25:1
Οἵ γε μὴν ἐπὶ Παλαιστίνης, οὓς ἀρτίως διεληλύθαμεν, ὅ τε Νάρκισσος καὶ Θεόφιλος, καὶ σὺν αὐτοῖς Κάσσιος τῆς κατὰ Τύρον ἐκκλησίας ἐπίσκοπος, καὶ Κλάρος τῆς ἐν Πτολεμαΐδι, οἵ τε μετὰ τούτων συνεληλυθότες περὶ τῆς κατελθούσης εἰς αὐτοὺς ἐκ διαδοχῆς τῶν ἀποστόλων περὶ τοῦ πάσχα παραδόσεως πλεῖστα διειληφότες, κατὰ τὸ τέλος τῆς γραφὴς αὐτοῖς ῥήμασιν ἐπιλέγουσι ταῦτα τῆς δ᾿ ἐπιστολῆς ἡμῶν πειράθητε κατὰ πᾶσαν ἐκκλησίαν ἀντίγραφα διαπέμψασθαι, ὅπως μὴ ἔνοχοι ὦμεν τοῖς ῥᾳδίως πλανῶσιν ἑαυτῶν τὰς ψυχάς. δηλοῦμεν δὲ ὑμῖν ὅτι τῇ αὐτῇ ἡμέρᾳ καὶ ἐν Ἀλεξανδρείᾳ ἄγουσιν, ᾗπερ καὶ ἡμεῖς. παρ᾿ ἡμῶν γὰρ τὰ γράμματα κομίζεται αὐτοῖς καὶ ἡμῖν παρ᾿ αὐτῶν, ὥστε συμφώνως καὶ ὁμοῦ ἄγειν ἡμᾶς τὴν ἁγίαν ἡμέραν.
Those in Palestine, whom we have just now gone through—both Narcissus and Theophilus, and with them Cassius, bishop of the church at Tyre, and Clarus of the one at Ptolemais, and those who had convened together with them—having dealt at great length with the tradition concerning the Passover that had come down to them by succession from the apostles, at the end of their writing add these words in their very terms: 「Try to send copies of our letter throughout every church, so that we may not be answerable to those who readily lead their own souls astray. And we declare to you that at Alexandria also they keep the festival on the same day as we do; for letters are carried from us to them and from them to us, so that we keep the holy day in agreement and together.」
我們方纔所述及那些在巴勒斯坦的人——納西索斯與提阿非羅,並與他們同在的還有推羅教會的主教加西烏斯,多利買教會的主教克拉魯斯,以及與他們一同聚集的人——他們極詳盡地論述了那從眾使徒一脈相承、傳到他們這裡關乎逾越節的傳統,便在文件末了用他們自己的話補上這番話說:「你們要設法將我們這信的抄本傳遍各教會,免得我們對那些輕率引誘自己靈魂走入歧途的人負有責任。我們也告訴你們,亞歷山大那裡守這節期,與我們同在一日;因為我們的書信彼此往來傳遞,使我們得以同心合意、一同守這聖日。」