📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 要理講授(全本)

要理講授(全本) 第 11 章 第 12/12 段

希臘文原文.81 節.部分字詞可點開查義.本章太長已分段,此段為 11:2875–11:2955(全章共 2955 節)

← 第 10 章
← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
11:2875
Ἐπειδὴ δὲ τὸ τῆς ἐκκλησίας ὄνομα περὶ διαφόρων λέγεται πραγμάτων, ὡς καὶ περὶ τοῦ ὄχλου τοῦ ἐν τῷ θεάτρῳ τῶν Ἐφεσίων γέγραπται·
既然「會」這名用於各樣事物,正如論到以弗所人戲園裡的群眾所記的:
And since the name “church” is used of various things, as also it is written of the crowd in the theatre of the Ephesians:
11:2876
καὶ ταῦτα εἰπὼν ἀπέλυσε τὴν ἐκκλησίαν·
「他說了這話,便解散了聚集的眾人」;
“And having said these things, he dismissed the assembly”;
11:2877
κυρίως δὲ ἄν τις εἴποι καὶ ἀληθῶς ἐκκλησίαν εἶναι πονηρευομένων τὰ συστήματα τῶν αἱρετικῶν, μαρκιωνιστῶν λέγω καὶ μανιχαίων καὶ τῶν λοιπῶν, διὰ τοῦτό σοι νῦν ἠσφαλισμένως παρέδωκεν ἡ πίστις τὸ καὶ εἰς μίαν ἁγίαν καθολικὴν ἐκκλησίαν, ἵνα
但人也可正當而真實地稱異端者的組織為「惡人的會」——我是指馬吉安派、摩尼派和其餘的;為這緣故,信仰如今穩妥地把「並信入一個聖而公的教會」這句交託給你,叫你——
but one might properly and truly call the systems of the heretics also “churches of evildoers”—I mean of the Marcionites and Manichaeans and the rest; for this reason the faith has now securely delivered to you the clause “and in one holy catholic Church,” that—
11:2878
ἐκείνων μὲν τὰ μιαρὰ συστήματα φεύγῃς, παραμένῃς δὲ τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ διὰ παντός, ἐν ᾗ καὶ ἀνεγεννήθης
逃避那些污穢的組織,常常住在那聖而公的教會裡,就是你也在其中得了重生的。
you may flee those defiled systems, and may abide continually in the holy catholic Church, in which you were also regenerated.
11:2879
Κἄν ποτε ἐπιδημῇς ἐν πόλεσι, μὴ ἁπλῶς ἐξέταζε ποῦ τοῦ κυριακὸν ἔστι (καὶ γὰρ αἱ λοιπαὶ τῶν ἀσεβῶν αἱρέσεις κυριακὰ τὰ ἑαυτῶν σπήλαια καλεῖν ἐπιχειροῦσι), μηδὲ ποῦ ἔστιν ἁπλῶς ἡ ἐκκλησία, ἀλλὰ ποῦ ἔστιν ἡ καθολικὴ ἐκκλησία
你若曾旅居在各城裡,不要只問「主的殿」在哪裡(因為其餘那些不敬虔的異端,也企圖把自己的洞穴稱為「主的殿」),也不要只問「教會」在哪裡,乃要問「大公教會」在哪裡。
And if ever you sojourn in cities, do not simply ask where the Lord’s house is (for the rest of the impious heresies attempt to call their own dens “Lord’s houses”), nor merely where the church is, but where the catholic Church is.
11:2880
τοῦτο γὰρ ἰδικὸν ὄνομα τυγχάνει τῆς ἁγίας ταύτης καὶ μητρὸς ἡμῶν ἁπάντων
因為這乃是這聖教會、我們眾人之母的本名。
For this is the proper name of this holy Church and mother of us all.
11:2881
ἥτις νύμφη μέν ἐστι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, ( γέγραπται γάρ·
她是我們主耶穌基督——神獨生子——的新婦(因為經上記著:
which is the bride of our Lord Jesus Christ, the only-begotten Son of God (for it is written:
11:2882
καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, καὶ ὅλα τὰ ἑξῆς,) τύπον δὲ ἔχει καὶ μίμημα τῆς ἄνω Ἱερουσαλήμ, ἥτις ἐλευθέρα ἐστὶ καὶ μήτηρ πάντων ἡμῶν, ἡ πρότερον μὲν στεῖρα, νῦν δὲ πολύτεκνος
「正如基督愛教會,為教會捨己」,以及隨後的全文);她又是那在上之耶路撒冷的預表和樣式,那在上的耶路撒冷是自主的,是我們眾人的母,她從前不生育,如今卻多有兒女。
“even as Christ loved the Church and gave himself up for her,” and all that follows), and has the type and likeness of the Jerusalem above, which is free and is the mother of us all, who was formerly barren but is now mother of many children.
11:2883
Τῆς γὰρ πρώτης ἀποβληθείσης ἐν τῇ δευτέρᾳ καθολικῇ ἐκκλησίᾳ, καθὼς Παῦλός φησιν, ὁ θεὸς ἔθετο πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν, καὶ πάσης ἀρετῆς ἅπαν εἶδος, σοφίαν λέγω καὶ σύνεσιν, σωφροσύνην τε καὶ δικαιοσύνην, ἐλεημοσύνην τε καὶ φιλανθρωπίαν, καὶ ὑπομονὴν τὴν ἐν διωγμοῖς ἀκαταγώνιστον
因為頭一個既被棄絕,在這第二個大公教會裡,正如保羅所說:「神在教會所設立的,第一是使徒,第二是申言者,第三是教師,其次是異能,再次是醫病的恩賜、幫助的、治理的、說方言的」,並一切美德的各樣樣式——我是指智慧與悟性、節制與公義、施捨與仁愛、並那在逼迫中不能被勝過的忍耐。
For when the first had been cast out, in the second catholic Church, as Paul says, “God set first apostles, second prophets, third teachers, then powers, then gifts of healings, helps, governments, kinds of tongues,” and every form of all virtue—I mean wisdom and understanding, temperance and righteousness, almsgiving and benevolence, and the patience that is unconquerable in persecutions.
11:2884
ἥτις διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, πρότερον μὲν ἐν διωγμοῖς καὶ θλίψεσι τοὺς ἁγίους μάρτυρας τοῖς τῆς ὑπομονῆς ποικίλοις καὶ πολυανθέσιν ἔστεψε στεφάνοις, νυνὶ δὲ ἐν καιροῖς εἰρήνης θεοῦ χάριτι τὰ τῆς ὀφειλομένης ἔχει τιμῆς ὑπὸ βασιλέων καὶ τῶν ἐν ὑπεροχαῖς ὄντων καὶ παντὸς ἀνθρώπων εἴδους τε καὶ γένους, βασιλέων μὲν τῶν κατὰ τόπον ἐθνῶν τῆς ἐξουσίας ὅρους ἐχόντων, μόνης δὲ τῆς ἁγίας καθολικῆς ἐκκλησίας κατὰ τὴν οἰκουμένην πᾶσαν ἀπεριόριστον ἐχούσης τὴν δύναμιν
她藉著右手左手公義的兵器、藉著榮耀與羞辱,從前在逼迫和患難中,用忍耐那繁多、五彩繽紛的冠冕為聖徒殉道者加冠;如今在太平的時候,藉神的恩典,卻從君王、居高位的、並各種族類的人那裡得了當得的尊榮——列王所擁有的權柄各有疆界,按各地的列國而定,惟獨那聖而公的教會在全世界擁有無疆界的權能。
which through the weapons of righteousness on the right hand and on the left, through glory and dishonour, formerly in persecutions and afflictions crowned the holy martyrs with the varied and many-flowered crowns of endurance; but now, in times of peace, by the grace of God, has the honour due to it from kings and those in high positions and from every kind and race of men—kings having the bounds of their authority according to the nations of each place, but the holy catholic Church alone having unbounded power throughout the whole world.
11:2885
ἔθηκε γὰρ ὁ θεὸς κατὰ τὸ γεγραμμένον τὸ ὅριον αὐτῆς εἰρήνην
因為神,正如經上所記,已定她的疆界為平安。
For God, as it is written, has set its border peace.
11:2886
περὶ ἧς εἰ πάντα λέγειν ἐβουλόμην, χρεία ἂν εἴη μοι πλειόνων ὡρῶν εἰς διήγησιν
論到這教會,我若想把一切都說出來,必需許多時辰才能述盡。
Concerning which, if I were willing to say all things, I should need many hours for the narration.
11:2887
Ἐν ταύτῃ τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ διδασκόμενοί τε καὶ ἀναστρεφόμενοι καλῶς τὴν τῶν οὐρανῶν βασιλείαν ἕξομεν καὶ ζωὴν αἰώνιον κληρονομήσομεν, δι' ἣν καὶ πάντα κάμνομεν, ὅπως παρὰ τοῦ κυρίου ταύτης ἀπολαύσωμεν
在這聖而公的教會裡受教、並正當生活,我們就要得著諸天的國,承受永遠的生命;我們在凡事上勞苦,正是為著這緣故,好叫我們從主得享這生命。
Being taught and living rightly in this holy catholic Church, we shall possess the kingdom of the heavens and inherit life everlasting, for the sake of which we also toil at all things, that we may enjoy it from the Lord.
11:2888
οὐ γὰρ περὶ μικρῶν ἡμῖν ὁ σκοπός, ἀλλὰ περὶ ζωῆς αἰωνίου τὸ σπουδαζόμενον
因為我們的目標不是為著小事,乃是殷勤尋求那永遠的生命。
For our aim is not about small things, but the thing earnestly sought is eternal life.
11:2889
διόπερ ἐν τῇ τῆς πίστεως ἐπαγγελίᾳ διδασκόμεθα μετὰ τὸ καὶ εἰς σαρκὸς ἀνάστασιν, τουτέστι τὴν τῶν νεκρῶν, περὶ ἧς διελέχθημεν, πιστεύειν καὶ εἰς ζωὴν αἰώνιον, περὶ ἧς τοῖς χριστιανοῖς ἡμῖν ἔστιν ὁ ἀγών
所以在信仰的宣認中,我們受教在「並信入肉身的復活」(即死人的復活,這是我們已講論過的)之後,也要信入「永遠的生命」,這正是我們基督徒所為之爭戰的。
Therefore in the profession of the faith we are taught, after “and in the resurrection of the flesh,” that is, of the dead, concerning which we have discoursed, to believe also “in life everlasting,” concerning which is the struggle for us Christians.
11:2890
Ἡ μὲν οὖν ὄντως ζωὴ καὶ ἀληθῶς ἐστιν ὁ πατήρ, ὁ δι' υἱοῦ τοῖς ἅπασιν ἐν ἁγίῳ πνεύματι τὰς ἐπουρανίους πηγάζων δωρεάς, διὰ δὲ τὴν ἐκείνου φιλανθρωπίαν καὶ ἡμῖν τοῖς ἀνθρώποις τὰ τῆς αἰωνίου ζωῆς ἀψευδῶς ἐπήγγελται
那真實而真正的生命就是父,他藉著子、在聖靈裡,把屬天的恩賜澆灌給萬人;又因他愛人,便把永遠生命的事毫無虛假地也應許給我們世人。
Now the real and true Life is the Father, who through the Son in the Holy Spirit pours forth the heavenly gifts upon all; and because of his love for man, the things of eternal life have been promised without falsehood to us men also.
11:2891
οὐκ ἀπιστητέον δὲ τοῦτο εἶναι δυνατόν
不可不信這事是可能的。
And it is not to be disbelieved that this is possible.
11:2892
οὐ γὰρ πρὸς τὴν ἡμετέραν ἀσθένειαν, ἀλλὰ πρὸς τὴν ἐκείνου δύναμιν ἀφορῶντας πιστεύειν χρή
因為我們當存著信,不是看自己的軟弱,乃是看他的大能。
For we must believe, looking not to our own weakness, but to his power.
11:2893
πάντα γὰρ δυνατὰ παρὰ τῷ θεῷ
因為在神凡事都能。
For all things are possible with God.
11:2894
καὶ ὅτι γε δυνατόν ἐστι τοῦτο, καὶ ζωὴν αἰώνιον προσδοκῶμεν, λέγει μὲν Δανιήλ·
這事是可能的,且我們指望永遠的生命,但以理說:
And that this is possible, and that we look for life everlasting, Daniel says:
11:2895
καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι·
「那使許多義人……必發光如星,直到永永遠遠」,又說:
“And of the many righteous, as the stars unto the ages,” and again:
11:2896
καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα
「這樣,我們就要和主永遠同在。」
“And so we shall always be with the Lord.”
11:2897
τὸ γὰρ πάντοτε σὺν κυρίῳ εἶναι τὴν αἰώνιον ὑποσημαίνει ζωήν
因為「永遠與主同在」便暗指那永遠的生命。
For to be always with the Lord signifies the eternal life.
11:2898
σαφέστατα δὲ καὶ ὁ σωτὴρ ἐν εὐαγγελίοις φησί·
救主在福音書中說得最為明白:
And most plainly the Saviour says in the Gospels:
11:2899
καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον
「這些人要往永刑裡去,那些義人要往永生裡去。」
“And these shall go away into everlasting punishment, but the righteous into life everlasting.”
11:2900
Καὶ πολλαὶ περὶ τῆς αἰωνίου ζωῆς εἰσὶν αἱ ἀποδείξεις
論到永遠的生命,有許多明證。
And many are the proofs concerning eternal life.
11:2901
ἐπιθυμοῦσι δὲ ἡμῖν κτήσασθαι ταύτην τὴν αἰώνιον ζωὴν αἱ θεῖαι γραφαὶ τῆς κτήσεως ὑποτίθενται τοὺς τρόπους
對我們這些渴望得著這永遠生命的人,聖經陳明了得著它的途徑;
And to us who desire to acquire this eternal life, the divine Scriptures set forth the ways of its acquisition;
11:2902
ἐξ ὧν νῦν διὰ τὸ τοῦ λόγου μῆκος ὀλίγας μαρτυρίας παραθησόμεθα, τὰς λοιπὰς τοῖς σπουδαίοις ἐρευνᾷν καταλείποντες
關於這些,如今因講論已長,我們只列舉幾處見證,其餘的就留給殷勤的人去查考。
of which, now, because of the length of the discourse, we shall set forth a few testimonies, leaving the rest for the diligent to search out.
11:2903
ποτὲ μέν, ὅτι διὰ πίστεως
有時說,這是藉著信。
At one time, that it is through faith.
11:2904
ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον, καὶ τὰ ἑξῆς
「信入子的,有永遠的生命」,以及下文。
“He who believes in the Son has everlasting life,” and so forth.
11:2905
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ τὰ ἑξῆς
「我實實在在地告訴你們,那聽我話、又信差我來者的,就有永遠的生命」,以及下文。
“Truly, truly, I say to you, that he who hears my word and believes him who sent me has everlasting life,” and so forth.
11:2906
ποτὲ δέ, ὅτι δι' εὐαγγελικοῦ κηρύγματος
有時說,這是藉著傳福音。
At another time, that it is through the preaching of the Gospel.
11:2907
λέγει γάρ, ὅτι καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον
因為他說「收割的人得工價,積蓄五穀到永生」。
For he says that “he who reaps receives a wage, and gathers fruit unto life everlasting.”
11:2908
ποτὲ δέ, ὅτι διὰ μαρτυρίου καὶ τῆς ἐν Χριστῷ ὁμολογίας
有時說,這是藉著殉道並在基督裡的承認。
At another time, that it is through martyrdom and the confession in Christ.
11:2909
καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ
「在這世上恨惡自己魂生命的……」
“And he who hates his soul in this world…
11:2910
εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν
「……就要保守這生命到永生。」
…shall keep it unto life everlasting.”
11:2911
καὶ πάλιν, ὅτι διὰ τοῦ προκρίνειν χρημάτων τε καὶ γένους τὸν Χριστόν·
又有時說,這是藉著看基督過於錢財和親屬:
And again, that it is through preferring Christ to riches and kindred:
11:2912
καὶ πᾶς, ὅστις ἀφῆκεν ἀδελφοὺς ἢ ἀδελφάς, καὶ τὰ ἑξῆς, ζωὴν αἰώνιον κληρονομήσει
「凡撇下弟兄、姊妹的」,以及下文,「必承受永遠的生命」。
“And everyone who has left brothers or sisters,” and so forth, “shall inherit life everlasting.”
11:2913
καὶ ὅτι διὰ τοῦ τηρεῖν τὰς ἐντολάς·
又有時說,這是藉著遵守誡命:
And that it is through keeping the commandments:
11:2914
οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ τὰ λοιπὰ ἑξῆς, καθὼς ἀπεκρίνατο τῷ προσελθόντι καὶ εἰπόντι, διδάσκαλε ἀγαθέ, τί ποιήσω, ἵνα ζωὴν αἰώνιον ἔχω; ἔτι μέντοι καὶ διὰ τοῦ τῶν φαύλων μὲν ἀποστῆναι πράξεων, λοιπὸν δὲ θεῷ δουλεύειν
「不可姦淫、不可殺人」,以及下文,正如他回答那來問他、說「良善的夫子,我當作甚麼才可得永生」的人。再者,也藉著遠離惡行、從此事奉神:
“You shall not commit adultery, you shall not kill,” and so forth, as he answered the one who came and said, “Good Teacher, what shall I do that I may have life everlasting?” And further too, through abstaining from evil deeds, and henceforth serving God.
11:2915
νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον
「但現今你們既從罪裡得了釋放,作了神的奴僕,就有成聖的果子,那結局就是永遠的生命。」
“But now, having been set free from sin and become servants to God, you have your fruit unto sanctification, and the end, life everlasting.”
11:2916
Καὶ πολύτροπός ἐστιν, ἣν κατέλειπον διὰ τὸ πλῆθος, τῆς αἰωνίου ζωῆς ἡ εὕρεσις
得著永遠生命的途徑是多方的——我因其繁多便略去了。
And manifold—which I have left out because of the multitude—is the finding of eternal life.
11:2917
φιλάνθρωπος γὰρ ὢν ὁ κύριος οὐ μίαν, οὐδὲ δευτέραν μόνην, ἀλλὰ πολλὰς τῆς εἰσόδου τῆς εἰς τὴν αἰώνιον ζωὴν ἀνέῳξε τὰς θύρας πρὸς τὸ πάντας ἀπολαῦσαι τὸ ὅσον ἐπ' αὐτῷ ταύτης ἀκωλύτως
因為主既是愛人的,便開了進入永遠生命之門,不是一道、也不是只兩道,乃是許多道,叫眾人就他這方面而言,都可以無阻攔地享受它。
For the Lord, being a lover of man, has opened not one, nor a second only, but many doors of the entrance into eternal life, so that all may enjoy it, as far as in him lies, without hindrance.
11:2918
ταῦθ' ἡμῖν τέως καὶ περὶ τῆς αἰωνίου ζωῆς εἴρηται συμμέτρως, ἥτις ἐστὶ τῶν ἐπαγγελλομένων ἐν τῇ πίστει τὸ τελευταῖον δίδαγμα καὶ τέλος
那麼,論到永遠的生命,我們也已適度地說到這裡,這乃是信仰所宣認諸事的末了教訓和終極。
These things, then, have been said by us thus far also concerning eternal life in due measure, which is the last teaching and the end of the things professed in the faith.
11:2919
ἧς γένοιτο πάντας ἡμᾶς, τούς τε διδάσκοντας καὶ τοὺς ἀκούοντας, ἀπολαῦσαι θεοῦ χάριτι
願我們眾人——施教的和聽道的——都蒙神的恩典得享這生命。
Of which may it be granted to all of us, both those who teach and those who hear, to enjoy by the grace of God.
11:2920
Λοιπόν, ἀδελφοὶ ἀγαπητοί, παρακαλεῖ πάντας ὑμᾶς ὁ τῆς διδασκαλίας λόγος ἑτοιμάζειν τὴν ψυχὴν πρὸς ὑποδοχὴν τῶν ἐπουρανίων χαρισμάτων
如今,親愛的弟兄們,這教導的話勸勉你們眾人,要豫備你們的魂,以領受屬天的恩賜。
Now, beloved brethren, the word of teaching exhorts you all to prepare your soul for the reception of the heavenly gifts.
11:2921
περὶ μὲν οὖν τῆς παραδοθείσης ὑμῖν εἰς ἐπαγγελίαν ἁγίας καὶ ἀποστολικῆς πίστεως ὅσας ἐγχωρεῖ κατηχήσεις διὰ τὴν τοῦ κυρίου χάριν εἰρήκαμεν ἐν ταῖς διελθούσαις ταύταις τῆς τεσσαρακοστῆς ἡμέραις
那麼,論到交託給你們作宣認用的、聖而使徒的信仰,我們已藉著主的恩典,在這過去的大齋期日子裡,盡可能地講了這許多篇要理講授。
Concerning, then, the holy and apostolic faith delivered to you for profession, we have given, by the grace of the Lord, as many catecheses as were possible during these past days of Lent.
11:2922
οὐχ ὅτι ταῦτα μόνα εἰπεῖν ὠφείλομεν·
並非說我們只該說這些;
Not that we ought to have said these things only;
11:2923
πολλὰ γάρ ἐστι τὰ παραλειφθέντα, καὶ μειζόνως ἴσως ὑπὸ τῶν καλλιόνων διδασκάλων νοούμενα
因為所略去的事甚多,或許更美的教師對它們有更深的領會。
for there are many things omitted, and perhaps understood more greatly by better teachers.
11:2924
ἐνεστώσης δὲ λοιπὸν τῆς ἁγίας τοῦ πάσχα ἡμέρας, καὶ τῆς ὑμετέρας ἐν Χριστῷ διὰ λουτροῦ παλιγγενεσίας ἀγάπης φωτιζομένης, διδαχθήσεσθε πάλιν τὰ πρέποντα θεοῦ θέλοντος, μεθ' ὅσης μὲν εὐσεβείας καὶ τάξεως εἰσελθεῖν χρὴ καλουμένους, τίνος δὲ ἕνεκεν ἐπιτελεῖται ἕκαστον τῶν ἁγίων τοῦ βαπτίσματος μυστηρίων, μεθ' ὅσης δὲ εὐλαβείας καὶ τάξεως χρὴ ἀπὸ τοῦ βαπτίσματος πρὸς τὸ ἅγιον τοῦ θεοῦ προσελεύσεσθαι θυσιαστήριον καὶ τῶν αὐτόθι πνευματικῶν καὶ ἐπουρανίων ἀπολαύειν μυστηρίων, ἵνα τῆς ὑμετέρας ψυχῆς διὰ τοῦ τῆς διδασκαλίας λόγου προφωτιζομένης εἰς ἕκαστον γνωρίζητε τῶν ἐκ θεοῦ δωρουμένων ὑμῖν χαρισμάτων τὸ μέγεθος
但如今聖逾越節的日子已近,你們的慈愛正藉著洗滌、在基督裡得重生而蒙光照,神若許可,你們要再受教那合宜的事:蒙召的人當以何等的敬虔和規矩進入;洗禮各樣聖奧祕為何緣故而舉行;你們從受洗以後,當以何等的敬畏和規矩來到神的聖壇前,享受那裡屬靈、屬天的奧祕——好叫你們的魂藉著教導的話豫先得光照,能在每一件事上認出神所賜給你們之恩賜的偉大。
But now that the holy day of Pascha is at hand, and your love is being enlightened by regeneration in Christ through the washing, you shall be taught again, God willing, the things that are fitting: with how much piety and order those who are called must enter; for what reason each of the holy mysteries of baptism is performed; and with how much reverence and order you must, from baptism, approach the holy altar of God and enjoy the spiritual and heavenly mysteries there—that your soul, being illuminated beforehand through the word of teaching, may recognize in each the greatness of the gifts granted to you by God.
11:2925
Μετὰ δὲ τὴν ἁγίαν καὶ σωτήριον τοῦ πάσχα ἡμέραν, ἀπὸ τῆς δευτέρας τῶν σαββάτων εὐθύς, καθ' ἑκάστην ἡμέραν ἐν ταῖς ἑξῆς τῆς ἑβδομάδος ἡμέραις μετὰ τὴν σύναξιν εἰς τὸν ἅγιον τῆς ἀναστάσεως τόπον εἰσερχόμενοι, κατηχήσεων ἄλλων ἀκούσεσθε θεοῦ θέλοντος·
在聖而救人的逾越節之後,從一週的第二日起,神若許可,你們每日要在隨後一週的各日中,於聚會之後進入復活的聖地,聽別篇的要理講授;
And after the holy and saving day of Pascha, from the second day of the week onward, entering each day in the days of the following week, after the assembly, into the holy place of the Resurrection, you shall hear other catecheses, God willing;
11:2926
ἐν αἷς πάλιν περὶ ἑκάστου τῶν γεγενημένων διδαχθήσεσθε τὰς αἰτίας, ἐκ παλαιᾶς δὲ καὶ καινῆς διαθήκης λήψεσθε τὰς ἀποδείξεις, πρῶτον μὲν περὶ τῶν πρὸ τοῦ βαπτίσματος εὐθὺς γενομένων, ἔπειτα δὲ πῶς ἐκαθαρίσθητε τῶν ἁμαρτιῶν ὑπὸ τοῦ κυρίου τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, καὶ ὅπως ἱερατικῶς τῆς τοῦ Χριστοῦ προσηγορίας γεγόνατε κοινωνοὶ καὶ ὅπως ἡ σφραγὶς ὑμῖν ἐδόθη τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος, καὶ περὶ τῶν ἐν θυσιαστηρίῳ τῆς καινῆς διαθήκης μυστηρίων,ἃ τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν, τίνα μὲν αἱ θεῖαι γραφαὶ παραδεδώκασι, τίς δὲ ἡ τούτων δύναμις, καὶ ὅπως προσιέναι τούτοις καὶ πότε καὶ πῶς ἔχειν χρή, ἐπὶ τέλει δὲ πάντων, ὅπως ὑμᾶς εἰς τὸν ἐπιόντα χρόνον ἔργοις τε καὶ λόγοις ἐπαξίως τῆς χάριτος ἀναστρέφειν δεῖ πρὸς τὸ δυνηθῆναι πάντας ὑμᾶς ἀπολαῦσαι τῆς αἰωνίου ζωῆς
在那些講授中,你們要再受教各事所行的緣由,並要從舊約和新約領受明證——先論到受洗之前隨即所行的事,然後論到你們怎樣藉著話中之水的洗滌、被主從罪裡潔淨,又怎樣如祭司般成了基督名分的有分者,並聖靈交通的印記怎樣賜給你們,又論到新約之壇上的奧祕(這奧祕是從此處開始的):聖經傳下了甚麼,這些奧祕的能力是甚麼,人當如何就近它們、在何時、以何等的心態;末了論到一切——你們在將來的時候,當在行為和言語上怎樣行事,配得這恩典,好叫你們眾人都能得享永遠的生命。
in which you shall again be taught the reasons for each of the things that took place, and from the Old and New Testaments you shall receive the proofs—first concerning the things that took place immediately before baptism, then how you were cleansed from sins by the Lord through the washing of water in the word, and how priestly you became partakers of the name of Christ, and how the seal of the communion of the Holy Spirit was given to you, and concerning the mysteries at the altar of the New Covenant, which have taken their beginning from here: what the divine Scriptures have handed down, what their power is, and how one must approach them, and when and how one must be disposed; and at the end of all, how you must conduct yourselves in the time to come, in deeds and words worthily of the grace, so that all of you may be able to enjoy eternal life.
11:2927
καὶ ταῦτα μέν, εἰ θεὸς θέλει, λεχθήσεται
這些事,若神許可,必要講說。
And these things, if God will, shall be spoken.
11:2928
Τὸ λοιπόν, ἀδελφοί, χαίρετε ἐν κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε
弟兄們,最後我要說,你們要靠主常常喜樂;我再說,你們要喜樂。
Finally, brethren, rejoice in the Lord always; again I will say, rejoice.
11:2929
ἤγγικε γὰρ ἡ ἀπολύτρωσις ὑμῶν, καὶ τὴν ὑμετέραν ἐκδέχεται σωτηρίαν ὁ τῶν ἀγγέλων ἐπουράνιος στρατός
因為你們得贖的日子近了,眾天使的天軍正等候著你們的救恩;
for your redemption is drawing near, and the heavenly host of angels awaits your salvation;
11:2930
καὶ φωνὴ μὲν ἤδη βοῶντος ἐν τῇ ἐρήμῳ·
如今已有在曠野呼喊者的聲音說:
and already there is the voice of one crying in the wilderness:
11:2931
ἑτοιμάσατε τὴν ὁδὸν τοῦ κυρίου
你們要預備主的道路。
Prepare the way of the Lord.
11:2932
οἱ διψῶντες πορεύεσθε ἐφ' ὕδωρ
凡口渴的,都當前來就近水泉。
All you who thirst, come to the water.
11:2933
ἀκούσατέ μου καὶ φάγεσθε τὰ ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν
你們要留心聽我,就能吃美物,你們的心必因美物得享豐肥。
Hearken unto me, and you shall eat good things, and your soul shall delight itself in good things.
11:2934
καὶ μετ' οὐ πολὺ τῆς ἀγαθῆς ἀναγνώσεως ἀκούσεσθε λεγούσης·
不久之後,你們將聽見那美好的經文宣讀說:
And after no long time you shall hear the good reading that says:
11:2935
φωτίζου, ἡ νέα Ἱερουσαλήμ·
新耶路撒冷啊,你要發光顯耀;
Be enlightened, O new Jerusalem;
11:2936
περὶ ἧς Ἱερουσαλὴμ ὁ προφήτης εἴρηκε·
論到這耶路撒冷,先知曾說:
concerning which Jerusalem the prophet has said:
11:2937
ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών, διὰ τὸν ἐκ Σιὼν ἐξελθόντα νόμον καὶ λόγον κυρίου τὸν ἐξ Ἱερουσαλήμ, ὃς ἐντεῦθεν εἰς ἅπασαν τὴν οἰκουμένην ἐξώμβρησεν
你必稱為公義之城、忠信之都、錫安——因為律法必出於錫安,主的話必出於耶路撒冷,並從那裡如雨降下,遍灑全地。
You shall be called the city of righteousness, the faithful mother-city, Zion—on account of the law that went forth out of Zion and the word of the Lord from Jerusalem, which from there poured forth like rain upon the whole world.
11:2938
Πρὸς ἣν καὶ ὁ προφήτης περὶ ὑμῶν φησιν·
先知也向她論到你們說:
And to her the prophet also says concerning you:
11:2939
ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου
你舉目向四面觀看,看哪,你的兒女都聚集而來。
Lift up your eyes round about, and see your children gathered together.
11:2940
ἡ δὲ ἀποκρίνεται λέγουσα·
她回答說:
And she answers, saying:
11:2941
τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ' ἐμέ; νεφέλαι διὰ τὸ πνευματικόν, καὶ περιστεραὶ διὰ τὸ ἀκέραιον
這些如雲飛來、又如鴿子帶著雛兒歸向我的,是誰呢?稱為雲,是因其屬靈;稱為鴿子,是因其純全無偽。
Who are these that fly as clouds, and as doves with their young ones unto me? Clouds, on account of their spiritual nature; and doves, on account of their innocence.
11:2942
τίς οἶδε τοιαῦτα; ἢ τίς ἑώρακεν οὕτως; εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς
誰曾聽見這樣的事?誰曾看見這樣的奇事?國豈能一日而生?地豈能一時生產嗎?因為錫安一陣痛,就生下了她的兒女。
Who has known such things? Or who has seen it thus? Has the earth travailed in one day, and was a nation born at once? For Zion travailed and brought forth her children.
11:2943
χαρᾶς δὲ ἀνεκλαλήτου τὰ πάντα πληρωθήσεται, διὰ τὸν εἰπόντα κύριον·
萬事都要被那說話之主所賜不可言喻的喜樂充滿,因為主曾說:
And all things shall be filled with unspeakable joy, on account of the Lord who said:
11:2944
ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ἱερουσαλὴμ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην
看哪,我造耶路撒冷成為人所喜悅的,使其中的居民成為人所歡欣的。
For behold, I make Jerusalem a rejoicing, and my people a joy.
11:2945
Εἴη δὲ καὶ ἐφ' ὑμῖν λεχθῆναι καὶ νῦν·
願這話如今也可向你們述說:
And may it also be said to you even now:
11:2946
εὐφράνθητε οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, καὶ ἑξῆς, ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν
諸天哪,應當歡喜;大地啊,應當快樂——以及下文所說的——因為神安慰了他的百姓,憐恤了他困苦的子民。
Rejoice, O heavens, and let the earth be glad—and what follows—for God has had mercy on his people, and has comforted the lowly of his people.
11:2947
ταῦτα δὲ ἔσται διὰ τὴν τοῦ θεοῦ φιλανθρωπίαν τοῦ πρὸς ὑμᾶς λέγοντος·
這些事必成就,是因神對你們所說的慈愛憐憫:
And these things shall come to pass on account of the loving-kindness of God, who says to you:
11:2948
ἰδοὺ ἀπαλείψω ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου
看哪,我塗抹了你的過犯,像厚雲消散;又塗抹了你的罪惡,如薄霧消失。
Behold, I will blot out your transgressions as a cloud, and your sins as a thick mist.
11:2949
ὑμεῖς δὲ τοῦ ὀνόματος τῶν πιστῶν καταξιωθέντες (περὶ ὧν γέγραπται·
至於你們,既蒙稱為信徒之名(論到這名,經上記著說:
But you, having been counted worthy of the name of the faithful (concerning whom it is written:
11:2950
τοῖς δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς) ἐρεῖτε μετ' εὐφροσύνης·
必有新名賜給事奉我的人,這名在地上必蒙稱頌)——你們就要歡歡喜喜地說:
To those who serve me a new name shall be given, which shall be blessed upon the earth)—you shall say with gladness:
11:2951
εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτημάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς, καὶ τὰ ἑξῆς
願頌讚歸與我們主耶穌基督的父神,他在基督裡曾賜給我們天上各樣屬靈的福氣。我們藉這愛子的血得蒙救贖,過犯得以赦免,乃是照他豐富的恩典;這恩典是他用諸般智慧聰明,充充足足賞給我們的——以及下文所說的。
Blessed be the God and Father of our Lord Jesus Christ, who has blessed us with every spiritual blessing in the heavenly places in Christ, in whom we have redemption through his blood, the forgiveness of sins according to the riches of his grace which he lavished upon us—and so forth.
11:2952
ὁ δὲ θεός, πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν αὐτοῦ ἀγάπην ἣν ἠγάπησεν ἡμᾶς νεκροὺς ὄντας τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ, καὶ τὰ ἑξῆς
然而神既有豐富的憐憫,因他愛我們的大愛,當我們死在過犯之中的時候,便叫我們與基督一同活過來——以及下文所說的。
But God, being rich in mercy, on account of his great love wherewith he loved us, even when we were dead in our trespasses, made us alive together with Christ—and so forth.
11:2953
καὶ πάλιν ὁμοίως τὸν τῶν ἀγαθῶν κύριον αἰνέσατε λέγοντες·
你們也要照樣再次讚美那賜諸般美善之主說:
And again likewise praise the Lord, the giver of good things, saying:
11:2954
ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία τοῦ σωτῆρος ἡμῶν θεοῦ ἐπεφάνη, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, ἵνα δικαιωθέντες τῇ αὐτοῦ χάριτι κληρονόμοι γενώμεθα κατ' ἐλπίδα ζωῆς αἰωνίου
但到了我們救主神的恩慈和他向人所施的慈愛顯明的時候,他便救了我們,並不是因我們自己所行的義,乃是照他的憐憫,藉著重生的洗和聖靈的更新。聖靈就是神藉著我們的救主耶穌基督厚厚澆灌在我們身上的,好叫我們因他的恩得稱為義,可以憑著永生的盼望成為後嗣。
But when the kindness and love toward mankind of God our Saviour appeared, not by works of righteousness which we did ourselves, but according to his mercy he saved us, through the washing of regeneration and renewing of the Holy Spirit, which he poured out upon us richly through Jesus Christ our Lord, that being justified by his grace we might become heirs according to the hope of eternal life.
11:2955
Αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς διανοίας, καὶ διαφυλάξειεν ὑμᾶς διὰ παντὸς ἐν ἔργοις τε καὶ λόγοις καὶ νοήμασιν ἀγαθοῖς, ᾧ ἡ δόξα, τιμὴ καὶ κρά τος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς σύμπαντας ἀτελευτήτους αἰῶνας τῶν αἰώνων
願我們主耶穌基督的神、榮耀的父,將那賜人智慧和啟示的靈賞給你們,使你們真知道他,並照明你們心中的眼睛;又願他常在善行、善言與善念中保守你們。願榮耀、尊貴、權能,藉著我們的主耶穌基督,同著聖靈,都歸與他,從今直到萬世萬代、永無窮盡。阿們。
And may the God and Father of our Lord Jesus Christ himself, the Father of glory, give you the Spirit of wisdom and of revelation in the knowledge of him, the eyes of your understanding being enlightened; and may he keep you continually in good works and words and thoughts; to whom be the glory, honour, and might, through our Lord Jesus Christ, with the Holy Spirit, now and ever, and unto all the unending ages of ages. Amen.
← 上一段
← 第 10 章
1234567891011

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。