπον εὑρεῖν ἀναμάρτητον καθόλου·
因為既然不可能找到一個全然無罪的人——
For since it is not possible to find a man altogether without sin—
21:313
Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; καὶ Παῦλος εἰπὼν, Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἐπήγαγεν·
「誰能誇口說自己心裡潔淨?或誰能坦然說自己脫離了罪?」保羅也說過:「我雖不覺得自己有錯」,接著又說:
Who shall boast that he has a pure heart? or who shall speak with confidence that he is clean from sin? And Paul, having said, 'I know nothing against myself,' added:
21:314
Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι·
「但我不能因此就算為義。」
'yet I am not thereby justified.'
21:315
καὶ, Δίκαιος δὲ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ, εὔδηλον ὅτι τῶν ἡμαρτημένων αὐτῷ·
又說:「義人在起初申訴時是自己的控告者」,這顯然是指他自己所犯的罪;
and, 'The righteous man is his own accuser in the first speaking,' it is plain that it is concerning the sins committed by him;
21:316
ἔχῃ λέγειν, ὅτι Εἰ πάντες ἐν ἁμαρτίαις, τὸν δὲ ἁμαρτωλὸν ἐκέλευσε μὴ διηγεῖσθαι τὰ δικαιώματα, τίς ἔσται ὁ διηγησόμενος; ἵνα μή τις οὖν ταῦτα λέγῃ, τίθησι καὶ κατ' εἶδος ἁμαρτιῶν εἴδη
或有人會說,若眾人都在罪中,而他又吩咐罪人不可傳講那些律例,那麼還有誰能傳講呢?所以,為免有人說這些話,他便按各類罪行分別列出種類。
one might say that, if all are in sins, and he commanded the sinner not to recount the ordinances, who then will there be to recount them? Therefore, lest anyone say these things, he also sets down kinds of sins according to their species.
21:317
Ἔστι γὰρ ἁμαρτία πρὸς θάνατον, καθάπερ καὶ ὁ Ἠλεὶ ἔλεγεν·
因為有至於死的罪,正如以利也曾說:
For there is a sin unto death, even as Eli also said:
21:318
Ἐὰν ἁμαρτὼν ἁμάρτῃ ἄνθρωπος, προσεύξεται περὶ αὐτοῦ ὁ ἱερεύς·
「人若得罪人,有祭司為他祈禱;
'If a man sinning shall sin against a man, the priest shall pray for him;
21:319
ἐὰν δὲ τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Καὶ ἐν τῷ νόμῳ δὲ τὰ μὲν ἦν ἀνίατα, ὡς καὶ θανάτῳ κολάζεσθαι·
但人若得罪耶和華,誰能為他祈禱呢?」在律法中也有些罪是不能醫治的,甚至要用死刑懲罰;
but if he sin against the Lord, who shall pray for him?' And in the law also some things were incurable, so as to be punished even with death;
21:320
τὰ δὲ εἶχέ τινα ταχίστην παραμυθίαν·
但另有些罪卻有某種極快速的補救之法;
but others had some very speedy remedy;
21:321
οὕτω καὶ ὁ Χριστὸς ἐν τῇ Καινῇ·
基督在新約中也是如此:
so also Christ in the New Covenant:
21:322
Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, φησὶν, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου
他說:「倘若你的弟兄得罪你,就趁著只有你和他在一起的時候,指出他的錯來。」
'If your brother sin,' he says, 'reprove him between you and him alone.'
21:323
Ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε ἔτι μετὰ σαυτοῦ δύο, φησίν
他說:「他若不聽,你就另外帶著一兩個人同去。」
'But if he will not hear, take with you still two more,' he says.
21:324
Ἐὰν μηδὲ τούτων ἀκούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ τελώνης
「他若連這些人也不聽,就看他像外邦人和稅吏一樣。」
'If he will not hear these either, let him be to you as the heathen and the tax-collector.'
21:325
Καίτοι γε ἀλλαχοῦ εἰπόντος τοῦ Πέτρου·
然而在別處,彼得曾說:
And yet elsewhere, when Peter had said:
21:326
Ποσάκις, ἐὰν ἁμάρτῃ ὁ ἀδελφός μου εἰς ἐμὲ, ἀφήσω αὐτῷ; καὶ ἀκούσαντος·
「我的弟兄得罪我,我當饒恕他幾次呢?」他聽見了回答:
'How often, if my brother sin against me, shall I forgive him?' and having heard:
21:327
ἐνταῦθα δὲ μετὰ δύο παραινέσεις μέγα δείκνυσι τὸ πλημμέλημα, καὶ οὐκ ἀναγκάζει παραμεῖναι πάλιν
但在這裡,經過兩次勸戒之後,他表明這過犯是重大的,也不強逼人再繼續容忍下去。
but here, after two admonitions, he shows the offense to be great, and does not compel one to remain any longer.
21:328
Τί οὖν; ἐναντία ταῦτα ἐκείνων; Ἄπαγε·
那麼怎樣呢?這些話與那些話相矛盾嗎?絕不是;
What then? Are these things contrary to those? By no means;
21:329
ἀλλὰ τὸ, Ἑβδομηκοντάκις ἑπτὰ, ἐὰν μετανοῇ, λέγει
那「七十個七次」,他是指那悔改的人說的。
but the 'seventy times seven' he speaks of the one who repents.
21:330
Πῶς γὰρ ἄν τις ἀφήσει τῷ μηδὲ ἡμαρτηκέναι ὁμολογοῦντι, μηδὲ μετανοοῦντι; Καὶ γὰρ τὸν ἰατρὸν φάρμακα ἀπαιτοῦντες, καὶ τὸ ἕλκος δείκνυμεν
因為人怎能饒恕那既不承認自己犯了罪、又不悔改的人呢?我們向醫生求藥時,也總要把傷口指給他看。
For how could anyone forgive him who neither confesses that he has sinned nor repents? For indeed, when we ask the physician for remedies, we also show him the wound.
21:331
Τίς οὖν ἐστιν ὁ ἁμαρτωλὸς, περὶ οὗ φησιν ἐνταῦθα ἡ Γραφή; Ἀκούσωμεν μετὰ ἀκριβείας
那麼,聖經在這裡所說的罪人是誰呢?讓我們仔細地聽。
Who then is the sinner concerning whom the Scripture here speaks? Let us listen with exactness.
21:332
Καὶ γὰρ ὑπογράφει αὐτὸν, διὰ τῶν ἑξῆς οὕτω λέγων·
因為他確實把他描繪出來,在下文中如此說:
For indeed he depicts him, saying thus in what follows:
21:333
Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις
「你若看見盜賊,就與他同奔;又與姦淫的人一同有分。」
If you saw a thief, you ran along with him, and with adulterers you cast in your lot.
21:334
Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας
「你的口任說惡言,你的舌編造詭詐。」
Your mouth abounded in wickedness, and your tongue wove together deceits.
21:335
Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον
「你坐著毀謗你的兄弟,讒毀你親母之子,設下絆腳石。」
Sitting, you spoke against your brother, and against your mother's son you laid a stumbling-block.
21:336
Εἶδες καθάπερ ἐν εἰκόνι τῆς κακίας τὰ χρώματα, καὶ πῶς θηρίον ὁ πονηρὸς γέγονε τῇ κακίᾳ, τῆς φύσεως τὴν εὐγένειαν προδούς; Μὴ τοίνυν ἁπλῶς ἐπέλθωμεν τὴν εἰκόνα, ἀλλ' ἀκριβῶς καὶ καθ' ἕκαστον ἐξετάζον. τες
你看見了嗎?如同在一幅惡的圖畫中所繪的色彩,看那惡人如何因惡而變成了野獸,出賣了他本性的尊貴?所以,讓我們不要草率地略過這幅圖畫,乃要精確地逐一察看。
Do you see, as in a picture of wickedness, its colors, and how the evil man has become a beast through wickedness, having betrayed the nobility of his nature? Let us not, therefore, go over the picture superficially, but examine it exactly and part by part.
21:337
Εἰ ἐθεώρεις κλέπτην, φησὶ, συνέτρεχες αὐτῷ
他說:「你若看見盜賊,就與他同奔。」
'If you saw a thief,' he says, 'you ran along with him.'
21:338
Τοῦτο πάντων αἴτιον τῶν κακῶν·
這是一切惡事的根源;
This is the cause of all evils;
21:339
τοῦτο μάλιστά ἐστι τὸ ἀνατρέπον ἀρετὴν, τὸ ἐκλύον τὴν περὶ τὰ καλὰ τῶν πολλῶν σπουδὴν, ὅταν μὴ μόνον μὴ ἐπιτιμῶσί τινες, ἀλλὰ καὶ συνήδωνται τοῖς ἁμαρτάνουσι
這尤其是傾覆德行、鬆懈眾人追求良善之熱心的事——就是當有些人不但不責備,反倒與犯罪的人一同歡喜快樂。
this most of all is what overturns virtue, what slackens the zeal of the many for what is good—when certain people not only do not rebuke, but even take pleasure together with those who sin.
21:340
Τοῦτο τοῦ ἁμαρτάνειν οὐκ ἔλαττον
這事並不亞於犯罪本身。
This is no less a thing than to sin itself.
21:341
Ἄκουσον γοῦν Παύλου λέγοντος·
至少你要聽保羅所說的話:
Hear, at any rate, what Paul says:
21:342
Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν
他們不但自己去行這些事,還喜歡別人去行。
They not only do these things themselves, but also give hearty approval to those who practise them.
21:343
Οὐ μικρὸν δὲ καὶ τοῦτο ἁμάρτημα, κἂν μὴ πράττῃ τις τὰ κακὰ, τὸ συνήδεσθαι τοῖς κακοῖς
這也不是小罪:一個人縱然自己不去行惡,卻與行惡的人一同喜悅。
And this too is no small sin: even though a man does not himself commit the evil deeds, yet to take pleasure together with those who do evil.
21:344
Ὁ μὲν γὰρ ἔχει τὴν ἀνάγκην εἰπεῖν, τὴν πενίαν αἰτιάσασθαι, εἰ καὶ μὴ εὔλογοι αἱ προφάσεις·
因為那犯罪的人尚可以推說有其不得已的苦衷,可以歸咎於貧窮,縱然這些藉口並不充分;
For the one has necessity to plead, he can allege his poverty, even if the pretexts are not reasonable;
21:345
σὺ δὲ πόθεν ἐπαινεῖς τὸ γεγενημένον, οὐδὲ τὴν ἐξ αὐτοῦ καρπούμενος ἡδονήν; Κἀκεῖνος μὲν ἴσως καὶ μεταγνώσεται·
但是你呢?你憑什麼稱讚那已經做成的惡事,你甚至沒有從中得着任何屬於自己的快樂?而且那人或許還會悔改;
but you, on what ground do you praise the deed that has been done, when you do not even reap from it any pleasure of your own? And that man, perhaps, will even come to repentance;
21:346
σὺ δὲ καὶ ταύτας ἀποκλείεις τὰς θύρας, καὶ τὸ φάρμακον ἀναιρεῖς, καὶ ἀνατρέπεις τὴν τοσαύτην παραμυθίαν, πάντοθεν ἑαυτῷ προσχωννὺς τὸν λιμένα τῆς ἐπὶ τὴν μετάνοιαν ἐπανόδου
然而你卻連這些門戶也關閉了,除去了醫治的良藥,傾覆了如此大的安慰,從各方面用土填塞了他歸回悔改的港口。
you, however, shut even these doors, and do away with the remedy, and overturn so great a consolation, on every side heaping up earth to block for him the harbour of return unto repentance.
21:347
Ὅταν οὖν ἴδῃ σε, τὸν ἐκτὸς τῆς ἁμαρτίας, καὶ τὸν ὀφείλοντα ἐπιτιμῆσαι, οὐ μόνον μὴ ἐπιτιμῶντα, ἀλλὰ καὶ συσκιάζοντα, καὶ μὴ συσκιάζοντα μόνον, ἀλλὰ καὶ συμπράττοντα, τί ἡγήσεται περὶ ἑαυτοῦ; τί δὲ περὶ τοῦ τολμηθέντος; Ὡς γὰρ τὰ πολλὰ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ διανοίας μόνον ταύτας περὶ τῶν πρακτέων φέρουσι τὰς ψήφους, ἀλλὰ καὶ ἐκ τῆς ἑτέρων προαιρέσεως διαφθειρόμενοι·
那麼,當他看見你這置身於罪之外、本應斥責的人,不但不斥責,反而幫着遮掩,而且不僅遮掩,還一同參與,他對自己會怎麼想呢?對所膽敢做的事又會怎麼想呢?因為大多數人往往不只是憑自己的心意來對當行之事投下這些判斷的票,也會被別人的心志所敗壞;
When, therefore, he sees you, who are outside the sin, and who ought to rebuke it, not only not rebuking, but even helping to conceal it, and not merely concealing it, but even joining in the deed, what will he think concerning himself? and what concerning the thing that has been dared? For, as for the most part, the greater number of men cast these votes concerning what is to be done not out of their own judgement alone, but being corrupted also by the disposition of others;
21:348
κἂν μὲν ἴδῃ πάντας ἀποστρεφομένους αὐτὸν ὁ ἡμαρτηκὼς, μέγα τι καὶ πονηρὸν ἡγήσεται εἰργάσθαι·
犯罪的人若看見眾人都轉臉不理他,就會認為自己做了某件重大而邪惡的事;
and if the one who has sinned sees all men turning away from him, he will consider that he has wrought some great and wicked deed;
21:349
ὅταν δὲ μὴ μόνον μὴ ἀγανακτοῦντας, μηδὲ δυσχεραίνοντας, ἀλλὰ καὶ πράως φέροντας, καὶ συνεφαπτομένους, τὸ ἐκ τοῦ συνειδότος διαφθείρας λοιπὸν δικαστήριον, τῆς τῶν πολλῶν ψήφου συμπραττούσης αὐτοῦ τῇ διεφθαρμένῃ γνώμῃ, τί οὐ τολμήσει; πότε δὲ καταγνώσεται ἑαυτοῦ, καὶ παύσεται τοῦ ἀδεῶς ἁμαρτάνειν; Διὸ χρὴ, κἂν πράττῃ τις τὸ πονηρὸν, καταγινώσκειν ἑαυτοῦ·
但當他看見他們不但不憤慨、不厭惡,反而寬容忍讓,還伸手相助,那時他既已敗壞了那出於良心的審判台,眾人的票數又與他敗壞的判斷相配合,他還有什麼不敢做的呢?他幾時才會定自己的罪,止住那毫無懼怕的犯罪呢?所以人縱然行了惡事,也必須定自己的罪;
but when he sees them not only not indignant, nor displeased, but even bearing it gently and lending a hand, then having corrupted the tribunal that comes from conscience, since the vote of the many co-operates with his corrupted judgement, what will he not dare? and when will he ever condemn himself and cease from sinning without fear? Wherefore it is needful that, even though a man does the wicked deed, he condemn himself;
21:350
ὁδὸς γὰρ τοῦτο ἐπὶ τὸ ἀποστῆναι τοῦ πονηροῦ·
因為這乃是一條離棄惡事的道路;
for this is a way toward departing from what is wicked;
21:351
κἂν μὴ πράττῃ τὰ καλὰ, ἐπαινεῖν τὰ καλά
縱然一個人自己不去行善,也當稱讚善事。
and even though a man does not himself do the good, let him at least praise the good.
21:352
Ὁδὸς γὰρ ἐπὶ τὴν ἐργασίαν ἡ προθυμία
因為熱切的心志乃是通往實行的道路。
For eager readiness is a way toward the doing of it.
21:353
Ἐνταῦθα μέντοι, ἐπειδὴ καὶ συνεφάπτεται τῶν γινομένων, εἰκότως αὐτὸν μεθ' ὑπερβολῆς στίζει
然而在此處,既然他還參與所行之事,先知理所當然地以極嚴厲的話烙印他。
Here, however, since he also lends a hand in the things that are done, with good reason does he brand him with exceeding severity.
21:354
Εἰ γὰρ ἐπιτιμωμένη ἡ κακία τοσοῦτον ἀνθεῖ, καὶ ἐπαινουμένη ἡ ἀρετὴ μόλις ἐκκαλεῖται πρὸς τοὺς ἱδρῶτας τοὺς ἑαυτῆς·
因為惡若受了斥責尚且如此茂盛,而德行雖受稱讚也難得被喚起去付上它自己的辛勞與汗水;
For if vice, though rebuked, flourishes so greatly, and virtue, though praised, is scarcely called forth to its own labours and sweats;
21:355
τί ἔσται εἰ μὴ τοῦτο γένοιτο; Τοῦτο ἴδοι τις ἂν καὶ ἐν χορῷ ἱερέων πολλάκις γινόμενον·
那麼,若這事都不發生,又會怎樣呢?人甚至在一班祭司中間也常見到這種事發生;
what will happen if this should not take place? One might see this happening often even among a company of priests;
21:356
εἰ δὲ ἐπὶ τῶν μαθητῶν χαλεπὸν τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν διδασκάλων
這事若在門徒中間已是嚴重的,在教師中間就更加嚴重了。
and if among disciples this is grievous, much more so among teachers.
21:357
Τί ποιεῖς, ἄνθρωπε; Παρεβάθη ὁ νόμος, κατεφρονήθη σωφροσύνη, πλημμελήματα τοσαῦτα ἐτολμήθη παρά τινος τῶν ἱερωμένων, τὰ ἄνω κάτω γέγονε, καὶ οὐ φρίττεις; Ἀλλ' ὁ μὲν προφήτης καὶ αὐτὰ τὰ ἀναίσθητα στοιχεῖα καλεῖ πρὸς ἔκτασιν καὶ κοινωνίαν τοῦ θρήνου τῶν κοινῇ πεπλημμελημένων κακῶν, Ἐξέστη ὁ οὐρανὸς, λέγων, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα
人哪,你在做什麼?律法被違犯了,貞潔被藐視了,這樣多的過犯竟是由一個奉獻於聖職的人所膽敢做出,上下顛倒了,你竟不戰慄嗎?然而先知卻呼喚那些連無知覺的元素,要它們一同伸手參與哀哭那眾人共同所犯的惡,說:「天哪,要驚奇;地哪,要極其戰慄。」
What are you doing, O man? The law has been transgressed, temperance has been despised, so many offences have been dared by one of those consecrated to holy office, things above have been turned below, and do you not shudder? But the prophet calls even the very insensible elements to share in and take part in the lamentation over the evils that have been committed against all in common, saying, 'The heaven was astonished, and the earth shuddered exceedingly.'
21:358
Πενθήσει ὁ Κάρμηλος, πενθήσει οἶνος, πενθήσει ἄμπελος
「迦密必哀慟,酒必哀慟,葡萄樹必哀慟。」
'Carmel shall mourn, the wine shall mourn, the vine shall mourn.'
21:359
Καὶ τὰ μὲν ἄψυχα πενθεῖ, καὶ στένει, καὶ συναγανακτεῖ τῷ Δεσπότῃ·
連那無生命之物都哀慟、歎息,與主人一同憤慨;
And the lifeless things mourn, and groan, and share in indignation with the Master;
21:360
σὺ δὲ ὁ λογικὸς οὐκ ἀλγεῖς; οὐκ ἐπιτιμᾷς, οὐ γίνῃ χαλεπὸς τιμωρὸς τῶν τοῦ Θεοῦ νόμων, ἀλλὰ καὶ κοινωνεῖς; Καὶ ποίαν ἂν σχοίης συγγνώμην; Μὴ γὰρ ὁ Θεὸς ἐκδίκου. δεῖται·
而你這有理性的人,竟不覺痛苦嗎?你不斥責,不作神律法嚴厲的伸冤者,反而一同有份嗎?你還能有什麼可原諒之處呢?難道神需要有人替祂伸冤嗎?
and do you, the rational being, feel no pain? do you not rebuke, do you not become a stern avenger of the laws of God, but even take part in the fellowship? And what pardon could you have? For God does not need an avenger;
21:361
μὴ γὰρ βοηθούντων χρῄζει; ἀλλὰ βούλεταί σε ὑπηρέτην τούτου γενέσθαι, ἵνα μὴ τοῖς αὐτοῖς περιπέσῃς, ἐν τῇ καθ' ἑτέρου ἀγανακτήσει σωφρονέστερος γινόμενος, ἵνα κἀντεῦθεν τὸ φιλόθεόν σου δείξῃς
難道祂需要人幫助嗎?不,祂乃是願你在此事上作祂的僕役,使你不至陷入同樣的罪中,藉着對別人的憤慨而變得更加自守,好叫你從這事上也顯出你愛神的心。
for does He stand in need of helpers? But He wills that you become His servant in this, that you may not fall into the same sins, becoming more temperate through your indignation against another, so that from this also you may show your love for God.
21:362
Ὅταν γὰρ ἁμαρτόντος ἑτέρου παραδράμῃς, καὶ μὴ ἐπεξέλθῃς, μηδὲ ἀλγήσῃς, ῥᾳθυμοτέραν σου τὴν ψυχὴν ποιεῖς καὶ εὐέμπτωτον, καὶ μάλιστα πολλάκις παρασκευάζεις τοῖς αὐτοῖς περιπεσεῖν·
因為當別人犯了罪,你卻置之不理,不去追究,也不感痛苦,你便使自己的靈魂變得更懶散、更容易跌倒,尤其常常使自己準備好陷入同樣的罪中;
For when, another having sinned, you pass it by, and do not pursue it, nor feel any pain, you make your own soul more slothful and prone to fall, and above all you often prepare yourself to fall into the same sins;
21:363
κἀκεῖνον δὲ οὐ τὰ τυχόντα παραβλάπτεις τῇ ἀκαίρῳ χάριτι ταύτῃ, αὐστηροτέρας αὐτῷ ποιῶν τὰς ἐν τῷ μέλλοντι εὐθύνας, καὶ πρὸς τὰ παρόντα ῥᾳθυμότερον κατασκευάζων
而且你藉這不合時宜的恩情,對他所造成的損害也非同小可,使他在將來要交的帳更加嚴苛,並使他對現今之事更加懶散。
and him too you injure in no ordinary way by this ill-timed favour, making the reckonings sterner for him in the age to come, and rendering him more slothful toward the present things.
21:364
Ταῦτα δὲ οὐ περὶ κλεπτῶν μόνον εἴρηται, ἀλλὰ καὶ περὶ παντὸς ἁμαρτήματος·
這些話不僅是論到偷竊的人所說的,也是論到一切罪所說的;
These things have been said not concerning thieves only, but concerning every sin;
21:365
τὸ δὲ ἔσχατον τέθεικε τῶν πλημμελημάτων, ἵν' εἰδῇς ὅτι ὁ ἐπὶ τῷ τοιούτῳ συγγνώμην οὐκ ἔχων, πολλῷ μᾶλλον ἐφ' ἑτέρου οὐκ ἀπολαύσεται ταύτης τῆς παραμυθίας
他把過犯中最末後的那一項列出來,好叫你知道:那在這樣的事上都得不着饒恕的人,在別的罪上就更不能享受這種安慰了。
and he has set down the last of the offences, that you may know that he who has no pardon in such a case will much more, in the case of another sin, not enjoy this consolation.
21:366
Ἄκουσον γοῦν καὶ ἑξῆς τί φησι·
那麼,你且聽他接下去所說的話:
Hear, then, what he says next as well:
21:367
Καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις·
「你與行姦淫的人一同有分。」
'And with adulterers you set your portion.'
21:368
Πολλῷ γὰρ ἐκεῖνο τούτου ἔλαττον
因為前者比這事輕微得多。
For that former thing is much less than this.
21:369
Καί τις τῶν ἁμαρτημάτων τούτων σύγκρισιν ποιούμενος οὕτως ἔλεγεν·
有一個人把這些罪加以比較,這樣說道:
And a certain man, making a comparison of these sins, spoke thus:
21:370
Οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων·
「賊因飢餓偷竊,人不藐視他;
'It is no marvel if a man be caught stealing;
21:371
κλέπτει γὰρ ἵνα τὴν ψυχὴν αὐτοῦ ἐμπλήσῃ πεινῶσαν
他偷竊乃是為要充飢,滿足飢餓的心。」
for he steals in order that he may fill his soul when it is hungry.'
21:372
Εἰ τοίνυν τοῦτο ἀσύγγνωστον, πολλῷ μᾶλλον μοιχεία
那麼,這事若尚且不可饒恕,行姦淫就更加不可饒恕了。
If, then, this is unpardonable, much more so is adultery.
21:373
Ἐνταῦθα δὲ μοιχείαν τὴν πορνείαν φησίν
在此他把淫亂稱為姦淫。
Here he calls fornication adultery.
21:374
Ἂν τοίνυν ἴδῃς τινὰ τῶν μετὰ σοῦ ἀγελαζομένων πορνεύοντα, καὶ μυστηρίοις προσερχόμενον, εἰπὲ τῷ διακονουμένῳ τῇ τούτων διανομῇ·
那麼,你若看見那些與你同群的人中有行淫亂的,卻仍前來領受聖禮,就當對那分派聖物、施行聖禮的人說:
If, then, you see one of those who herd together with you committing fornication and yet coming forward to the mysteries, say to the one who ministers at the distribution of these things:
21:375
Ὁ δεῖνα ἀνάξιος τῶν μυστηρίων, κώλυσον τὰς βεβήλους χεῖρας
「某人不配領受聖禮,攔阻他那不潔的手。」
'Such a one is unworthy of the mysteries; keep back his profane hands.'
21:376
Εἰ γὰρ μηδὲ διηγεῖσθαι τὰ δικαιώματα ἄξιος, ἐννόησον, οἷ προβήσεται τὰ τῆς κολάσεως αὐτῷ, ὅταν καὶ τῆς ἱερᾶς ἅπτηται τραπέζης, οὐκ αὐτῷ δὲ μόνον, ἀλλὰ καὶ τῷ συσκιάζοντι
因為他若連傳講神的典章都不配,你就想想:當他竟去觸摸那聖桌時,他所要受的刑罰要達到何等地步;而且這不僅臨到他一人,也臨到那幫着遮掩的人。
For if he is not even worthy to declare the ordinances, consider to what a pitch the things of his punishment will advance for him, when he even lays hold of the sacred table—and not for him alone, but also for the one who helps to conceal it.
21:377
Οὐ γὰρ εἶπε, Καὶ ἐμοίχευες, ἀλλὰ, Μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις
因為他沒有說「你行了姦淫」,乃是說「你與行姦淫的人一同有分」。
For he did not say, 'And you committed adultery,' but, 'With adulterers you set your portion.'
21:378
Βαβαὶ, ἡλίκον ἐστὶ κακὸν ἐκ τοῦ περιστέλλειν τῶν ἄλλων τὰς σηπεδόνας, ὅπου γε καὶ κοινωνὸν αὐτόν φησιν εἶναι τῆς ἐπὶ τῷ πλημμελήματι τιμωρίας, καὶ οὐκ ἔλαττον ἢ ἐκεῖνος
唉!遮掩別人的腐爛之處是何等大的惡,以致他說這樣的人也要與犯罪之人一同有分於那過犯所當受的刑罰,並且不亞於那犯罪的人。
Alas! how great an evil it is to cover over the corruptions of others, seeing that he says such a one is even a partaker of the punishment for the offence, and no less than the offender himself.
21:379
Ὁ μὲν γὰρ ἔχει τὸ πάθος εἰπεῖν, εἰ καὶ ἀσύγγνωστος ἡ πρόφασις, καθὰ ὁ κλέπτης τὸν λιμόν·
因為那犯罪的人尚有他的情慾可以推說,縱然那藉口不可饒恕,正如那賊有他的飢餓可說;
For the one has his passion to plead, even if the pretext is unpardonable, just as the thief has his hunger;
21:380
Τίνος οὖν ἕνεκεν, τῆς ἡδονῆς οὐκ ἀπολαύων, τῆς κολάσεως κοινωνεῖς καὶ μεριστὴς γίνῃ; Διὰ δὴ τοῦτο καὶ οἱ ἔξωθεν δικασταὶ οὐχὶ τοὺς τολμήσαντας μόνον, ἀλλὰ καὶ τῶν οἰκετῶν ἂν ἴδωσι συνειδότας τῷ πράγματι κολάζουσι, καὶ οἱ παραδιδόντες δεσπόται ἡδέως ἂν τὸ αἷμα αὐτῶν ἐκπίοιεν, καὶ τῶν σαρκῶν ἀπογεύσαιντο, καὶ αὐτοῖς λογίζονται τὴν ἐξουσίαν τοῦ γεγενημένου οὐκ ἔλαττον, ἢ τῇ μοιχευθείσῃ
既然你並未享受那快樂,為何卻成了刑罰的同伴與分擔者呢?正是因為這緣故,連外邦的審判官也不僅懲罰那些膽敢犯罪的人,就連家中的僕役,只要察覺他們知情共謀,也一併懲治;而那些交出僕役的主人,恨不得將他們的血喝盡、嚐他們的肉,並認為所發生之事的罪責歸在這些僕役身上,絲毫不亞於那行淫的婦人。
Why then, when you have no share in the pleasure, do you become a partner and sharer in the punishment? It is for this very reason that even the pagan judges chastise not only those who dared the deed, but also any of the household servants whom they find to have been privy to the matter; and the masters who hand them over would gladly drink up their blood and taste of their very flesh, and they reckon the responsibility for what was done to belong to these servants no less than to the woman who committed the adultery.
21:381
Οἱ γὰρ τὰ παραπετάσματα μὴ ἀναστείλαντες, αὐτοὶ πλείονα τὴν ἐξουσίαν τοῖς κρυπτομένοις δεδώκασιν·
因為那些不肯拉開帷幕的人,正是自己給了那些被隱藏之事更大的放縱權柄;
For those who did not draw back the curtains have themselves given the greater licence to the things that were concealed;
21:382
οὗτοι καὶ τὴν μοιχευθεῖσαν καὶ τὸν ἠδικημένον ὕβρισαν ἄνδρα καὶ αὐτὸν τὸν μοιχεύσαντα
這些人既凌辱了那被誘惑的婦人,也凌辱了那受害的丈夫,甚至凌辱了那行淫者本身。
these men have outraged both the woman who was seduced and the wronged husband and the adulterer himself.
21:383
Εἰ γὰρ προκατήγγειλαν, εἰ γὰρ δῆλον ἐποίησαν, πᾶσαν ἂν τὴν ἄγραν ἐσόβησαν
因為他們若事先發出警告,若把事情揭明,便能把整場獵物全數驚走。
For had they given warning beforehand, had they made the matter plain, they would have scared away the whole quarry.
21:384
Καὶ καθάπερ ἐκεῖνοι μάλιστά εἰσιν οἱ ἐμβάλλοντες εἰς τὰς πάγας, οἱ τὰς
正如那些人最是把別人推入羅網的元凶,就是那些
And just as those men are most of all the ones who cast others into the snares, namely those who
21:385
πάγας περιστέλλοντες, καὶ περικαθήμενοι τοῖς μέλλουσιν ἁλίσκεσθαι, καὶ πάντοθεν ἅπαντα κρύπτοντες δόλον, καὶ μήτε ψόφον, μήτε ἄλλο τι συγχωροῦντες γενέσθαι τὸ δυνάμενον σοβῆ. σαι τὴν θήραν·
把羅網掩藏起來,環伏在那將要被擒者的四周,從各方隱藏一切詭計,既不容有任何聲響,也不容有任何足以驚走獵物之事發生的人;
conceal the snares, and lie in wait round about for those who are about to be caught, and hide from every side every deceit, and allow neither a sound nor anything else to occur that might be able to scare away the prey;
21:386
οὕτω δὴ καὶ ἐνταῦθα, ἂν παρακαθίσῃς τῇ κειμένῃ παρὰ τοῦ διαβόλου παγίδι, καὶ εἰδὼς μέλλοντα ἐμπίπτειν τὸν μοιχὸν μὴ θορυβήσῃς, μηδὲ πτοήσῃς, τότε μάλιστα αὐτὸν ἀπολεῖς
此處也是如此:你若坐在魔鬼所設的網羅旁邊,明知那行淫者將要落網,卻不發出呼喊、不驚動他,那你才是最徹底地毀了他。
so too here: if you sit down beside the snare set by the devil, and knowing that the adulterer is about to fall in, you do not raise an outcry nor startle him, then most of all you destroy him.
21:387
Μὴ γάρ μοι ἐκεῖνο τὸ ῥῆμα λέγε τὸ πολλῆς γέμον ἀναλγησίας·
求你不要向我搬出那句充滿冷酷無情的話:
Do not, I beg you, allege to me that saying so full of unfeeling callousness:
21:388
Τί δέ μοι μέλει; τὰ ἐμαυτοῦ μεριμνῶ·
「這與我何干?我只管我自己的事。」
'What is it to me? I mind my own affairs.'
21:389
τότε γὰρ μάλιστα μεριμνήσεις τὰ σὰ, ὅταν τὰ σὰ ζητῇς ἐν τῷ τοῦ πλησίον συμφέροντι
因為正是當你在鄰舍的益處中尋求你自己的益處時,你才最是在照顧自己的事。
For then most of all will you be minding your own affairs, when you seek your own interests in what is profitable to your neighbour.
21:390
Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου
無論何人,不要求自己的益處,乃要求別人的益處。
Let no one seek his own, but that of the other.
21:391
Ἵνα, φησὶν, εὕρῃς τὸ σαυτοῦ, ζήτει τὸ τοῦ ἑτέρου
他說,為要使你尋得你自己的益處,就當尋求別人的益處。
In order, he says, that you may find your own, seek that of the other.
21:392
Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας
你的口滿溢惡毒,你的舌編織詭詐。
Your mouth has abounded in wickedness, and your tongue has woven together deceits.
21:393
Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον
你坐著毀謗你的弟兄,並向你母親的兒子設下絆腳石。
Sitting, you spoke against your brother, and against the son of your mother you laid a stumbling-block.
21:394
Ἀπὸ φιλανθρωπίας ταῦτα ποιῶ·
「我做這些事乃是出於愛人之心。」
'I do these things out of love for humanity.'
21:395
μάλιστα μὲν, ποία ἂν εἴη τοῦτο φιλανθρωπία, τὸν μέλλοντα εἰς βάραθρον ἐμπίπτειν μὴ κωλύειν, μηδὲ ἀναστέλλειν; τὸ χαρίζεσθαι ἡδονῇ ἀδίκῳ; τὸ περιορᾷν δηλητήριον φάρμακον πίνοντα; Πλὴν ἀλλ' οὐδὲ τοῦτο δυνήσῃ λέγειν
首先,這算是哪門子的愛人之心呢——不去攔阻、不去勒住那將要墜入深坑的人?去縱容一種不義的快樂?眼看著人喝下致命的毒藥?然而,連這話你也說不出口。
First of all, what kind of love for humanity could this be — not to hinder nor to hold back one who is about to fall into a pit? To gratify an unjust pleasure? To look on while a man drinks a deadly poison? Yet you will not even be able to say this.
21:396
Ὅτι γὰρ οὐ φιλανθρωπίας τοῦτο, ἀλλ' ὕπνου καὶ νωθείας καὶ ῥᾳθυμίας, πῶς τὸν ἀδικοῦντα ἀφεὶς τὸν οὐδὲν ἠδικηκότα ἀδελφὸν κακῶς λέγεις; πῶς ἐπιβουλεύεις τῷ μηδὲν ἠδικηκότι, μηδὲ πεπλημμεληκότι; Ὅρα κακίαν ἑκατέρωθεν εἰς ἄκρον ἐκτεινομένην
因為這並非愛人之心,乃是昏睡、怠惰與懶散——不然你怎會撇下那作惡的人,反倒毀謗那毫無過犯的弟兄呢?你怎會謀害那毫無虧負、毫無過失的人呢?且看惡毒如何在兩方都伸展到了極致。
For that this is not love for humanity, but drowsiness and sloth and indolence — how is it that, leaving the wrongdoer alone, you speak evil of the brother who has done no wrong? How do you plot against him who has done no wrong nor committed any offence? See how wickedness is stretched to its extreme on both sides.
21:397
Τὸν μὲν ὑπὸ τῆς ἐπιθυμίας μεθύοντα οὐ κωλύεις μεθύειν, ὥστε σωφρονῆσαι, τὸν δὲ οὐδὲν ἠδικηκότα κολάζεις
那被情慾灌醉的人,你不去攔阻他的酗醉,好使他清醒過來;反倒去懲治那毫無虧負的人。
The one who is drunk with lust you do not hinder from his drunkenness, so that he might come to his senses; but the one who has done no wrong you chastise.
21:398
Καθήμενος γὰρ κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον
因為你坐著毀謗你的弟兄,並向你母親的兒子設下絆腳石。
For sitting, you spoke against your brother, and against the son of your mother you laid a stumbling-block.
21:399
Ὅρα πῶς τῇ ἐπεξηγήσει τὴν κατηγορίαν αὔξει
且看他如何藉著進一步的解說加重了這項控訴。
See how by the further explanation he heightens the accusation.
21:400
Τὸν τὰς αὐτὰς λύσαντά σοι, φησὶν, ὠδῖνας, τὸν τῆς αὐτῆς σοι κεκοινωνηκότα νηδύος, τὸν οἰκίας καὶ τραπέζης καὶ τροφῆς μετασχόντα τῆς αὐτῆς, τὸν ἀπὸ μιᾶς βλαστήσαντα ῥίζης, τὸν τὴν αὐτὴν ἔχοντα τῆς γενέσεως ἀρχὴν, τὸν ἐκ πρώτης ἡλικίας συναναβάντα σοι, τοῦτον κακῶς λέγεις, καὶ οὐ κακῶς λέγεις μόνον, ἀλλὰ καὶ εἰς ἔργον τὴν ἐπιβουλὴν ἐξάγεις; Τοῦτο γάρ ἐστιν, Ἐτίθεις σκάνδαλον
他說,那與你同受一樣產難而生的,那與你同出一胎的,那與你同享一屋、一桌、一樣飲食的,那與你同出一根的,那與你同一生育之源的,那從最幼小之時便與你一同長大的——這樣的人,你竟毀謗他;而且不僅毀謗他,還把你的詭謀付諸行動。因為「你設下絆腳石」正是這個意思。
Him who was born of the same birth-pangs as you, he says, him who shared the same womb with you, him who partook of the same house and table and nourishment, him who sprang from one root, him who has the same origin of generation, him who from earliest infancy grew up together with you — this one you speak evil of; and not only do you speak evil of him, but you even carry your plot into deed. For this is the meaning of 'You laid a stumbling-block.'
21:401
Εἰ δὲ τὸν φυσικῶν κοινωνήσαντα ὠδίνων οὐ δεῖ λέγειν κακῶς, πολλῷ μᾶλλον τὸν πνευματικῶν
然而,若不可毀謗那與你同受肉身產難的人,那麼更不可毀謗那與你同受屬靈產難的人了。
But if one must not speak evil of him who shared in one's natural birth-pangs, much more must one not speak evil of him who shared in the spiritual ones.
21:402
Μὴ τοίνυν μήτε τὸν μέλλοντα ἁμαρτεῖν ἔα καταπίπτειν, μήτε τὸν οὐδὲν ἠδικηκότα διάβαλλε καὶ λοιδόρει
所以,你既不可任那將要犯罪的人跌倒,也不可誹謗、辱罵那毫無虧負的人。
Do not, then, either let him who is about to sin fall down headlong, nor slander and revile him who has done no wrong.
21:403
Τὸ μὲν γὰρ φθόνου, τὸ δὲ ἀναλγησίας·
因為前者出於嫉妒,後者出於冷酷無情;
For the one springs from envy, the other from callousness;
21:404
τὸ γὰρ μὴ ἀναχαιτίζειν τὸν μέλλοντα πίπτειν, ἀναλγησίας·
因為不去攔阻那將要跌倒的人,乃是冷酷無情的表現;
for not to check him who is about to fall is a mark of callousness;
21:405
φθόνου δὲ, τὸ τὸν ἑστῶτα καταβάλλειν
而把那站立得穩的人推倒,乃是嫉妒的表現。
while to cast down him who is standing firm is a mark of envy.
21:406
Καὶ ὅρα πῶς οὐχ ἁπλῶς τὸν κατήγορον αἰνίττεται, ἀλλὰ τὸν μετὰ δόλου καὶ σπουδῆς τὸ ἔργον τοῦτο ποιούμενον
且看他如何不是單單暗指那控告者,乃是暗指那存著詭詐與熱切用心去行這事的人。
And see how he hints not simply at the accuser, but at the one who does this deed with guile and eager diligence.
21:407
Καθήμενος γὰρ, φησὶ, κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις
他說,因為你坐著毀謗你的弟兄。
For sitting, he says, you spoke against your brother.
21:408
Καὶ ὁ μὲν Κάϊν τὸν ἀδελφὸν ἀνελὼν, ἕνα μόνον τῆς παρούσης ζωῆς ἐξήλασεν·
該隱殺了他的弟兄,也不過把一個人從今世逐出;
And Cain, when he slew his brother, drove but one man out of this present life;
21:409
οὗτοι δὲ μυρίους, δι' ὧν κακῶς λέγουσι, καταβάλλουσι, καὶ ἑαυτοὺς πρώτους
但這些人卻藉著所出的惡言,推倒了無數的人,而且首先推倒的是他們自己。
but these men, by the evil they speak, cast down countless multitudes, and themselves first of all.
21:410
Οὐ γὰρ τὸν κατηγορούμενον μόνον, ἀλλὰ καὶ ἑτέρους βλάπτουσι·
因為他們所害的不僅是那被控告的人,還有別的人;
For they harm not only the one accused, but others also;
21:411
μᾶλλον δὲ ἐκείνους μόνον τοὺς παραδεχομένους
更確切地說,他們所害的唯獨是那些接受這誹謗的人。
or rather, they harm only those who receive the slander.
21:412
Ὁ γὰρ κακῶς ἀκούων ψευδῶς, οὐ μόνον οὐκ ἠδίκηται, ἀλλὰ καὶ μισθὸν ἔχει μέγιστον
因為那被人虛謊毀謗的人,不但沒有受虧損,反而得著極大的賞賜。
For he who is falsely spoken evil of is not only not wronged, but even has a very great reward.
21:413
Οὐ γὰρ ὁ πάσχων, ἀλλ' ὁ δρῶν κακῶς, οὗτός ἐστιν ὁ τῆς τιμωρίας ἄξιος·
因為配受刑罰的,不是那受害的人,乃是那作惡的人;
For it is not the one who suffers, but the one who does the evil, who is deserving of punishment;
21:414
οὕτω καὶ ὁ λέγων, οὐχὶ ὁ ἀκούων, μόνον ἂν μὴ παράσχῃ λαβὰς τῆς κακηγορίας εὐλόγους ἐκεῖνος
照樣,該受責的是那說話的人,而非那聽見的人,只要後者不曾給那毀謗提供合理的把柄。
so also it is the one who speaks, not the one who hears, provided that the latter gives no reasonable handles for the evil-speaking.
21:415
Μὴ δὴ οὖν τοῦτο σπουδάζωμεν, ὥστε μὴ κακῶς ἀκούειν τοῦτο γὰρ ἀμήχανον·
所以,我們不要為此殷勤——就是要免得被人毀謗;因為這是不可能的;
Let us not, then, be zealous for this — that we may not be spoken evil of; for this is impossible;
21:416
καὶ ἀπόφασίς ἐστι τοῦ Χριστοῦ λέγουσα,. Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες ἄνθρωποι, ἀλλ' ὅπως ἡμεῖς μὴ παράσχοιμεν λαβάς
並且基督有一句宣告說:「人都說你們好的時候,你們就有禍了。」我們所當殷勤的,乃是不給人留下把柄。
and there is a declaration of Christ which says, 'Woe to you, when all men shall speak well of you'; but let our zeal be that we may give no handles.
21:417
Καὶ γὰρ ὁ βουλόμενος παρὰ πάντων ἀκούειν καλῶς, πολλαχοῦ τὴν ἑαυτοῦ ψυχὴν ἀπόλλυσι, δόξης ἐρῶν ἀνθρωπίνης, διακονούμενος ἐν οἷς οὐ δεῖ, ἀρέσκων ἐν οἷς οὐ χρὴ, ὥστε ὠνήσασθαι τὴν παρ' αὐτῶν χάριν
因為那想要得眾人稱讚的人,往往毀了自己的靈魂,貪戀人的榮耀,在不當服事之處服事,在不當討好之處討好人,為要買取他們的恩寵。
For indeed he who wishes to be well spoken of by all often ruins his own soul, being enamoured of human glory, rendering service in matters where he ought not, pleasing men in things where he should not, so as to purchase their favour.
21:418
Πάλιν ὁ καταφρονῶν τοῦ παρὰ πάντων ἀκούειν κακῶς, καὶ ἑαυτὸν προσαπόλλυσιν
反過來,那全然不在乎被眾人毀謗的人,同樣也把毀滅引到自己身上。
Again, he who despises being spoken ill of by all likewise brings destruction upon himself as well.
21:419
παρὰ πάντων ἀκούειν καλῶς τὸν ἐνάρετον, οὕτως ἀμήχανον μὴ παρὰ πάντων ἀκούειν κακῶς, τὸν πολλὰς πολλαχόθεν παρασχόντα τοῦ κακῶς ἀκούειν λαβάς
正如有德之人不可能得眾人的稱讚,照樣,那從多方給人留下許多被毀謗把柄的人,也不可能不被眾人毀謗。
As it is impossible for the virtuous man to be well spoken of by all, so it is impossible that he who has furnished many handles from many quarters for being spoken ill of should not be spoken ill of by all.
21:420
Ἂν δὲ τὸ ἀπρόσκοπόν σου παρέχοντος ὦσιν οἱ κατηγοροῦντες, τότε σοι καὶ πλείων ὁ μισθὸς, καθάπερ καὶ ἐπὶ τῶν ἀποστόλων ἐγίνετο, καὶ τῶν γενναίων ἐκείνων ἀνδρῶν
但若你行事無可指摘,卻仍有人控告你,那時你的賞賜就更大,正如在使徒身上、以及那些高尚之人身上所發生的一樣。
But if, while you present a blameless life, there are still those who accuse you, then your reward is even greater, just as it happened in the case of the apostles and of those noble men.
21:421
Χρὴ δὲ κἀκεῖνο εἰδέναι, ὅτι κἂν λέγῃ τις κακῶς ἐπὶ πράγματι, οὗ τὸ συνειδὸς ἡμῶν οὐ καταγινώσκει, οὐ διὰ τοῦτο δεῖ καταφρονεῖν τοῦ κατηγόρου διὰ τὴν ἐκείνου βλάβην, ἀλλὰ πάντα ποιεῖν μετὰ τῆς πρεπούσης ἀσφαλείας, ὥστε ἀνελεῖν καὶ τὴν ἄλογον πρόφασιν
但這一點我們也必須知道:即使有人在某件我們良心並不定罪的事上惡言中傷我們,我們也不應因他自取的損害而輕看那控告者,反倒要凡事以合宜的謹慎行事,好除去那毫無道理的藉口。
But this too we must know: that even if someone speaks ill of us in a matter which our conscience does not condemn, we ought not on that account to despise the accuser because of the harm he does himself, but rather to do everything with fitting circumspection, so as to remove even the unreasonable pretext.
21:422
Διὰ τοῦτο καὶ ὁ Παῦλος ἐπὶ τῶν χρημάτων πολλοὺς ἔπεμπε τοὺς διακομίζοντας τῶν πενήτων τὰς διατροφάς·
正因如此,保羅在錢財的事上也差派了許多人,去運送給窮人的供養;
For this reason Paul too, in the matter of money, sent many to convey the provisions for the poor;
21:423
καὶ τὴν αἰτίαν τίθησι λέγων·
並且他說明了緣由,說:
and he gives the reason, saying:
21:424
Ἵνα μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν
「免得有人在我們所經管的這捐項上挑我們的毛病。」
'That no one should blame us in this abundance which is administered by us.'
21:425
Οὐ γὰρ δὴ τοῦτο ἰδὼν, ὅτι ἤμελλον κακῶς σκανδαλίζεσθαι, παρεῖδε καὶ κατεφρόνησεν·
並不是他見到他們將要無故因此絆跌,就置之不理、輕忽了此事;
For it was not the case that, seeing they were going to be wrongly offended, he overlooked and despised the matter;
21:426
ἀλλ' ἐπειδὴ κύριος ἦν τοῦ λῦσαι τὸ σκάνδαλον, καὶ αὐτῶν τῶν σκανδαλιζομένων προενόησε
反倒因為他有能力除去那絆跌,便為那些正絆跌的人設想了。
but rather, since he had it in his power to dissolve the stumbling-block, he made provision for the very ones who were being offended.
21:427
Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω
「若是食物叫我弟兄跌倒,我就永遠不吃肉,免得叫我弟兄跌倒。」
'If food causes my brother to stumble, I will never eat meat, lest I cause my brother to stumble.'
21:428
Καίτοι ταῦτα ἀδιάφορα ἦν·
然而這些原是無關緊要的事;
And yet these things were matters of indifference;
21:429
ἀλλ' ὅμως, εἰ σκάνδαλον φέρει, φησὶ, κἂν ἐμὲ οὐ παραβλάπτῃ, οὐ καταφρονῶ τῆς σωτηρίας τῶν σκανδαλιζομένων
但他仍說:縱然這事於我毫無損害,若它帶來絆跌,我便不輕看那些絆跌之人的救恩。
but nevertheless, if it brings a stumbling-block, he says, even though it does me no harm, I do not despise the salvation of those who are being offended.
21:430
Εἰ μὲν γὰρ γίνοιτο βλάβη μείζων τῆς σωτηρίας, καταφρόνει τοῦ σκανδαλιζομένου·
因為倘若所生的損害大於那救恩,你就可以不顧那絆跌的人;
For if a harm should arise that is greater than the salvation, then despise the one who is offended;
21:431
Ὅρος γὰρ οὗτος ἂν εἴη καθόλου καὶ κανὼν, παιδεύων πότε δεῖ καταφρονεῖν τῶν σκανδαλιζομένων, πότε δὲ μή·
因為這可作為普遍的界限與準則,教導人何時當不顧那些絆跌之人,何時則不當如此。
for this would be the universal boundary and rule, teaching when one ought to disregard those who are offended, and when not.
21:432
Ἐσκανδαλίζοντο Ἰουδαῖοι, ὅτι Παῦλος οὐκ ἐτήρει τὸν νόμον, καὶ διὰ τοῦτο μυριάδες ἀπεπήδων πολλαὶ, καὶ περὶ τὴν πίστιν ἐχώλευον
猶太人因保羅不守律法而絆跌,因此許多萬人離棄了,並且在信仰上瘸了腿。
The Jews were offended because Paul did not keep the law, and on this account many tens of thousands fell away and went lame concerning the faith.
21:433
Τί οὖν ποιεῖ; Θεραπεῦσαι τὸ σκάνδαλον βουλόμενος μείζων γὰρ ἦν ἡ σωτηρία τῶν τοσούτων μυριάδων, καὶ διορθῶσαι τὴν χωλείαν, τῷ τέως ἐπιδείξασθαι, ὅτι οὐ τηρεῖ τὸν νόμον, ἐκώλυσεν, ὅπερ μεῖζον ἦν
那麼他怎樣行呢?他既願醫治那絆跌(因為這許多萬人的救恩乃是更大的事),並矯正那瘸腿,便暫時攔阻自己顯明他不守律法——因為那才是更要緊的。
What then does he do? Wishing to heal the stumbling-block — for the salvation of so many tens of thousands was the greater thing — and to set right the lameness, he for the time hindered showing that he did not keep the law, which was the greater consideration.
21:434
Ἐσκανδαλίζοντο πάλιν, ὅτι ἐσταυρωμένον ἐκήρυσσεν·
他們又絆跌了,因為他所傳的是一位被釘十字架的;
Again they were offended, because he preached One who had been crucified;
21:435
ἐνταῦθα κατεφρόνησε τῶν σκανδαλιζομένων·
在此他便不顧那些絆跌的人;
here he disregarded those who were offended;
21:436
μεῖζον γὰρ ἦν τοῦ κηρύγματος τὸ κέρδος
因為那傳道所得的益處乃是更大的。
for the gain of the preaching was the greater thing.
21:437
Ὅτε μὲν γὰρ περὶ βρωμάτων αὐτοῖς διελέγετο, καὶ ἐσκανδαλίσθησαν λέγοντος αὐτοῦ, ὅτι Οὐ τὸ εἰσπορευόμενον κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον, λέγει·
當祂向他們論到食物,他們又因祂所說「入口的不能污穢人,惟有出口的才污穢人」而絆跌時,祂說:
For when he was speaking to them concerning foods, and they were offended at his saying that it is not what enters that defiles a man, but what comes forth, he says:
21:438
Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου, ἐκριζωθήσεται
「凡不是我父所栽種的植物,必被拔出來。」
'Every plant which my Father has not planted shall be rooted up.'
21:439
Ὅτε δὲ φόρους αὐτὸν ἀπῄτουν, καίπερ εἰδὼς ὅτι τελεῖν οὐ δεῖ, ὅμως ἐπειδὴ ὁ καιρὸς οὐδέπω ἀπῄτει τὸ ἐκκαλυφθῆναι αὐτοῦ τὴν ἀξίαν, λέγει·
但當他們向祂索取丁稅時,祂雖知道本不必繳納,然而因為時候尚未到顯露祂尊榮的地步,祂便說:
But when they demanded tribute of him, although he knew that it was not necessary to pay, nevertheless, since the time did not yet call for his dignity to be uncovered, he says:
21:440
Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ τὸν. ἀναβάντα ἰχθὺν ἆρον, καὶ ἐν αὐτῷ εὑρήσεις στατῆρα·
「但恐怕觸犯他們,你往海邊去釣魚,把先釣上來的魚拿起,開了牠的口,必得一塊錢;」
'But that we may not offend them, go to the sea, cast a hook, and take the first fish that comes up, and in it you will find a stater;'
21:441
τοῦτον δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ
「可以拿去給他們,作我和你的稅銀。」
'give that to them for me and for you.'
21:442
Ὅτε μὲν γὰρ νόμον ἐτίθει πολλῆς γέμοντα φιλοσοφίας, καὶ ἀνιάτως εἶχον ἐκεῖνοι, εἰκότως αὐτῶν οὐκ ἐφρόντισε, καὶ τὸν νόμον ἔλυσεν·
因為當祂頒布一條滿含至高智慧的律時,那些人已無可救藥,祂理當不顧他們,就廢去了那律;
For when he was laying down a law full of much lofty wisdom, and those men were incurable, he reasonably took no thought for them and dissolved the law;
21:443
ὅτε δὲ οὐδέπω οἷοί τε ἦσαν τὸν περὶ τῆς ἀξίας αὐτοῦ δέξασθαι λόγον, εἰκότως συγκαταβαίνει πάλιν, καὶ συσκιάζει τῇ τοῦ φόρου δόσει τὸν περὶ τῆς θεότητος αὐτοῦ λόγον
但當他們還不能領受關於祂尊榮的道理時,祂便理當再度俯就,藉著繳納丁稅,將關乎祂神性的道理遮蔽起來。
but when they were not yet able to receive the teaching concerning his dignity, he reasonably condescends again, and by the paying of the tribute veils the doctrine concerning his divinity.
21:444
Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις
「你坐著毀謗你的弟兄。」
'Sitting, you spoke against your brother.'
21:445
Ἀλλ' ἵνα διορθώσωμαι, φησίν
他說:「但這是為要糾正他。」
'But it was that I might correct him,' he says.
21:446
Οὐκοῦν οὐ λάθρα διαβάλλειν ἐχρῆν, ἀλλ', ὡς ἐκέλευσεν ὁ Χριστὸς, κατ' ἰδίαν λαβόντα διορθοῦν
那你就不該暗中毀謗他,倒該照基督所吩咐的,私下把他帶到一旁去糾正。
Then you ought not to have slandered him secretly, but, as Christ commanded, to have taken him aside privately and corrected him.
21:447
Αἱ γὰρ δημοσίᾳ γινόμεναι κατηγορίαι, πολλάκις καὶ ἀναισχυντοτέρους ποιοῦσι·
因為公開的控告往往使人更加無恥;
For accusations made in public often make men even more shameless;
21:448
καὶ ἕως μὲν ἂν ἴδωσιν οἱ πολλοὶ τῶν ἁμαρτανόντων, ὅτι δυνατὸν αὐτοὺς λαθεῖν, καὶ ἐπανελθεῖν ῥᾳδίως αἱροῦνται·
當那些犯罪的人中大多數,只要見到自己仍能不被人察覺,就樂意輕易回頭;
and as long as most of those who sin see that it is possible for them to escape notice, they readily choose to turn back;
21:449
ὅταν δὲ τὴν παρὰ τῶν πολλῶν ἀπολέσωσι δόξαν, εἰς ἀπόγνωσίν τινες λοιπὸν ἐμπίπτουσι, καὶ εἰς ἀναισχυντίαν ἐξολισθαίνουσιν
但當他們在眾人眼前喪失了名聲,有些人此後便陷入絕望,滑落到無恥的地步。
but when they have lost their good repute in the eyes of the many, some thereafter fall into despair and slide down into shamelessness.
21:450
Ἀλλ' ἠδικήθης τι παρ' αὐτοῦ
「可是我在某事上受了他的虧負。」
'But I was wronged in some way by him.'
21:451
Τί τοίνυν καὶ σαυτὸν ἀδικεῖς; Ὁ γὰρ ἀμυνόμενος, καθ' ἑαυτοῦ τὸ ξίφος ὠθεῖ
那你為何連自己也虧負呢?因為報復的人,是把刀劍刺向自己。
Why then do you also wrong yourself? For he who takes revenge thrusts the sword against himself.
21:452
Εἰ γὰρ βούλει καὶ σαυτὸν εὐεργετῆσαι, κἀκεῖνον ἀμύνασθαι, εἰπὲ καλῶς τὸν ἠδικηκότα·
因為你若既願造福自己,又願向他報復,就當說那虧負你之人的好話;
For if you wish both to benefit yourself and to avenge yourself on him, speak well of the one who wronged you;
21:453
οὕτω πολλοὺς αὐτοῦ ποιήσεις ἀντὶ σοῦ
如此你便使許多人代替你成為他的控告者,
in this way you will make many his accusers in your stead,
21:454
τοὺς κατηγόρους, καὶ αὐτὸς πολὺν λήψῃ μισθὸν, ἂν δὲ κακῶς λέγῃς, οὐδὲ πιστευθήσῃ, ἔχθρας ὑποψίαν δεχόμενος
而你自己也必得著大賞賜;但你若惡言相向,反倒不被人信,還被疑為出於仇恨。
and you yourself will receive a great reward; but if you speak ill, you will not even be believed, being suspected of enmity.
21:455
Ὥστε εἰς τοὐναντίον σοι περιτρέπεται τὰ τῆς σπουδῆς
如此,你熱心所求的,反倒轉成了相反的結果。
So that the fruit of your zeal turns out to the very opposite of what you intended.
21:456
Σὺ μὲν γὰρ τρῶσαι αὐτοῦ τὴν δόξαν βούλει, γίνεται δὲ τοὐναντίον·
因為你本想傷害他的名聲,結果卻適得其反;
For you wish to wound his reputation, but the opposite comes about;
21:457
διὰ γὰρ εὐφημίας, οὐ διὰ κατηγορίας τοῦτο συμβαίνει·
因為這事乃是藉著稱讚成就的,而非藉著控告;
for this comes to pass through commendation, not through accusation;
21:458
καὶ σαυτὸν μὲν μειζόνως καταισχύνεις, ἐκείνου δὲ οὐχ ἅψεταί σου τὰ βέλη
你反倒更加羞辱了自己,而你的箭連他都碰不著。
and you shame yourself the more, while your arrows will not so much as touch him.
21:459
Ἡ γὰρ ἔχθρα προσαπαντῶσα ταῖς τῶν ἀκουόντων διανοίαις, οὐκ ἀφίησιν αὐτῶν ἐντεθῆναι ταῖς ἀκοαῖς τὰ λεγόμενα, καὶ ταὐτὸν γίνεται οἷον ἐπὶ τῶν παραγραφῶν
因為那仇恨預先攔住聽者的心思,使所說的話無法進入他們的耳中,正如在法律的抗辯中所發生的一樣。
For the enmity, meeting the minds of the hearers beforehand, does not allow what is said to be lodged in their ears, and the same thing happens as in the case of legal demurrers.
21:460
Ὅταν γὰρ ἀντικρούσῃ τις εἰς δικαστήριον, τὸ πᾶν διαλύεται τέως·
因為當有人在法庭上提出抗辯時,整個案件便暫時陷於停頓;
For when someone lodges an objection in a court of law, the whole case is for the moment dissolved;
21:461
οὕτω δὴ καὶ ἐνταῦθα οὐκ ἀφίησιν εἰσαγώγιμον γενέσθαι τὴν δίκην ἡ τῆς ἔχθρας ὑπόνοια
同樣地,在這裡,敵意的嫌疑也使這場訴訟不得被受理審判。
so also here the suspicion of enmity does not permit the suit to be admitted for trial.
21:462
Μὴ τοίνυν λέγε κακῶς, ἵνα μὴ καὶ σαυτὸν μολύνῃς, μηδὲ βόρβορον ὕφαινε μετὰ πηλοῦ καὶ πλινθείας, ἀλλὰ στεφάνους ἀπὸ ῥόδων πλέκε, καὶ ἴων, καὶ τῶν λοιπῶν ἀνθέων·
因此,不要說惡言,免得連你自己也被玷污;不要用泥濘與磚土編織污穢之物,倒要用玫瑰、紫羅蘭和其餘的花朵編織花冠;
Do not, then, speak evil, lest you defile yourself as well; do not weave together filth with mire and brickwork, but plait garlands of roses and violets and the rest of the flowers;
21:463
μηδὲ κόπρον ἐπὶ τοῦ στόματος φέρε, καθάπερ οἱ κάνθαροι τοῦτο γὰρ οἱ κακηγοροῦντες·
不要像糞金龜那樣在口中攜帶糞穢,因為誹謗者所行的正是如此;
do not carry dung upon your mouth, like the beetles—for this is what slanderers do;
21:464
αὐτοὶ τῆς δυσωδίας ἀπολαύουσι πρῶτοι, ἀλλ' ἄνθη, καθάπερ αἱ μέλιτται, καὶ ὕφαινε κηρία κατ' ἐκείνας, καὶ γίνου πᾶσι προσηνής
他們自己是最先領受那惡臭的人;你倒要像蜜蜂一樣採集花朵,效法牠們釀造蜂房,並使自己得眾人的喜悅。
they themselves are the first to enjoy the stench; but gather flowers, like the bees, and weave honeycombs after their manner, and become agreeable to all.
21:465
Τὸν μὲν γὰρ κακήγορον ἅπαντες ἀποστρέφονται, ὡς σαπρὸν ὄζοντα, καθάπερ τινὰ βδέλλαν αἵματι, καὶ κάνθαρον κόπρῳ τρεφόμενον τοῖς ἑτέρων κακοῖς·
因為眾人都躲避誹謗者,如同躲避散發腐臭之人,如同躲避飽吸血液的水蛭,或以糞為食的糞金龜——他是靠別人的惡事餵養自己的;
For everyone turns away from the slanderer as from one who reeks with rottenness, like some leech gorged with blood, or a beetle nourished on dung—feeding on the evils of others;
21:466
τὸν δὲ εὔφημον ἔχοντα στόμα, ὡς κοινὸν προσίενται μέλος, ὡς ἀδελφὸν γνήσιον, ὡς παῖδα, ὡς πατέρα
但那口出善言的人,他們卻歡迎他,如同共享一體的肢體,如同親生弟兄,如同兒女,如同父親。
but the man who keeps a mouth of good report they welcome as a common member, as a true brother, as a child, as a father.
21:467
Καὶ τί λέγω τὰ παρόντα καὶ τὰς τῶν ἀνθρώπων δόξας; Ἐννόησόν μοι τὴν φοβερὰν ἐκείνην ἡμέραν, τὸ κριτήριον τὸ ἀδέκαστον, ὅτι, ἂν μὲν ψευδῆ λέγῃς, προσθήκην ἁμαρτημάτων περιττῶν προσθήσεις
我又何必提說眼前的事和世人的評價呢?請你為我思想那可畏的日子,那不受賄賂的審判台;因為若你說謊言,你就是給自己加添了多餘之罪的重擔。
And why do I speak of things present and the opinions of men? Consider for me that dreadful day, the tribunal that takes no bribe; for if you speak falsehoods, you will add to yourself a further burden of superfluous sins.
21:468
Λέγω γὰρ ὑμῖν, ὅτι πᾶν ἀργὸν ῥῆμα, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, δώσουσιν ὑπὲρ αὐτοῦ λόγον τῷ Θεῷ ἐν ἡμέρᾳ κρίσεως
因為我告訴你們,凡人所說的閒話,在審判的日子都必要為它向神交帳。
For I say to you that for every idle word which men shall speak, they shall give account for it to God in the day of judgment.
21:469
Κἂν ἀληθῆ, φησὶν, ᾖ, οὐδὲ οὕτως ἀπαλλαγήσῃ καταγνώσεως, ἐκπομπεύων τὰς τοῦ πλησίον συμφορὰς καὶ τὰ ὀνείδη
他說,即使你所說的是真的,若你將鄰舍的不幸與羞辱到處張揚,你也照樣逃不過定罪。
And even if what you say be true, he says, not even so will you escape condemnation, if you parade abroad your neighbor's misfortunes and reproaches.
21:470
Ἐννόησον γοῦν τὸν Φαρισαῖον
無論如何,請你想想那法利賽人。
Consider, at any rate, the Pharisee.
21:471
Οὐκ ἦν τελώνης, ἀλλὰ τελώνου γέγονεν ἁμαρτωλότερος, ἐπειδὴ τὸν τελώνην ἐκάκισεν
他本不是稅吏,卻因辱罵稅吏,而成了比稅吏更有罪的人。
He was not a tax collector, yet he became more sinful than the tax collector, because he spoke ill of the tax collector.
21:472
Οὐκ ἦν. Φαρισαῖος ὁ τελώνης, ἀλλὰ τοῦ Φαρισαίου γέγονε δικαιότερος, ἐπειδὴ ἑαυτὸν ἐταλάνισε
那稅吏本不是法利賽人,卻因自認為可憐悲慘,而成了比法利賽人更義的人。
The tax collector was not a Pharisee, yet he became more righteous than the Pharisee, because he counted himself wretched.
21:473
Ταῦτα ἐποίησας, καὶ ἐσίγησα
你行了這些事,我卻閉口不言。
These things you have done, and I kept silence.
21:474
Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος
你在不法之中,竟以為我與你相同。
You supposed, in your lawlessness, that I would be like you.
21:475
Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου
我要責備你,將你的罪擺在你眼前,陳列於你的面前。
I will reprove you, and set your sins in order before your face.
21:476
Εἶδες φιλανθρωπίαν ἄφατον; εἶδες ἀγαθότητος ὑπερβολήν; εἶδες μακροθυμίας πλοῦτον ἄπειρον; Σιγὴν γὰρ ἐνταῦθα τὴν μακροθυμίαν λέγει
你看見祂那難以言喻的慈愛麼?你看見祂那滿溢的良善麼?你看見祂那無窮無盡的忍耐豐富麼?因為在這裡祂用「閉口不言」來指祂的忍耐。
Do you see His unspeakable lovingkindness? Do you see the excess of His goodness? Do you see the boundless riches of His longsuffering? For here by 'silence' He means His longsuffering.
21:477
Τοσαῦτα ἐτόλμησας, φησὶ, καὶ οὐκ ἐπεξῄειν, ἀλλ' ἠνειχόμην, καὶ ἔφερον, χώραν σοι διδοὺς εἰς μετάνοιαν
祂說,你膽敢行了這許多事,我卻沒有追討你,反倒容忍你、擔待你,給你留下悔改的餘地。
You dared such great things, He says, and I did not proceed against you, but bore with you and endured, giving you room for repentance.
21:478
Σὺ δὲ οὐ μόνον οὐδὲν ἐκέρδανας ἐντεῦθεν, ἀλλὰ καὶ πρὸς μείζονα ἐξώκειλας κακίαν
你不但沒有從中得著益處,反而擱淺於更大的惡中。
But you not only gained nothing from this, but even ran aground upon greater wickedness.
21:479
Οὐ γὰρ δὴ μόνον οὐ μετεβάλου, οὐδὲ μόνον οὐ κατῃσχύνθης, οὐδὲ κατέγνως ἐπὶ τοῖς γεγενημένοις σαυτοῦ·
因為你不但沒有轉變,沒有慚愧,也沒有為所行的事定自己的罪;
For not only did you not change, nor were you put to shame, nor did you condemn yourself for the things that were done;
21:480
ἀλλ' ἤδη καὶ ἐμὲ τὸν μακροθυμήσαντά σοι, τὸν ἀνασχόμενον, τὸν σιγήσαντα, τὸν τοσαῦτα ἐνεγκόντα, ἐνόμισας οὐ διὰ μακροθυμίαν καὶ φιλανθρωπίαν φέρειν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι ταῦτα σωφρονίζειν, μηδὲ ἀγανακτεῖν ἐπὶ τοῖς γινομένοις
反倒以為我——那向你忍耐的、擔待你的、閉口不言的、忍受了這許多事的——竟不是出於忍耐和慈愛而擔待你,乃是因為我不願管教這些事,也不願為所行的事發怒。
but you even supposed that I—who had been longsuffering toward you, who had borne with you, who had kept silence, who had endured so much—did so, not out of longsuffering and lovingkindness, but because I did not wish to chastise these things, nor to be indignant at what was being done.
21:481
Σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ
你們這些忘記神的人哪,當明白這些事。
Understand these things, then, you that forget God.
21:482
Τί γὰρ συνεσκιασμένον εἴρηται; τί δὲ πολλῆς χρῇζον ἐρεύνης; Μάλιστα μὲν καὶ αὐτὸς ὁ τῆς διδασκαλίας τρόπος ἐνηλλαγμένην παρεισάγει πολιτείαν
有甚麼話是隱晦而說的呢?又有甚麼需要多加探究的呢?最要緊的是,這教導的方式本身就引進了一種改變過的生活。
For what has been said in a veiled manner? And what requires much searching out? Above all, the very manner of the teaching introduces a changed way of life.
21:483
Καὶ γὰρ τῶν θυσιῶν οὐ πολὺν ποιούμενος λόγον, τὴν εὐαγγελικὴν εἰσάγει νομοθεσίαν·
因為祂並不看重那些祭物,反倒引進了福音的律法;
For indeed, making no great account of the sacrifices, He introduces the evangelical legislation;
21:484
ἄλλως δὲ ἐπειδὴ πολλῷ τῷ φορυτῷ τῶν ἁμαρτημάτων ἦσαν καταχωσθέντες, καθάπερ ἀπὸ τελμάτων τινῶν τῆς κακίας ἀνασπάσαι βουλόμενος, καὶ ὥσπερ τῶν ὀφθαλμῶν λήμην ἀποκαθᾶραι τὴν προλαβοῦσαν τῆς πονηρᾶς συνηθείας ὁδὸν, διεγείρει εἰς μνήμην ἐλθεῖν τῶν γεγενημένων, ἵνα μὴ λήθῃ παραδόντες αὐτὰ, ἀκερδεῖς ἀναχωρήσωσιν
再者,因為他們被眾多罪惡的塵垢所埋沒,祂願要將他們如同從罪惡的泥沼中拉拔上來,並且彷彿要清除他們眼中因先前惡習之路所積留的眼垢,就激動他們去回想所行過的事,免得他們把這些事交付遺忘,以致空手而回。
and besides, since they were buried under the great heap of their sins, wishing to draw them up as from certain quagmires of wickedness, and as it were to purge away from their eyes the rheum which the preceding path of their evil habit had left, He rouses them to come to remembrance of the things that had been done, so that they may not, by consigning them to oblivion, depart without profit.
21:485
Πολλὴν γὰρ ἡ ἐν ἁμαρτήμασι συνήθεια πώρωσιν τῆς ψυχῆς ἐργάζεται, καὶ ἀνοήτους ποιεῖ, καὶ τυφλοῖ τὸ ὀξυδερκὲς τῆς διανοίας ὄμμα
因為犯罪的習慣使靈魂大受剛硬麻木之害,叫人愚昧無知,並使那明察的心思之眼變為盲瞎。
For the habit of sinning works much hardening upon the soul, and makes men senseless, and blinds the keen-sighted eye of the understanding.
21:486
ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος
……恐怕他把人撕碎,無人搭救。
...lest he snatch away, and there be none to deliver.
21:487
Μητρὸς φιλοστόργου τὰ ῥήματα, μᾶλλον δὲ ἀπείρως τὴν φιλοστοργίαν ἐκείνην νικώσης ἀγαθότητος
這些是慈愛母親的話語——或者更該說,是那遠遠超越母親慈愛的良善之話語。
These are the words of a tender-loving mother—or rather, of a goodness that infinitely surpasses that tender affection.
21:488
Ὁ γὰρ τοσαύτην ἐμφήνας κατηγορίαν, ὁ τοσαύτην ὀργὴν ἐπιδειξάμενος προασφαλίζεται
因為那顯出如此嚴厲控告、彰顯如此忿怒的主,卻預先加以防範保守。
For He who displayed so great an accusation, who showed forth so great a wrath, takes precaution beforehand.
21:489
Ὁ εἰπὼν, Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου, καὶ ἀπόφασιν ἐκβαλὼν καταδικάζουσαν, ἀναλύει τὴν ἀπόφασιν πάλιν, οὐχ ὡς καταδίκους τῇ τιμωρίᾳ παραδιδοὺς, ἀλλ' ὡς ὀφείλοντας διορθωθῆναι τῇ παραινέσει καὶ τῇ συμβουλῇ ἐγχειρίζων, τῷ φόβῳ σωφρονίζων, καὶ λέγων, Μήποτε ἁρπάσῃ ὡς λέων, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος
那說「我要責備你,將你的罪擺在你面前」並已宣告定罪判決的主,又再解除那判決——祂並不把他們當作被定罪的人交付刑罰,乃是把他們當作應當被改正的人,交託給勸戒與勸導,藉著懼怕來管教他們,說:「免得他像獅子一樣把你撕碎,無人搭救。」
He who said, 'I will reprove you, and set your sins in order before your face,' and who had pronounced a condemning sentence, again dissolves the sentence—not delivering them over to punishment as condemned, but handing them over, as those who ought to be set right, to admonition and counsel, chastening them by fear, and saying, 'Lest at any time he snatch you away like a lion, and there be none to deliver.'
21:490
Οὐσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδὸς, ἣν δείξω αὐτῷ, τὸ σωτήριον τοῦ Θεοῦ
讚美的祭必榮耀我;在那裡有我要指示他的道路,就是神的救恩。
The sacrifice of praise shall glorify Me, and there is the way in which I will show him the salvation of God.
21:491
Δείξας τὸ φιλάνθρωπον, παραινέσας, συμβουλεύσας, ἀπειλήσας, φοβήσας, ἐπιστήσας τὴν τιμωρίαν ἄκρατον, καὶ συμβουλὴν εἰσενεγκὼν, λέγει καὶ τὸν τρόπον, δι' οὗ δυνατὸν διορθώσασθαι τὰ γεγενημένα, εἰπών·
祂顯明了慈愛、加以勸戒、勸導、警告、使人懼怕,並將那毫不摻雜的刑罰擺在他們面前,又引進祂的勸導之後,也述說了那可以改正已行之事的方法,說:
Having shown His lovingkindness, having admonished, counseled, threatened, put in fear, and set the punishment before them undiluted, and having brought in His counsel, He tells also the manner by which it is possible to set right the things that had been done, saying:
21:492
Θυσία αἰνέσεως δοξάσει με
讚美的祭必榮耀我。
The sacrifice of praise shall glorify Me.
21:493
Οὐ μόνον παύσει μου τὴν ὀργὴν, οὐδὲ λύσει τὴν καταδίκην, ἀλλὰ καὶ δοξάσει με
這祭不但要止息我的忿怒,不只要解除那定罪,甚至要榮耀我。
Not only will it stay My wrath, nor merely loose the condemnation, but it will even glorify Me.
21:494
Ὅρα τοῦ κατορθώματος τὸ μέγεθος, ὅταν ὁ Θεὸς δι' αὐτὸν δοξάζηται
你看這善行何等偉大,竟能使神因它得著榮耀。
Behold the greatness of the good deed, when God is glorified on account of it.
21:495
Καὶ ἐκεῖ ὁδὸς, ἣν δείξω αὐτῷ, τὸ σωτήριον τοῦ Θεοῦ
在那裡有我要指示他的道路,就是神的救恩。
And there is the way in which I will show him the salvation of God.
21:496
Εἶδες μισθὸν ἄφατον; εἶδες φιλανθρωπίας ὑπερβολήν; Τὴν τοῦ Θεοῦ γὰρ ὁδὸν. δείξειν ἐπαγγέλλεται, καὶ τὸ ὄντως σωτήριον τοῦ Θεοῦ τοῖς κατορθοῦσι
你看見那難以言喻的賞賜麼?你看見祂那滿溢的慈愛麼?因為祂應許要向那些行正直之事的人指示神的道路,並那真正屬神的救恩。
Do you see the unspeakable reward? Do you see the excess of His lovingkindness? For He promises to show the way of God, and the salvation of God that is truly salvation, to those who do what is right.
21:497
Πειθώμεθα τοίνυν τῷ ἐπαγγελλομένῳ, καὶ διὰ βίου ὀρθοῦ καὶ θυσίας αἰνέσεως τοῦτον δοξάζωμεν
所以,讓我們順從那應許的主,藉著正直的生活和讚美的祭來榮耀祂。
Let us therefore obey Him who promises, and by an upright life and a sacrifice of praise let us glorify Him.
21:498
Αὕτη γὰρ ἡ ὁδὸς ἐπὶ σωτηρίαν φέρει, διὰ τῆς θυσίας ταύτης·
因為這就是那通往救恩的道路,是藉著這祭而成的;
For this is the way that leads to salvation, through this sacrifice;
21:499
ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願我們眾人都得以達到這救恩,藉著我們主耶穌基督的恩典和慈愛;願榮耀與權能都歸與祂,從今直到永遠,世世無盡。阿們。
which may it be granted to us all to attain, by the grace and lovingkindness of our Lord Jesus Christ, to whom be the glory and the might, now and ever, and unto the ages of ages.
← 上一段
← 第 20 章第 22 章 →
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。