📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 詩篇註釋

詩篇註釋 第 47 章 第 2/2 段

希臘文原文.87 節.部分字詞可點開查義.本章太長已分段,此段為 47:240–47:326(全章共 326 節)

← 第 46 章第 48 章 →
← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
47:240
διὸ καὶ προκατέβαλλεν αὐτῶν τὰς διανοίας, καὶ χάλαζα κατενεχθεῖσα πολλοὺς ἀπώλεσε, καὶ ἥλιος ἔστη, καὶ τῷ πολέμῳ μῆκος ἔδωκε, καὶ πολλὰ παράδοξα τοιαῦτα ἐγίνετο, καὶ ἠχὴ σαλπίγγων πυρὸς σφοδρότερον τοῖς πύργοις προσβάλλουσα τὰ τείχη κατήνεγκε
為此,祂也預先擊潰了仇敵的心志;有冰雹降下,殺了許多人;日頭止住,使爭戰得以延長;許多這樣的奇事發生;並且號角之聲比火更猛烈地擊打城樓,使城牆倒塌。
Wherefore He also cast down their minds beforehand; and hail coming down destroyed many, and the sun stood still and gave length to the battle, and many such marvels took place, and the sound of trumpets, striking the towers more violently than fire, brought down the walls.
47:241
Τοῦτο δὲ ἑκατέρους ὠφέλει
這事使雙方都得了益處。
And this benefited both parties.
47:242
Ἐκεῖνοί τε γὰρ ἐμάνθανον, ὡς οὐ παρ' ἀνθρώπων ἐστὶν ὁ πόλεμος·
因為那些人得知,這場戰爭並不是出於人;
For those men learned that the war was not from men;
47:243
καὶ οὗτοι ἐπαιδεύοντο πρὸς τὸν Θεὸν βλέπειν, καὶ μηδέποτε ἐπὶ τοῖς κατορθώμασι μεγαλοφρονεῖν, ἀλλὰ καὶ καλλωπίζεσθαι καὶ μετριάζειν
而這些人則受了訓練,去仰望神,永不因自己的功績而心高氣傲,反倒要以此為裝飾,並且謙抑自守。
and these were trained to look toward God, and never to be high-minded over their successes, but rather to adorn themselves and to be moderate.
47:244
Τοῦ γὰρ κρατῆσαι τὸ οὕτω κρατῆσαι μᾶλλον αὐτοὺς ἐκόσμει, ὅπερ καὶ σεμνοὺς ἐποίει, καὶ μετριάζειν ἐδίδασκε·
因為以這樣的方式得勝,比單單得勝更使他們光彩,這也使他們可敬,並教導他們謙抑自守;
For to conquer in this manner adorned them more than the mere conquering itself, which also made them venerable and taught them to be moderate;
47:245
σεμνοὺς μὲν, ὅτι τοιοῦτον εἶχον στρατηγόν·
說可敬,是因為他們有這樣一位元帥;
venerable, indeed, because they had such a Commander;
47:246
μετριάζειν δὲ, ὅτι οὐκ οἰκείοις ἐφυσῶντο κατορθώμασι
說謙抑,是因為他們不因自己的功績而自誇膨脹。
and moderate, because they were not puffed up over their own achievements.
47:247
Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραὴλ λαῷ αὐτοῦ
祂將他們的地賜為產業,作為以色列——祂的子民——的產業。
And He gave their land as an inheritance, an inheritance to Israel His people.
47:248
Καὶ τοῦτο μέγιστον θαῦμα, τὸ μὴ μόνον ἐκβάλλειν, ἀλλὰ καὶ δυνηθῆναι κατασχεῖν τὴν γῆν, καὶ πόλεις νείμασθαι·
而這乃是最大的奇事:不僅把他們趕出,更能夠佔據那地,並且分配其中的城邑;
And this was the greatest wonder: not only to cast them out, but also to be able to hold fast the land and to apportion its cities;
47:249
ὃ καὶ πολλὴν παρεῖχεν αὐτοῖς τὴν ἡδονήν, πολὺν τὸν κόσμον, πολλὴν τὴν φαιδρότητα
這也給他們帶來許多喜樂、許多妝飾、許多光彩。
which also afforded them much pleasure, much adornment, and much brightness.
47:250
Καὶ τοῦτο τῆς τοῦ Θεοῦ δυνάμεως
而這事同樣是出於神的大能。
And this too was of the power of God.
47:251
Οὐ γὰρ μικρὸν κατασχεῖν πολεμίων χώραν, ἀλλὰ πολλῆς καὶ ἐνταῦθα χρεία ῥοπῆς
因為佔據仇敵的境地並非小事,在這裡也需要極大的決定性助力。
For it is no small thing to hold fast the country of one's enemies, but here too there is need of much decisive influence.
47:252
Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν
主啊,你的名存到永遠,你可記念的名存到世世代代。
O Lord, Thy name endures unto the age, and Thy memorial unto generation and generation.
47:253
Ἐνταῦθα τῇ δοξολογίᾳ τὸ συνεχὲς διακόπτει τοῦ λόγου, ὅπερ τοῖς ἁγίοις ποιεῖν ἔθος ἀεί
在此,他以一段頌讚打斷了論述的連貫——這乃是聖徒素來慣常所行的。
Here he breaks off the continuity of his discourse with a doxology—which is ever the custom of the saints to do.
47:254
Ἐπειδὰν γὰρ ἀρξάμενοί τι λέγειν τῶν τοῦ Θεοῦ θαυμάτων
因為每逢他們開始述說神的奇事之時,
For whenever they have begun to speak something of the wonders of God,
47:255
πυρωθῶσιν, οὐ πρότερον ἐπὶ τὸ τέλος ἔρχονται, ἕως ἂν ὑπὲρ τῶν εἰρημένων δοξάσωσι τὸν Θεὸν, καὶ εὐφημήσωσι, καὶ τὴν ἐπιθυμίαν ἐμπλήσωσι τὴν ἑαυτῶν
並且心被點燃,他們就不肯抵達結尾,直等到為所述說的事榮耀了神,讚美了祂,並滿足了自己的渴慕為止。
and are set on fire, they do not come to the end before they have glorified God for what has been said, and have praised Him, and have filled up their own longing.
47:256
Ὅπερ καὶ ὁ Παῦλος πανταχοῦ ποιεῖ·
保羅也處處這樣行;
Which Paul also does everywhere;
47:257
καὶ ἐν προοι. μίοις δὲ μάλιστα τῶν Ἐπιστολῶν, ὡς ὅταν λέγῃ ταῖς Ἐκκλησίαις τῆς Γαλατίας·
尤其是在他書信的開頭處,正如他對加拉太的眾教會所說的:
and especially in the openings of his Epistles, as when he says to the Churches of Galatia:
47:258
Χάρις ὑμῖν, καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願恩惠、平安從神我們的父,並主耶穌基督歸與你們。基督照我們父神的旨意,為我們的罪捨己,願榮耀歸給祂,直到永永遠遠。
Grace be to you, and peace from God our Father, and from the Lord Jesus Christ, who gave Himself for our sins according to the will of God and our Father, to whom be glory unto the ages of the ages.
47:259
Ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ ἡ λατρεία, καὶ ἡ ἐπαγγελία, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας
那兒子的名分、榮耀、事奉、應許都是他們的;列祖也是他們的;按肉體說,基督也是從他們出來的——祂是在萬有之上,永遠可稱頌的神。
Whose is the adoption, and the glory, and the service, and the promise; whose are the fathers, and of whom, as concerning the flesh, is the Christ, who is over all, God blessed unto the ages.
47:260
Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
但願尊貴、榮耀歸與那不能朽壞、不能看見、獨一全智的神,就是萬世之王,直到永永遠遠。
Now unto the King of the ages, immortal, invisible, the only wise God, be honour and glory unto the ages of the ages.
47:261
Οὕτω δὴ καὶ ὁ προφήτης ἐνταῦθα ἐννοήσας τὴν πρόνοιαν τὴν καθόλου, τὴν ἐν Αἰγύπτῳ πληγὴν, τὰς ἐπὶ τῇ ἐρήμῳ γενομένας εὐεργεσίας, τὰς ποικίλας καὶ διαφόρους, τὰς εἰς Ἰουδαίους, τὰς ὑπὲρ ἐκείνων εἰς τοὺς πολεμίους, καὶ πυρωθεὶς ἀπὸ τῆς ἀφάτου αὐτοῦ φιλανθρωπίας, δοξολογίαν ἀνήνεγκε, λέγων·
照樣,先知在此也是如此:他默想那普世的眷顧——在埃及的災殃,在曠野所行各樣不同的恩惠,那向猶太人的,並那為他們的緣故向仇敵所行的——他被神那難以言喻的仁愛所點燃,便獻上頌讚說:
Thus, then, the prophet here also, having reflected upon the universal providence—the plague in Egypt, the benefits wrought in the wilderness, varied and manifold, those toward the Jews, those toward their enemies for their sakes—and being set on fire by His unspeakable loving-kindness, offered up a doxology, saying:
47:262
Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν
主啊,你的名存到永遠,你可記念的名存到世代。
O Lord, Thy name endures unto the age, and Thy memorial unto generation.
47:263
Τουτέστιν, ἡ δόξα σου διηνεκής
這就是說,你的榮耀是永恆不斷的。
That is to say, Thy glory is perpetual.
47:264
Οὐδὲν γὰρ αὐτὴν λυμαίνεται, οὐδὲν αὐτὴν διακόπτει, ἀλλ' ἔστιν ἀεὶ, καὶ μένει ἄτρεπτος, ἀμετάβλητος, ἀνθοῦσα, ἀκμάζουσα
因為沒有甚麼能玷污它,沒有甚麼能打斷它,它乃是永遠常存,並且不改變、不變易、常保茂盛、正當盛時。
For nothing mars it, nothing interrupts it, but it is ever, and abides unchangeable, immutable, flourishing, in its full vigour.
47:265
Τί δέ ἐστι, Τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν; Ἡ μνήμη, φησὶν, ἡ περὶ σοῦ, ἀτελεύτητος καὶ πέρας οὐκ ἔχουσα
「你可記念的名存到世世代代」是甚麼意思呢?他說,關乎你的記念是無窮盡的,並沒有終止。
And what is meant by, Thy memorial unto generation and generation? The remembrance, he says, concerning Thee, is endless and has no limit.
47:266
Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται
因為主要審判祂的子民,並要為祂的僕人回心轉意(受懇求)。
For the Lord shall judge His people, and shall be entreated concerning His servants.
47:267
Ἢ ἀμφότερα ταῦτα περὶ τοῦ λαοῦ ἔστιν εἰπεῖν, ὅτι δίκην ἀπαιτήσει, καὶ μετὰ ταῦτα παύσεται καὶ ἀνακτήσεται αὐτούς·
這兩件事都可以指著這子民來說——祂要施行刑罰,此後便止息,並要復興他們;
Either both these things may be said concerning the people—that He will exact retribution, and afterwards will cease and will restore them;
47:268
ἢ διελόντας, τὸ μὲν Παρακληθήσεται, περὶ τοῦ λαοῦ·
或者把意思分開來看,其中「要受懇求(回心轉意)」這句是指著這子民說的。
or, dividing the sense, the phrase 'shall be entreated' refers to the people.
47:269
τὸ δὲ Κρινεῖ, περὶ τῶν πολεμίων
至於「他要施行審判」這句話,是就仇敵而言的。
But the phrase 'He shall judge' is spoken concerning the enemies.
47:270
Τουτέστι, τοὺς μὲν ἀνακτήσεται·
這就是說,有些人祂要收回歸向自己;
That is to say, some of them He will restore to Himself;
47:271
τοῦτο γάρ ἐστι τὸ, Παρακληθήσεται·
因為這正是「他必被人懇求」的意思。
for this is the meaning of 'He shall be entreated.'
47:272
Κρινεῖ δὲ τοὺς πολεμίους, τουτέστι, δίκην ἀπαιτήσει ὑπὲρ αὐτῶν
而「他要審判仇敵」的意思是,祂要為自己的子民伸張正義、討回公道。
And 'He shall judge the enemies' means, He shall exact justice on behalf of His own.
47:273
Εἶτα ἐπειδὴ οὐκ εἶχεν ἀπὸ βίου κατορθώματα αὐτῶν εἰπεῖν, τοῖς δικαιώμασι τούτοις κέχρηται, τῷ ὀνόματι τοῦ λαοῦ, καὶ τῷ ὀνόματι τῶν δούλων
接著,由於他無法從他們的生活中舉出任何善行,他便訴諸這些理由:一是子民的名分,二是僕人的名分。
Then, since he could not speak of any upright deeds arising from their manner of life, he makes use of these pleas of right: the name of the people, and the name of the servants.
47:274
Εἰπὼν δὲ, Παρακληθήσεται, δείκνυσι τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὴν καταλλαγὴν, οὐ τῆς ἐκείνων ἀξίας
他說「他必被人懇求」,藉此表明這和好乃是出於神對人的慈愛,而非出於他們有何配得之處。
And in saying 'He shall be entreated,' he shows the reconciliation that springs from God's love for mankind, not from any worthiness of theirs.
47:275
Ὅπου γὰρ παράκλησις, συγγνώμης χρεία·
因為凡有懇求之處,就有赦免的需要;
For where there is entreaty, there is need of pardon;
47:276
ὅπου δὲ συγγνώμης χρεία, οὐκ ἀξία κατορθωμάτων, ἀλλὰ φιλανθρωπίας καιρός
而凡有赦免的需要之處,就不是憑善行之功的時候,而是施行慈愛的時機。
and where there is need of pardon, it is not a time for the worth of good deeds, but a season for loving-kindness.
47:277
Ἐπειδὴ τοίνυν εἶπεν ἀνωτέρω·
既然他在前面已經說過:
Since, then, he had said above:
47:278
Τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεὰν, μόνοι δὲ τῶν ἄλλων ἐθνῶν αὐτοὶ Θεὸν ἐπεγράφοντο τότε, τοιοῦτόν τι αἰνίττεται διὰ τούτου, καὶ λέγει, ὅτι Ἡ σωτηρία ἐπὶ τὸν λαὸν τὴν δόξαν τὴν παρὰ τοῖς πολλοῖς περὶ σοῦ οὖσαν δείκνυσιν
「你的記念直到世世代代」,又因當時在萬國之中唯有他們自稱屬於神,他便藉這話暗指這樣一件事,說「救恩臨到子民」乃是彰顯眾人對於你所懷抱的那榮耀。
'Your memorial is to generation and generation,' and since at that time they alone of all the other nations inscribed themselves as belonging to God, he hints at something of this kind through these words, and says that 'Salvation is upon the people' displays the glory concerning You which is held among the many.
47:279
Ἡ μὲν γὰρ φύσει προσοῦσα αὐτῷ δόξα, κἂν μηδεὶς ὁ θεραπεύων ᾖ, μένει ἀμείωτος, ἀκατάλυτος, ἀναλλοίωτος·
因為那按本性歸屬於祂的榮耀,即使無人敬拜祂,仍然存留,不減少、不消滅、不改變;
For the glory that belongs to Him by nature remains, even if there be none to worship Him, undiminished, indissoluble, unchangeable;
47:280
ἡ δὲ παρὰ πολλοῖς εὐφημία, καὶ ἀπὸ τῆς ἡμετέρας σωτηρίας δειχθήσεται, ἀπολαβόντων ἡμῶν τὴν πόλιν, καὶ τὸ ἱερὸν, καὶ τὸν ναὸν, καὶ ἐπὶ τῆς προτέρας γενομένων πολιτείας πάλιν
然而眾人中間的美名,也將從我們的救恩顯明出來,就是當我們收回自己的城邑、聖所與聖殿,並再次恢復我們先前的國家政體之時。
but the good repute among the many will be displayed also from our salvation, when we have recovered our city, the sanctuary, and the temple, and have been restored once more to our former commonwealth.
47:281
Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων
「外邦的偶像是金的銀的,是人手所造的。」
'The idols of the nations are silver and gold, the works of men's hands.'
47:282
Ἐπειδὴ ἀρχόμενος ἔλεγεν, Ὁ δὲ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεοὺς, καὶ ἔδοξέ τινα κατὰ σύγκρισιν ὑπεροχὴν εἰσάγειν διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων, ὅρα τοῦτο πῶς ἐπιτείνει τῷ λόγῳ
既然他起初曾說「惟獨我們的主超乎萬神之上」,看似為了聽者的軟弱而藉比較引入某種高下之分,那麼你要留意他如何藉著言語加強這一點。
Since at the outset he had said, 'But our Lord is above all the gods,' and it seemed that he was introducing a certain superiority by way of comparison, on account of the weakness of his hearers, observe how he intensifies this by his discourse.
47:283
Ἀρξάμενος γὰρ ἀπὸ τῆς τοῦ Θεοῦ δυνά. μεως, καὶ εἰπὼν τὰ ἐν τῷ οὐρανῷ, τὰ ἐν τῇ γῇ, τὰ ἐν ταῖς ἀβύσσοις, τὰ εἰς Ἰουδαίους, τὰ ἐπὶ τῆς οἰκείας, τὰ ἐπὶ τῆς ἀλλοτρίας, τὰ ἐπὶ τῶν πολεμίων
因為他從神的大能起首,述說了天上的事、地上的事、深淵中的事、關乎猶太人的事、本國之內的事、外邦之地的事、關乎仇敵的事,
For beginning from the power of God, and having spoken of the things in heaven, the things on earth, the things in the deeps, the things concerning the Jews, the things at home, the things abroad, the things concerning the enemies,
47:284
τὰ ἐπὶ τῶν ἐθνῶν, εἶτα ἀναμνήσας τὴν χρηστότητα, τὴν φιλανθρωπίαν, τὴν κηδεμονίαν, τὴν σοφίαν, τὴν δύναμιν, καὶ δείξας καθόλου Θεὸν ὄντα, καὶ τῆς οἰκουμένης προνοοῦντα, κωμῳδεῖ λοιπὸν καὶ τῶν εἰδωλικῶν θεῶν τὴν ἀσθένειαν, καὶ εὐθέως ἀπὸ τῆς φύσεως αὐτῆς καταφορικῶς κέχρηται τῷ λόγῳ·
以及關乎列國的事;然後,他既已提及祂的良善、祂對人的慈愛、祂的看顧、祂的智慧、祂的大能,並顯明祂乃是掌管萬有的神、看顧全地之人的神,接下來便嘲弄那些偶像之神的軟弱,並立刻從它們本身的性質出發,以壓倒之勢運用他的言語;
the things concerning the nations; then, having recalled His goodness, His love for mankind, His providential care, His wisdom, His power, and having shown that He is God over all and provides for the whole inhabited world, he next holds up to ridicule the weakness of the idol-gods, and straightway, from their very nature, employs his discourse in a manner that bears down upon them;
47:285
μᾶλλον δὲ καὶ τὸ ὄνομα αὐτῶν εἰς κατηγορίαν παράγει
更確切地說,他甚至把它們的名稱本身也拿來作為控告。
or rather, he even brings forward their very name as an accusation.
47:286
Τὸ γὰρ εἴδωλον οὐδὲν ἕτερόν ἐστιν, ἢ ἀδρανές τι καὶ εὐτελὲς, καὶ ἀσθενείας ὄνομα ἐπιτεταμένης
因為偶像不外乎是一件無力而卑賤之物,是一個極度軟弱的名稱。
For an idol is nothing other than a thing feeble and worthless, and the name of an intensified weakness.
47:287
Διόπερ ἐντεῦθεν ἄρχεται λέγων·
因此他就從這裡開始說:
Wherefore from this point he begins, saying:
47:288
Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον
「外邦的偶像是金的銀的。」
'The idols of the nations are silver and gold.'
47:289
δεύτερον, ὅτι ἄψυχος ὕλη καὶ κωφή·
其次,它們是無生命的、瘖啞的物質;
secondly, that they are lifeless matter and mute;
47:290
τρίτον, ὅτι αὐτὸ τὸ εἴδωλα εἶναι, οὐ μόνον παρ' ἑαυτῶν ἔχουσι τὸ μικρὸν, καὶ ἀσθενὲς, καὶ εὐτελὲς, ἀλλὰ καὶ παρὰ τῶν ἀνθρώπων
第三,它們身為偶像這一存在本身——它的渺小、軟弱與卑賤——不僅出於它們自己,也出於人。
thirdly, that their very being as idols—their smallness, weakness, and worthlessness—they possess not only of themselves, but also from men.
47:291
Διὸ καὶ ἐπήγαγεν, Ἔργα χειρῶν ἀνθρώπων, ὅπερ μεγίστη κατηγορία τῶν θεραπευόντων αὐτούς·
為此他又加上一句「是人手所造的」,這對敬拜它們的人乃是最嚴厲的控告;
For this reason he added, 'The works of men's hands,' which is the greatest accusation against those who worship them;
47:292
ὅτι καὶ αὐτοῦ τοῦ εἶναι αὐτὰ αὐτοὶ ὄντες αἴτιοι, ἐν αὐτοῖς τῆς σωτηρίας τὰς ἐλπίδας ἔχουσι
就是說,他們自己既是這些偶像存在的緣由,卻竟把自己得救的指望寄託在它們身上。
namely, that though they themselves are the cause of the very existence of these things, they place in them the hopes of their salvation.
47:293
Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν
「它們有口卻不能言。」
'They have a mouth, and shall not speak.'
47:294
Ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται
「它們有眼卻不能看。」
'They have eyes, and shall not see.'
47:295
Ὦτα ἔχουσι, καὶ οὐκ ἐνωτισθήσονται
「它們有耳卻不能聽。」
'They have ears, and shall not give ear.'
47:296
Οὐ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν
「因為它們口中並無氣息。」
'For there is no breath in their mouth.'
47:297
Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς
「願造它們的和一切倚靠它們的,都與它們一樣。」
'Let those who make them become like them, and all who put their trust in them.'
47:298
Στόμα, φησὶν, ἔχουσι, καὶ οὐ λαλήσουσιν
他說:「它們有口,卻不能言。」
'They have a mouth,' he says, 'and shall not speak.'
47:299
Εἶδες πῶς ἐπιτείνει τὴν κωμῳδίαν, καὶ διελέγχει τὴν ἀπάτην; Ἐπειδὴ γὰρ πολλάκις αὐτὰ δαίμονες κινοῦσιν, ἀπαμφιέννυσι τὴν ὑπόκρισιν καὶ τὸ δρᾶμα, δεικνὺς ὅτι οὐκ ἔστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν
你看見他如何加強嘲諷、揭露那欺騙嗎?因為既然邪靈時常驅動這些偶像,他便剝去那假裝與那把戲,顯明它們口中並無氣息。
Do you see how he heightens the mockery and exposes the deception? For since demons often set these idols in motion, he strips off the play-acting and the drama, showing that there is no breath in their mouth.
47:300
Καὶ τίνος ἕνεκεν ὁ πονηρὸς δαίμων οὐ χωρὶς ἐκείνων δρᾷ, οὐδὲ φθέγγεται; Ἐπειδὴ πορνείας, μοιχείας μυρίας κακίας αἱ στῆλαι τῶν εἰδώλων εἰσὶν οἱ τύποι τούτων
那麼,那惡靈為何不離開那些偶像便不行事、也不出聲呢?因為偶像的柱像正是這些事的樣式——是淫亂、姦淫以及無數邪惡的形象。
And why is it that the wicked demon does not act, nor utter a sound, apart from those idols? Because the pillars of the idols are the figures of these things—of fornication, of adultery, and of countless forms of wickedness.
47:301
παιδεύων τοὺς ἀπατωμένους διὰ τῆς ὄψεως τῶν ξοάνων μιμεῖσθαι τὰ πράγματα, ὧν σχήματά ἐστι τὰ εἴδωλα, προσεδρεύει καὶ παρακάθηται κινῶν τε αὐτὰ, καὶ ἀπατῶν
他藉著那雕像的外觀,訓練那些受騙的人去仿效那些偶像所代表的行為,便就近坐守、伴隨它們,一面驅動它們、一面施行欺騙。
Training those who are deceived, through the sight of the carved images, to imitate the deeds of which the idols are the representations, he sits close by and lodges beside them, both moving them and deceiving.
47:302
Εἶτα πάλιν ἕτερον κωμῳδίας εἶδος κινεῖ λέγων·
接著他又發動另一種嘲諷,說:
Then again he sets in motion another kind of ridicule, saying:
47:303
Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά
「願造它們的都與它們一樣。」
'Let those who make them become like them.'
47:304
Ἐννόησον ἡλίκοι θεοὶ, ὧν ἡ ὁμοίωσις ἐν τάξει κεῖται ἀρᾶς
你且思想,這是何等的神明,以致與它們相像竟被列為一種咒詛。
Consider what sort of gods these are, likeness to whom is ranked as a curse.
47:305
Ἀλλ' οὐ τὰ παρ' ἡμῖν τοιαῦτα
然而我們這裡的情形卻不是這樣。
But such is not the case with the things among us.
47:306
Ἔσχατος γὰρ ἀρετῆς ὅρος, καὶ πρὸς αὐτὴν τὴν κορυφὴν ἀναβῆναι τῶν ἀγαθῶν ποιοῦν, τὸ πρὸς τὸν Θεὸν ὁμοιωθῆναι, κατὰ τὸ ἐγχωροῦν ἡμῖν
因為德行的最高界限,那使我們得以登上諸善之巔的,正是照著我們所能及的程度效法神、與神相像。
For the utmost bound of virtue, the very thing that makes us ascend to the highest summit of good things, is to be made like unto God, so far as it is possible for us.
47:307
Παρὰ δὲ ἐκείνοις ἡ λατρεία, φησὶ, καὶ οἱ θεοὶ τοιοῦτοι, ὡς τὴν πρὸς αὐτοὺς ὁμοίωσιν ἐν τάξει εἶναι ἀρᾶς τῆς ἐσχάτης
但他說,在那些人那裡,敬拜與神明都是這樣的,以致與它們相像竟被列為最極致的咒詛。
But with those others, he says, both the worship and the gods are such that likeness to them is ranked as the uttermost curse.
47:308
Ὥστε καὶ δι' ὧν ἄψυχός εἰσιν ὕλη, καὶ δι' ὧν παρὰ τῶν θεραπευόντων γίνονται, καὶ δι' ὧν εἴδωλα ἀσχημοσύνης εἰσὶ, καὶ δι' ὧν ἀναίσθητα κεῖται, καὶ δι' ὧν ἐν τάξει ἀρᾶς προσέθηκε τὴν πρὸς αὐτοὺς ὁμοίωσιν·
如此一來,無論就它們是無生命的物質而言,或就它們是出於那些敬拜它們之人而言,或就它們是可恥之偶像而言,或就它們毫無知覺地擺在那裡而言,或就他把與它們相像列於咒詛之中而言——
So that both in that they are lifeless matter, and in that they come to be from those who worship them, and in that they are idols of shamefulness, and in that they lie there without sensation, and in that he ranked likeness to them among curses—
47:309
διὰ πάντων γὰρ δείκνυται τῆς πλάνης ἡ ὑπερβολή
因為藉著這一切,那迷惑的極端便顯明出來了。
For through all these things the excess of their error is made manifest.
47:310
Εἰπὼν τοίνυν αὐτῶν τὴν ἀσθένειαν, τὴν ἀπάτην, τὴν τῶν δαιμόνων πονηρίαν, τὴν τῶν ποιούντων αὐτὰ ἄνοιαν, καὶ ταχέως αὐτῶν ἀπαλλαγεὶς, ἐπὶ τὴν δοξολογίαν κατακλείει τὸν λόγον, οὐκέτι διηγούμενος τὰ περὶ τοῦ Θεοῦ, ἀλλ' ὡς ἀποδείξας σαφῶς, ἐπὶ ὡμολογημένοις πᾶσι τὴν εὐφημίαν ἀπαιτῶν παρὰ τῶν τῆς εὐεργεσίας ἀπολαυόντων αὐτοῦ·
於是他述說了他們的軟弱、他們的欺騙、群鬼的邪惡,以及那些製造偶像之人的愚昧,並迅速將這些除去之後,便以頌讚作為言語的收束;他不再論說有關神的事,而是彷彿已將真理清楚證明了,就在眾人都已承認的事上,向那些享受神恩惠的人索取讚美。
Having therefore set forth their weakness, their deceit, the wickedness of the demons, and the folly of those who fashion them, and having quickly done away with them, he brings his discourse to a close with a doxology, no longer discoursing upon the things concerning God, but as one who has clearly demonstrated his case, demanding, upon points now all agreed, the tribute of praise from those who enjoy his beneficence.
47:311
διὸ καὶ καλεῖ πάντας εἰς δοξολογίαν, οὕτω λέγων·
因此他也召喚眾人來頌讚,這樣說:
Wherefore also he calls all to give glory, speaking thus:
47:312
Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον
以色列家啊,你們要稱頌耶和華。
O house of Israel, bless the Lord.
47:313
Οἶκος Ἀαρὼν, εὐλογήσατε τὸν Κύ. ριον
亞倫家啊,你們要稱頌耶和華。
O house of Aaron, bless the Lord.
47:314
Οἶκος Λευὶ, εὐλογήσατε τὸν Κύριον
利未家啊,你們要稱頌耶和華。
O house of Levi, bless the Lord.
47:315
Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον
你們敬畏耶和華的人,要稱頌耶和華。
You that fear the Lord, bless the Lord.
47:316
Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶν Ἱερουσαλήμ
住在耶路撒冷的耶和華,該從錫安受稱頌。
Blessed be the Lord out of Zion, who dwells in Jerusalem.
47:317
Τί δήποτε οὐ πάντας ὁμοῦ καλεῖ, ἀλλ' εἰς τάγματα διαιρῶν; Ἵνα μάθῃς, ὅτι πολλὴ ἡ διαφορὰ τῆς εὐλογίας
那麼,他為何不把眾人一同召來,卻將他們分成不同的班次呢?為要叫你明白,這稱頌之間有極大的分別。
Why, then, does he not call them all together, but divide them into orders? That you may learn how great is the difference in the blessing.
47:318
Ἄλλως γὰρ ὁ ἱερεὺς, ἄλλως ὁ Λευίτης, ἄλλως ὁ λαϊκὸς, ἄλλως ὁ πολὺς λαὸς εὐλογεῖ
因為祭司這樣稱頌,利未人那樣稱頌,平信徒又是一樣,眾多的百姓又是另一樣。
For in one way the priest blesses, in another the Levite, in another the layman, and in yet another the great body of the people.
47:319
Τὸ δὲ εἰπεῖν, Εὐλογήσατε, δεικνύντος ἐστὶ τὴν μακαρίαν καὶ ἀκήρατον φύσιν ἐκείνην
而說出「你們要稱頌」這句話,正是指向那有福而純潔無瑕的本性。
But the very saying, 'Bless,' belongs to one who is pointing to that blessed and undefiled Nature.
47:320
Εὐλογήσατε γὰρ, φησὶν, ὅτι τῶν ἐναντίων ἀπηλλάγητε, ὅτι τοιοῦτον κατηξιώθητε προσκυνεῖν Θεὸν, ὅτι τὴν ἀλήθειαν ἐπέγνωτε
他說,你們要稱頌,因為你們已從那些敵對者中得了拯救,因為你們蒙恩得以敬拜這樣一位神,因為你們認識了真理。
For bless him, he says, because you have been delivered from your adversaries, because you have been counted worthy to worship such a God, because you have come to know the truth.
47:321
Ἔστι μὲν γὰρ καὶ αὐτὸς εὐλογητὸς, ἐν τῇ φύσει ἔχων τὴν εὐλογίαν, οὐ δεόμενος τῆς παρ' ἑτέρων εὐφημίας·
因為他自己本是當受稱頌的,稱頌本在他的本性之中,並不需要別人的讚美;
For he himself is indeed blessed, having the blessing in his very nature, and having no need of praise from others;
47:322
πλὴν καὶ ὑμεῖς εὐλογεῖτε, οὐχ ὡς ἐκείνῳ τι προστιθέντες, ἀλλ' ὡς αὐτοί τι μέγα καρπούμενοι
然而你們也當稱頌他,不是好像你們能為他增添甚麼,而是你們自己因此得著莫大的益處。
yet do you also bless him, not as adding anything to him, but as yourselves reaping some great benefit thereby.
47:323
Εἰ γὰρ καὶ φύσει ἐστὶν εὐλογητὸς, ὥσπερ οὖν καὶ ἔστιν, ἀλλὰ βούλεται καὶ παρ' ἡμῶν εὐλογεῖσθαι
因為即使他按本性就是當受稱頌的(他確實如此),他仍願意也從我們得著稱頌。
For even though he is blessed by nature, as indeed he is, yet he wills also to be blessed by us.
47:324
Καὶ πάλιν δὲ τῆς Σιὼν μέμνηται, καὶ τῆς Ἱερουσαλήμ
他又再一次題到錫安和耶路撒冷。
And again he makes mention of Zion and of Jerusalem.
47:325
Ἐπειδὴ γὰρ ἐκεῖ τὰ τῆς πολιτείας αὐτοῖς συγκεκρότητο, καὶ τὰ τῆς λατρείας ὑπόθεσιν εἶχε ταύτην, καὶ ἐκεῖθεν ἐπαιδεύοντο, καὶ ἐῤῥυθμίζοντο, βούλεται ποιῆσαι τοὺς τόπους σεμνοὺς τῇ ἐπωνυμίᾳ τοῦ Θεοῦ, ἵνα αἰδέσιμοι ὄντες, μᾶλλον αὐτοῖς ὦσι περισπούδαστοι, περισπούδαστοι δὲ ὄντες, μᾶλλον αὐτοὺς ἐφέλκωνται, ἐφελκόμενοι δὲ, προσηλῶσι τῇ λατρείᾳ, προσηλοῦντες δὲ, εἰς μείζονα ἄγωσιν ἀρετὴν, δι' ἢν πάντα ἐγένετο Ἀλλὰ τότε μὲν Ἱερουσαλὴμ καὶ Σιὼν, σήμερον δὲ ὁ οὐρανὸς καὶ τὰ ἐν τοῖς οὐρανοῖς
因為既然在那裡確立了他們政體的規範,他們的敬拜也以此為根基,並且他們是從那裡受教導、被塑造成有秩序的,他就願意藉神的名使那些地方成為可尊崇的,好叫這些地方因受人敬畏,更加被他們所看重;既被看重,就更能吸引他們;既被吸引,就使他們專注於敬拜;既專注於敬拜,就把他們引向更大的美德——一切之所以成就,正是為此。不過那時是耶路撒冷和錫安,如今卻是諸天以及諸天上的事物。
For since it was there that the ordering of their commonwealth had been established, and their worship had this as its seat, and from thence they were instructed and brought into good order, he wills to make those places venerable by the name of God, so that, being reverenced, they might be the more diligently esteemed by them; and being diligently esteemed, might the more draw them; and drawing them, might rivet them to worship; and riveting them, might lead them on to greater virtue, for the sake of which all these things came to be. But then it was Jerusalem and Zion; today it is heaven and the things in the heavens.
47:326
Τούτῳ δὴ καὶ ἡμεῖς ὦμεν, παρακαλῶ, προσηλωμένοι, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
所以我懇求你們,讓我們也專注在這事上,好叫我們也得著那將來的美福,這都是靠著我們主耶穌基督的恩典與慈愛;願榮耀歸與他,直到世世代代。
To this, then, let us also be riveted, I entreat you, that we may likewise attain to the good things to come, by the grace and loving-kindness of our Lord Jesus Christ, to whom be glory unto the ages of ages.
← 上一段
← 第 46 章第 48 章 →
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。