📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 尼希米記

尼希米記 第 1 章

希臘文原文.11 節.部分字詞可點開查義

第 2 章 →
📖 這一章另有 2 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本)
1:1
λόγοι Νεεμια υἱοῦ Αχαλια καὶ ἐγένετο ἐν μηνὶ Χασεηλου ἔτους εἰκοστοῦ καὶ ἐγὼ ἤμην ἐν Σουσαν αβιρα
哈迦利亞的兒子尼希米的言語如下: 亞達薛西王二十年基斯流月,我在書珊城的宮中。
The words of Nehemiah the son of Hacaliah. Now in the month Chislev, in the twentieth year, as I was in Susa the palace,
1:2
καὶ ἦλθεν Ανανι εἷς ἀπὸ ἀδελφῶν μου αὐτὸς καὶ ἄνδρες Ιουδα καὶ ἠρώτησα αὐτοὺς περὶ τῶν σωθέντων οἳ κατελείφθησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ περὶ Ιερουσαλημ
那時,有我一個弟兄哈拿尼,同着幾個人從猶大來。我問他們那些被擄歸回、剩下逃脫的猶大人和耶路撒冷的光景。
Hanani, one of my brothers, came, he and certain men out of Judah; and I asked them about the Jews who had escaped, who were left of the captivity, and concerning Jerusalem.
1:3
καὶ εἴποσαν πρός με οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ καὶ τείχη Ιερουσαλημ καθῃρημένα καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί
他們對我說:「那些被擄歸回剩下的人在猶大省遭大難,受凌辱;並且耶路撒冷的城牆拆毀,城門被火焚燒。」
They said to me, “The remnant who are left of the captivity there in the province are in great affliction and reproach. The wall of Jerusalem is also broken down, and its gates are burned with fire.”
1:4
καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαί με τοὺς λόγους τούτους ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας καὶ ἤμην νηστεύων καὶ προσευχόμενος ἐνώπιον θεοῦ τοῦ οὐρανοῦ
我聽見這話,就坐下哭泣,悲哀幾日,在天上的上帝面前禁食祈禱,說:
When I heard these words, I sat down and wept, and mourned several days; and I fasted and prayed before the God of heaven,
1:5
καὶ εἶπα μὴ δή κύριε θεὸς τοῦ οὐρανοῦ ἰσχυρὸς μέγας καὶ φοβερός φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ
「耶和華-天上的上帝,大而可畏的上帝啊,你向愛你、守你誡命的人守約施慈愛。
and said, “I beg you, Yahweh, the God of heaven, the great and awesome God who keeps covenant and loving kindness with those who love him and keep his commandments,
1:6
ἔστω δὴ τὸ οὖς σου προσέχον καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι τοῦ ἀκοῦσαι προσευχὴν δούλου σου ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν Ισραηλ δούλων σου καὶ ἐξαγορεύω ἐπὶ ἁμαρτίαις υἱῶν Ισραηλ ἃς ἡμάρτομέν σοι καὶ ἐγὼ καὶ οἶκος πατρός μου ἡμάρτομεν
願你睜眼看,側耳聽,你僕人晝夜在你面前為你眾僕人以色列民的祈禱,承認我們以色列人向你所犯的罪;我與我父家都有罪了。
let your ear now be attentive and your eyes open, that you may listen to the prayer of your servant which I pray before you at this time, day and night, for the children of Israel your servants, while I confess the sins of the children of Israel which we have sinned against you. Yes, I and my father’s house have sinned.
1:7
διαλύσει διελύσαμεν πρὸς σὲ καὶ οὐκ ἐφυλάξαμεν τὰς ἐντολὰς καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἐνετείλω τῷ Μωυσῇ παιδί σου
我們向你所行的甚是邪惡,沒有遵守你藉着僕人摩西所吩咐的誡命、律例、典章。
We have dealt very corruptly against you, and have not kept the commandments, nor the statutes, nor the ordinances, which you commanded your servant Moses.
1:8
μνήσθητι δὴ τὸν λόγον ὃν ἐνετείλω τῷ Μωυσῇ παιδί σου λέγων ὑμεῖς ἐὰν ἀσυνθετήσητε ἐγὼ διασκορπιῶ ὑμᾶς ἐν τοῖς λαοῖς
求你記念所吩咐你僕人摩西的話,說:『你們若犯罪,我就把你們分散在萬民中;
“Remember, I beg you, the word that you commanded your servant Moses, saying, ‘If you trespass, I will scatter you among the peoples;
1:9
καὶ ἐὰν ἐπιστρέψητε πρός με καὶ φυλάξητε τὰς ἐντολάς μου καὶ ποιήσητε αὐτάς ἐὰν διασπορὰ ὑμῶν ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἐκεῖθεν συνάξω αὐτοὺς καὶ εἰσάξω αὐτοὺς εἰς τὸν τόπον ὃν ἐξελεξάμην κατασκηνῶσαι τὸ ὄνομά μου ἐκεῖ
但你們若歸向我,謹守遵行我的誡命,你們被趕散的人雖在天涯,我也必從那裏將他們招聚回來,帶到我所選擇立為我名的居所。』
but if you return to me, and keep my commandments and do them, though your outcasts were in the uttermost part of the heavens, yet I will gather them from there, and will bring them to the place that I have chosen, to cause my name to dwell there.’
1:10
καὶ αὐτοὶ παῖδές σου καὶ λαός σου οὓς ἐλυτρώσω ἐν δυνάμει σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ
這都是你的僕人、你的百姓,就是你用大力和大能的手所救贖的。
“Now these are your servants and your people, whom you have redeemed by your great power and by your strong hand.
1:11
μὴ δή κύριε ἀλλ’ ἔστω τὸ οὖς σου προσέχον εἰς τὴν προσευχὴν τοῦ δούλου σου καὶ εἰς τὴν προσευχὴν παίδων σου τῶν θελόντων φοβεῖσθαι τὸ ὄνομά σου καὶ εὐόδωσον δὴ τῷ παιδί σου σήμερον καὶ δὸς αὐτὸν εἰς οἰκτιρμοὺς ἐνώπιον τοῦ ἀνδρὸς τούτου καὶ ἐγὼ ἤμην οἰνοχόος τῷ βασιλεῖ
主啊,求你側耳聽你僕人的祈禱,和喜愛敬畏你名眾僕人的祈禱,使你僕人現今亨通,在王面前蒙恩。」 我是作王酒政的。
Lord, I beg you, let your ear be attentive now to the prayer of your servant, and to the prayer of your servants who delight to fear your name; and please prosper your servant today, and grant him mercy in the sight of this man.” Now I was cup bearer to the king.
第 2 章 →
12345678910111213