37:37
Μετὰ δὲ τοὺς Χαλδαίους τὰ Φοινίκων οὕτως ἔχει. Γεγόνασιν παρ αὐτοῖς τρεῖς ἄνδρες, Θεόδοτος, Ὑψικράτης, Μῶχος· τούτων τὰς βίβλους εἰς ἑλληνίδα κατέταξεν φωνὴν Χαῖτος, ὁ καὶ τοὺς βίους τῶν φιλοσόφων ἐπ ἀκριβὲς πραγματευσάμενος. Ἐν δὲ ταῖς τῶν προειρημένων δηλοῦται ἱστορίαις κατά τινα τῶν βασιλέων Εὐρώπης ἁρπαγὴν γεγονέναι, Μενελάου τε εἰς τὴν Φοινίκην ἄφιξις, καὶ τὰ περὶ Χείραμον, ὅστις Σολομῶνι τῷ Ἰουδαίων βασιλεῖ πρὸς γάμον δοὺς τὴν θυγατέρα καὶ ξύλων παντοδαπῶν ὕλην εἰς τὴν τοῦ ναοῦ κατασκευὴν ἐδωρήσατο. Καὶ Μένανδρος δὲ ὁ Περγαμηνὸς περὶ τῶν αὐτῶν τὴν ἀναγραφὴν ἐποιήσατο.Τοῦ δὲ Χειράμου ὁ χρόνος ἤδη που τοῖς Ἰλιακοῖς ἐγγίζει· Σολομὼν δὲ ὁ κατὰ Χείραμον πολὺ κατώτερός ἐστι τῆς Μωυσέως ἡλικίας
在迦勒底人之後,腓尼基人的事如下。他們當中有過三個人:忒俄多托斯、許普西克拉特斯、摩科斯;他們的書由開托斯譯成希臘文,此人也精確地處理過哲學家的生平。在前述那些人的史書中顯明,在某位王的時代發生了歐羅巴被擄、墨涅拉俄斯抵達腓尼基之事,以及關乎希蘭的事——希蘭把女兒嫁給猶太人的王所羅門,又把建殿用的各樣木料贈給他。別迦摩的米南德也記錄了同樣的事。希蘭的年代如今已逼近特洛伊戰事;而與希蘭同時的所羅門,卻遠晚於摩西的年代。
And after the Chaldaeans, the affairs of the Phoenicians are as follows. There have been among them three men, Theodotus, Hypsicrates, and Mochus; their books were arranged into the Greek tongue by Chaetus, who also treated the lives of the philosophers with accuracy. And in the histories of the aforesaid men it is shown that there came about, in the time of one of the kings, the seizure of Europa, and the arrival of Menelaus in Phoenicia, and the affairs concerning Hiram, who, giving his daughter in marriage to Solomon king of the Jews, also presented him with material of all kinds of timber for the construction of the temple. And Menander of Pergamum too made the record concerning the same matters. And the time of Hiram now approaches close to the Trojan events; but Solomon, who lived in the time of Hiram, is much later than the age of Moses.