13:13
Οὐκ ἔστιν ἀθάνατος, ἄνδρες Ἕλληνες, ἡ ψυχὴ καθ ἑαυτήν, θνητὴ δέ. Ἀλλὰ δύναται ἡ αὐτὴ καὶ μὴ ἀποθνήσκειν, Θνήσκει μὲν γὰρ καὶ λύεται μετὰ τοῦ σώματος μὴ γινώσκουσα τὴν ἀλήθειαν· ἀνίσταται δὲ εἰς ὕστερον ἐπὶ συντελείᾳ τοῦ κόσμου σὺν τῷ σώματι, θάνατον διὰ τιμωρίας ἐν ἀθανασίᾳ λαμβάνουσα. Πάλιν τε οὐ θνήσκει, κἂν πρὸς καιρὸν λυθῇ, τὴν ἐπίγνωσιν τοῦ θεοῦ πεποιημένη. Καθ ἑαυτὴν γὰρ σκότος ἐστίν, καὶ οὐδὲν ἐν αὐτῇ φωτεινόν. Καὶ τοῦτο ἔστιν ἄρα τὸ εἰρημένον·Ἡ σκοτία τὸ φῶς οὐ καταλαμβάνει.Ψυχὴ γὰρ οὐκ αὐτὴ τὸ πνεῦμα ἔσωσεν, ἐσώθη δὲ ὑπ αὐτοῦ, καὶ τὸ φῶς τὴν σκοτίαν κατέλαβεν.Ἦ λόγος μέν ἐστι τὸ τοῦ θεοῦ φῶς, σκότος δὲ ἡ ἀνεπιστήμων ψυχή. Διὰ τοῦτο μόνη μὲν διαιτωμένη πρὸς τὴν ὕλην νεύει κάτω, συναποθνήσκουσα τῇ σαρκί· συζυγίαν δὲ κεκτημένη τὴν τοῦ θείου πνεύματος οὐκ ἔστιν ἀβοήθητος, ἀνέρχεται δὲ πρὸς ἅπερ αὐτὴν ὁδηγεῖ χωρία τὸ πνεῦμα· τοῦ μὲν γάρ ἐστιν ἄνω τὸ οἰκητήριον, τῆς δὲ κάτωθέν ἐστιν ἡ γένεσις. Γέγονε μὲν οὖν συνδίαιτον ἀρχῆθεν τὸ πνεῦμα τῇ ψυχῇ· τὸ δὲ πνεῦμα ταύτην ἕπεσθαι μὴ βουλομένην αὐτῷ καταλέλοιπεν.Ἡ δὲ ὥσπερ ἔναυσμα τῆς δυνάμεως αὐτοῦ κεκτημένη, καὶ διὰ τὸν χωρισμὸν τὰ τέλεια καθορᾶν μὴ δυναμένη, ζητοῦσα τὸν θεὸν κατὰ πλάνην πολλοὺς θεοὺς ἀνετύπωσε, τοῖς ἀντισοφιστεύουσι δαίμοσι κατακολουθήσασα. Πνεῦμα δὲ τοῦ θεοῦ παρὰ πᾶσιν μὲν οὐκ ἔστι, παρὰ δέ τισι τοῖς δικαίως πολιτευομένοις καταγόμενον καὶ συμπλεκόμενον τῇ ψυχῇ διὰ προαγορεύσεων ταῖς λοιπαῖς ψυχαῖς τὸ κεκρυμμένον ἀνήγγειλε· καὶ αἱ μὲν πειθόμεναι σοφίᾳ σφίσιν αὐταῖς ἐφείλκοντο πνεῦμα συγγενές, αἱ δὲ μὴ πειθόμεναι καὶ τὸν διάκονον τοῦ πεπονθότος θεοῦ παραιτούμεναι θεομάχοι μᾶλλον ἤπερ θεοσεβεῖς ἀνεφαίνοντο
希臘人哪,魂本身並非不朽的,乃是必死的;然而這同一個魂也能夠不死。因為它若不認識真理,便與身體一同死亡、消解;但它末了在世界終結之時必與身體一同復活,藉懲罰在不朽之中受死。但它若得了對神的認識,即便暫時消解,也不會死。因為魂自身乃是黑暗,其中毫無光明。這正應了那句話:「黑暗並未領會光。」原來魂並非自己救了那靈,乃是被那靈所救,而光領會了黑暗。實在說來,道乃是神的光,那無知的魂卻是黑暗。為這緣故,魂單獨而居時,便向下傾向物質,與肉身一同死亡;但它一旦得了那神聖的靈作配偶,就不至於無所倚靠。
The soul, O men of Greece, is not immortal in itself, but mortal; yet the same soul is able also not to die. For it dies and is dissolved together with the body if it does not know the truth; but it rises again at last, at the consummation of the world, together with the body, receiving death by way of punishment in immortality. But again it does not die, even if it be dissolved for a time, having attained the knowledge of God. For by itself it is darkness, and there is nothing luminous in it. And this then is what was said: "The darkness comprehends not the light." For the soul did not itself save the spirit, but was saved by it, and the light comprehended the darkness. Truly the Logos is the light of God, but darkness is the ignorant soul. For this reason, when it dwells alone, it inclines downward toward matter, dying together with the flesh; but having gained as its consort the divine spirit, it is not without help.