38:38
Αἰγυπτίων δέ εἰσιν αἱ ἐπ ἀκριβὲς χρόνων ἀναγραφαί· καὶ τῶν κατ αὐτοὺς πραγμάτων ἑρμηνεύς ἐστι Πτολεμαῖος, οὐχ ὁ βασιλεύς, ἱερεὺς δὲ Μένδητος. Οὗτος τὰς τῶν βασιλέων πράξεις ἐκτιθέμενος κατ Ἄμωσιν βασιλέα Αἰγύπτου γεγονέναι Ἰουδαίοις φησὶ τὴν ἐξ Αἰγύπτου πορείαν, εἰς ἅπερ ἦλθον χωρία, Μωυσέως ἡγουμένου. Λέγει δὲ οὕτως·Ὁ δὲ Ἄμωσις ἐγένετο κατ Ἴναχον βασιλέα. Μετὰ δὲ τοῦτον Ἀπίων ὁ γραμματικός, ἀνὴρ δοκιμώτατος, ἐν τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν (πέντε δέ εἰσιν αὐτῷ γραφαί) πολλὰ μὲν καὶ ἄλλα, φησὶ δὲ ὅτι Κατέσκαψε τὴν Αὔαριν Ἄμωσις κατὰ τὸν Ἀργεῖον γενόμενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος Πτολεμαῖος.Ὁ δὲ ἀπ Ἰνάχου χρόνος ἄχρι τῆς Ἰλίου ἁλώσεως ἀποπληροῖ γενεὰς εἴκοσι. Καὶ τὰ τῆς ἀποδείξεως ἔχει τοῦτον τὸν τρόπον
埃及人有關於年代的精確紀錄;那解說他們事務的,乃是托勒密——不是那位王,而是門得斯的一位祭司。此人陳述諸王的事蹟,說在埃及王阿摩西斯時代,猶太人在摩西帶領下從埃及出走,進到他們所到的各地。他這樣說:「阿摩西斯活在伊那科斯王的時代。」在此之後,那極受尊崇的文法學家阿皮翁,在他《埃及史》第四卷(他共有五卷著作)中,除許多別的事外,還說:「阿摩西斯夷平了阿瓦里斯,他活在阿耳戈斯人伊那科斯的時代,正如門得斯的托勒密在其《編年史》中所記載。」從伊那科斯直到伊利昂陷落,共滿了二十代。其證明的方式如下。
Of the Egyptians there are accurate records of times; and the interpreter of the affairs among them is Ptolemy—not the king, but a priest of Mendes. This man, setting forth the deeds of the kings, says that in the time of Amosis king of Egypt the departure of the Jews from Egypt took place, into whatever regions they came, with Moses as their leader. And he speaks thus: "Now Amosis lived in the time of king Inachus." And after this Apion the grammarian, a most esteemed man, in the fourth book of his Egyptian Histories (and there are five writings by him), says among many other things that "Amosis razed Avaris, having lived in the time of the Argive Inachus, as Ptolemy of Mendes recorded in his Chronicles." And the time from Inachus until the capture of Ilium completes twenty generations. And the demonstration is of this manner.