8:1
Νοουατιανῷ μὲν γὰρ εὐλόγως ἀπεχθανόμεθα διακόψαντι τὴν ἐκκλησίαν, καί τινας τῶν ἀδελφῶν εἰς ἀσεβείας καὶ βλασφημίας ἑλκύσαντι, καὶ περὶ τοῦ θεοῦ διδασκαλίαν ἀνοσιωτάτην ἐπεισκυκλήσαντι, καὶ τὸν χρηστότατον κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὡς ἀνηλεῆ συκοφαντοῦντι, ἐπὶ πάσι δὲ τούτοις τὸ λουτρὸν ἀθετοῦντι τὸ ἅγιον, καὶ τήν τε πρὸ αὐτοῦ πίστιν καὶ ὁμολογίαν ἀνατρέποντι, τό τε πνεῦμα τό ἅγιον ἐξ αὐτῶν, εἰ καί τις ἦν ἐλπὶς τοῦ παραμεῖναι ἢ καὶ ἐπανελθεῖν πρὸς αὐτοὺς, παντελῶς φυγαδεύοντι.
“For with good reason indeed do we feel enmity toward Novatian, who rent the Church and drew away some of the brethren into impieties and blasphemies, and brought in most unholy teaching about God, and slanders our most gracious Lord Jesus Christ as merciless; and beyond all this, he sets at naught the holy washing, and overturns the faith and confession that precede it, and utterly puts the Holy Spirit to flight from them, even if there was any hope of His remaining with them or even returning to them.”
「我們向諾瓦提安懷有仇恨,實在是合理的;他撕裂了教會,把一些弟兄拉入不敬虔與褻瀆之中,又引進了關於神的極不聖潔的教訓,並毀謗我們滿有恩慈的主耶穌基督為無憐憫;而在這一切之上,他廢棄那聖別的洗滌,推翻在其先的信仰與認信,又把聖靈從他們中間徹底逐去,縱然原本還有指望,叫聖靈與他們同在、甚或重新回到他們那裡。」