📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Homilies on Philippians

Chrysostom

Homilies on Philippians 3

Greek original · 239 verses · some words can be tapped for a gloss

← ch. 2ch. 4 →
3:1
Καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι
And in this I rejoice, yea, and I will rejoice.
在這事上我歡喜,並且還要歡喜。
3:2
Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἀπο καραδοκίαν καὶ ἐλπίδα μου, ὅτι
For I know that this shall turn to my salvation through your prayer, and the supply of the Spirit of Jesus Christ, according to my earnest expectation and hope, that
因為我知道,這事藉著你們的祈禱和耶穌基督之靈的幫助,必叫我得救;這是照著我所切慕、所盼望的,就是:
3:3
ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ' ἐν πάσῃ παῤῥησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς, εἴτε διὰ θανάτου
in nothing shall I be put to shame, but with all boldness, as always, so now also, Christ shall be magnified in my body, whether by life or by death.
我凡事都不至於羞愧,只要放膽無懼,無論是生是死,總叫基督在我身上照常顯大,如同往常一樣,現今也是如此。
3:4
Τὴν μεγάλην καὶ φιλόσοφον ψυχὴν οὐδὲν τῶν ἐν τῷ παρόντι βίῳ λυπηρῶν δύναται δακεῖν, οὐκ ἔχθραι, οὐ κατηγορίαι, οὐ διαβολαὶ, οὐ κίνδυνοι, οὐκ ἐπιβουλαί
Nothing among the grievous things of the present life can wound the great and philosophic soul—not enmities, not accusations, not slanders, not dangers, not plots.
現今生活中一切令人憂苦的事,都不能傷害那偉大而有智慧的靈魂——無論是仇恨、控告、毀謗、危險,還是陰謀。
3:5
Ὥσπερ γὰρ εἰς μεγάλην τινὰ ἀκρώρειαν καταφυγοῦσα, ἄληπτος πᾶσίν ἐστι τοῖς κάτωθεν ἀνιοῦσιν ἀπὸ τῆς γῆς
For just as when it has fled to some great mountain peak, it is beyond the grasp of all who come up from below off the earth,
因為正如逃到某座高山之巔一般,它就非那些從下方地上攀爬而來的人所能觸及;
3:6
Τοιαύτη ἦν τοῦ Παύλου ψυχὴ, πάσης ἀκρωρείας ὑψηλότερον τόπον τὸν τῆς φιλοσοφίας καταλαβοῦσα τῆς πνευματικῆς, τῆς ὄντως φιλοσοφίας
such was the soul of Paul, having seized a place loftier than every peak—that of spiritual philosophy, of the true wisdom.
保羅的靈魂正是如此,佔據了一處高過一切山巔的地方,就是屬靈智慧、真正智慧的境地。
3:7
Τὰ γὰρ τῶν ἔξωθεν, ῥήματα μόνον ἐστὶ καὶ παίδων ἀθύρματα
For the things of those outside are mere words and children's playthings.
因為外邦人的那些學問,不過是空言和孩童的玩物。
3:8
Ἀλλ' οὐ περὶ τούτων λόγος νῦν, τὰ δὲ Παύλου φθεγγόμεθα τέως
But our discourse is not now about these things; rather we utter the words of Paul for the present.
但我們現今所論的並非這些,我們此刻乃是傳講保羅的話語。
3:9
μακάριος ἐκεῖνος καὶ τὸν βασιλέα ἔχων πολεμοῦντα αὐτῷ, πρὸς τούτῳ εἶχε καὶ ἑτέρους ἐχθροὺς διαφόρως αὐτὸν λυποῦντας, καὶ μετὰ πικρᾶς διαβολῆς·
That blessed man, even while he had the emperor waging war against him, had besides this other enemies as well, grieving him in various ways, and with bitter slander;
那位蒙福的人,即使有皇帝與他為敵爭戰,除此之外還有別的仇敵,用種種方法使他憂苦,並帶著惡毒的毀謗;
3:10
καὶ τί φησιν; Οὐ μόνον οὐκ ἀλγῶ τούτοις οὐδὲ καταπίπτω, ἀλλὰ. καὶ χαίρω καὶ χαρήσομαι·
and what does he say? Not only am I not grieved by these things, nor cast down, but I even rejoice and will rejoice;
他卻怎麼說呢?我不僅不因這些事而憂傷、不氣餒,反倒歡喜,並且還要歡喜;
3:11
οὐ πρὸς καιρὸν, φησὶν, ἀλλ' ἀεὶ ὑπὲρ τούτων χαρήσομαι
not for a season, he says, but always shall I rejoice over these things.
他說:我不是暫時的,而是要永遠為這些事歡喜。
3:12
Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν τὴν μέλλουσαν
For I know that this shall turn to my salvation—the salvation to come.
因為我知道,這事必叫我得著那將來的救恩。
3:13
Πῶς γὰρ οὐκ ἀποβήσεται, ὅταν καὶ ἔχθρα μου τὸ κήρυγμα ὠφελῇ καὶ πρὸς ἐμὲ ζῆλος; Διὰ τῆς ὑμῶν δεήσεως, φησὶ, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου
For how shall it not turn out so, when even the enmity against me and the zeal directed against me benefit the preaching? Through your prayer, he says, and the supply of the Spirit of Jesus Christ, according to my earnest expectation and hope.
既然連對我的仇恨、連那針對我的敵意,都使福音的傳揚得益,這事怎能不如此成就呢?他說:這是藉著你們的祈禱和耶穌基督之靈的幫助,照著我所切慕、所盼望的。
3:14
Ὅρα τὴν ταπεινοφροσύνην τοῦ μακαρίου τούτου·
Behold the humility of this blessed man;
你看這位蒙福之人的謙卑:
3:15
ἐν τοῖς ἄθλοις ἦν ἀγωνιζόμενος, μυρία κατωρθώκει, πρὸς αὐτῷ τῷ στεφάνῳ λοιπὸν ἔκειτο·
he was contending in the contests, he had accomplished countless deeds, he now lay near to the very crown itself;
他正在競技場中角力奮鬥,已成就了無數的功勳,如今已近乎那冠冕本身;
3:16
τί γὰρ ἄν τις εἴποι πλέον; καὶ Φιλιππησίοις γράφει, ὅτι Διὰ τῆς ὑμῶν δεήσεως δύναμαι σωθῆναι, ἀπὸ μυρίων κατορθωμάτων κεκτημένος τὴν σωτηρίαν
for what more could one say? Yet he writes to the Philippians that: Through your prayer I am able to be saved—he who had acquired salvation from countless right deeds.
還有甚麼比這更值得說的呢?然而他卻寫信給腓立比人說:藉著你們的祈禱我才能得救——這位已因無數美善行為而得著救恩的人。
3:17
Καὶ ἐπιχορηγίας, φησὶ, τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ
And the supply, he says, of the Spirit of Jesus Christ.
他說:並靠耶穌基督之靈的幫助。
3:18
Τί ἐστιν, Ἐπιχορηγίας; Ἂν διὰ τῶν ὑμετέρων εὐχῶν, φησὶ, καταξιωθῶ τῆς χάριτος
What does 'supply' mean? If through your prayers, he says, I be counted worthy of the grace.
「幫助」是甚麼意思呢?他說:就是若藉著你們的祈禱,我得算配得那恩典。
3:19
Τὸ γὰρ, Ἐπιχορηγίας, τοῦτό ἐστιν, ἂν ἐπιχορηγηθῇ, ἂν πλέον ἐπιδοθῇ μοι πνεῦμα·
For the word 'supply' means this: if it be supplied, if more of the Spirit be granted to me;
因為「幫助」(供應)一詞的意思就是:若得著供應,若有更多的靈賜予我;
3:20
Εἰς σωτηρίαν, τουτέστι, τὴν ἀπαλλαγὴν, καὶ τὸν παρόντα διαφεύξομαι, ὡς τὸν πρῶτον κίνδυνον
Unto salvation—that is, deliverance, and I shall escape the present danger, as the first.
「叫我得救」——就是說得蒙釋放,我必像脫離第一次的危險那樣,逃脫這眼前的危險。
3:21
Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο·
At my first defense no one stood with me;
我初次申訴的時候,沒有人前來幫助我;
3:22
ἀλλ' Κύριός μοι παρέστη, καὶ ἐνεδυ. νάμωσέ με
but the Lord stood by me, and strengthened me.
惟有主站在我旁邊,加給我力量。
3:23
Τοῦτο γοῦν καὶ νῦν ἤδη προφητεύει, Διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, λέγων, κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου
This, at any rate, he now already prophesies, saying: Through your prayer, and the supply of the Spirit of Jesus Christ, according to my earnest expectation and hope.
無論如何,他如今已在此預言,說:藉著你們的祈禱和耶穌基督之靈的幫助,照著我所切慕、所盼望的。
3:24
Ἵνα γὰρ πάλιν ἡμεῖς μὴ τὸ ὅλον ταῖς ἐκείνων ἐπιτρέπωμεν εὐχαῖς, αὐτοὶ μηδὲν εἰσφέροντες, ὅρα πῶς τίθησι τὸ αὑτοῦ, τὴν ἐλπίδα, τὴν πάντων αἰτίαν τῶν ἀγαθῶν, καθάπερ προφήτης φησί·
For lest again we should entrust the whole to their prayers, contributing nothing ourselves, see how he sets down his own part—hope, the cause of all good things—just as the prophet says:
為要免得我們又把一切都推卸給他人的祈禱,自己毫無貢獻,你看他如何擺出自己的本分——就是盼望,一切美善之事的根源——正如先知所說:
3:25
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σοί·
Let Thy mercy, O Lord, be upon us, according as we have hoped in Thee;
耶和華啊,願你的慈愛臨到我們,正如我們仰望你。
3:26
καθάπερ καὶ ἑτέρωθί φησιν, Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε·
just as also elsewhere he says: Behold the generations of old, and see:
又如他在別處所說:你們要察看古時的世代,並且觀看:
3:27
τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; καὶ πάλιν μακάριος οὗτός φησιν, δὲ ἐλπὶς οὐ καταισχύνει
who hoped in the Lord, and was put to shame? And again this blessed man says: But hope maketh not ashamed.
有誰仰望主而蒙羞呢?這位蒙福的人又說:盼望不至於使人羞愧。
3:28
Κατὰ τὴν ἀποκαραδοκίαν, φησὶ, καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι
According to my earnest expectation, he says, and hope, that in nothing shall I be put to shame.
他說:照著我所切慕、所盼望的,就是我凡事都不至於羞愧。
3:29
Αὕτη τοῦ Παύλου ἐλπὶς, τὸ ἐλπίζειν, ὅτι Οὐδαμοῦ αἰσχυνθήσομαι
This is Paul's hope—to hope that: Nowhere shall I be put to shame.
這就是保羅的盼望——盼望說:我在任何地方都不至於羞愧。
3:30
Ὁρᾷς ὅσον ἐστὶν ἐλπίζειν ἐπὶ τὸν Θεόν; Κἂν ὁτιοῦν γένηται, φησὶν, οὐκ αἰσχυνθήσομαι·
Do you see how great a thing it is to hope in God? Whatever may happen, he says, I shall not be put to shame;
你看見仰望神是何等大的事嗎?他說:無論發生甚麼事,我都不至於羞愧;
3:31
τουτέστιν, οὐ περιέσονται οὗτοι
that is, these men shall not prevail.
就是說,這些人必不得逞。
3:32
Ἀλλ' ἐν πάσῃ παῤῥησίᾳ, καθὼς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου
But with all boldness, as always, so now also Christ shall be magnified in my body.
只要放膽無懼,無論何時,如今也一樣,基督必在我身上顯大。
3:33
Προσεδόκων ἐκεῖνοι διὰ τῆς παγίδος ταύτης δῆθεν ἑλεῖν μὲν τὸν Παῦλον, σβέννυσθαι δὲ τὸ κήρυγμα, ὡς τοῦ δόλου τοῦ αὐτῶν ἰσχύοντος
Those men were expecting through this snare, forsooth, to catch Paul, and to quench the preaching, as though their guile were prevailing.
那些人指望藉著這圈套,果真捉住保羅,並撲滅福音的傳揚,彷彿他們的詭計得勝了似的。
3:34
Τοῦτο οὖν φησιν, ὅτι Οὐκ ἔσται τοῦτο, οὐ νῦν ἀποθανοῦμαι·
This, then, is what he says: This shall not be, I shall not die now;
所以他就說:這事必不成就,我如今不會死;
3:35
Ἀλλ' ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου
but as always, so now also Christ shall be magnified in my body.
反倒無論何時,如今也一樣,基督必在我身上顯大。
3:36
Πῶς; Πολλάκις εἰς κινδύνους ἐνέπεσον, ἐν οἷς πάντες ἡμᾶς ἀπηγόρευσαν, μᾶλλον δὲ καὶ ἡμεῖς ἑαυτούς·
How so? Often did I fall into dangers, in which all despaired of us, nay, we ourselves also despaired of ourselves;
怎樣顯大呢?我屢次陷入危險,在其中眾人都對我們絕望,甚至連我們自己也對自己絕望;
3:37
Ἐν ἑαυτοῖς γὰρ τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν·
For in ourselves we had the sentence of death;
我們自己心裡也斷定是必死的;
3:38
ἀλλ' ἐκ πάντων ἡμᾶς ἐῤῥύσατο Κύριος
but the Lord delivered us out of all these things.
然而主卻救我們脫離這一切。
3:39
Οὕτω καὶ νῦν μεγαλυνθήσεται ἐν τῷ σώματί μου
So now also Christ shall be magnified in my body.
如今基督也必照樣在我身上顯大。
3:40
Ἵνα δὲ μή τις νομίσῃ καὶ εἴπῃ, Ἂν σὺ ἀποθάνῃς, οὐ μεγαλυνθήσεται; Ναὶ, φησὶν, οἶδα·
But lest anyone suppose and say, 'If you die, will He not be magnified?' — 'Yes,' he says, 'I know it;'
但恐怕有人這樣想、這樣說:「你若死了,祂豈不是照樣被尊為大嗎?」他說:「是的,我知道;」
3:41
ἀλλ' οὐ διὰ τοῦτο οὕτως εἶπον, ὅτι ζωὴ μόνη μεγαλυνεῖ αὐτὸν, ἀλλὰ καὶ θάνατος
'yet it was not for this reason that I spoke thus, as though life alone would magnify Him, but death also.'
「然而我這樣說,並不是因為唯有活著才能使祂為大,乃是死也能使祂為大。」
3:42
Τέως δὲ, Διὰ ζωῆς, φησίν·
For the present, however, he says, 'Through life;'
但眼下他說:「藉著活著;」
3:43
οὐκ ἀναιροῦσί με, ἀλλὰ καὶ εἰ εἷλόν με, καὶ οὕτω μεγαλυνθήσεται Χριστός
they do not take my life away; yet even if they had taken it, thus also would Christ be magnified.
他們並沒有奪去我的性命;然而即使他們奪去了,基督照樣要因此被尊為大。
3:44
Πῶς; Διὰ μὲν ζωῆς, ὅτι ἐξείλετο·
How? Through life, because He delivered me;
怎樣呢?藉著活著,是因為祂搭救了我;
3:45
διὰ θανάτου δὲ, ὅτι οὐδὲ θάνατος ἔπεισέ με ἀρνήσασθαι αὐτόν
through death, because not even death could persuade me to deny Him.
藉著死,是因為連死也不能勸誘我否認祂。
3:46
Ὅτι μοι τοσαύτην προθυμίαν ἐχαρίσατο, καὶ θανάτου ἐποίησεν ἰσχυρότερον·
For He bestowed on me such great zeal, and made me stronger than death;
因為祂賜給我這樣大的熱心,使我比死更剛強;
3:47
ἐκεῖ μὲν, ὅτι με ἀπήλλαξε κινδύνων·
there indeed, because He rescued me from dangers;
在那一面,是因為祂救我脫離了危險;
3:48
ἐνταῦθα δὲ, ὅτι με οὐκ εἴασε φοβηθῆναι τοῦ θανάτου τὴν τυραννίδα
but here, because He did not allow me to fear the tyranny of death.
在這一面,是因為祂不容我懼怕死亡的暴政。
3:49
Οὕτω μεγαλυνθήσεται διὰ ζωῆς καὶ θανάτου
Thus shall He be magnified through both life and death.
祂就這樣藉著活著和死亡都被尊為大。
3:50
Ταῦτα δὲ λέγει, οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, ἀλλ' ὅταν ἀποθάνῃ, ἵνα μηδὲν ἀνθρώπινον πάθωσιν
He says these things not as one about to die, but that whenever he should die, they might suffer nothing merely human.
他說這些話,並不是因為他將要死,乃是要在他死的時候,使他們不至於有任何血氣的軟弱。
3:51
Ὅτι γὰρ οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, μάλιστα αὐτοὺς ἐλύπει, ταῦτα ἔλεγεν, ὅρα πῶς αὐτὸ παραμυθεῖται, μονονουχὶ λέγων·
For that it was not as one about to die that he was saying these things — which grieved them most of all — see how he consoles them on this very point, all but saying:
至於他說這些話並非因為他將要死——這正是最叫他們憂傷的——你看他如何在這一點上安慰他們,簡直就是說:
3:52
Ταῦτα δὲ λέγω, φησὶν, οὐχ ὡς ἀποθανούμενος
'I say these things,' he says, 'not as one who is going to die.'
他說:「我說這些話,並不是像一個將要死的人所說的。」
3:53
Διὰ τοῦτο ἐπήγαγε προϊών·
Therefore he added as he went on:
因此他接著又說:
3:54
Καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν
'And having this confidence, I know that I shall remain, and shall continue with you all.'
「我既然這樣深信,就知道仍要住在世間,且與你們眾人同住。」
3:55
Τὸ δὲ, Ἐν οὐδενὶ αἰσχυνθήσομαι, τοῦτό ἐστιν, Οὐ φέρει μοι αἰσχύνην τὸ ἀποθανεῖν, ἀλλὰ καὶ μέγα κέρδος
And the phrase, 'In nothing shall I be ashamed,' means this: 'Dying brings me no shame, but rather great gain.'
至於「凡事沒有一件叫我羞愧」這句話,意思就是:「死亡不但不叫我羞愧,反倒是極大的益處。」
3:56
Διὰ τί; Οὐ γὰρ ἀθάνατός εἰμι, ἀλλὰ καὶ λαμπρότερος ἔσομαι, εἰ καὶ ἀθάνατος ἤμην·
Why? For I am not immortal, but I shall be more glorious than if I were even immortal;
為什麼呢?因為我原不是不死的,但我卻要比我是不死的更加榮耀;
3:57
οὐ γάρ. ἐστιν ἴσον ἀθάνατον ὄντα καταφρονεῖν θανάτου, καὶ θνητόν
for it is not the same thing for one who is immortal to despise death, and for one who is mortal.
因為一個不死的人輕看死亡,與一個必死的人輕看死亡,二者並不相同。
3:58
Ὥστε οὐδὲ τοῦτο αἰσχύνη, τὸ νῦν ἀποθανεῖν·
So then neither is this a shame, to die now;
所以這也不是羞恥,就是如今死去;
3:59
Ἐν οὐδενὶ αἰσχυνθήσομαι, οὔτε ἐν τῷ ζῇν, οὔτε ἐν τῷ ἀποθανεῖν, φησίν·
'In nothing shall I be ashamed,' he says, 'neither in living nor in dying;'
他說:「凡事沒有一件叫我羞愧,無論是活著,或是死亡;」
3:60
ἀμφότερα γὰρ γενναίως ὑποίσω, εἴτε ζῇν, εἴτε ἀποθανεῖν
for both I shall bear nobly, whether to live or to die.
因為這兩樣我都要勇敢地承受,無論是活著或是死亡。
3:61
Ἀλλ' ἐν πάσῃ, φησὶ, παῤῥησίᾳ
'But in all boldness,' he says.
他說:「乃要凡事放膽。」
3:62
Ὁρᾷς, πῶς οὐκ αἰσχύνομαι; Εἰ μὲν γὰρ τοῦ θανάτου φόβος περιέκοπτέ μου τὴν παῤῥησίαν, αἰσχύνης ἄξιον τὸ ἀποθανεῖν·
'Do you see how I am not ashamed?' For if the fear of death were cutting off my boldness, then to die would be worthy of shame;
「你看見我如何不羞愧嗎?」因為死亡的恐懼若削減了我的膽量,那麼死去就是可羞恥的;
3:63
εἰ δὲ οὐδὲν οὗτος ἐπελθὼν ἐφόβησεν, οὐκ αἰσχύνη τοῦτο·
but if this, when it comes upon me, has caused me no fear, then this is no shame;
但這死亡臨到我,若絲毫沒有使我懼怕,那就不是羞恥了;
3:64
ἀλλ' εἴτε ζῶ, διὰ τοῦ ζῇν οὐκ αἰσχυνθήσομαι·
but whether I live, I shall not be ashamed through living;
無論是我活著,我藉著活著必不至於羞愧;
3:65
εἴτε ἀποθάνω, διὰ τοῦ ἀποθανεῖν οὐκ αἰσχυνθήσομαι·
or whether I die, I shall not be ashamed through dying;
或是我死了,我藉著死也必不至於羞愧;
3:66
τὴν γὰρ αὐτὴν παῤῥησίαν ἐπιδείκνυμαι
for I display the same boldness in both.
因為我在兩樣事上都顯出同樣的膽量。
3:67
Μὴ γὰρ, ἐπειδὴ δεσμὰ εἶπον, αἰσχύνην τὸ πρᾶγμα νομίσητε
For do not, because I spoke of bonds, regard the matter as a shame.
你們不要因我提到鎖鏈,就以為這事是羞恥。
3:68
Τοσούτων ἀγαθῶν αἴτιόν μοι γέγονεν, ὅτι καὶ ἑτέροις ἔδωκε θαῤῥεῖν
It has become to me the cause of so many good things, in that it also gave others courage.
它反倒成了我這許多益處的緣由,因為它也使別人放膽。
3:69
Οὐ γὰρ τὸ δεθῆναι διὰ Χριστὸν, ἀλλὰ τὸ φοβηθέντα τὰ δεσμὰ, προδοῦναί τι τῶν τοῦ Χριστοῦ, τοῦτο αἰσχύνη·
For it is not being bound for Christ's sake, but rather, in fearing the bonds, to betray something of what belongs to Christ — this is shame;
因為為基督的緣故被捆綁並不是羞恥,乃是因懼怕鎖鏈而出賣了屬基督的事,這才是羞恥;
3:70
ὡς, ἂν τοῦτο μὴ , καὶ παῤῥησίας πρόξενα τὰ δεσμά
so that, if this be not the case, the bonds themselves are procurers of boldness.
所以,只要沒有這樣的事,那鎖鏈本身反而成了膽量的媒介。
3:71
Μὴ ἐπειδὴ πολλάκις διέφυγον κινδύνους (καὶ ἔχω ἐπὶ τούτοις καυχᾶσθαι πρὸς τοὺς ἀπίστους), ἂν μὴ συμβῇ τι τοιοῦτον, ἤδη νομίζετε αἰσχύνεσθαι·
Do not, because I have often escaped dangers (and I can boast of these before the unbelievers), if no such thing should now happen, straightway suppose that I am put to shame;
你們不要因為我屢次逃脫了危險(並且我可以在不信的人面前以此誇口),若如今沒有這樣的事發生,就立刻以為我是蒙羞了;
3:72
καὶ γὰρ καὶ τοῦτο οὐχ ἧττον ἐκείνου δίδωσιν ὑμῖν τὴν παῤῥησίαν
for indeed this too, no less than that, gives you boldness.
因為這一樣不亞於那一樣,同樣使你們放膽。
3:73
Ὅρα πῶς ἐπὶ τοῦ οἰκείου προσώπου αὐτὸ προάγει·
See how he brings it forward in his own person;
你看他如何以他自己作例子提出這事;
3:74
ὅπερ πολλαχοῦ ποιεῖ καὶ ἀλλαχοῦ, καθάπερ ἐπὶ Ῥωμαίων, Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον, φησί·
which he does in many places elsewhere also, just as in the Epistle to the Romans, 'For I am not ashamed of the Gospel,' he says;
這也是他在別處許多地方所行的,正如在羅馬書中他說:「我不以福音為恥;」
3:75
Ταῦτα δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ
'And these things I have in a figure transferred to myself and Apollos.'
「我為你們的緣故,用這些事轉比到自己和亞波羅身上。」
3:76
Εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου
'Whether through life or through death.'
「無論是藉著活著,或是藉著死亡。」
3:77
Οὐχ ὡς ἀγνοῶν τοῦτό φησιν·
He says this, not as one who is ignorant of it;
他說這話,並不是因為他不知道;
3:78
οἶδε μὲν γὰρ, ὅτι οὐκ ἀποθανεῖται τότε, ἀλλὰ μετὰ ταῦτα·
for he knows that he will not die then, but afterwards;
因為他知道他那時還不會死,乃是在此以後才死;
3:79
πλὴν αὐτῶν προπαρασκευάζει τὴν ψυχὴν ἤδη·
yet he is already preparing their soul beforehand;
但他已經在預先裝備他們的心靈;
3:80
Ἐμοὶ γὰρ, φησὶ, τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος
'For to me,' he says, 'to live is Christ, and to die is gain.'
他說:「因我活著就是基督,我死了就有益處。」
3:81
Καὶ γὰρ ἀποθανὼν, φησὶν, οὐ τεθνήξομαι, τὴν ζωὴν ἔχων ἐν ἐμαυτῷ
'For even in dying,' he says, 'I shall not be dead, having life within myself.'
他說:「因為我即使死了,也不算已死,因為我裡面有生命。」
3:82
Τότε με ἀνεῖλον ἂν, εἰ ἴσχυσαν διὰ τοῦ φόβου τὴν πίστιν ἐκβαλεῖν τῆς ἐμῆς ψυχῆς·
'Then indeed would they have destroyed me, if they had been able through fear to cast faith out of my soul;'
「他們若能藉著恐懼把信心從我心裡趕出去,那時他們才算真的除滅了我;」
3:83
ἕως δ' ἂν Χριστὸς μετ' ἐμοῦ, κἂν θάνατος ἐπέλθῃ, ζῶ
'but so long as Christ is with me, even if death should come, I live.'
「但只要基督與我同在,即使死亡臨到,我仍然活著。」
3:84
Καὶ ἐν τῇ ζωῇ δὲ ταύτῃ οὐ τοῦτό ἐστί μου τὸ ζῇν, ἀλλὰ Χριστός
'And in this present life too, my life is not this, but Christ.'
「就是在今生,我的生命也不是這肉身的生命,乃是基督。」
3:85
Εἰ τοίνυν οὐδὲ ἐν τῇ ζωῇ ταύτῃ τοῦτό ἐστιν·
'If then not even in this life is this so' —
「所以若連在今生也不是如此」——
3:86
δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ·
'And the life which I now live in the flesh, I live in faith;'
「並且我如今在肉身活著,是憑著信心而活;」
3:87
Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός
'And it is no longer I who live, but Christ lives in me.'
「現在活著的不再是我,乃是基督在我裡面活著。」
3:88
Τοιοῦτον χρὴ εἶναι τὸν Χριστιανόν
Such ought the Christian to be.
基督徒理當是這樣的人。
3:89
Οὐ ζῶ, φησὶ, τὴν κοινὴν ζωήν
'I do not live,' he says, 'the common life.'
他說:「我所活的不是那平常的生命。」
3:90
Πῶς οὖν ζῇς, μακάριε Παῦλε; οὐχὶ τὸν ἥλιον ὁρᾷς; οὐχὶ τὸν κοινὸν ἀέρα ἀναπνεῖς; οὐχὶ ταύταις ταῖς ἁπάντων τρέφῃ τροφαῖς; οὐχὶ τὴν γῆν πατεῖς, ὥσπερ ἡμεῖς; οὐχὶ ὕπνου δέῃ; οὐχὶ ἐνδυμάτων; οὐχὶ ὑποδημάτων; Τί λέγεις, Οὐ ζῶ; Πῶς οὐ ζῇς; τί μεγαλαυχεῖς; Οὐκ ἔστι μεγαληγορία ταῦτα
How then do you live, O blessed Paul? Do you not behold the sun? Do you not breathe the common air? Are you not nourished by the same food as all men? Do you not tread the earth as we do? Do you not need sleep? Do you not need garments? Do you not need shoes? What do you mean, 'I do not live'? How do you not live? Why do you speak so loftily? These words are no vaunting.
有福的保羅啊,那麼你是怎樣活著呢?你不是看見太陽嗎?你不是呼吸著眾人共有的空氣嗎?你不是靠眾人一樣的食物得養活嗎?你不是像我們一樣踏著這地嗎?你不是需要睡眠嗎?不需要衣服嗎?不需要鞋嗎?你說「我不活著」,這是甚麼意思呢?你怎麼不活著呢?你為何說這樣的大話?這些話並不是誇口。
3:91
Εἰ μὲν γὰρ μὴ τὰ πράγματα ἐμαρτύρει, εἰκότως ἄν τις εἴποι μεγαληγορίαν εἶναι·
For if the facts did not bear witness, one might reasonably say that it was mere boasting;
因為若是事實不能作見證,人或許可以合理地說這是誇大之詞;
3:92
εἰ δὲ τὰ πράγματα μαρτυρεῖ, ποία μεγαληγορία; Πῶς οὖν οὐ ζῇ
but if the facts do bear witness, what boasting is there? How then does he not live?
但事實既然作了見證,還有甚麼誇大呢?那麼他怎麼不活著呢?
3:93
καὶ γὰρ ἀλλαχοῦ φησιν, Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ἐμοὶ κόσμος
for indeed elsewhere he says, 'I have been crucified to the world, and the world to me.'
因為他在別處也說:「我已經在世界上釘了十字架,世界也向我釘了十字架。」
3:94
Πῶς οὖν φησιν, Οὐκέτι ζῶ, καὶ πῶς πάλιν, Ἐμοὶ τὸ ζῇν Χριστὸς, ἀκούσατε·
How then does he say, 'I no longer live,' and how again, 'To me to live is Christ'? Listen:
那麼他怎麼說「我不再活著」,又怎麼說「我活著就是基督」呢?你們且聽:
3:95
Τὸ τῆς ζωῆς ὄνομα πολυσήμαντόν ἐστιν, ἀγαπητοὶ, τουτέστι, πολλὰ σημαίνει, ὥσπερ καὶ τὸ τοῦ θανάτου
The word 'life,' beloved, has many meanings — that is, it signifies many things — as does also the word 'death.'
親愛的,「生命」這名詞含有多重意義——就是說,它指著許多事物——正如「死亡」這名詞也是如此。
3:96
Ἔστι ζωὴ αὕτη τοῦ σώματος, καὶ ἔστι ζωὴ τῆς ἁμαρτίας·
There is this life of the body, and there is the life of sin;
有這肉體的生命,也有罪的生命;
3:97
καθώς φησιν αὐτὸς ἀλλαχοῦ·
even as he himself says elsewhere:
正如他自己在別處所說:
3:98
Εἰ δὲ ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; Ἄρα ἔστι ζῇν τὴν τῆς ἁμαρτίας ζωήν·
'But if we died to sin, how shall we still live in it?' So then there is such a thing as living the life of sin;
「我們既然向罪死了,豈可仍在罪中活著呢?」可見確有活在罪的生命之中這回事;
3:99
προσέχετε ἀκριβῶς, παρακαλῶ, ἵνα μὴ εἰκῆ κοπτώμεθα·
attend closely, I beseech you, that we may not labour in vain;
我懇求你們留心細聽,免得我們枉費心力;
3:100
ἔστι ζωὴ ἀΐδιος καὶ ἀθάνατος, μετὰ δὲ ταύτης οὐράνιος·
there is the life that is eternal and immortal, and together with this the heavenly life;
有那永恆不死的生命,並且與此相連的是屬天的生命;
3:101
Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει
'For our commonwealth,' he says, 'exists in the heavens.'
他說:「因為我們的國籍是在天上。」
3:102
Ἔστι ζωὴ τοῦ σώματος, ἥν φησι, Δι' αὐτοῦ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν
There is the life of the body, of which he says, 'In Him we live, and move, and have our being.'
有肉體的生命,他論到這生命說:「我們生活、動作、存留,都在乎祂。」
3:103
Οὐ τὴν φυσικὴν οὖν φησι μὴ ζῇν ζωὴν, ἀλλὰ ταύτην τὴν τῶν ἁμαρτημάτων, ἣν ἅπαντες ἄνθρωποι ζῶσιν·
It is not therefore the natural life that he says he does not live, but this life of sins, which all men live;
所以他所說他不活著的,並不是那自然的生命,乃是這罪的生命,就是眾人所活的;
3:104
γὰρ μὴ ἐπιθυμῶν τῆς παρούσης ζωῆς, πῶς ταύτην ζῇ; πρὸς ἑτέραν σπεύδων, πῶς ταύτην ζῇ; θανάτου καταφρονῶν, πῶς ταύτην ζῇ; μηδενὸς τῶν ἐνταῦθα ἐπιθυμῶν, πῶς ταύτην ζῇ; Ὥσπερ γὰρ ἐξ ἀδάμαντος συγκείμενος, κἂν μυριάκις πλήττοιτο, οὐκ ἂν ἐπιστραφείη ποτέ·
For he who does not desire the present life, how does he live it? He who hastens toward another, how does he live this one? He who despises death, how does he live it? He who desires none of the things here, how does he live it? For just as one composed of adamant, even if he be struck ten thousand times, would never be turned aside;
因為那不貪戀今生的人,怎麼算活在今生呢?那奔向另一生命的人,怎麼算活在今生呢?那輕看死亡的人,怎麼算活在今生呢?那對這裡的萬物一無貪戀的人,怎麼算活在今生呢?因為好像一個用金剛石構成的人,縱使被擊打千萬次,也絕不會回頭;
3:105
Ζῶ δὲ, φησὶν, οὐκέτι ἐγὼ, τουτέστιν, παλαιὸς ἄνθρωπος·
'And it is no longer I who live,' he says, that is, the old man;
他說:「現在活著的不再是我」,就是說,那舊人不再活著;
3:106
καὶ πάλιν ἀλλαχοῦ, Ταλαίπωρος ἐγὼ ἄνθρωπος·
and again elsewhere, 'Wretched man that I am!'
他又在別處說:「我真是苦啊!」
3:107
τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Οὕτως μηδὲν διὰ τροφὴν ποιῶν, μηδὲν δι' ἔνδυμα, μηδὲν διά τι τῶν παρόντων, πῶς οὗτος ζῇ; Οὗτος οὐδὲ τὴν φυσικὴν ζωὴν ζῇ·
'who shall deliver me from the body of this death?' Thus he who does nothing for the sake of food, nothing for the sake of raiment, nothing for the sake of any of the things present — how does this man live? Such a one does not even live the natural life;
「誰能救我脫離這取死的身體呢?」照樣,那不為飲食做甚麼、不為衣裳做甚麼、不為現今任何事物做甚麼的人,這人怎麼算活著呢?這樣的人連那自然的生命也不算活著;
3:108
μηδενὸς φροντίζων τῶν βιωτικῶν, οὐ ζῇ
he who takes no thought for the things of this life does not live it.
那不掛慮今生事務的人,就不算活在今生。
3:109
Ἡμεῖς ζῶμεν τοῦτον τὸν βίον, οἱ πάντα ὑπὲρ τούτου πράττοντες·
It is we who live this present life, we who do all things for its sake;
活在今生這種生活的是我們,就是凡事都為今生而行的人;
3:110
οὐδὲν γὰρ ἐπραγματεύετο τῶν ἐνταῦθα
For he was engaged in none of the affairs of this present world.
因為他不再從事此世的任何事務。
3:111
Πῶς οὖν ἔζη; Οὕτω καὶ ἡμεῖς ἐπί τινων λέγομεν·
How then did he live? In this same way we too say of certain persons:
那麼他是如何活著的呢?我們論到某些人時也這樣說:
3:112
Ἐμοὶ δεῖνα οὐ πάρεστιν, ὅταν μηδὲν πράττῃ τῶν ἀνηκόντων εἰς ἐμέ·
Such a one is not present to me, whenever he does nothing that pertains to me;
當某人不做任何與我相關的事時,我便說:「他不在我身邊」;
3:113
ἐμοὶ δεῖνα οὐ ζῇ, πάλιν ὁμοίως
Such a one is not alive to me — again in like manner.
同樣地,我也說:「某人對我而言並不活著。」
3:114
Ὅτι γὰρ οὐ τὴν φυσικὴν παραιτεῖται ζωὴν, φησὶν ἀλλαχοῦ·
For that he is not disclaiming the natural life, he shows elsewhere, saying:
他並非在推卻那本性的生命,這一點他在別處說明道:
3:115
δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ
And the life which I now live in the flesh, I live by faith in the Son of God, who loved me and gave Himself for me.
「並且我如今在肉身活著,是因信神的兒子而活;他是愛我,為我捨己。」
3:116
Τουτέστι, Καινήν τινα ζωὴν ζῶ, ἐξηλλαγμένην
That is to say: I live a certain new life, one that is transformed.
這就是說:我活著一種嶄新的、已被更新變化的生命。
3:117
Ταῦτα δὴ πάντα πρὸς παραμυθίαν τῶν Φιλιππησίων λέγει
All these things, then, he says for the consolation of the Philippians.
因此,這一切話他都是為了安慰腓立比人而說的。
3:118
Μὴ νομίσητε, φησὶν, ὅτι τῆς ζωῆς ἀποστεροῦμαι ταύτης·
Do not suppose, he says, that I am being deprived of this present life;
他說:你們不要以為我被奪去了這現今的生命;
3:119
ἐπεὶ μηδὲ ζῶν, ταύτην ἔζων τὴν ζωὴν, ἀλλ' ἐκείνην, ἢν Χριστὸς ἐβούλετο
for not even while living was I living this life, but that other one, which Christ willed.
因為即使我還活著的時候,我所活的也不是這種生命,而是那基督所願的生命。
3:120
Εἰπὲ γάρ μοι, χρημάτων καταφρονῶν, τρυφῆς, λιμοῦ καὶ δίψης, κινδύνων, ὑγείας, σωτηρίας, ταύτην ζῇ τὴν ζωήν; μηδὲν ἐνταῦθα ἔχων, πολλάκις αὐτὴν ῥῖψαι βουλόμενος, ἀνάγκης οὔσης, καὶ μὴ ἀντιποιηθεὶς, ταύτην ζῇ τὴν ζωήν; Οὐδαμῶς
For tell me: the man who despises riches, who despises luxury, hunger and thirst, dangers, health, safety — does he live this life? He who possesses nothing here, who has often been willing to cast this very life away when necessity demanded and did not cling to it — does he live this life? By no means.
請你告訴我:那輕看財富、輕看享樂、輕看飢渴、輕看危險、輕看健康與安全的人,他所活的是這種生命嗎?那在此世一無所有、在必要時屢次甘願拋棄自己性命而毫不留戀的人,他所活的是這種生命嗎?絕不是。
3:121
Ὡς ἐπὶ ὑποδείγματος δὲ ὑμῖν χρὴ τοῦτο ποιῆσαι φανερόν·
But it is by means of an illustration that I must make this plain to you.
然而我必須藉一個例子把這道理向你們講明。
3:122
οἷον, ἔστω τις ἐν πλούτῳ πολλῷ, καὶ οἰκέτας ἐχέτω καὶ χρυσίον, καὶ μηδενὶ τούτων κεχρήσθω·
For instance, let there be someone amid great wealth, and let him possess servants and gold, yet let him make use of none of these;
譬如說,設有一人身處極大的財富之中,擁有僕役和金銀,卻絲毫不使用這些;
3:123
ἆρα οὗτος πλουτεῖ τὸν πλοῦτον ἐκεῖνον; Οὐδαμῶς
does this man then enjoy that wealth? By no means.
那麼這人算是享有那財富嗎?絕不是。
3:124
Ὁράτω δὲ καὶ διασπαθῶντας τὰ ὑπάρχοντα τοὺς παῖδας, εἰκῆ ῥεμβομένους, καὶ μηδενὸς αὐτῶν φροντιζέτω·
Let him also look on while his children squander his possessions, wandering aimlessly about, and let him take no thought for any of them;
再讓他眼看著自己的兒女揮霍他的家產、漫無目的地遊蕩,而他對他們毫不關心;
3:125
εἰ βούλει δὲ, καὶ τυπτόμενος μὴ ἀλγείτω·
and, if you will, though he be struck, let him feel no pain;
並且,你若願意,就算他挨打,也讓他毫無痛覺;
3:126
ἆρα φήσομεν αὐτὸν εἶναι ἐν πλούτῳ; Οὐδαμῶς·
shall we then say that he is in wealth? By no means.
那麼我們能說他是身處富有之中嗎?絕不能。
3:127
Οὕτω καὶ Παῦλος, Ἐμοὶ, φησὶ, τὸ ζῇν Χριστός
So too Paul: For to me, he says, to live is Christ.
保羅也是如此:他說「因我活著就是基督」。
3:128
Εἰ βούλει τὴν ζωὴν ἐξετάσαι τὴν ἐμὴν, ἐκεῖνός ἐστι
If you would examine my life, He is that life.
你若要察驗我的生命,那生命就是基督。
3:129
Διὰ τί; Ὅτι σαφέ. στερον αὐτῷ συνέσομαι μᾶλλον·
Why? Because I shall be more clearly united with Him;
為什麼呢?因為我將更清楚明確地與他同在;
3:130
ὥστε μᾶλλόν ἐστι ζῆσαι τὸ ἀποθανεῖν
so that to die is rather to live.
如此說來,死倒更是活。
3:131
Οὐδὲν δεινὸν ἐργάσονταί με οἱ ἀποκτενοῦντές με, τῇ ζωῇ παραπέμποντες τῇ ἐμῇ, καὶ ταύτης τῆς οὐ προσηκούσης ἀπαλλάττοντες
Those who kill me will do me no harm, but rather send me forward to my true life, and release me from this life which does not belong to me.
那些要殺我的人絲毫不能傷害我,反倒把我送往我真正的生命,並使我脫離這不屬於我的生命。
3:132
Τί οὖν; ἐνταῦθα ὢν, οὐκ ἦς τοῦ Χριστοῦ
What then? While you were here, were you not Christ's?
那麼怎麼樣呢?你在此世的時候,難道不是屬基督的嗎?
3:133
Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γνωρίζω
But if to live in the flesh, this is to me the fruit of labour — and what I shall choose I know not.
但我若在肉身活著,這對我便是工作的果子;只是我不知道該選擇哪樣。
3:134
Εἰ τοίνυν ἐκεῖνο ζωὴ, τίνος ἕνεκεν Χριστὸς εἴασέ σε ἐνταῦθα; Καρπὸς ἔργου, φησὶν, ἐστίν
If then that is life, for what reason did Christ leave you here? It is the fruit of labour, he says.
那麼,那既是生命,基督為何還把你留在此地呢?他說:這是工作的果子。
3:135
Ὥστε ἔνεστι καὶ τῇ παρούσῃ ζωῇ εἰς δέον χρήσασθαι, μὴ ζῶντας αὐτὴν, ὡς οἱ πολλοί
So that it is possible to use even this present life for what is needful, without living it as the many do.
如此看來,人是可以善用這現今的生命於當行之事,而不像眾人那樣活著。
3:136
Τοῦτό φησιν, ἵνα μὴ νομίσῃς διαβεβλῆσθαι τὴν ζωὴν, μηδὲ εἴπῃς·
He says this, so that you should not think this life is being disparaged, nor say:
他說這話,是免得你以為這生命遭到了貶抑,也免得你說:
3:137
Εἰ γὰρ οὐδὲν χρησιμεύο[ι]μεν ἐνταῦθα, τίνος ἕνεκεν οὐκ
For if we are of no use here, for what reason do we not
「因為我們在此若毫無用處,那我們為何不
3:138
ἀναιροῦμεν ἑαυτοὺς, οὐδὲ ἀποκτείνομεν; Μηδαμῶς, φησίν·
make away with ourselves and kill ourselves? By no means, he says;
了斷自己、殺死自己呢?」他說:斷乎不可;
3:139
ἔνεστι καὶ ἐνταῦθα ὄντα κερδαίνειν, ἐὰν μὴ ζῶμεν τὴν ζωὴν ταύτην, ἀλλ' ἑτέραν
for it is possible, even while here, to gain profit, if we do not live this life, but another.
因為即使身在此世,人仍可獲得益處,只要我們所活的不是這種生命,而是另一種生命。
3:140
Τοῦτο καρπόν σοι φέρει; Ναὶ, φησί
Does this bear fruit for you? Yes, he says.
這能為你結出果子嗎?他說:是的。
3:141
Ποῦ νῦν οἱ αἱρετικοί; ἰδοὺ νῦν τὸ, Ζῇν ἐν σαρκὶ, τοῦτό φησι καρπὸν ἔργου·
Where now are the heretics? Behold, he here calls the very thing, to live in the flesh, the fruit of labour;
如今那些異端在哪裡呢?看哪,他在此正把「在肉身活著」這件事稱為工作的果子;
3:142
Πῶς καρπὸς ἔργου; δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ
How is it the fruit of labour? And the life which I now live in the flesh, I live by faith.
怎麼會是工作的果子呢?「並且我如今在肉身活著,是因信而活。」
3:143
Καὶ τί αἱρήσομαι, οὐ γνωρίζω
And what I shall choose, I know not.
「並且我所要選擇的,我不知道。」
3:144
Βαβαὶ, πόση ἦν φιλοσοφία!
Ah, how great was his philosophy!
啊,他的智慧德操何等偉大!
3:145
Πῶς καὶ τὴν ἐπιθυμίαν ἐξέβαλε τῆς παρούσης ζωῆς, καὶ οὐ διέβαλεν αὐτήν!
How he cast out the desire for the present life, and yet did not disparage it!
他何等地驅除了對現今生命的貪戀,卻又絲毫沒有貶低它!
3:146
Τῷ μὲν γὰρ εἰπεῖν, ὅτι Τὸ ἀποθανεῖν κέρδος, τούτῳ τὴν ἐπιθυμίαν ἐξέβαλε·
For by saying that to die is gain, thereby he cast out the desire;
因為他藉著說「死了就有益處」,就驅除了那貪戀;
3:147
τῷ δὲ εἰπεῖν, ὅτι Τὸ ζῇν ἐν σαρκὶ, καρπὸς ἔργου, τούτῳ ἔδειξε καὶ τὴν παροῦσαν ἀναγκαίαν ζωήν
and by saying that to live in the flesh is the fruit of labour, thereby he showed the present life also to be necessary.
又藉著說「在肉身活著乃是工作的果子」,就表明現今的生命也是必需的。
3:148
Πῶς; Ἐὰν εἰς δέον αὐτῇ χρώμεθα, ἐὰν καρποφορῶμεν·
How? If we use it for what is needful, if we bear fruit;
怎麼說呢?就是若我們善用它於當行之事,若我們結出果子;
3:149
ὡς ἐὰν ἄκαρπος , οὐκ ἔστιν ἔτι ζωή
for if it be fruitless, it is no longer life.
因為若它不結果子,就不再是生命了。
3:150
Καὶ γὰρ τῶν δένδρων τὰ μὴ φέροντα καρπὸν, ὁμοίως τῶν ξηρῶν ἀποστρεφόμεθα, καὶ πυρὶ παραδίδομεν
For among trees too, those that bear no fruit we turn away from, just as from the withered ones, and consign them to the fire.
因為即使在樹木之中,那些不結果子的,我們也如同對待枯乾的樹一樣厭棄它們,把它們投入火中。
3:151
Τὸ γὰρ ζῇν πάλιν τῶν μέσων ἐστὶ καὶ ἀδιαφόρων·
For living, again, is among things indifferent and of the middle sort;
因為活著這件事,本身仍屬於中性、無關緊要之事;
3:152
τὸ δὲ καλῶς κακῶς, ἐν ἡμῖν ἐστιν
but to live well or ill lies in ourselves.
至於活得好或活得壞,則在乎我們自己。
3:153
ἔνεστι γὰρ ζῇν καὶ καλῶς·
For it is possible to live even well;
因為人是可以活得美好的;
3:154
ὡς ἐὰν κακῶς αὐτῷ χρησαίμεθα, οὐδὲ οὕτω διαβαλοῦμεν αὐτό
just as, if we should use it ill, not even so shall we disparage it.
同樣地,即或我們用它用得不好,我們也仍不因此貶低它。
3:155
Διὰ τί; Ὅτι οὐκ αὐτὸ αἴτιον γέγονεν, ἀλλ' προαίρεσις τῶν κακῶς χρωμένων αὐτῷ
Why? Because it is not itself the cause, but the choice of those who use it ill.
為什麼呢?因為過錯不在於它本身,而在於那些誤用它之人的意志抉擇。
3:156
μὲν γὰρ Θεός σε ἐποίησε ζῇν, ἵνα αὐτῷ ζῇς·
For God made you to live, that you might live for Him;
因為神使你活著,是為叫你為他而活;
3:157
σὺ δὲ ὑπὸ τῆς κακίας τῇ ἁμαρτίᾳ ζήσας, ὑπεύθυνον σαυτὸν πάσης αἰτίας ποιεῖς
but you, having lived to sin through wickedness, make yourself answerable to every charge.
而你卻因邪惡活在罪中,就使自己承擔了一切的罪責。
3:158
Τί λέγεις, εἰπέ μοι, Παῦλε; οὐ γνωρίζεις τί αἱρήσῃ; Ἐνταῦθα μέγα ἀπεκάλυψε μυστήριον, ὅτι κύριος ἦν τοῦ ἀπελθεῖν·
What do you say, tell me, O Paul? Do you not know what you will choose? Here he revealed a great mystery: that he was lord over his own departure;
保羅啊,請告訴我,你在說什麼呢?你不知道你要選擇哪樣嗎?他在此揭示了一個偉大的奧祕:他對自己的離世有主宰之權;
3:159
ὅταν γὰρ αἵρεσις , κύριοί ἐσμεν
for whenever there is a choice, we are lords.
因為凡有選擇之處,我們便是主宰。
3:160
Τί αἱρήσομαι, φησὶν, οὐ γνωρίζω
What I shall choose, he says, I know not.
他說:「我所要選擇的,我不知道。」
3:161
Ἐν σοὶ οὖν ἐστι; Ναὶ, φησὶν, εἰ βουλοίμην αἰτῆσαι τὸν Θεὸν χάριν
Is it then in your power? Yes, he says, if I should be willing to ask of God a grace.
那麼這是在你的權柄之內嗎?他說:是的,只要我願意向神求一項恩典。
3:162
Συνέχομαι γὰρ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων
For I am hard pressed between the two, having the desire.
「因為我正在兩難之間,心裡有此願望。」
3:163
Ὅρα τὴν φιλοστοργίαν τοῦ μακαρίου τούτου·
Behold the tender affection of this blessed man;
看哪,這位有福之人何等溫柔慈愛;
3:164
καὶ ταύτῃ αὐτοὺς παραμυθεῖται, ὅταν ἴδωσιν, ὅτι αὐτὸς κύριός ἐστι τῆς αἱρέσεως, ὅτι οὐκ ἀνθρωπίνῃ πονηρίᾳ τοῦτο γίνεται, ἀλλὰ Θεοῦ οἰκονομίᾳ
and by this also he consoles them, when they see that he himself is lord of the choice, that this comes about not by human wickedness, but by the dispensation of God.
他也藉此安慰他們,使他們看見他自己乃是這抉擇的主宰,看見這事並非出於人的惡意,乃是出於神的安排。
3:165
Τί τοίνυν ἀλγεῖτε, φησὶν, ἐπὶ τῷ θανάτῳ; πολλῷ κρεῖττον ἦν πάλαι ἀπελθεῖν
Why then are you grieved, he says, over my death? It were far better to have departed long ago.
他說:那麼你們為何為我的死而憂傷呢?其實早些離世要好得多。
3:166
Τὸ ἀναλῦσαι γὰρ, φησὶ, καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον·
For to depart, he says, and to be with Christ is far better;
他說:「因為離世與基督同在,是好得無比的;」
3:167
τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς
but to abide in the flesh is more necessary for your sakes.
「然而我為你們的緣故,仍住在肉身之內卻是更要緊的。」
3:168
Ταῦτα προπαρασκευαστικὰ τῆς μελλούσης αὐτοῦ τελευτῆς, ἵνα φέρωσιν αὐτὴν γενναίως·
These things are preparatory to his coming death, that they may bear it nobly;
這些話是為他即將來臨的死亡作準備,好叫他們能勇敢地承受;
3:169
ταῦτα φιλοσοφίας διδακτικά
these things are instructive of true wisdom.
這些話是教人真智慧德操的。
3:170
Καλὸν, φησὶ, τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι·
It is good, he says, to depart and to be with Christ;
他說:離世與基督同在,乃是美好的;
3:171
καὶ γὰρ θάνατος τῶν ἀδιαφόρων ἐστίν
for death, too, is among things indifferent.
因為死亡也屬於那無關緊要之事。
3:172
Οὐ γὰρ κακὸν θάνατος, ἀλλὰ κακὸν τὸ ἀποθανόντα. κολάζεσθαι·
For death is not an evil, but to be punished after dying is an evil;
因為死本身並不是惡,惟有死後受刑罰才是惡;
3:173
οὐδὲ καλὸν θάνατος, ἀλλὰ καλὸν τὸ ἀπελθόντα σὺν Χριστῷ εἶναι·
neither is death a good, but to depart and to be with Christ is a good;
死本身也不是善,惟有離世與基督同在才是善;
3:174
τὰ μετὰ θάνατον, καλὰ κακά
the things after death are either good or evil.
死後的境況,或善或惡。
3:175
Μὴ τοίνυν ἐπὶ τοῖς ἀποθνήσκουσι πενθῶμεν ἁπλῶς, μηδὲ ἐπὶ τοῖς ζῶσι χαίρωμεν ἁπλῶς·
Let us not therefore mourn simply over those who die, nor rejoice simply over those who live;
因此,我們不要單單為那死去的人哀哭,也不要單單為那活著的人歡喜;
3:176
ἀλλὰ τί; Πενθῶμεν τοὺς ἁμαρτωλοὺς μὴ ἀποθνήσκοντας μόνον, ἀλλὰ καὶ ζῶντας
but what? Let us mourn the sinners, not only when they die, but also while they live.
那當如何呢?我們當為罪人哀哭,不但在他們死時,也在他們活著時。
3:177
Χαίρωμεν δὲ ἐπὶ τοῖς δικαίοις, μὴ ζῶσι μόνον, ἀλλὰ καὶ τετελευτηκόσιν
But let us rejoice over the righteous, not only while they live, but also when they have died.
至於義人,我們當為他們歡喜,不但在他們活著時,也在他們死去之後。
3:178
Ἐκεῖνοι μὲν γὰρ καὶ ζῶντες τεθνήκασιν, οὗτοι δὲ καὶ ἀποθανόντες ζῶσιν·
For the former, even while living, are dead, but the latter, even having died, are alive;
因為前者雖然活著卻已是死了,後者雖然死了卻仍然活著;
3:179
ἐκεῖνοι καὶ ἐνταῦθα ὄντες ἐλεεινοὶ πᾶσίν εἰσιν, ἐπειδὴ Θεῷ προσκρούουσιν·
the former, even while they are here, are pitiable to all, since they offend God;
前者即使在此世,也是眾人所可憐的,因為他們得罪了神;
3:180
οὗτοι καὶ ἐκεῖ μεταστάντες μακάριοι, ὅτι πρὸς τὸν Χριστὸν ἀπῆλθον
These too, when they departed thither, are blessed, because they went away to Christ.
這些人即使遷往那邊,也是有福的,因為他們是往基督那裡去了。
3:181
Οἱ ἁμαρτωλοὶ, ὅπου ἂν ὦσι, πόῤῥω τοῦ βασιλέως εἰσί
Sinners, wherever they may be, are far from the King;
罪人無論身在何處,都是遠離君王的;
3:182
οἱ δὲ δίκαιοι, ἄν τε ἐνταῦθα, ἄν τε ἐκεῖ, μετὰ τοῦ βασιλέως εἰσὶ, κἀκεῖ μᾶλλον καὶ ἐγγύτερον, οὐ διὰ εἴδους, οὐ διὰ πίστεως, ἀλλὰ, Πρόσωπον, φησὶ, πρὸς πρόσωπον
but the righteous, whether here or there, are with the King—and there indeed more fully and more nearly, not by an image, not through faith, but, as it says, 'face to face.'
但義人無論在此處或在那邊,都與君王同在,而且在那邊更為完全、更為親近——不是藉著形像,不是藉著信,而是如經上所說:「面對面。」
3:183
Μὴ τοίνυν ἁπλῶς κλαίωμεν τοὺς ἀποθανόντας, ἀλλὰ τοὺς ἐν ἁμαρτίαις·
Let us not, then, simply weep for the dead, but for those who die in their sins;
所以,我們不要單單為死者哀哭,卻要為那些死在罪中的人哀哭;
3:184
οὗτοι θρήνων ἄξιοι, οὗτοι κοπετῶν καὶ δακρύων
these are worthy of lamentation, these of wailings and tears.
這些人才配得哀號,配得捶胸與流淚。
3:185
Ποία γὰρ ἐλπὶς, εἰπέ μοι, μετὰ ἁμαρτημάτων ἀπελθεῖν, ἔνθα οὐκ ἔστιν ἁμαρτήματα ἀποδύσασθαι; Ἕως μὲν γὰρ ἦσαν ἐνταῦθα, ἴσως ἦν προσδοκία πολλὴ, ὅτι μεταβαλοῦνται, ὅτι βελτίους ἔσονται·
For what hope is there, tell me, in departing with one's sins to a place where it is not possible to put off one's sins? So long as men were here, there was perhaps much expectation that they would change, that they would become better;
請告訴我,帶著罪離世,去到一個無法脫去罪的地方,還有甚麼盼望呢?當人還在此處時,或許還有很大的期望,指望他們會改變,會變得更好;
3:186
ἂν δὲ ἀπέλθωσιν εἰς τὸν ᾅδην, ἔνθα οὐκ ἔστιν ἀπὸ μετανοίας κερδᾶναί τι ( Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι;), πῶς οὐ θρήνων ἄξιοι; Κλαίωμεν τοὺς οὕτως ἀπερχομένους, οὐ κωλύω, κλαίωμεν, ἀλλὰ μὴ ἀσχημόνως, μὴ τρίχας τίλλοντες, μὴ βραχίονας γυμνοῦντες, μὴ ὄψιν σπαράττοντες, μὴ μελανειμονοῦντες, ἀλλὰ μόνον κατὰ
but if they depart into Hades, where it is not possible to gain anything from repentance (for it says, 'In Hades, who shall confess to Thee?'), how are they not worthy of lamentation? Let us weep for those who depart in this way—I do not forbid it—let us weep, but not unseemly, not tearing our hair, not baring our arms, not disfiguring our faces, not clothing ourselves in black, but only in the
但他們若下到陰間,那裡無法從悔改得著甚麼益處(因為經上說:「在陰間有誰稱謝你呢?」),他們怎能不配得哀哭呢?讓我們為這樣離世的人哀哭吧——我並不禁止——讓我們哀哭,卻不要失了體統,不要扯拔頭髮,不要露出臂膊,不要抓傷面容,不要身穿黑衣,只要在
3:187
ψυχὴν ἠρέμα δάκρυον ἀφιέντες πικρόν
soul quietly let fall a bitter tear.
靈魂中默默地灑下一滴苦淚。
3:188
Ἔνεστι γὰρ καὶ ταύτης χωρὶς τῆς πομπῆς κλαῦσαι πικρῶς, καὶ μὴ παῖξαι μόνον·
For it is possible even without this outward display to weep bitterly, and not merely to make a show;
因為即使沒有這種排場,也能痛哭,而不只是作戲;
3:189
παιγνίων γὰρ οὐδὲν διενήνοχε τὰ ὑπό τινων γινόμενα
for what is done by some differs in no way from children's play.
因為某些人所做的,與孩童的遊戲毫無分別。
3:190
Καὶ γὰρ οὐ συμπαθείας ἐκεῖνοι οἱ κοπετοὶ οἱ ἐπ' ἀγορᾶς, ἀλλ' ἐπιδείξεως καὶ φιλοτιμίας καὶ κενοδοξίας εἰσί·
For those wailings in the marketplace are not out of sympathy, but for display and ambition and vainglory;
因為那些在市場上的捶胸痛哭,並非出於同情,而是為了炫耀、爭競與虛榮;
3:191
πολλαὶ διὰ τέχνην τοῦτο ποιοῦνται
many do this as a profession.
許多人是把這當作一門行當來做的。
3:192
Κλαῦσον πικρὸν, στέναξον κατ' οἰκίαν, μηδενὸς ὁρῶντος·
Weep bitterly, groan at home, with no one looking on;
當痛哭,當在家中歎息,沒有人看見;
3:193
τοῦτο συμπαθείας ἐστὶ, τοῦτο καὶ σὲ ὠφελεῖ
this is of sympathy, this also profits you.
這才是出於同情,這也對你有益。
3:194
γὰρ ἐκεῖνον πενθῶν οὕτω, πολλῷ μᾶλλον αὐτὸς σπουδάσει μηδέποτε τοῖς αὐτοῖς περιπεσεῖν·
For he who mourns another in this way will himself be far more diligent never to fall into the same things;
因為這樣為別人哀傷的人,自己也會更加謹慎,絕不再陷入同樣的罪;
3:195
φοβερά σοι ἔσται ἁμαρτία λοιπόν
sin will henceforth be fearful to you.
從此罪對你而言將是可畏的。
3:196
Κλαῦσον τοὺς ἀπίστους, κλαῦσον τοὺς οὐδὲν ἐκείνων ἀπέχοντας, τοὺς χωρὶς φωτίσματος ἀπερχομένους, τοὺς χωρὶς σφραγῖδος·
Weep for the unbelievers, weep for those who differ in nothing from them, those who depart without illumination, those without the seal;
當為不信的人哀哭,當為那些與他們毫無分別的人哀哭,就是那些沒有受光照就離世的人,那些沒有印記的人;
3:197
οὗτοι ὄντως θρήνων ἄξιοι, οὗτοι ὀδυρμῶν·
these are truly worthy of lamentation, these of mourning;
這些人才真正配得哀號,配得悲嘆;
3:198
ἔξω τῶν βασιλείων εἰσὶ μετὰ τῶν καταδίκων, μετὰ τῶν κατεγνωσμένων
they are outside the palace, together with the condemned, together with those who have been sentenced.
他們被摒於王宮之外,與被定罪的人同在,與受判決的人同在。
3:199
Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν
For 'Verily I say unto you, unless one be born of water and of the Spirit, he shall not enter into the kingdom of heaven.'
因為「我實實在在地告訴你們,人若不是從水和聖靈生的,就斷不能進入天國。」
3:200
Κλαῦσον τοὺς ἐν πλούτῳ τετελευτηκότας, καὶ μηδεμίαν ἀπὸ τοῦ πλούτου παραμυθίαν ταῖς ἑαυτῶν ψυχαῖς ἐπινοήσαντας, τοὺς λαβόντας ἐξουσίαν ἀπολούσασθαι αὑτῶν τὰ ἁμαρτήματα, καὶ μὴ βουληθέντας
Weep for those who have died in wealth, and yet devised no consolation for their own souls from that wealth—those who received the power to wash away their sins, and yet were unwilling.
當為那些死於財富中的人哀哭,他們卻沒有從財富中為自己的靈魂謀得半點慰藉——他們本有能力洗淨自己的罪,卻不肯去做。
3:201
Τούτους κλαίωμεν καὶ ἰδίᾳ καὶ κοινῇ πάντες, ἀλλὰ μετὰ κοσμιότητος, ἀλλὰ μετὰ σεμνό. τητος, ἀλλὰ μὴ ὥστε παραδειγματίζειν ἑαυτούς
For these let us all weep, both privately and in common, but with decorum, but with dignity, and not so as to make a spectacle of ourselves.
讓我們眾人都為這些人哀哭,無論私下或公開,但要有禮節,要莊重,不要使自己成為眾人的笑柄。
3:202
Τούτους κλαίωμεν μὴ μίαν ἡμέραν, μηδὲ δευτέραν, ἀλλὰ τὸν πάντα βίον ἡμῶν
For these let us weep, not one day, nor a second, but our whole life long.
讓我們為這些人哀哭,不是一天,也不是兩天,而是終我們一生。
3:203
Τοῦτο οὐκ ἔστι πάθους ἀλόγου τὸ δάκρυον, ἀλλὰ φιλοστοργίας·
This is not the tear of an irrational passion, but of tender love;
這樣的眼淚不是出於無理的激情,而是出於摯愛;
3:204
διὰ τοῦτο καὶ ταχέως σβέννυται
and for this reason it is also quickly quenched.
也正因如此,它很快就止息了。
3:205
Ὅταν γὰρ διὰ τὸν τοῦ Θεοῦ φόβον γίνηται, ἀεὶ παραμένει
But when it arises out of the fear of God, it always abides.
但當眼淚是出於對神的敬畏而來的,它就常存不息。
3:206
Κλαίωμεν οὖν τούτους, βοηθῶμεν αὐτοῖς κατὰ δύναμιν, ἐπινοήσωμεν αὐτοῖς τινα βοήθειαν, μικρὰν μὲν, βοηθεῖν δὲ ὅμως δυναμένην
Let us weep, then, for these; let us help them according to our power; let us devise for them some assistance—small indeed, yet nevertheless able to help.
所以,讓我們為這些人哀哭;讓我們盡己之力幫助他們;讓我們為他們設法尋求某種援助——雖然微小,卻仍能有所助益。
3:207
Πῶς καὶ τίνι τρόπῳ; Αὐτοί τε εὐχόμενοι, καὶ ἑτέρους παρακαλοῦντες εὐχὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι, πένησιν ὑπὲρ αὐτῶν διδόντες συνεχῶς
How, and in what way? By praying ourselves, and by exhorting others to make prayers on their behalf, by continually giving to the poor on their behalf.
怎樣行,用甚麼方法呢?就是我們自己禱告,也勸別人為他們禱告,並且不斷地為他們周濟窮人。
3:208
Ἔχει τινὰ τὸ πρᾶγμα παραμυθίαν·
The matter has some consolation;
這事帶有某種慰藉;
3:209
ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος·
for hear God saying:
因為請聽神所說的話:
3:210
Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ, καὶ διὰ Δαυῒδ τὸν δοῦλόν μου
'I will defend this city for My own sake, and for the sake of David My servant.'
「我為自己的緣故,又為我僕人大衛的緣故,必保護這城。」
3:211
Εἰ μνήμη μόνον δικαίου τοσοῦτον ἴσχυσεν, ὅταν καὶ ἔργα γένηται ὑπὲρ αὐτοῦ, πῶς οὐκ ἰσχύσει; Οὐκ εἰκῆ ταῦτα ἐνομοθετήθη ὑπὸ τῶν ἀποστόλων, τὸ ἐπὶ τῶν φρικτῶν μυστηρίων μνήμην γίνεσθαι τῶν ἀπελθόντων·
If the mere memory of a righteous man availed so much, when deeds are also done on his behalf, how shall it not avail? Not in vain were these things ordained by the apostles—that at the awe-inspiring mysteries remembrance should be made of those who have departed;
若單單記念一位義人尚且有這麼大的功效,那麼當人還為他行善事時,怎能沒有功效呢?使徒定下這些規矩並非徒然——就是在那令人敬畏的奧祕(聖餐)中為離世的人作記念;
3:212
ἴσασιν αὐτοῖς πολὺ κέρδος γινόμενον, πολλὴν τὴν ὠφέλειαν
they knew that much gain accrued to them from it, much benefit.
他們知道由此為那些人帶來極大的益處,極大的好處。
3:213
Ὅταν γὰρ ἑστήκῃ λαὸς ὁλόκληρος χεῖρας ἀνατείνοντες, πλήρωμα ἱερατικὸν, καὶ προκέηται φρικτὴ θυσία, πῶς οὐ δυσωπήσομεν ὑπὲρ τούτων τὸν Θεὸν παρακαλοῦντες; Ἀλλὰ τοῦτο μὲν περὶ τῶν ἐν πίστει παρελθόντων·
For when the whole people stands with hands uplifted, a priestly assembly, and the awe-inspiring sacrifice lies set forth, how shall we not prevail upon God when we entreat Him on their behalf? But this concerns those who have departed in the faith;
因為當全會眾舉手站立,眾祭司列班,那令人敬畏的祭物擺在面前時,我們為他們懇求神,怎能不蒙垂聽呢?然而這是就那些在信仰中離世的人而言;
3:214
οἱ δὲ κατηχούμενοι οὐδὲ ταύτης καταξιοῦνται τῆς παραμυθίας, ἀλλὰ ἀπεστέρηνται πάσης τῆς τοιαύτης βοηθείας, πλὴν μιᾶς τινος
but the catechumens are not counted worthy even of this consolation, but are deprived of all such assistance, save one alone.
至於慕道者,卻連這慰藉也不配得,反倒被剝奪了一切這樣的援助,唯獨剩下一種。
3:215
Ποίας δὴ ταύτης; Ἔνεστι πένησιν ὑπὲρ αὐτῶν διδόναι·
What, then, is this one? It is possible to give to the poor on their behalf;
那麼,這一種是甚麼呢?就是可以為他們周濟窮人;
3:216
ποιεῖ τινα αὐτοῖς παραψυχὴν τὸ πρᾶγμα·
the deed produces some refreshment for them;
這事為他們帶來某種安慰;
3:217
καὶ γὰρ παρ' ἀλλήλων ἡμᾶς ὠφελεῖσθαι βούλεται Θεός
for God wills that we should be benefited by one another.
因為神願意我們彼此得益處。
3:218
Διὰ τί γὰρ ὑπὲρ εἰρήνης καὶ εὐσταθείας τοῦ κόσμου ἐκέλευσεν εὔχεσθαι; διὰ τί ὑπὲρ πάντων ἀνθρώπων; Καίτοι γε ἐνταῦθα ἐν πᾶσίν εἰσι καὶ λῃσταὶ καὶ τυμβωρύχοι καὶ κλέπται, καὶ μυρίων κακῶν γέμοντες·
For why did He command us to pray for the peace and stability of the world? Why for all men? And yet here among all are robbers and grave-plunderers and thieves, and men laden with countless evils;
祂為甚麼吩咐我們為世界的和平與安定禱告呢?為甚麼為萬人禱告呢?其實在這一切人當中,也有強盜、盜墓者和竊賊,以及滿載無數罪惡的人;
3:219
ἀλλ' ὅμως ὑπὲρ πάντων εὐχόμεθα·
but nevertheless we pray for all;
但我們仍然為眾人禱告;
3:220
ἴσως γὰρ ἔσται τις αὐτῶν ἐπιστροφή
for perhaps there will be some conversion among them.
因為他們當中或許有人會回轉歸正。
3:221
Ὥσπερ οὖν ὑπὲρ τῶν ζώντων εὐχόμεθα τῶν οὐδὲν διαλλαττόντων τῶν νεκρῶν, οὕτως ἔνεστι καὶ ὑπὲρ ἐκείνων εὔχεσθαι
As, then, we pray for the living who differ in nothing from the dead, so it is possible to pray also for those departed.
所以,正如我們為那些與死人毫無分別的活人禱告,照樣也可以為那些離世的人禱告。
3:222
Ἰὼβ ὑπὲρ τῶν παίδων ἐποίει θυσίας, καὶ ἀπήλλαττεν αὐτοὺς τῶν ἁμαρτημάτων·
Job offered sacrifices on behalf of his children, and freed them from their sins;
約伯為他的兒女獻祭,使他們脫離罪愆;
3:223
Μή ποτε ἐνενόησαν, φησὶ, τὶ ἐν τῇ καρδίᾳ αὐτῶν
'Perhaps,' it says, 'they have conceived some evil in their heart.'
經上說:「恐怕他們在心中意念了甚麼惡事。」
3:224
Οὕτω τις προνοεῖται παίδων
Thus does one provide for his children.
為兒女籌謀,本當如此。
3:225
Οὐκ εἶπε, καθάπερ οἱ πολλοὶ τῶν νῦν ἀνθρώπων·
He did not say, as do most men of the present day:
他沒有像如今大多數人那樣說:
3:226
Καταλείπω αὐτοῖς ὑπάρχοντα·
'I am leaving them my possessions;'
「我要把家業留給他們;」
3:227
ἀλλὰ τί; Μή τι ἐνενόησαν ἐν τῇ καρδίᾳ αὐτῶν
but what? 'Lest perhaps they have conceived something in their heart.'
他卻怎麼說呢?「恐怕他們在心中意念了甚麼惡事。」
3:228
Τί γὰρ ὄφελος ἐκείνων πάντων ἐνταῦθα μενόντων; Οὐδέν
For what profit is there in all those things remaining here? None.
因為那一切財物留在世上,有甚麼益處呢?毫無益處。
3:229
Τὸν Βασιλέα πάντων ἵλεων ποιήσω, φησὶν, αὐτοῖς, καὶ οὐδὲν αὐτοῖς λείπει λοιπόν·
'I will make the King of all merciful to them,' he says, 'and thereafter they will lack nothing;'
他說:「我要使萬有的君王向他們施恩,此後他們就一無所缺;」
3:230
Κύριος γὰρ, φησὶ, ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει
'for the Lord,' it says, 'is my shepherd, and I shall lack nothing.'
因為經上說:「耶和華是牧養我的,我必不至缺乏。」
3:231
Οὗτος πλοῦτος μέγας, οὗτος θησαυρός·
This is great wealth, this is a treasure;
這才是大財富,這才是寶藏;
3:232
ἂν τὸν τοῦ Θεοῦ φόβον ἔχωμεν, οὐδενὸς ἡμῖν
if we have the fear of God, we lack nothing;
我們若有對神的敬畏,就一無所缺;
3:233
ἂν δὲ τοῦτο μὴ ἔχωμεν, καὶ τὴν βασιλείαν αὐτὴν ἐὰν ἔχωμεν, πάντων ἐσμὲν πενέστεροι
but if we have not this, even if we possess the kingdom itself, we are poorer than all men.
但我們若沒有這敬畏,縱然擁有那國度本身,我們也比眾人更為貧窮。
3:234
Οὐδὲν ἴσον τοῦ φοβουμένου τὸν Κύριον·
Nothing equals the man who fears the Lord;
沒有甚麼能與敬畏主的人相比;
3:235
φόβος γὰρ, φησὶ, τοῦ Κυρίου πάντα ὑπερέβαλε
'For the fear of the Lord,' it says, 'surpasses all things.'
因為經上說:「敬畏耶和華勝過一切。」
3:236
Τοῦτον κτησώμεθα, ὑπὲρ τούτου πάντα πράττωμεν·
Let us acquire this; for the sake of this let us do all things;
讓我們得著這敬畏;為此我們當行一切的事;
3:237
κἂν τὴν ψυχὴν ἀποδόσθαι δέῃ, μὴ φεισώμεθα, κἂν τὸ σῶμα κατακόψαι·
even if we must give up our life, let us not spare it; even if we must have our body cut in pieces;
即使必須捨去性命,我們也不當顧惜;即使必須讓身體被碎割;
3:238
πάντα πράττωμεν, ἵνα τοῦ φόβου τούτου ἐπιτύχωμεν
let us do all things, that we may attain this fear.
讓我們行一切的事,好叫我們得著這敬畏。
3:239
Οὕτω γὰρ ἐσόμεθα πάντων εὐπορώτε. ροι, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ. ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
For thus shall we be more abundantly supplied with all things, and shall attain the good things to come, in Christ Jesus our Lord, with whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and ever, and unto the ages of ages. Amen.
因為這樣,我們就必在萬事上更加豐足,也必得著將來的美福,在我們主基督耶穌裡。願榮耀、權能、尊貴歸與祂,並歸與父,同歸與聖靈,從今直到永永遠遠。阿們。
← ch. 2ch. 4 →
0123456789101112131415