📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 要理講授(全本)

要理講授(全本) 第 11 章 第 11/12 段

希臘文原文.185 節.部分字詞可點開查義.本章太長已分段,此段為 11:2690–11:2874(全章共 2955 節)

← 第 10 章
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
11:2690
Αὐτὸς δὲ ὁ τῶν ὅλων θεός, ὁ λαλήσας ἐν πνεύματι ἁγίῳ διὰ τῶν προφητῶν, ὁ ἐξαποστείλας αὐτὸ ἐπὶ τοὺς ἀποστόλους ἐν ἡμέρᾳ πεντηκοστῆς ἐνταῦθα, τοῦτο καὶ νῦν αὐτὸς ἐφ' ὑμᾶς ἐξαποστείλειε, καὶ διὰ τοῦτο καὶ ἡμᾶς τηρήσειε, κοινὴν ἅπασιν ἡμῖν παρασχὼν τὴν εὐεργεσίαν, ἵνα πάντοτε τοὺς καρποὺς τοῦ ἁγίου πνεύματος ἀποδιδῶμεν, ἀγάπην, χαράν, εἰρήνην, μακροθυμίαν, χρηστότητα, ἀγαθωσύνην, πίστιν, πραΰτητα, ἐγκράτειαν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ σὺν ἁγίῳ πνεύματι δόξα τῷ πατρὶ καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願那萬有的神自己——他曾藉著聖靈、藉先知說話,又在五旬節那日把聖靈澆灌在這裡的使徒身上——如今也把這同一位靈澆灌在你們身上,並藉此也保守我們,把這恩益公賜給我們眾人,叫我們常常結出聖靈的果子:仁愛、喜樂、和平、恆忍、恩慈、良善、信實、溫柔、節制,都在我們的主基督耶穌裡;願榮耀藉著他、與他、並同著聖靈,歸與父,從今直到永永遠遠。
And may God himself, the God of all, who spoke by the Holy Spirit through the prophets, who sent it forth upon the apostles on the day of Pentecost here, send this same Spirit now upon you, and thereby keep us also—granting to all of us in common the benefit, that we may always render the fruits of the Holy Spirit: love, joy, peace, longsuffering, kindness, goodness, faith, meekness, self-control, in Christ Jesus our Lord; through whom and with whom, together with the Holy Spirit, be glory to the Father, both now and ever and unto the ages of the ages.
11:2691
τ Κατήχησις ὀκτωκαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα εἰς τὸ καὶ εἰς μίαν ἁγίαν καθολικὴν ἐκκλησίαν, καὶ εἰς σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν αἰώνιον
求光照者第十八篇要理講授,在耶路撒冷即席所講,論「並信入一個聖而公的教會、信入肉身的復活、信入永遠的生命」這些話。
The Eighteenth Catechesis of the Illuminandi, delivered extempore in Jerusalem, on the words “And in one holy catholic Church, and in the resurrection of the flesh, and in life everlasting.”
11:2692
καὶ ἀνάγνωσις ἐκ τοῦ Ἰεζεκιήλ·
並讀以西結書一段:
And a reading from Ezekiel:
11:2693
καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι κυρίου καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρώπων, καὶ τὰ ἑξῆς
「耶和華的靈臨到我身上,耶和華藉他的靈帶我出去,將我放在平原中;這平原遍滿人的骸骨」,以及下文。
“The hand of the Lord came upon me, and brought me out in the Spirit of the Lord, and set me in the midst of the plain; and it was full of human bones,” and so forth.
11:2694
Ῥίζα πάσης τῆς ἀγαθοεργίας ἡ τῆς ἀναστάσεως ἐλπίς
一切善行的根,乃是復活的盼望。
The root of all good works is the hope of the resurrection.
11:2695
ἡ γὰρ προσδοκία τῆς μισθαποδοσίας νευροῖ τὴν ψυχὴν εἰς ἐργασίαν ἀγαθήν
因為對賞賜的指望,能使人的魂奮然向善工。
For the expectation of the reward nerves the soul to good work.
11:2696
ἕτοιμος μὲν γὰρ ἅπας ἐργάτης εἰς τὸ ὑπομεῖναι τοὺς καμάτους, ἐὰν προβλέπῃ τῶν καμάτων τὸν μισθόν·
因為每一個作工的人,若預先看見他勞苦的工價,便甘心忍受勞苦;
For every labourer is ready to endure toils, if he foresees the wage of his toils;
11:2697
τοῖς δὲ ἀμισθὶ κάμνουσι προκαταπίπτει καὶ ἡ ψυχὴ μετὰ τοῦ σώματος
但對那些勞苦卻得不著賞賜的人,他的魂便連同身體一齊頹喪下去。
but for those who toil without reward, the soul too sinks down along with the body.
11:2698
στρατιώτης ἔπαθλα προσδοκῶν εἰς πολέμους ἕτοιμος·
指望獎賞的兵丁,便預備好去打仗;
A soldier expecting prizes is ready for wars;
11:2699
οὐδεὶς δὲ ἀκρίτῳ βασιλεῖ στρατευόμενος τῷ μὴ παρέχοντι βραβεῖα τῶν καμάτων ἕτοιμος εἰς τὸ ὑπεραποθανεῖν
但沒有人肯為一位糊塗、不為勞苦頒賞的王效力而捨命。
but no one serving under a thoughtless king who gives no rewards for toils is ready to die for him.
11:2700
οὕτω καὶ πᾶσα ψυχὴ πιστεύουσα μὲν εἰς ἀνάστασιν φείδεται ἑαυτῆς εἰκότως, ἀπιστοῦσα δὲ τῇ ἀναστάσει γίνεται ἔκδοτος εἰς ἀπώλειαν
照樣,凡信復活的魂,理所當然地愛惜自己;那不信復活的,卻把自己交付給滅亡。
So too every soul that believes in the resurrection naturally spares itself, but that which disbelieves the resurrection gives itself over to destruction.
11:2701
ὁ πιστεύων ὅτι μένει τὸ σῶμα εἰς ἀνάστασιν φείδεται τῆς στολῆς καὶ οὐ μολύνει τοῦτο πορνείαις, ὁ δὲ ἀπιστῶν τῇ ἀναστάσει δίδωσιν ἑαυτὸν εἰς πορνείας, ὡς ἀλλοτρίῳ παρακεχρημένος τῷ ἰδίῳ σώματι
那相信身體要存留以待復活的,便愛惜這衣裳,不用淫亂玷污它;那不信復活的,卻把自己交付淫亂,彷彿濫用自己的身體,當作別人的一般。
He who believes that the body abides for the resurrection spares the garment and does not defile it with fornications; but he who disbelieves the resurrection gives himself over to fornications, as one abusing his own body as if it were another’s.
11:2702
Μέγα τοίνυν τῆς ἁγίας καθολικῆς ἐκκλησίας παράγγελμα καὶ δίδαγμα πίστις περὶ νεκρῶν ἀναστάσεως
所以,死人復活的信仰,乃是聖而公之教會一條重大的訓誡和教訓。
A great precept, then, and teaching of the holy Catholic Church is the faith concerning the resurrection of the dead.
11:2703
μέγα καὶ ἀναγ καιότατον, ὑπὸ πολλῶν μὲν ἀντιλεγόμενον, ὑπὸ δὲ τῆς ἀληθείας πιστοποιούμενον
這事重大且最為要緊,雖被許多人反對,卻被真理所證實。
Great and most necessary, though contradicted by many, yet confirmed by the truth.
11:2704
ἀντιλέγουσιν Ἕλληνες, ἀπιστοῦσι Σαμαρεῖται, διασύρουσιν αἱρετικοί
希臘人反對它,撒瑪利亞人不信它,異端者譏笑它。
Greeks contradict it, Samaritans disbelieve it, heretics deride it.
11:2705
πολυειδὴς ἡ ἀντίῤῥησις, ἀλλὰ μονοειδὴς ἡ ἀλήθεια
反對是花樣繁多的,真理卻只有一個樣式。
The contradiction is multiform, but the truth is one in form.
11:2706
Καὶ λέγουσι πρὸς ἡμᾶς ταῦτα Ἕλληνες ὁμοῦ καὶ Σαμαρεῖται
希臘人和撒瑪利亞人一同向我們說這些話:
And the Greeks together with the Samaritans say these things to us:
11:2707
πέπτωκεν ὁ ἄνθρωπος ὁ τελευτήσας καὶ σέσηπε καὶ εἰς σκώληκας ὅλος ἀνελύθη, καὶ οἱ σκώληκες τεθνήκασιν
「那已死的人倒下了、腐爛了、整個化為蟲子;連蟲子也死了。」
“The man who has died has fallen and rotted and been wholly dissolved into worms; and the worms have died.
11:2708
σηπεδὼν τοιαύτη καὶ ἀπώλεια διεδέξατο τὸ σῶμα·
如此的朽壞和滅亡接管了身體;
Such corruption and destruction has taken over the body;
11:2709
πῶς οὖν ἐγείρεται; τοὺς ναυαγήσαντας ἰχθύες καταβεβρώκασι, καὶ αὐτοὶ κατεβρώθησαν
那麼它怎能復活呢?魚吞吃了那些遭船難的人,那些魚自己也被吞吃了。」
how then is it raised? Fishes have devoured those who were shipwrecked, and the fishes themselves were devoured.
11:2710
τῶν θηριομαχησάντων ἄρκτοι καὶ λέοντες καὶ αὐτὰ τὰ ὀστέα λεπτύναντες ἀνήλωσαν
熊和獅子把那與野獸搏鬥之人連骨頭都磨碎吞滅了。
Bears and lions have ground up and consumed the very bones of those who fought with beasts.
11:2711
γῦπες καὶ κόρακες τῶν χαμαὶ ῥιφέντων νεκρῶν τὰς σάρκας φαγόντες εἰς πάντα τὸν κόσμον ἀπέπτησαν
鷹和烏鴉吃了那拋在地上之死人的肉,飛散到普天下去。
Vultures and crows have eaten the flesh of the dead cast upon the ground and flown off into all the world.
11:2712
πόθεν συνάγεται τὸ σῶμα; ἐγχωρεῖ γὰρ τῶν ὀρνίθων τῶν φαγόντων τὸν μὲν ἐν Ἰνδικῇ τελευτῆσαι, τὸν δὲ ἐν Περσίδι, τὸν δὲ
身體從何處被聚攏起來呢?因為那些吃了屍體的鳥,很可能一隻死在印度,一隻死在波斯,一隻死在……
Whence is the body gathered together? For it is possible that of the birds which ate it, one died in India, another in Persia, and another…
11:2713
πυρὶ καταφλεγέντων ἑτέρων καὶ αὐτὴν τὴν σποδιὰν διεσκόρπισεν ὄμβρος ἢ ἄνεμος
還有別人被火焚燒,連那灰燼也被大雨或風吹散了。
Of others burned by fire, a downpour or wind has scattered the very ashes.
11:2714
πόθεν συνάγεται τὸ σῶμα;. Σοὶ τῷ ἀνθρώπῳ μικροτάτῳ ὄντι καὶ ἀσθενεῖ μακρὰν τῆς Γοτθίας ἡ Ἰνδική, καὶ Σπανία Περσίδος
身體從何處被聚攏呢?對你這微小軟弱的人來說,印度離哥提亞遙遠,西班牙離波斯也遙遠;
Whence is the body gathered? To you, a man very small and weak, India is far from Gothia, and Spain from Persia;
11:2715
θεῷ δὲ τῷ κατέχοντι πᾶσαν τὴν γῆν ἐν δρακὶ πάντα ἐγγύς
但對那把全地握在手中的神來說,萬物都是近的。
but to God, who holds the whole earth in his hand, all things are near.
11:2716
μὴ τοίνυν πρὸς τὴν σὴν ἀσθένειαν ἀδυναμίαν κατηγόρει θεοῦ, ἀλλὰ τῇ ἐκείνου δυνάμει πρόσεχε μᾶλλον
所以你不要因自己的軟弱,就指控神無能,倒要更多留意他的大能。
Do not therefore accuse God of inability because of your own weakness, but rather attend to his power.
11:2717
εἶτα ἥλιος μέν, ἔργον ὢν τοῦ θεοῦ μικρόν, μιᾷ προσβολῇ τῶν ἀκτίνων πάντα θερμαίνει τὸν κόσμον, καὶ ἀὴρ ὃν ὁ θεὸς ἐποίησε περιέχει πάντα τὰ ἐν κόσμῳ, θεὸς δὲ ὁ καὶ ἡλίου καὶ ἀέρος δημιουργὸς ἄρα μακρὰν ἀπέχει τοῦ κόσμου; Ὑπόθου μοι διάφορα σπέρματα γεννημάτων μεμίχθαι ( ἀσθενοῦντι γάρ σοι περὶ τὴν πίστιν ἀσθενῆ λέγω καὶ τὰ ὑποδείγματα) καὶ ταῦτα τὰ διάφορα τῶν γεννημάτων περιέχεσθαι ἐν μιᾷ δρακὶ τῇ σῇ
再者,太陽既是神微小的造物,尚且一發出光線就溫暖全世界;神所造的空氣也環抱世上萬物;那麼,太陽和空氣的創造者神,豈會遠離這世界嗎?且讓我假設有各樣不同的穀種混在一處(因為對你這在信心上軟弱的人,我也舉軟弱的例子),這些不同的種子都握在你一隻手中。
Then, the sun, being a small work of God, warms the whole world with one casting of its rays; and the air which God made surrounds all things in the world; and shall God, the maker both of the sun and of the air, be far from the world? Suppose for me that different seeds of produce have been mixed (for to you who are weak about the faith, I give weak examples too), and that these different seeds are held in your one hand.
11:2718
μέγα σοί ἐστιν ἄρα τῷ ἀνθρώπῳ, ἢ εὔκολον, τὴν σὴν δράκα διακρῖναι καὶ ἕκαστον τῶν γεννημάτων κατὰ τὴν ἑαυτοῦ φύσιν συναγαγεῖν καὶ ἀποκαταστῆσαι εἰς γένος; εἶτα σὺ μὲν τὰ ἐν τῇ σεαυτοῦ χειρὶ διακρῖναι δύνασαι, θεὸς δὲ ἄρα τὰ ἐν τῇ ἑαυτοῦ δρακὶ περιεχόμενα διακρῖναι καὶ ἀποκαταστῆσαι οὐ δύναται; νόησον τὸ λεγόμενον, εἰ μή ἐστιν ἀσεβὴς ἡ ἄρνησις
那麼,對你這人來說,把你一把握住的種子分開、按各類聚攏每樣種子、使其各歸本類,這是難事還是易事呢?既然你能分開自己手中之物,難道神就不能分開並使他自己手中所握之物各歸原位嗎?你要思想這話,看那否認豈不是不敬虔的。
Is it then a great thing for you, the man, or an easy one, to separate your handful and to gather each of the seeds according to its own kind and to restore it to its species? Then if you can separate the things in your own hand, can God then not separate and restore the things held in his own hand? Consider what is said, whether the denial be not impious.
11:2719
Πρόσσχες δέ μοι καὶ αὐτῷ τῷ τῆς δικαιοσύνης λόγῳ καὶ ἐλθὲ εἰς σεαυτόν
你也要留心聽我所講公義的這番道理,並要回到自己心裡省察。
Attend to me also in the very argument of righteousness, and come to yourself.
11:2720
ἀλλ' οἱ μὲν καλοὶ τυγχάνουσιν, οἱ δὲ φαῦλοι·
有些人是良善的,有些人是惡劣的;
Some men turn out to be good, others bad;
11:2721
τιμᾷς ἄρα τοὺς καλούς, καὶ τύπτεις τοὺς φαύλους
所以你尊敬良善的,責打惡劣的。
you therefore honour the good, and beat the bad.
11:2722
καὶ εἰ δικαστὴς τυγχάνεις, ἐπαινεῖς τοὺς ἀγαθούς, καὶ τιμωρεῖς τοὺς παρανόμους
你若恰是審判官,便稱讚良善的,刑罰不法的。
And if you happen to be a judge, you praise the good and punish the lawless.
11:2723
εἶτα παρὰ σοὶ μὲν θνητῷ ἀνθρώπῳ ὄντι τὸ δίκαιον σώζεται, παρὰ δὲ θεῷ τῷ πάντων ἀδιαδόχῳ βασιλεῖ τὸ τῆς δικαιοσύνης ἀνταποδοτικὸν ἄρα οὐκ ἔστιν; ἀλλὰ ἀσεβὴς ἡ ἄρνησις
那麼,公義在你這必死的人身上尚且得以保全;難道在那萬有之王、無人承繼其位的神那裡,就沒有公義的報應嗎?這否認乃是不敬虔的。
Then with you, a mortal man, justice is preserved; and with God, the king of all who has no successor, is there then no requital of righteousness? But the denial is impious.
11:2724
σκόπησον γὰρ τὸ λεγόμενον
你要思想這話。
For consider what is said.
11:2725
πολλοὶ φονεῖς ἐπὶ κοίτης ἀτιμώρητοι τετελευτήκασιν
許多兇手未受刑罰,便死在床上。
Many murderers have died unpunished upon their beds.
11:2726
ποῦ οὖν τοῦ θεοῦ ἡ δικαιοσύνη; πολλάκις δὲ καὶ φονεὺς πεντήκοντα φόνοις ὑποκείμενος τὴν κεφαλὴν ἅπαξ ἀπετμήθη
那麼,神的公義在哪裡呢?又常有犯了五十條人命的兇手,頭卻只被砍一次;
Where then is the justice of God? And often too a murderer guilty of fifty murders has had his head cut off but once;
11:2727
ποῦ οὖν τῶν τεσσαρακονταεννέα δώσει τὴν τιμωρίαν; ἐὰν μὴᾖ κρίσις καὶ ἀνταπόδοσις μετὰ τὸν κόσμον τοῦτον, ἀδικίαν θεοῦ κατηγορεῖς
那麼,他在哪裡為其餘的四十九條命償還呢?這世界以後若沒有審判和報應,你就是控告神不公義了。
where then shall he give satisfaction for the forty-nine? If there is no judgment and requital after this world, you accuse God of injustice.
11:2728
Ἀλλὰ μὴ θαυμάσῃς διὰ τὴν ὑπέρθεσιν τῆς κρίσεως
但你不要因審判的延遲而希奇。
But do not marvel at the postponement of the judgment.
11:2729
πᾶς ἀγωνιζόμενος μετὰ τὸ παρελθεῖν τὸν ἀγῶνα στεφανοῦται ἢ καταισχύνεται
每一個競賽者,在比賽過後,不是得冠冕,就是蒙羞;
Every contestant, after the contest is past, is either crowned or put to shame;
11:2730
καὶ οὐδέποτε ἀγωνοθέτης τοὺς ἔτι ἀγωνιζομένους στεφανοῖ, ἀλλ' ἐκδέχεται πάντων τῶν ἀγωνιστῶν τὸ τέλος, ἵνα ὕστερον διακρίνας ἐπάγῃ τὰ βραβεῖα καὶ τὴν στεφανηφορίαν
裁判從不給那些仍在競賽的人加冠冕,乃是等候眾競賽者都到了終點,好在事後審斷,頒下獎賞和冠冕。
and never does the umpire crown those who are still contesting, but he awaits the end of all the contestants, that, having afterward judged, he may bring on the prizes and the wearing of crowns.
11:2731
οὕτω καὶ ὁ θεὸς ἔτι τοῦ ἀγῶνος ἐν τῷ κόσμῳ τούτῳ συνεστῶτος τέως μὲν βοηθεῖ τοῖς δικαίοις μερικῶς, ὕστερον δὲ ἀποδίδωσι τοὺς μισθοὺς αὐτοτελῶς
照樣,當這競賽仍在這世界中進行時,神暫且部分地幫助義人,到後來卻完滿地賞報。
So too God, while the contest still stands in this world, for the present helps the righteous in part, but afterward renders the rewards in full.
11:2732
Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστι κατὰ σέ, διὰ τί τοὺς τυμβωρύχους καταδικάζεις; εἰ γὰρ ἀπόλωλε τὸ σῶμα καὶ ἀνέλπιστος ἡ ἀνάστασις, διὰ τί τιμωρίαν ὑπομένει ὁ τυμβώρυχος; βλέπεις, ὅτι, κἂν ἀρνῇ τοῖς χείλεσι, μένει παρὰ σοὶ τῆς ἀναστάσεως ἡ συνείδησις ἀῤῥαγής
但你若說沒有死人復活,為甚麼定盜墓者的罪呢?因為身體若已滅亡、復活既無指望,盜墓者為何要受刑罰呢?你看,你縱然口裡否認,那復活的良知卻在你裡面堅不可破地存留著。
But if according to you there is no resurrection of the dead, why do you condemn the grave-robbers? For if the body has perished and the resurrection is hopeless, why does the grave-robber undergo punishment? You see that, even if you deny it with your lips, the conscience of the resurrection remains in you unbroken.
11:2733
Εἶτα δένδρον μὲν ἐκκοπὲν ἐπανθεῖ, ἄνθρωπος δὲ ἐκκοπεὶς οὐκ ἀνθεῖ; καὶ τὰ σπαρέντα καὶ θερισθέντα μένει εἰς ἅλωνας, ἄνθρωπος δὲ θερισθεὶς ἀπὸ τοῦ κόσμου τούτου οὐ μένει εἰς ἅλωνα; καὶ ἀμπελῶνος κλήματα καὶ δένδρων ἄλλων ἀποτμηθέντα παντελῶς καὶ μεταφυτευθέντα ζωοποιεῖται καὶ καρποφορεῖ, ἄνθρωπος δέ, δι' ὃν κἀκεῖνα ἔστι, πεσὼν εἰς γῆν ἄρα οὐκ ἀναστήσεται; ὡς ἐν συγκρίσει δὲ τῶν καμάτων, ποῖον μεῖζον, ἀνδριάντα τὸν μὴ ὄντα πλάσαι ἐξ ἀρχῆς, ἢ τὸν πεσόντα ἀναχωνεῦσαι πάλιν εἰς τὸ αὐτὸ σχῆμα; ὁ ἐκ τοῦ μὴ ὄντος ποιήσας ἡμᾶς θεὸς ἄρα τοὺς ὄντας καὶ πεσόντας ἐγεῖραι πάλιν ἀδυνατεῖ; Ἀλλ' ἀπιστεῖς τοῖς γεγραμμένοις περὶ τῆς ἀναστάσεως Ἕλλην τυγχάνων
再者,被砍倒的樹尚能重新發芽,被砍倒的人卻不能再榮茂嗎?所撒所收的穀物存留以待禾場,從這世界被收割的人卻不存留以待禾場嗎?葡萄園的枝子和別樹的枝子,整個砍下移栽,尚能得活並結果子,那為他緣故而有萬物的人,倒在地上,豈不要復活嗎?再以勞作相比:哪一樣更難——是從無到有塑造一座原不存在的雕像,還是把倒下的重新熔鑄成原樣?那從無造出我們的神,難道不能把已存在卻倒下的重新興起嗎?然而你既是希臘人,便不信經上所記關乎復活的話。
Then, a tree that is cut down blossoms again, but a man cut down does not flourish? And the things sown and reaped abide for the threshing-floor; but a man reaped from this world does not abide for a threshing-floor? And the branches of the vineyard and of other trees, when cut off entirely and transplanted, are brought to life and bear fruit; but man, for whose sake those also exist, having fallen to the earth, shall he not rise? And as a comparison of labours: which is greater, to fashion from the beginning a statue that did not exist, or to recast one that has fallen into the same form? God, who made us out of nothing, is he then unable to raise again those who exist and have fallen? But you disbelieve what is written about the resurrection, being a Greek.
11:2734
ἐκ τῆς φύσεως τῶν ὄντων βλέπε τὰ πράγματα, καὶ ἐκ τῶν μέχρι σήμερον φαινομένων ἐννόησον
那麼,你就從萬物的本性來看事情,從直到今日所顯現的來思想。
Then look at things from the nature of existing things, and from what appears even to this day take thought.
11:2735
σπείρεται σῖτος, εἰ τύχοι, ἢ ἄλλο τι τῶν σπερμάτων γένος
麥子被撒下,或是別樣的種子;
Wheat is sown, it may be, or some other kind of seed;
11:2736
πεσὼν δὲ ὥσπερ τελευτᾷ καὶ σήπεται, καί ἐστιν ἄχρηστος εἰς βρῶσιν λοιπόν
它落下,便彷彿死了、爛了,從此不能作食物;
and falling, it as it were dies and rots, and is henceforth useless for food;
11:2737
ἀλλ' ὁ σαπεὶς ἐγείρεται χλοερός, καὶ μικρὸς πε σὼν ἐγείρεται κάλλιστος
但那腐爛的卻青翠地長起來,那落下的微小之物也極美地長起來。
but the rotted thing is raised up green, and the small thing that fell is raised most beautiful.
11:2738
ὁ δὲ σῖτος δι' ἡμᾶς γεγένηται
麥子原是為我們的緣故而有的。
And the wheat came to be for our sake.
11:2739
διὰ γὰρ τὴν ἡμετέραν χρῆσιν γέγονεν ὁ σῖτος καὶ τὰ σπέρματα, οὐ δι' ἑαυτά
因為麥子和種子之所以存在,是為我們的用處,不是為它們自己。
For it was for our use that the wheat and the seeds came into being, not for their own sake.
11:2740
εἶτα τὰ μὲν δι' ἡμᾶς γενόμενα νεκρωθέντα ζωοποιεῖται, ἡμεῖς δὲ ἄρα, δι' οὓς γέγονε κἀκεῖνα, νεκρωθέντες οὐκ
那麼,那些為我們緣故而有的,死了尚且得以復生,難道我們這些萬物為其緣故而有的,死了倒不復活嗎?
Then if the things that came to be for our sake, when put to death, are brought to life, shall we then—for whose sake those also came to be—when put to death, not be raised?
11:2741
ἐγειρόμεθα;. Χειμέριος ὁ καιρός, ὡς ὁρᾷς
如你所見,如今是冬季。
It is wintertime, as you see.
11:2742
ἕστηκε τὰ δένδρα νῦν ὡς νεκρά
樹木如今站立著,好像死了一般。
The trees now stand as though dead.
11:2743
ποῦ γὰρ τὰ φύλλα τῆς συκῆς; ποῦ οἱ βότρυες τῆς ἀμπέλου; ἀλλ' ἐν χειμῶνι ταῦτα νεκρά, καὶ ἐν ἔαρι χλοερά, καὶ ὅταν ὁ καιρὸς παραγένηται, τότε ὥσπερ ἀπὸ νεκρώσεως ἀποδίδοται ἡ ζωοποίησις
無花果樹的葉子在哪裡呢?葡萄樹的果子在哪裡呢?但在冬天這些都死了,在春天卻青翠了;及至時候一到,就彷彿從死而生,重新得著生機。
For where are the leaves of the fig tree? Where are the clusters of the vine? But in winter these are dead, and in spring green; and when the season comes, then, as from death, the bringing back to life is rendered.
11:2744
εἰδὼς γὰρ ὁ θεὸς τὴν σὴν ἀπιστίαν ἐν τοῖς φαινομένοις τούτοις ἀνάστασιν εἰργάσατο κατ' ἐνιαυτόν, ἵνα βλέπων τὰ ἐν τοῖς ἀψύχοις καὶ περὶ τῶν ἐμψύχων λογικῶν πιστεύσῃς
因為神知道你的不信,便年復一年地在這些可見之物上行了復活,叫你看見那發生在無生命之物上的事,也能信入有生命、有理性者的復活。
For God, knowing your unbelief, has wrought a resurrection year by year in these visible things, that, beholding what happens in things lifeless, you may believe also concerning living and rational beings.
11:2745
εἶτα μυῖαι μὲν καὶ μέλισσαι εἰς ὕδατα πολλάκις ἀποπνιγεῖσαι μεθ' ὥραν ἀνέστησαν, καὶ μυοξῶν γένη χειμῶνος ἀκίνητα μένοντα ἐν θέρει λοιπὸν ἀνέστησαν ( εὐτελῆ γάρ σοι νοοῦντι παραπλήσια δίδοται τὰ ὑποδείγματα), ὁ δὲ τοῖς ἀλόγοις καὶ ἐξουθενωμένοις τὸ ζῆν παρεχόμενος ὑπὲρ φύσιν οὗτος ἄρα ἡμῖν, δι' οὓς κἀκεῖνα ἐποίησεν, οὐ χαρίζεται;. Ἀλλὰ ζητοῦσιν Ἕλληνες νεκρῶν ἀνάστασιν ἔτι φανεράν, καὶ φασίν, ὅτι, εἰ καὶ ἐγείρεται ταῦτα, ἀλλ' οὐκ ἐσάπη παντελῶς, καὶ ζητοῦσιν ἰδεῖν σαφῶς [ παντελῶς] ζῶον σαπὲν καὶ ἀναστάν
再者,蒼蠅和蜜蜂,常溺死在水中,過了一會又活過來;睡鼠之類在冬天一動不動,到夏天卻又甦醒(因為對你這肯思想的人,舉這等微末的例子也就夠了)。那超乎本性、把生命賜給無理性、被人輕看之活物的神,難道不肯把它賜給我們這萬物為其緣故而造的人嗎?但希臘人還要求一個更顯明的死人復活,說這些東西雖然復生,到底沒有完全腐爛;他們想要清楚看見一隻完全腐爛而又復活的活物。
Then flies and bees, often drowned in waters, have risen again after a while; and kinds of dormice, remaining motionless in winter, have afterward risen in summer (for to you who consider, paltry examples like these are given). And shall not he who beyond nature gives life to creatures irrational and despised—shall he then not grant it to us, for whose sake he made those also? But the Greeks seek still a more manifest resurrection of the dead, and say that, even if these things are raised, yet they did not rot completely; and they seek to see plainly an animal that has rotted completely and risen again.
11:2746
ᾔδει θεὸς τῶν ἀνθρώπων τὴν ἀπιστίαν καὶ ὄρνεον εἰς τοῦτο κατειργάσατο φοίνικα οὕτω καλούμενον
神知道人的不信,為此造了一隻名叫鳳凰的鳥。
God knew the unbelief of men, and for this purpose fashioned a bird called the phoenix.
11:2747
τοῦτο, ὡς γράφει Κλήμης καὶ ἱστοροῦσι πλείονες, μονογενὲς ὑπάρχον, κατὰ τὴν Αἰγυπτίων χώραν ἐν περιόδοις πεντακοσίων ἐτῶν ἐρχόμενον δείκνυσι τὴν ἀνάστασιν, οὐκ ἐν ἐρήμοις τόποις, ἵνα μὴ ἀγνοηθῇ τὸ μυστήριον [ γινόμενον], ἀλλ' ἐν φανερᾷ πόλει παραγενόμενον, ἵνα ψηλαφηθῇ τὸ ἀπιστούμενον
這鳥,正如革利免所寫、許多作者所述,乃是同類中獨一的,每隔五百年來到埃及人之地一次,顯明復活——不是在曠野之處,免得這所行的奧祕無人知曉,乃是來到公開的城邑,叫人能親手摸著那不信之事。
This bird, as Clement writes and as more authors relate, being the only one of its kind, coming at periods of five hundred years in the land of the Egyptians, shows forth the resurrection—not in desert places, lest the mystery occurring be unknown, but coming in an open city, that the thing disbelieved may be handled.
11:2748
Σηκὸν γὰρ ἑαυτῷ ποιῆσαν ἐκ λιβάνου καὶ σμύρνης καὶ λοιπῶν ἀρωμάτων καὶ ἐν τῇ συμπληρώσει τῶν ἐτῶν εἰς τοῦτον εἰσελθὸν τελευτᾷ φανερῶς καὶ σήπεται
它用乳香、沒藥和其餘的香料為自己造了一個窩,在那滿了年數時就進入其中,當眾死去、腐爛。
For having made for itself a nest of frankincense and myrrh and the rest of the spices, and at the completion of the years entering into it, it dies in the open and rots.
11:2749
εἶτα ἐκ τῆς σαπείσης σαρκὸς τοῦ τελευτήσαντος σκώληξ τις γεννᾶται, καὶ οὗτος αὐξηθεὶς εἰς ὄρνεον μορφοῦται
然後從那死鳥腐爛的肉中生出一條蟲,這蟲長大了,便成形為一隻鳥。
Then from the rotted flesh of the dead bird a worm is engendered, and this worm, when grown, takes shape into a bird.
11:2750
καὶ γὰρ τὰ μελισσῶν γεννήματα οὕτω βλέπεις ἐκ τῶν σκωλήκων μορφούμενα, καὶ ἐξ ὠῶν ὑγροτάτων ἐθεώρησας ὀρνέων πτερὰ καὶ ὀστέα καὶ νεῦρα ἐξερχόμενα
因為你確實看見蜜蜂的後代是這樣從蟲變化成形的;你也曾看見從極濕的卵中長出鳥的羽毛、骨頭和筋來。
For indeed you see the offspring of bees thus shaped from worms; and from the moistest eggs you have observed the feathers and bones and sinews of birds coming forth.
11:2751
εἶτα πτεροφυήσας ὁ προειρημένος φοίνιξ, καὶ τέλειος οἷος ἦν ὁ πρότερος φοίνιξ γενόμενος, ἀνίπταται τοιοῦτος εἰς ἀέρα οἷος καὶ ἐτετελευτήκει, σαφεστάτην νεκρῶν ἀνάστασιν ἀνθρώποις ἐπιδείξας
然後上述那鳳凰生齊了羽毛、成為完全的,像先前的鳳凰一樣,便照著它死去時的樣子飛上空中,向人顯明一個極其明顯的死人復活。
Then the aforesaid phoenix, having grown feathers and become perfect, such as the former phoenix was, flies up into the air such as it had died, showing to men a most plain resurrection of the dead.
11:2752
Θαυμαστὸν μὲν ὄρνεον ὁ φοίνιξ, ἀλλ' ὄρνεον ἄλογον, καὶ οὐδέποτε ἔψαλε τῷ θεῷ
鳳凰是一隻奇妙的鳥,卻是一隻沒有理性的鳥,從未向神歌唱詩篇。
The phoenix is a marvellous bird, but a bird irrational, and it never sang psalms to God.
11:2753
περιπέτεται τὸν ἀέρα, ἀλλ' οὐκ οἶδε τίς ἐστιν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ
它在空中飛翔,卻不認識誰是神的獨生子。
It flies about the air, but does not know who is the only-begotten Son of God.
11:2754
εἶτα τῷ μὲν ἀλόγῳ ζώῳ καὶ μὴ γινώσκοντι τὸν ποιητὴν νεκρῶν ἀνάστασις δεδώρηται, ἡμῖν δὲ τοῖς δοξολογοῦσι θεὸν καὶ τὰ προστάγματα αὐτοῦ τηροῦσιν οὐ δίδοται ἀνάστασις;. Ἀλλ' ἐπειδὴ μακρὰν καὶ σπάνιον τοῦ φοίνικος τὸ σημεῖον, καὶ ἀπιστοῦσιν ἔτι, λάβε τὴν ἀπόδειξιν ἐκ τῶν καθ' ἡμέραν φαινομένων σοι πάλιν
那麼,連那不認識造物主、沒有理性的活物尚且蒙賜死人復活,難道復活不賜給我們這榮耀神、遵守他誡命的人嗎?但鳳凰的兆頭既然遙遠又稀少,他們還是不信,你就再從每日顯現在你眼前的事取證據。
Then has resurrection of the dead been granted to the irrational animal that does not know its Maker, and is resurrection not given to us who glorify God and keep his commandments? But since the sign of the phoenix is remote and rare, and they still disbelieve, take the proof again from the things that appear to you daily.
11:2755
πρὸ ἑκατὸν ἐτῶν ἢ διακοσίων ἡμεῖς πάντες, οἵ τε λαλοῦντες καὶ ἀκούοντες, ποῦ ἦμεν; ἆρα οὐκ οἴδαμεν τῆς ἡμετέρας ὑποστάσεως τῶν σωμάτων τὴν ὑπόθεσιν; οὐκ οἶδας ὅπως ἐξ ἀσθενῶν καὶ ἀμόρφων καὶ μονοειδῶν πραγμάτων γεννώμεθα; καὶ ἐκ τοῦ μονοειδοῦς καὶ ἀσθενοῦς μορφοῦται [ζῶν] ἄνθρωπος, καὶ τὸ ἀσθενὲς σαρκωθὲν εἰς νεύρων ἰσχυρότητα μεταβάλλεται καὶ εἰς ὀφθαλμῶν λαμπρότητα καὶ ῥινὸς ὄσφρησιν καὶ ὤτων ἀκοὴν καὶ γλῶσσαν λαλοῦσαν καὶ καρδίαν πάλλουσαν καὶ χειρῶν ἐργασίαν καὶ ποδῶν δρόμον καὶ παντοίαν ἰδέαν μελῶν
一百或二百年前,我們眾人——說話的我們和聽話的你們——在哪裡呢?我們豈不知道自己身體本質的起源嗎?你豈不知道我們是從何等軟弱、無形、單一之物所生的嗎?從那單一軟弱之物塑造出活的人來,那軟弱之物成了肉身,便變化為筋的強壯、眼的明亮、鼻的嗅覺、耳的聽聞、能言的舌、跳動的心、手的工作、腳的奔跑,並肢體的種種樣式。
A hundred or two hundred years ago, where were we all, both we who speak and you who hear? Do we not know the underlying origin of our bodies’ substance? Do you not know how we are begotten from weak and shapeless and uniform things? And from the uniform and weak thing a living man is shaped, and the weak thing, made flesh, is changed into strength of sinews and brightness of eyes and smell of nose and hearing of ears and a speaking tongue and a beating heart and working of hands and running of feet and every form of limbs.
11:2756
καὶ τὸ ἀσθενὲς ἐκεῖνο γίνεται ναυπηγὸς καὶ οἰκοδόμος καὶ ἀρχιτέκτων καὶ παντοίας τέχνης ἐργάτης καὶ στρατιώτης καὶ ἄρχων καὶ νομοθέτης καὶ βασιλεύς
那軟弱之物竟成了造船的、建造的、工程師、各樣手藝的工匠,又成了兵丁、官長、立法者和君王。
And that weak thing becomes a shipwright and a builder and an architect and a worker of every craft, and a soldier and a ruler and a lawgiver and a king.
11:2757
ἐξ εὐτελῶν πραγμάτων ποιήσας ἡμᾶς ὁ θεὸς ἄρα τοὺς πεσόντας ἐγεῖραι οὐ δύναται; ὁ τὸ εὐτελέστατον οὕτω σωματοποιῶν τὸ πεσὸν σῶμα πάλιν ἐγεῖραι οὐ δύναται; καὶ ὁ τὸ μὴ ὂν πλάσας τὸ ὂν καὶ πεσὸν ἄρα οὐκ ἐγείρει;. Λάβε δέ μοι νεκρῶν ἀναστάσεως φανερὰν ἀπόδειξιν ἐν οὐρανῷ καὶ φωστῆρσι καθ' ἕκαστον μῆνα μαρτυρουμένην
那從微末之物造出我們的神,豈不能興起那些倒下的人嗎?那從最卑賤之物如此造成身體的,豈不能再興起倒下的身體嗎?那把原不存在的塑造成存在之物的,豈不興起那已倒下的嗎?你且從天上和諸光體,按月所作的見證,取一個死人復活的明證。
God, having made us out of paltry things, is he then unable to raise those who have fallen? He who thus forms a body out of the meanest thing, is he unable to raise again the fallen body? And he who fashioned what did not exist into what does exist, does he then not raise what has fallen? Take for me a plain proof of the resurrection of the dead in heaven and in the luminaries, witnessed month by month.
11:2758
τὸ γὰρ τῆς σελήνης σῶμα παντελῶς ἐκλεῖπον, ὡς μηδοτιοῦν αὐτοῦ φαίνεσθαι λοιπόν, πάλιν ἀναπληροῦται καὶ εἰς ὅπερ ἦν ἀποκαθίσταται
因為月亮的圓體完全虧缺,以致再無一點顯現,後來卻又被填滿,恢復到原來的樣子。
For the body of the moon, wholly failing so that nothing of it appears any longer, is again filled up and restored to what it was.
11:2759
ὑπὲρ δὲ τελείας τοῦ πράγματος ἀποδείξεως κατὰ περιόδους ἐτῶν ἐκλείπουσα ἡ σελήνη καὶ εἰς αἷμα φανερῶς μεταβληθεῖσα πάλιν ἀπολαμβάνει τὸ σῶμα τὸ φωτοειδές, τοῦ θεοῦ τοῦτο κατασκευάσαντος, ἵνα καὶ σὺ ὁ ἄνθρωπος ὁ ἐξ αἵματος συνεστὼς τῇ τῶν
為要完全證實此事,每隔若干年月亮虧蝕,明顯地變為血紅,後來卻又取回它那發光的形體——神如此安排這事,叫你這由血所構成的人,也不至於不信死人的復活……
And for a perfect proof of the matter, at certain periods of years the moon, being eclipsed and plainly changed into blood, again takes back its light-like body—God having so contrived this, that you also, the man composed of blood, may not disbelieve the resurrection of the dead…
11:2760
νεκρῶν ἀναστάσει μὴ ἀπιστήσῃς, ἀλλ' ὅπερ ἐπὶ τῆς σελήνης βλέπεις, τοῦτο καὶ περὶ σεαυτοῦ πιστεύσῃς
……乃要把你在月亮身上所看見的,也信入你自己身上。
…but that what you behold in the moon you may believe also concerning yourself.
11:2761
τούτοις μὲν οὖν κέχρησο τοῖς ῥήμασι πρὸς Ἕλληνας
那麼,你就用這些話對希臘人講說。
Use these words, then, towards the Greeks.
11:2762
τοῖς γὰρ τὰ ἔγγραφα μὴ παραδεχομένοις ἀγράφοις μάχου τοῖς ὅπλοις ἐκ λογισμῶν μόνον καὶ ἀποδείξεων
因為對那些不接受成文聖經的人,你必須用非成文的兵器,單憑推理和論證來與他們爭辯。
For with those who do not receive the written Scriptures, you must fight with unwritten weapons, from reasonings alone and demonstrations.
11:2763
τούτοις γὰρ οὔτε τίς ἐστι Μωσῆς γνώριμον, οὔτε τίς ἐστιν Ἡσαΐας, οὔτε τὰ εὐαγγέλια, οὔτε Παῦλος
因為這些人既不知道摩西是誰,也不知道以賽亞是誰,更不認得福音書,也不認得保羅。
For to these, neither who Moses is is known, nor who Isaiah is, nor the Gospels, nor Paul.
11:2764
Μετάβηθί μοι λοιπὸν ἐπὶ Σαμαρείτας, οἳ νόμον δεχόμενοι μόνον προφήτας οὐκέτι καταδέχονται, οἷς ἀργὸν ὡς ἔοικε τὸ παρὸν ἀνάγνωσμα τοῦ Ἰεζεκιήλ·
如今你且與我轉到撒瑪利亞人那裡,他們只接受律法,不再接受先知;看來如今這段以西結的經文對他們是無用的;
Now pass over with me to the Samaritans, who, receiving the Law only, no longer accept the prophets; to whom, as it seems, the present reading from Ezekiel is of no use;
11:2765
προφήτας γάρ, ὡς ἔφην, οὐ δέχονται
因為如我所說,他們不接受先知。
for they do not receive the prophets, as I said.
11:2766
πόθεν οὖν πείσωμεν καὶ Σαμαρείτας; ἔλθωμεν ἐπὶ τὰ ἔγγραφα τοῦ νόμου
那麼,我們又從何處說服撒瑪利亞人呢?讓我們來到律法的成文記載。
Whence then shall we persuade the Samaritans also? Let us come to the written things of the Law.
11:2767
λέγει τοίνυν ὁ θεὸς πρὸς τὸν Μωυσῆν·
神對摩西說:
God says, then, to Moses:
11:2768
ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ·πάντως ὅτι τῶν ὄντων καὶ ὑφεστηκότων
「我是亞伯拉罕的神,以撒的神,雅各的神」——這必然是指那些存在著、實存著的人。
“I am the God of Abraham and of Isaac and of Jacob”—assuredly of those who are and subsist.
11:2769
εἰ γὰρ Ἀβραὰμ τετελεύτηκε καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεός ἐστιν ἄρα τῶν μὴ ὄντων
因為亞伯拉罕、以撒、雅各若都已死了,那麼他就是那不存在者的神了。
For if Abraham has died, and Isaac and Jacob, then he is the God of those who do not exist.
11:2770
πότε βασιλεὺς εἶπεν, ὅτι βασιλεύς εἰμι στρατιωτῶν ὧν μὴ ἔχει; πότε τις ἐνεδείξατο πλοῦτον ὃν μὴ ἐκέκτητο; δεῖ τοίνυν ὑφεστάναι καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἵνα τῶνὄντων θεὸςᾖ ὁ θεός
哪有君王自稱是他所沒有之兵丁的王呢?哪有人炫耀他所未擁有的財富呢?所以亞伯拉罕、以撒、雅各必然實存著,神才可作那存在者的神。
When did a king say that he is a king of soldiers he does not have? When did anyone display wealth he did not possess? It is necessary, then, that Abraham and Isaac and Jacob subsist, so that God may be the God of those who are.
11:2771
οὐ γὰρ εἶπεν ἤμην αὐτῶν, ἀλλ' εἰμί
因為他不說「我曾是他們的神」,乃說「我是」。
For he did not say “I was their God,” but “I am.”
11:2772
καὶ ὅτι κρίσις ἔστι, λέγει πρὸς τὸν κύριον ὁ Ἀβραάμ·
並且有審判這事,亞伯拉罕對主說:
And that there is a judgment, Abraham says to the Lord:
11:2773
ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσει κρίσιν;. Ἀλλ' ἀντιλέγουσι καὶ πρὸς τοῦτο πάλιν οἱ ἀνόητοι Σαμαρεῖται, καὶ φασίν, ὅτι τὰς μὲν ψυχὰς ἐγχωρεῖ μένειν τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ, τὰ δὲ σώματααὐτῶν ἀναστῆναι οὐ δύναται
「審判全地的主,豈不行公義嗎?」但愚昧的撒瑪利亞人對此又加反駁,說亞伯拉罕、以撒、雅各的魂或可存留,他們的身體卻不能復活。
“Shall not the judge of all the earth do justice?” But against this too the foolish Samaritans again contradict, and say that it is possible for the souls of Abraham and Isaac and Jacob to abide, but their bodies cannot rise.
11:2774
Εἶτα τὴν μὲν ῥάβδον Μωυσέως τοῦ δικαίου δράκοντα γενέσθαι δυνατόν, τὰ δὲ σώματα τῶν δικαίων ζῆσαι καὶ ἀναστῆναι οὐ δύναται; καὶ τὸ μὲν παρὰ φύσιν ἐγένετο, τὸ δὲ κατὰ φύσιν οὐκ ἀποκαθίσταται; καὶ ἡ ῥάβδος Ἀαρὼν ἀποτμηθεῖσα καὶ νεκρωθεῖσα χωρὶς ὀσμῆς ὑδάτων ἐβλάστησε, καὶ ταῦτα ὑπόστεγος οὖσα καὶ τὰ ἐν ἀγροῖς βλαστήσασα, καὶ ἐν ξηροῖς μὲν κειμένη, τὰ δὲ τῶν ἀρδευομένων πολυετῶς διὰ μιᾶς νυκτὸς μετὰ καρπῶν ἀποδοῦσα
那麼,義人摩西的杖尚能變作蛇,義人的身體倒不能復活得生嗎?違反本性的事既能成就,合乎本性的事倒不得復原嗎?亞倫的杖被砍下、枯乾了,遠離水氣卻發了芽——並且是在屋頂之下、發出田野所產之物、放在乾燥之處,竟在一夜之間連同果子,獻上那需澆灌多年之植物所結的。
Then it was possible for the rod of Moses the righteous to become a serpent, but the bodies of the righteous cannot live and rise? And the thing against nature came to pass, but the thing according to nature is not restored? And the rod of Aaron, cut off and made dead, apart from the scent of waters budded forth—and that, being under a roof, and budding the things of the fields, and lying among dry things, gave back through one night, with fruits, what belongs to plants watered over many years.
11:2775
ἡ ῥάβδος Ἀαρὼν ἐκ νεκρῶν ὥσπερ ἀνέστη, καὶ αὐτὸς Ἀαρὼν οὐκ ἐγείρεται; καὶ ἵνα μὲν τὴν ἀρχιερωσύνην αὐτῷ διατηρήσῃ θεός, ἐν ξύλῳ ἐθαυματούργησεν, αὐτῷ δὲ τῷ Ἀαρὼν τὴν ἀνάστασιν οὐ χαρίζεται; καὶ γυνὴ μὲν παρὰ φύσιν ἅλας γίνεται καὶ σὰρξ εἰς ἅλας μεταβάλλεται, σὰρξ δὲ εἰς σάρκα οὐκ ἀποκαθίσταται; καὶ στήλη μὲν ἁλὸς γέγονεν ἡ γυνὴ Λώτ, ἡ δὲ γυνὴ τοῦ Ἀβραὰμ ἄρα οὐκ ἀνίσταται; ποίᾳ δὲ δυνάμει μετεβλήθη ἡ χεὶρ τοῦ Μωυσέως,ἣ καὶ ὑπὸ μίαν ὥραν ἐγένετο ὡς χιὼν καὶ πάλιν ἀποκατέστη; πάντως ὅτι τῷ θείῳ προστάγματι
亞倫的杖既彷彿從死而生,難道亞倫自己不復活嗎?為要給他保全大祭司之職,神在一根木杖上行了奇事,難道對亞倫本人卻不賜下復活嗎?又有婦人違反本性變成了鹽、肉身變為鹽,難道肉身不能再復原為肉身嗎?羅得的妻變成了鹽柱,難道亞伯拉罕的妻倒不復活嗎?摩西的手是憑甚麼能力變化的呢——它在一時之間變得像雪,又再復原?必然是憑神的命令。
The rod of Aaron rose as it were from the dead, and shall Aaron himself not be raised? And to preserve the high priesthood for him, God worked a wonder in a piece of wood, but to Aaron himself he does not grant the resurrection? And a woman becomes salt against nature, and flesh is changed into salt, but flesh is not restored into flesh? And the wife of Lot became a pillar of salt, but the wife of Abraham then does not rise? And by what power was the hand of Moses changed, which both in one hour became as snow and again was restored? Assuredly by the divine command.
11:2776
εἶτα τότε μὲν τὸ πρόσταγμα ἰσχυρόν, νῦν δὲ οὐκέτι ἰσχυρόν;. Πόθεν δὲ καὶ ὅλως ἐξ ἀρχῆς ἐγεννήθη ὁ ἄνθρωπος, ὦ πάντων ἀνθρώπων ἀνοητότατοι Σαμαρεῖται; ἔλθετε ἐπὶ τὸ πρῶτον βιβλίον τῆς γραφῆς, ὃ καὶ ὑμεῖς καταδέχεσθε
那麼,那命令在當時有力,如今倒不再有力嗎?撒瑪利亞人哪,你們這眾人中最愚昧的,那起初的人到底是從何處被生出的呢?來到聖經的第一卷書,就是你們也接受的那卷。
Then was the command strong at that time, but is it no longer strong now? And whence at all, from the beginning, was man begotten, O most foolish of all men, Samaritans? Come to the first book of Scripture, which you too accept.
11:2777
καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς
「神用地上的塵土造人。」
“And God formed the man of dust from the earth.”
11:2778
χοῦς εἰς σάρκα μεταβάλλεται, καὶ σὰρξ εἰς σάρκα οὐ πάλιν ἀποκαθίσταται; ἐρωτητέον δὲ ὑμᾶς, πόθεν ὑπέστησαν οἱ οὐρανοὶ καὶ γῆ καὶ θάλασσαι; πόθεν ἥλιος καὶ σελήνη καὶ ἀστέρες; πῶς ἐξ ὑδάτων τὰ πετεινὰ καὶ τὰ νηκτά; καὶ πῶς ἀπὸ γῆς τὰ ζῶα πάντα; τοσαῦται μυριάδες ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθησαν, καὶ ἄνθρωποι ἡμεῖς οἱ τὸ κατ' εἰκόνα ἔχοντες ἄρα οὐκ ἀναστησόμεθα; ἀληθῶς ἀπιστίας τὸ πρᾶγμα πεπλήρωται, καὶ πολλὴ κατάγνωσις τῶν ἀπιστούν των, ὅταν Ἀβραὰμ λέγῃ πρὸς τὸν κύριον ὁ κρίνων πᾶσαν τὴν γῆν, καὶ ἀπιστῶσιν οἱ μανθάνοντες τὸν νόμον, ὅταν γέγραπται ὅτι ἐκ γῆς ὁ ἄνθρωπος, καὶ ἀπιστῶσιν οἱ ἀναγινώσκοντες
塵土既變為肉身,難道肉身不能再復原為肉身嗎?該問你們:諸天、地和海洋是從何而有的?日、月、星辰是從何而有的?飛鳥和水族怎樣從水中而出?一切走獸怎樣從地而出?這許多萬類都從無有被帶到存在;難道我們這承載神形像的人,倒不復活嗎?這事實在滿了不信,不信者的罪也是大的:亞伯拉罕既稱主為「審判全地的主」,學律法的人卻不信;經上既記著人是出於地,誦讀的人卻不信。
Dust is changed into flesh, and is flesh not again restored into flesh? You must be asked: whence did the heavens and earth and seas subsist? Whence sun and moon and stars? How did the birds and the swimming things come from the waters? And how did all the animals come from the earth? So many myriads were brought from non-being into being; and shall we men, who bear the image, then not be raised? Truly the matter is full of unbelief, and great is the condemnation of the unbelievers, when Abraham says to the Lord “the judge of all the earth,” and those who learn the Law disbelieve; when it is written that man is from earth, and those who read disbelieve.
11:2779
Ἐκείνοις μὲν οὖν ταῦτα τοῖς ἀπίστοις, τὰ δὲ ἐκ τῶν προφητῶν ἡμῖν τοῖς πιστεύουσιν
那麼,對那些不信的人就講這些;至於從先知而來的話,乃是為我們信的人。
To those unbelievers, then, these things; but the things from the prophets are for us who believe.
11:2780
ἐπειδὴ δὲ καὶ τοῖς προφήταις κεχρημένοι τινὲς ἀπιστοῦσι τοῖς γεγραμμένοις, καὶ προφέρουσιν ἡμῖν ἐκεῖνο τὸ οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει, καὶ τὸ ἐὰν γὰρ καταβῇ ὁ ἄνθρωπος εἰς ᾅδην, οὐκ ἔτι [ οὐ] μὴ ἀναβῇ, καὶ τὸ οὐχ οἱ νεκροὶ αἰνέσουσί σε κύριε, ( τοῖς γὰρ καλῶς γεγραμμένοις συγκέχρηνται κακῶς,) καλόν, ἐν παραδρομῇ καὶ ὡς ἐγχωρεῖ νῦν ἀπαντῆσαι πρὸς αὐτούς
但既有些用先知書的人仍不信所記載的,又向我們提出「惡人不能站立在審判中」、「人若下到陰間,就不再上來」、以及「死人不能讚美你耶和華」這些經文(因為他們把寫得好的話濫用了),那麼,趁便就現今所能及的,對他們略作回應,也是好的。
But since some who do use the prophets nevertheless disbelieve what is written, and bring forward to us that text “The ungodly shall not rise in judgment,” and “For if a man go down to Hades, he shall not [not] come up again,” and “The dead shall not praise you, O Lord” (for they have abused what is well written), it is good, in passing and as far as is now possible, to meet them.
11:2781
Ἐὰν γὰρ λέγῃ ὅτι ἀσεβεῖς οὐκ ἀναστήσονται ἐν κρίσει, τοῦτο δηλοῖ, ὅτι οὐκ ἐν κρίσει, ἀλλ' ἐν κατακρίσει
因為它若說惡人不能站立在審判中,這乃表明他們所要面對的不是審判,而是定罪;
For if it says that the ungodly shall not rise in judgment, this declares that it is not in judgment, but in condemnation;
11:2782
οὐ γὰρ ἐξετάσεως πολλῆς ἔστι χρεία τῷ θεῷ, ἀλλ' ἅμα τῷ ἀναστῆναι τοὺς ἀσεβεῖς ἀκολουθεῖ καὶ τὰ τῆς τιμωρίας
因為神不需要多加查察,惡人一復活,刑罰的事便緊隨而至。
for God has no need of much examination, but immediately upon the rising of the ungodly the things of punishment also follow.
11:2783
καὶ ἐὰν λέγῃ ὅτι οὐχ οἱ νεκροὶ αἰνέσουσί σε κύριε, τοῦτο δηλοῖ, ὅτι τῆς μετανοίας καὶ τῆς ἀφέσεως ἐν τῇ ζωῇ ταύτῃ μόνον τὴν προθεσμίαν ἐχούσης, ἐφ' ᾗ καὶ οἱ ἀπολαύοντες αἰνέσουσί σε, οὐκ ἔστι μετὰ θάνατον λοιπὸν τοὺς ἐν ἁμαρτίαις τελευτήσαντας ὡς εὐεργετηθέντας αἰνεῖν, ἀλλ' ἀποδύρεσθαι
它若說「死人不能讚美你耶和華」,這乃表明:既然悔改和赦免只在今生有其期限——享受這期限的人就要讚美你——那麼死後,對那些死在罪中的人來說,便不再能像蒙恩者那樣讚美,只能哀哭了。
And if it says “The dead shall not praise you, O Lord,” this declares that, since repentance and forgiveness have their appointed term in this life only—in which those who enjoy it shall praise you—there is no longer, after death, for those who have died in sins to praise as if benefited, but to lament.
11:2784
ἔστι γὰρ αἶνος μὲν τῶν εὐχαριστούντων, ὀδυρμὸς δὲ τῶν μαστιζομένων
因為讚美是屬於感恩之人的,哀號卻是屬於受鞭撻之人的。
For praise belongs to those who give thanks, but lamentation to those who are scourged.
11:2785
οἱ μὲν οὖν δίκαιοι τότε αἰνοῦσιν, οἱ δὲ τελευτήσαντες ἐν ἁμαρτίαις καιρὸν λοιπὸν ἐξομολογήσεως οὐκ ἔχουσιν
那麼,義人在那時讚美;那些死在罪中的人,從此卻沒有認罪的機會了。
The righteous, then, praise at that time; but those who have died in sins have henceforth no time for confession.
11:2786
Περὶ δὲ τοῦ ἐὰν καταβῇ ἄνθρωπος εἰς ᾅδην, οὐκ ἔτι [ οὐ] μὴ ἀναβῇ, βλέπε τὴν ἀκολουθίαν
關於「人若下到陰間,就不再上來」這話,你要看下文。
And concerning “If a man go down to Hades, he shall not [not] come up again,” look at the sequel.
11:2787
οὐκ ἔτι [ οὐ] μὴ ἀναβῇ, οὐδ' οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον
「他不再上來,也不再回到自己的家。」
“He shall not [not] come up again, nor shall he return to his own house.”
11:2788
τοῦ κόσμου δὲ ὅλου παρερχομένου καὶ πάσης οἰκίας διαφθειρομένης, πῶς εἰς τὸν ἴδιον οἶκον ἐπανελεύσεται καινῆς λοιπὸν ἄλλης γινομένης γῆς; ἐχρῆν δὲ αὐτοὺς ἀκοῦσαι τοῦ Ἰὼβ λέγοντος·
但當全世界都過去、每一間房屋都毀壞時,他怎能回到自己的家呢?既然那時要有另一個新地出現。他們本當聽約伯所說的:
But when the whole world passes away and every house is destroyed, how shall he return to his own house, since another, new earth then comes into being? But they ought to have heard Job saying:
11:2789
ἐὰν γὰρ ἐκκοπῇ, πάλιν ἐπανθήσει, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλείπῃ
「樹若被砍下,還可指望發芽,嫩枝必不止息。」
“For if it be cut down, it will blossom again, and its shoot shall not cease.
11:2790
ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ, ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον
「其根雖在地裡衰老,其幹也在石中死去,及至得了水氣,還要發芽,又長枝條,像新栽的樹一樣。」
For if its root grow old in the earth, and its stump die in the rock, yet from the scent of water it will blossom, and will produce a harvest like a new plant.
11:2791
ἀνὴρ δὲ τελευτήσας ᾤχετο; πεσὼν δὲ βροτὸς οὐκ ἔτι ἔστιν; μόνον γὰρ οὐχὶ δυσωπῶν καὶ ἐπιτιμῶν ( οὕτω γὰρ ἀναγνωστέον ἐρωτηματικῶς τὸ οὐκ ἔτι ἔστιν), ἆρα γάρ, φησί, ξύλου πίπτοντος καὶ ἐγειρομένου ἄνθρωπος αὐτός, δι' ὃν τὰ ξύλα γέγονεν, οὐκ ἐγείρεται; Καὶ ἵνα μὴ νομίσῃς με βιάζεσθαι, ἀνάγνωθι τὸ ἀκόλουθον
「但人死了便消逝了麼?人倒下了便不復存在了麼?」因為他幾乎是在責備、責問(因為「便不復存在了麼」這句當以疑問語氣讀):他說,難道樹倒下尚能復起,而那為其緣故樹木才得以存在的人,倒不復活嗎?為叫你不至以為我曲解經文,你就讀下文。
“But a man, having died, is gone? And a mortal, having fallen, is no more?” For he all but rebukes and reproves (for thus it must be read, interrogatively, “is no more?”): does then, he says, a man—for whose sake the trees came to be—not rise, when a tree falls and is raised? And that you may not think I do violence to the text, read what follows.
11:2792
μετὰ γὰρ τὸ εἰπεῖν ἐρωτηματικῶς·
因為他先以疑問語氣說——
For after saying interrogatively—
11:2793
πεσὼν δὲ βροτὸς οὐκ ἔτι ἔστι; λέγει·
「人倒下了,便不復存在了麼?」隨後說:
“But a mortal, having fallen, is he no more?” he says:
11:2794
ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται
「人若死了,還要再活。」
“For if a man die, he shall live.
11:2795
ὑπομενῶ ἕως ἂν πάλιν γένωμαι
「我要等候,直到我重新成形。」
I will wait until I come into being again.
11:2796
ὁ μέλλων ἐπὶ γῆς ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα
「……就是那將要在地上興起我這承受這一切之皮膚的。」
…who is to raise upon the earth my skin that draws up these things.”
11:2797
Ἡσαΐας δὲ ὁ προφήτης φησίν·
先知以賽亞說:
And Isaiah the prophet says:
11:2798
ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις
「死人要復活,睡在墳墓裡的必要興起。」
“The dead shall rise, and those in the tombs shall be raised.”
11:2799
σαφέστατα δὲ ὁ παρὼν προφήτης Ἰεζεκιὴλ λέγει·
如今這位先知以西結說得最為明白:
And most plainly the present prophet Ezekiel says:
11:2800
ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν
「看哪,我必開你們的墳墓,使你們從墳墓中上來。」
“Behold, I open your graves, and will bring you up out of your graves.”
11:2801
πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἀναστήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς αἰσχύνην αἰώνιον
「睡在塵埃中的,必有多人復醒,這些得永生,那些受永遠的羞辱。」
“Many of those who sleep in the dust of the earth shall rise, these to everlasting life, and these to everlasting shame.”
11:2802
Καὶ πολλαὶ γραφαὶ μαρτυροῦσι περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως
還有許多經文為死人的復活作見證。
And many Scriptures bear witness concerning the resurrection of the dead.
11:2803
ἔστι γὰρ ἄλλα πλείονα ῥητὰ περὶ τούτου
因為論到這事,還有許多別的經文。
For there are many more passages about this.
11:2804
ὡς ἐν ὑπομνήσει δὲ μόνῃ νῦν παρατρέχομεν τὴν τοῦ Λαζάρου τετραήμερον ἀνάστασιν, παρατρέχομεν δὲ διὰ τὸ τῆς ὥρας ὀλίγον καὶ τὸν υἱὸν τῆς χήρας τὸν ἐγηγερμένον
但如今我們只略作提醒,便帶過拉撒路死了四天的復活;我們帶過它,是因時候短少,也帶過那寡婦之子被復活的事;
But by way of reminder only, we now pass over the four-days’ resurrection of Lazarus; we pass it over because of the shortness of time, and the son of the widow who was raised;
11:2805
ὑπομνήσεώς τε μόνον ἕνεκεν παραφερέσθω νῦν καὶ ἡ θυγάτηρ τοῦ ἀρχισυναγώγου, λεγέσθω καὶ τὸ σχισθῆναι τὰς πέτρας καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἐγερθῆναι τῶν μνημείων ἀνοιχθέντων
也只為提醒,如今再提出那管會堂者的女兒;並要提及磐石崩裂,以及墳墓開了、許多已睡聖徒的身體復活的事。
for a reminder only let there now be brought forward also the daughter of the ruler of the synagogue; and let there be mentioned the splitting of the rocks, and that many bodies of the saints who had fallen asleep were raised when the tombs were opened.
11:2806
προηγουμένως δὲ μνημονευέσθω, ὅτι Χριστὸς ἐκ νεκρῶν ἐγήγερται
但首要當記念的,乃是基督已從死裡復活了。
But first and foremost let it be remembered that Christ has been raised from the dead.
11:2807
Παρῆλθον τὸν Ἠλίαν καὶ τὸν υἱὸν τῆς χήρας τὸν ἐξεγερθέντα ὑπ' αὐτοῦ, καὶ τὸν Ἐλλισσαῖον τὸν δὶς ἐγείραντα, ἔν τε τῷ ζῆν καὶ μετὰ τὸ τελευτῆσαι αὐτόν
我略過了以利亞和那被他復活的寡婦之子,並以利沙——他兩次叫死人復活,一次在他活著時,一次在他自己死了之後。
I have passed over Elijah and the son of the widow raised by him, and Elisha who raised the dead twice, both in his life and after his own death.
11:2808
ζῶν μὲν γὰρ ἐνήργησε τὴν ἀνάστασιν διὰ τῆς ἑαυτοῦ ψυχῆς
因為他活著的時候,是藉著自己的魂行了那復活;
For while living he wrought the resurrection through his own soul;
11:2809
ἵνα δὲ μὴ μόνον τιμηθῶσι τῶν δικαίων αἱ ψυχαί, πιστευθῇ δὲ ὅτι ἔγκειται καὶ ἐν τοῖς τῶν δικαίων σώμασι δύναμις, ὁ ῥιφεὶς ἐν τῷ μνημείῳ τοῦ Ἐλισσαίου νεκρὸς τοῦ νεκροῦ σώματος τοῦ προφήτου ἐφαψάμενος ἐζωοποιήθη
但為叫人不單尊重義人的魂,也得以相信義人的身體裡同樣存有能力,那被拋進以利沙墳墓的死人,一挨著先知的死屍,便活過來了。
but that not only the souls of the righteous might be honoured, but it might be believed that there is a power lying in the bodies of the righteous also, the dead man cast into the tomb of Elisha, touching the dead body of the prophet, was brought to life.
11:2810
καὶ τὸ σῶμα τοῦ προφήτου τὸ νεκρὸν ἀπετέλεσε ψυχῆς ἔργον, καὶ τὸ τελευτῆσαν καὶ κείμενον ζωὴν παρέσχε τῷ τελευτήσαντι, καὶ παρασχὸν τὴν ζωὴν αὐτὸ ὁμοίως ἔμεινεν ἐν νεκροῖς
先知那死了的身體竟作了魂的工作,那死了、躺臥的身體把生命給了那死人;它既給了生命,自己卻照樣仍留在死人之中。
And the dead body of the prophet performed the work of a soul, and the dead and lying body gave life to the dead man; and having given the life, it itself likewise remained among the dead.
11:2811
διὰ τί; ἵνα μὴ ἐξαναστάντος τοῦ Ἐλισσαίου τῇ ψυχῇ μόνῃ προσγραφῇ τὸ πρᾶγμα, δειχθῇ δέ, ὅτι καὶ ψυχῆς μὴ παρούσης ἔγκειταί τις δύναμις τῷ τῶν ἁγίων σώματι διὰ τὴν ἐν τοσούτοις ἔτεσιν ἐνοικήσασαν [ ἐν] αὐτῷ δικαίαν ψυχήν, ἧς ὑπηρέτημα γέγονεν
為甚麼呢?乃為叫以利沙復活的事不至單歸於魂,倒要顯明:縱然魂不在了,因著那麼多年住在身體裡的義魂——身體曾作它的僕役——聖徒的身體裡仍存有某種能力。
Why? That, when Elisha rose again, the deed might not be ascribed to the soul alone, but it might be shown that even when the soul is not present, a certain power lies in the body of the saints, because of the righteous soul that dwelt in it for so many years, whose minister it had been.
11:2812
καὶ μὴ ἀπιστῶμεν νήπιοι ὡς μὴ γεγενημένου τούτου
我們不要像嬰孩一般,當作這事未曾發生,便不信它。
And let us not, like infants, disbelieve as though this had not happened.
11:2813
εἰ γὰρ σουδάρια καὶ σημικίνθια τὰ ἔξωθεν ὄντα τῶν σωμάτων ἁπτόμενα τῶν νοσούντων ἤγειρε τοὺς ἀσθενεῖς, πόσῳ μᾶλλον αὐτὸ τὸ σῶμα τοῦ προφήτου ἤγειρε τὸν νεκρόν;. Καὶ ἐνῆν μὲν πολλὰ εἰπεῖν εἰς ταῦτα καθ' ἕκαστον ἐξηγουμένοις τῶν γεγενημένων πραγμάτων τὸ παράδοξον
因為手巾和圍裙這些身外之物,一摸著病人尚能叫軟弱的得起,那先知本身的身體叫死人復活,豈不更是如此嗎?論到這些事,本可逐一講說所行之事的奇妙,說出許多話來;
For if handkerchiefs and aprons, things external to the bodies, by touching the sick raised up the weak, how much more did the very body of the prophet raise the dead man? And one might say many things on these matters, expounding one by one the marvel of the deeds that came to pass;
11:2814
διὰ δὲ τὸν κάματον τὸν προγενόμενον ὑμῖν ἔκ τε τῆς ὑπερθέ σεως τῆς νηστείας τῆς παρασκευῆς καὶ τῆς ἀγρυπνίας ἐκεῖνα μὲν τέως ἐν παραδρομῇ λελέχθω δι' ὀλίγων ἐσπαρμένα, ἵνα ὑμεῖς καλλίστης γῆς
但因你們既因豫備日禁食的延長,又因守夜而生了疲乏,那些事如今就略略帶過,只用寥寥數語撒下,叫你們像最美的土地……
but because of the weariness that has come upon you, both from the prolonging of the fast of the preparation and from the watching, let those things for the present be said in passing, sown in but a few words, that you, like fairest soil,…
11:2815
δίκην δεξάμενοι τὸν σπόρον καρποφορήσητε πλατύνοντες
……領受了這種子,便結出果子,廣為擴展。
…having received the seed, may bear fruit, spreading wide.
11:2816
μνημονευέσθω δὲ ὅτι καὶ οἱ ἀπόστολοι νεκροὺς ἤγειραν, Πέτρος μὲν ἐν Ἰόππῃ Ταβιθάν, Παῦλος δὲ Εὔτυχον ἐν Τρωάδι, καὶ οἱ λοιποὶ πάντες ἀπόστολοι, εἰ καὶ μὴ πάντα γέγραπται τὰ ὑφ' ἑκάστου θαυματουργηθέντα
並要記念,使徒們也叫死人復活——彼得在約帕叫大比大復活,保羅在特羅亞叫猶推古復活——其餘的眾使徒也是如此,縱然各人所行的奇事並非都記載下來。
And let it be remembered that the apostles also raised the dead—Peter at Joppa Tabitha, and Paul Eutychus at Troas—and all the rest of the apostles, even if not all the wonders wrought by each are written.
11:2817
Μνημονεύετε δὲ τῶν ἐν τῇ πρώτῃ πρὸς Κορινθίους εἰρημένων ἁπάντων ὧν ἔγραψεν ὁ Παῦλος πρὸς τοὺς λέγοντας πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; καὶ ὅτι, εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ ὁ Χριστὸς ἐγήγερται, καὶ ὅτι ἄφρονας ἐκάλεσε τοὺς μὴ πιστεύοντας, καὶ πάσης τῆς αὐτόθι διδασκαλίας τῆς περὶ νεκρῶν ἀναστάσεως, καὶ ὅτι πρὸς Θεσσαλονικεῖς ἔγραψεν οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα καὶ τὰ ἑξῆς ὅλα, μάλιστα δὲ τὸ καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον
你也要記念哥林多前書中所說的一切話,就是保羅針對那些說「死人怎樣復活?帶著甚麼身體來呢?」的人所寫的,並「死人若不復活,基督也就沒有復活了」,並他稱那不信的人為「無知的人」,以及他在那裡論到死人復活的一切教訓;又有他寫給帖撒羅尼迦人的話:「論到睡了的人,我們不願意弟兄們不知道,恐怕你們憂傷,像那些沒有指望的人一樣」,以及隨後的全文,尤其是「在基督裡死了的人必先復活」。
And remember all the things spoken in the first Epistle to the Corinthians, which Paul wrote against those who said “How are the dead raised? And with what body do they come?” and that, “if the dead are not raised, neither has Christ been raised,” and that he called those who do not believe “fools,” and all his teaching there about the resurrection of the dead; and that to the Thessalonians he wrote, “But we would not have you ignorant, brethren, concerning those who have fallen asleep, that you sorrow not, even as the rest who have no hope,” and all that follows, and especially “and the dead in Christ shall rise first.”
11:2818
Ἐξαιρέτως δὲ τοῦτο ἐπισημήνασθε, ὅτι μονονουχὶ δακτυλοδεικτῶν ὁ Παῦλος λέγει·
你尤要留意這話,保羅幾乎是用手指著說的:
And mark this especially, that Paul speaks almost pointing with his finger:
11:2819
δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν
「因這必朽壞的,總要穿上不朽壞的,這必死的,總要穿上不死的。」
“For this corruptible must put on incorruption, and this mortal must put on immortality.”
11:2820
τὸ γὰρ σῶμα τοῦτο ἐγείρεται, οὐ τοιοῦτον μένον ἀσθενές, ἀλλ' αὐτὸ μὲν τοῦτο ἐγείρεται, ἐνδυσάμενον δὲ τὴν ἀφθαρσίαν μεταποιεῖται, ὥσπερ σίδηρος πυρὶ προσομιλήσας γίνεται πῦρ, μᾶλλον δὲ ὡς οἶδεν ὁ ἀνιστῶν κύριος
因為這身體要復活——不是仍舊那樣軟弱,乃是這同一個身體要復活,並且穿上不朽壞,得了改變,正如鐵與火接觸便成了火;或更該說,是照那叫人復活之主所知道的。
For this body is raised—not remaining such, weak, but this very body is raised, and having put on incorruption is transformed, just as iron, coming into contact with fire, becomes fire; or rather, as the Lord who raises knows.
11:2821
Ἐγείρεται μὲν οὖν τοῦτο τὸ σῶμα·
那麼,這身體要復活;
This body, then, is raised;
11:2822
ἀλλ' οὐ μένει τοιοῦτον, ἀλλὰ μένει αἰώνιον
但它不再是那樣的了,乃要存到永遠。
but it does not remain such; rather, it remains everlasting.
11:2823
οὐκέτι τροφῶν τοιούτων χρείαν ἔχει πρὸς ζωήν, οὐδὲ κλιμάκων πρὸς ἀνάβασιν·
它不再需要這樣的食物來維持生命,也不再需要梯子來上升;
It no longer has need of such food for life, nor of ladders for ascent;
11:2824
γίνεται γὰρ πνευματικόν, θαυμάσιόν τι καὶ οἷον εἰπεῖν κατ' ἀξίαν οὐκ ἔχο μεν
因為它要成為屬靈的,是一件奇妙之物,我們無法配得地形容它。
for it becomes spiritual, a marvellous thing, such as we are unable to describe worthily.
11:2825
τότε οἱ δίκαιοι, φησί, λάμψουσιν ὡς ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ὡς ἡ λαμπρότης τοῦ στερεώματος
經上說:「那時義人要發光如同日月,又像天空的光輝。」
“Then the righteous,” it says, “shall shine as the sun and the moon, and as the brightness of the firmament.”
11:2826
καὶ προειδὼς τὴν τῶν ἀνθρώπων ἀπιστίαν ὁ θεὸς σκώληξι μικροτάτοις ἐν τῷ θέρει φωτοειδεῖς δέδωκεν αὐγὰς λάμπειν ἐκ τοῦ σώματος, ἵν' ἐκ τῶν φαινομένων πιστευθῇ τὸ προσδοκώμενον
神既預知人的不信,便在夏天賜給最小的蟲子發光的光輝,從牠們身上照出來,叫人能從可見之物,相信那所盼望的事。
And God, foreseeing the unbelief of men, has given to the smallest worms in summer light-like rays to shine from their bodies, that from the things visible the thing expected may be believed.
11:2827
ὁ γὰρ τὸ μέρος παρασχὼν δύναται καὶ τὸ ὅλον παρασχεῖν, καὶ ὁ σκώληκα φῶς ἐκλάμπειν ποιήσας πολλῷ μᾶλλον φωτοποιήσει δίκαιον ἄνθρωπον
因為那賜下一部分的,也能賜下全部;那使蟲子發光的,更要使義人發光。
For he who granted the part can grant the whole also; and he who made a worm shine forth light will much more cause a righteous man to shine.
11:2828
Ἐγειρόμεθα τοίνυν αἰώνια μὲν πάντες ἔχοντες τὰ σώματα, οὐ πάντες δὲ ὅμοια
那麼,我們復活時,眾人都有永遠的身體,卻不都一樣;
We are raised, then, all having everlasting bodies, but not all alike;
11:2829
ἀλλ' εἰ μέν τίς ἐστι δίκαιος, λαμβάνει σῶμα ἐπουράνιον, ἵνα δύνηται μετὰ ἀγγέλων ἀναστρέφειν ἐπαξίως
乃是這樣:人若是義的,便領受屬天的身體,好叫他配得與天使相往來;
but if anyone is righteous, he receives a heavenly body, that he may be able worthily to converse with angels;
11:2830
εἰ δέ τις ἁμαρτωλός ἐστι, λαμβάνει σῶμα αἰώνιον, ὑπομονητικὸν τιμωρίας ἁμαρτιῶν, ἵνα ἐν πυρὶ αἰωνίως καιόμενος μηδέποτε ἀναλωθῇ
人若是罪人,便領受永遠的身體,能擔受罪的刑罰,以致在火中永遠焚燒,卻永不被燒滅。
but if anyone is a sinner, he receives an everlasting body, enduring of the punishment of sins, that, burning everlastingly in fire, he may never be consumed.
11:2831
καὶ δικαίως ἀμφοτέροις τοῖς τάγμασιν ὁ θεὸς παρέχει τοῦτο
神將這事公義地賜給這兩等人。
And justly does God grant this to both ranks.
11:2832
οὐδὲν γὰρ χωρὶς σώματος ἡμῖν πέπρακται
因為我們所行的,沒有一件是離了身體的。
For nothing has been done by us without the body.
11:2833
βλασφημοῦμεν διὰ στόματος, προσευχόμεθα διὰ στόματος
我們用口褻瀆,也用口禱告;
We blaspheme with the mouth, we pray with the mouth;
11:2834
πορνεύομεν διὰ σώματος, ἁγνεύομεν διὰ σώματος
我們用身體行淫,也用身體守潔;
we fornicate with the body, we are chaste with the body;
11:2835
ἁρπάζομεν διὰ χειρός, ἐλεημοσύνας δίδομεν διὰ χειρός, καὶ τὰ λοιπὰ ὁμοίως
我們用手搶奪,也用手施捨,其餘的也是這樣。
we rob with the hand, we give alms with the hand, and the rest likewise.
11:2836
ἐπειδὴ τοίνυν εἰς πάντα ὑπηρετήσατο τὸ σῶμα, καὶ ἐν τοῖς μέλλουσι συναπολαύει τῶν γενομένων
那麼,既然身體在凡事上都服事過,在將來的事上,它也要分享所行之事的後果。
Since, then, the body has served in all things, it shall also share in the things to come of what has been done.
11:2837
Φεισώμεθα τοίνυν, ἀδελφοί, τῶν σωμάτων, καὶ μὴ ὡς ἀλλοτρίοις αὐτοῖς παραχρησώμεθα
所以弟兄們,我們要愛惜自己的身體,不可像濫用別人之物那樣濫用它。
Let us therefore spare our bodies, brethren, and not abuse them as though they were another’s.
11:2838
μὴ κατὰ τοὺς αἱρετικοὺς λέγωμεν ὅτι ἀλλότριός ἐστιν ὁ τοῦ σώματος χιτών, ἀλλ' ὡς ἰδίου φεισώμεθα
我們不要像異端者那樣,說身體這件衣裳是別人的,倒要當作自己的而愛惜它。
Let us not say, like the heretics, that the tunic of the body is another’s, but let us spare it as our own.
11:2839
δεῖ γὰρ ἡμᾶς δοῦναι λόγον τῷ κυρίῳ περὶ πάντων τῶν διὰ τοῦ σώματος πεπραγμένων
因為我們必須將藉身體所行的一切,向主交賬。
For we must give account to the Lord concerning all that has been done through the body.
11:2840
μὴ εἴπῃς οὐδείς με ὁρᾷ, μηδὲ νομίσῃς ὅτι μάρτυς τῶν γινομένων οὐκ ἔστιν
你不要說「沒有人看見我」,也不要以為所行的沒有見證者。
Do not say “No one sees me,” nor think that there is no witness of what is done.
11:2841
ἄνθρωπος μὲν γὰρ πολλάκις οὐκ ἔστιν, ὁ δὲ πλάστης ἀπλανὴς μάρτυς μένει ἐν οὐρανῷ πιστὸς καὶ βλέπει τὸ γινόμενον
因為人常不在場,那造化之主卻是無誤的見證者,他存留在天上,是信實的,鑒察所行的。
For a man often is not there, but the Fashioner, an unerring witness, abides in heaven, faithful, and beholds what is done.
11:2842
καὶ οἱ σπῖλοι δὲ τῶν ἁμαρτιῶν μένουσιν ἐν τῷ σώματι
罪的污點也存留在身體裡。
And the stains of sins remain in the body.
11:2843
ὥσπερ γὰρ πληγῆς προχωρησάσης ἐν τῷ σώματι, κἂν θερα πεία γένηται τις, ὅμως ἡ οὐλὴ μένει, οὕτω καὶ ἡ ἁμαρτία πλήσσει τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ μένουσιν οἱ τύποι τῶν οὐλῶν ἐν πᾶσι, περιαιροῦνται δὲ μόνον ἀπὸ τῶν λαμβανόντων τὸ λουτρόν
因為正如身體受了一擊,縱然得了醫治,那疤痕仍存留;照樣,罪擊傷魂和身體,那疤痕的印記就存留在眾人身上;惟有那些領受洗滌之水的,才得除去。
For just as, when a blow has been inflicted on the body, even if some healing takes place, yet the scar remains, so also sin smites the soul and the body, and the marks of the scars remain in all; but they are taken away only from those who receive the washing.
11:2844
τὰ μὲν οὖν παρελθόντα ψυχῆς καὶ σώματος τραύματα θεραπεύει θεὸς διὰ τοῦ βαπτίσματος, πρὸς δὲ τὰ μέλλοντα λοιπὸν ἑαυτοὺς ἀσφαλιζώμεθα κοινῇ πάντες, ἵνα καθαρὸν τοῦτον τοῦ σώματος τὸν χιτῶνα διατηρήσωμεν, καὶ μὴ δι' ὀλίγης πορνείας καὶ ἡδυπαθείαςἤ τινος ἄλλης ἁμαρτίας πρᾶξιν ἀπολέσωμεν οὐράνιον σωτηρίαν, ἀλλ' ἵνα κληρονομήσωμεν βασιλείαν θεοῦ αἰώνιον, ἧς πάντας ὑμᾶς τῇ ἑαυτοῦ χάριτι καταξιώσειεν ὁ θεός
那麼,魂和身體過去的傷,神藉著洗禮醫治;至於將來的傷,讓我們眾人從今一同謹守提防,好叫我們把身體這件衣裳保守潔淨,不致因一點淫亂、貪逸或別樣的罪,喪失那存留的屬天救恩,反倒承受神永遠的國——願神憑他自己的恩典,算你們眾人配得這國。
The past wounds of soul and body, then, God heals through baptism; but against those to come let us all henceforth in common secure ourselves, that we may keep this tunic of the body clean, and may not, through a little fornication or sensuality or some other sin, lose the heavenly salvation that is in store, but that we may inherit the eternal kingdom of God—of which may God by his own grace count you all worthy.
11:2845
Καὶ ταῦτα μὲν εἰρήσθω πρὸς ἀπόδειξιν τῆς τῶν νεκρῶν ἀναστάσεως
以上這些話,且作死人復活的明證。
And let these things be said for the proof of the resurrection of the dead.
11:2846
ἡ δὲ τῆς πίστεως ἐπαγγελία
至於信仰的宣認,
But the profession of the faith,
11:2847
πάλιν ὑμῖν ὑφ' ἡμῶν ῥηθεῖσα μετὰ σπουδῆς πάσης ἐπὶ λέξεως αὐτῆς ὑφ' ὑμῶν ἀπαγγελλέσθω τε καὶ μνημονευέσθω
我們再一次向你們陳明,願你們竭盡所能,逐字逐句地背誦並記念它。
once more set forth to you by us, let it with all diligence be recited and remembered by you word for word.
11:2848
Τῆς δὲ ἀπαγγελλομένης πίστεως ἀκολούθως περιεχούσης τὸ καὶ εἰς ἓν βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς μίαν ἁγίαν καθολικὴν ἐκκλησίαν, καὶ εἰς σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν αἰώνιον, περὶ μὲν τοῦ βαπτίσματος καὶ τῆς μετανοίας ἐν ταῖς πρώταις ἡμῖν εἴρηται κατηχήσεσι, καὶ τὰ περὶ ἀναστάσεως δὲ νεκρῶν λεχθέντα νῦν διὰ τὸ καὶ εἰς σαρκὸς ἀνάστασιν εἴρηται
既然所宣認的信仰接著包含「並信入一個使罪得赦的悔改之洗、信入一個聖而公的教會、信入肉身的復活、信入永遠的生命」這幾句,論到洗禮和悔改,我們已在最初幾篇要理講授中說過了;如今所說關乎死人復活的話,乃是為著「並信入肉身的復活」這一句而說的。
And since the professed faith consequently contains the clause “and in one baptism of repentance for the remission of sins, and in one holy catholic Church, and in the resurrection of the flesh, and in life everlasting,” concerning baptism and repentance it has been said by us in the first catecheses; and the things now said about the resurrection of the dead have been said because of the clause “and in the resurrection of the flesh.”
11:2849
λεγέσθω δὲ τὰ λείποντα καὶ τέως διὰ τὸ καὶ εἰς μίαν ἁγίαν καθολικὴν ἐκκλησίαν, περὶ ἧς πολλὰ μὲν εἰπεῖν δυνατὸν ἦν, δι' ὀλίγων δὲ ἐροῦμεν
如今且把所剩下的也說出來,是為著「並信入一個聖而公的教會」這一句;論到這教會,本可說許多話,我們卻只用寥寥數語來說。
And let what remains now be said also, for the sake of the clause “and in one holy catholic Church,” concerning which it was possible to say much, but we shall say it in a few words.
11:2850
Καθολικὴ μὲν οὖν καλεῖται διὰ τὸ κατὰ πάσης εἶναι τῆς οἰκουμένης ἀπὸ περάτων γῆς ἕως περάτων, καὶ διὰ τὸ διδάσκειν καθολικῶς καὶ ἀνελλιπῶς ἅπαντα τὰ εἰς γνῶσιν ἀνθρώπων ἐλθεῖν ὀφείλοντα δόγματα, περί τε ὁρατῶν καὶ ἀοράτων πραγμάτων, ἐπουρανίων τε καὶ ἐπιγείων, καὶ διὰ τὸ πᾶν γένος ἀνθρώπων εἰς εὐσέβειαν ὑποτάσσειν, ἀρχόντων τε καὶ ἀρχομένων, λογίων τε καὶ ἰδιωτῶν, καὶ διὰ τὸ καθολικῶς ἰατρεύειν μὲν καὶ θεραπεύειν ἅπαν τὸ τῶν ἁμαρτιῶν εἶδος τῶν διὰ ψυχῆς καὶ σώματος ἐπιτελουμένων, κεκτῆσθαι δὲ ἐν αὐτῇ πᾶσαν ἰδέαν ὀνομαζομένης ἀρετῆς ἐν ἔργοις τε καὶ λόγοις καὶ πνευματικοῖς παντοίοις χαρίσμασιν
它被稱為「大公的」(普世的),是因為它遍及全世界,從地的這端到那端;又因為它普遍地、毫無遺漏地教導凡當叫人知道的一切教義,論到可見與不可見之事、屬天與屬地之事;又因為它使各族的人——管轄人的與被管轄的、有學問的與無學問的——都順服敬虔;又因為它普遍地醫治並治療藉魂和身體所犯各樣的罪,並在自身裡擁有一切稱得上美德的樣式,在行為、言語並各樣屬靈的恩賜上。
It is called “Catholic” (universal), then, because it is throughout the whole world, from the ends of the earth to the ends; and because it teaches universally and without omission all the doctrines that ought to come to the knowledge of men, concerning things visible and invisible, heavenly and earthly; and because it brings into subjection to godliness every race of men, rulers and ruled, learned and unlearned; and because it universally treats and heals every kind of sins committed through soul and body, and possesses in itself every form of virtue that is named, in deeds and words and spiritual gifts of every kind.
11:2851
Ἐκκλησία δὲ καλεῖται φερωνύμως διὰ τὸ πάντας ἐκκαλεῖσθαι καὶ ὁμοῦ συνάγειν, καθὼς ἐν τῷ λευιτικῷ φησιν ὁ κύριος·
它又被恰如其名地稱為「教會」(召出來的會),因為它召出眾人、又把他們聚集在一處,正如主在利未記中所說的:
And it is called “Church” (ecclesia) by a fitting name, because it calls forth all and gathers them together, as the Lord says in Leviticus:
11:2852
καὶ πάσῃ τῇ συναγωγῇ ἐκκλησίασον ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
「要招聚全會眾到會幕門口。」
“And assemble all the congregation at the door of the tabernacle of testimony.”
11:2853
σημειωτέον δέ, ὅτι τὸ ἐκκλησίασον πρώτως ἐν ταῖς γραφαῖς εἴρηται νῦν, ἡνίκα τὸν Ἀαρὼν εἰς τὴν ἀρχιερωσύνην ὁ κύριος καθίστα
要注意「招聚」這詞在聖經中是頭一次在此處出現的,正是當主立亞倫為大祭司的時候。
And it is to be noted that the word “assemble” is first said in the Scriptures here, when the Lord was appointing Aaron to the high priesthood.
11:2854
καὶ ἐν δευτερονομίῳ δὲ λέγει ὁ θεὸς τῷ Μωυσῇ·
在申命記中,神對摩西說:
And in Deuteronomy God says to Moses:
11:2855
ἐκκλησίασον πρόσμε τὸν λαόν, καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου, ὅπως ἂν μάθωσι φοβεῖσθαί με
「你要招聚百姓到我這裡來,叫他們聽見我的話,好叫他們學習敬畏我。」
“Assemble the people to me, and let them hear my words, that they may learn to fear me.”
11:2856
τοῦ δὲ τῆς ἐκκλησίας ὀνόματος μνημονεύει πάλιν, ὅτε περὶ τῶν πλακῶν·
它又再題到「會」這名,是在論到那兩塊版的時候:
And it mentions the name “Church” again, when concerning the tablets:
11:2857
καὶ ἐπ' αὐταῖς ἐπεγέγραπτο πάντες οἱ λόγοι, οὓς ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρὸς ἐν ἡμέρᾳ ἐκκλησίας
「版上所寫的,是耶和華在大會的日子、在山上、從火中對你們所說的一切話。」
“And on them were written all the words which the Lord spoke to you on the mountain out of the midst of the fire, in the day of the assembly.”
11:2858
ὡσεὶ ἔλεγε σαφέστερον, ἐν ἡμέρᾳ ᾗ κληθέντες ὑπὸ τοῦ θεοῦ συνήχθητε
這彷彿更明白地說:「就是在你們蒙神呼召、被聚集在一處的那日。」
As if to say more plainly, “in the day in which, being called by God, you were gathered together.”
11:2859
ἐξομολογήσομαί σοι κύριε ἐν ἐκκλησίᾳ μεγάλῃ, ἐν λαῷ βαρεῖ αἰνέσω σε
「耶和華啊,我要在大會中稱謝你,在眾多的百姓中讚美你。」
“I will confess to you, O Lord, in the great church; in a mighty people I will praise you.”
11:2860
Πρότερον μὲν οὖν ᾖδεν ὁ ψαλμῳδός·
因為詩人在先前歌唱說:
For previously the Psalmist sang:
11:2861
ἐν ἐκκλησίᾳ εὐλογεῖτε τὸν θεὸν τὸν κύριον, ἐκ πηγῶν Ἰσραήλ
「你們當在各會中稱頌神耶和華,就是出於以色列源頭的。」
“In the churches bless God the Lord, from the fountains of Israel.”
11:2862
ἀφ' οὗ δὲ διὰ τὰς γενομένας κατὰ τοῦ σωτῆρος ἐπιβουλὰς ἀπεβλήθησαν Ἰουδαῖοι τῆς χάριτος, δευτέραν ᾠκοδόμησεν ἐξ ἐθνῶν ὁ σωτὴρ τὴν τῶν χριστιανῶν ἡμῶν ἁγίαν ἐκκλησίαν, περὶ ἧς εἶπε τῷ Πέτρῳ·
但自從猶太人因謀害救主,被趕出恩典之外,救主便從外邦人中建造了第二個教會,就是我們基督徒的聖教會,論到這教會,他對彼得說:
But from the time that, because of the plots made against the Saviour, the Jews were cast out of the grace, the Saviour built from the Gentiles a second Church, the holy Church of us Christians, concerning which he said to Peter:
11:2863
καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς
「我要把我的教會建造在這磐石上,陰間的門不能勝過它。」
“And upon this rock I will build my Church, and the gates of Hades shall not prevail against it.”
11:2864
Περὶ δὲ ἀμφοτέρων τούτων προφητεύων σαφῶς ἔλεγεν ὁ Δαβίδ, περὶ μὲν τῆς πρώτης ἀποβληθείσης·
大衛清楚地豫言這兩個教會,論到頭一個被棄絕的說:
And prophesying plainly concerning both of these, David said—concerning the first, the one cast out:
11:2865
ἐμίσησα ἐκκλησίαν πονηρευομένων·
「我恨惡惡人的會;」
“I have hated the church of evildoers;”
11:2866
περὶ δὲ τῆς δευτέρας τῆς οἰκοδομουμένης ἐν τῷ αὐτῷ ψαλμῷ φησι·
論到第二個正被建造的,他在同一篇詩中說:
but concerning the second, the one being built, he says in the same psalm:
11:2867
κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου·
「耶和華啊,我喜愛你所住之殿的華美;」
“Lord, I have loved the beauty of your house;”
11:2868
ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε
「我要在各會中稱頌你,耶和華啊。」
“In the churches I will bless you, O Lord.”
11:2869
τῆς γὰρ ἐν τῇ Ἰουδαίᾳ μιᾶς ἀποβληθείσης κατὰ πάσης τῆς οἰκουμένης λοιπὸν αἱ τοῦ Χριστοῦ πληθύνουσιν ἐκκλησίαι, περὶ ὧν ἐν ψαλμοῖς εἴρηται·
因為猶太地那一個既被棄絕,從此基督的眾教會便在全世界繁增,論到這些教會,詩篇中說:
For the one in Judaea having been cast out, henceforth the churches of Christ multiply throughout the whole world, concerning which it is said in the Psalms:
11:2870
ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων
「你們要向耶和華唱新歌,在聖民的會中讚美他。」
“Sing to the Lord a new song; his praise is in the church of the holy ones.”
11:2871
οἷς ἀκόλουθα καὶ ὁ προφήτης πρὸς Ἰουδαίους εἶπεν·
與此相符,先知也對猶太人說:
In accord with these the prophet also said to the Jews:
11:2872
οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ ἑξῆς εὐθύς, διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν
「萬軍之耶和華說,我不喜悅你們」,緊接著說「因為從日出之地到日落之處,我的名在外邦中是大的」。
“I have no pleasure in you, says the Lord almighty,” and immediately following, “for from the rising of the sun to its setting my name has been glorified among the Gentiles.”
11:2873
περὶ ταύτης τῆς ἁγίας καθολικῆς ἐκκλησίας γράφει πρὸς Τιμόθεον ὁ Παῦλος·
論到這聖而公的教會,保羅寫信給提摩太說:
Concerning this holy catholic Church Paul writes to Timothy:
11:2874
ἵνα εἰδῇς ἐν οἴκῳ θεοῦ πῶς δεῖ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας
「叫你知道在神的家中當怎樣行;這家就是永生神的教會,真理的柱石和根基。」
“That you may know how one ought to behave in the house of God, which is the church of the living God, the pillar and ground of the truth.”
← 上一段下一段 →
← 第 10 章
1234567891011

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。