📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › The Shepherd of Hermas

The Shepherd of Hermas 4

Greek original · 23 verses · some words can be tapped for a gloss

← ch. 3ch. 5 →
4:1.1
Ἣν εἶδον, ἀδελφοί, μετὰ ἡμέρας εἴκοσι τῆς προτέρας ὁράσεως τῆς γενομένης, εἰς τύπον τῆς θλίψεως τῆς ἐπερχομένης
The vision which I saw, brethren, twenty days after the previous vision that had come, was a type of the tribulation that is coming.
弟兄們,我在先前那異象過後二十天所看見的這個異象,是那將要來的患難的預表。
4:1.2
ὑπῆγον εἰς ἀγρὸν τῇ ὁδῷ τῇ καμπανῇ. ἀπὸ τῆς ὁδοῦ τῆς δημοσίας ἐστὶν ὡσεὶ στάδια δέκα: ῥᾳδίως δὲ ὁδεύεται τόπος
I was going to a field by the Campanian Way. From the public road the place is about ten stadia; and the place is easily traveled.
我正沿著坎帕尼亞大道往一處田地去。那地方離公共大道約有十斯塔德(約二公里);那條路很好走。
4:1.3
μόνος οὖν περιπατῶν ἀξιῶ τὸν κύριον, ἵνα τὰς ἀποκαλύψεις καὶ τὰ ὁράματα, μοι ἔδειξεν διὰ τῆς ἁγίας Ἐκκλησίας αὐτοῦ, τελειώσῃ, ἵνα με ἰσχυροποιήσῃ καὶ δῷ τὴν μετάνοιαν τοῖς δούλοις αὐτοῦ τοῖς ἐσκανδαλισμένοις, ἵνα δοξασθῇ τὸ ὄνομα αὐτοῦ τὸ μέγα καὶ ἔνδοξον, ὅτι με ἄξιον ἡγήσατο τοῦ δεῖξαί μοι τὰ θαυμάσια αὐτοῦ
So walking alone I asked the Lord to complete the revelations and the visions which he had shown me through his holy Church, that he might strengthen me and grant repentance to his servants who had stumbled, that his great and glorious name might be glorified, because he had counted me worthy to show me his wonders.
我獨自走著,求主把他藉著他聖潔的教會所指示我的啟示和異象成全,叫他堅固我,並把悔改賜給他那些跌倒的僕人,好叫他大而榮耀的名得榮耀,因為他看我為配得的,把他的奇事指示給我。
4:1.4
καὶ δοξάζοντός μου καὶ εὐχαριστοῦντος αὐτῷ, ὡς ἦχος φωνῆς μοι ἀπεκρίθη: Μὴ διψυχήσεις, Ἑρμᾶ. ἐν ἐμαυτῷ ἠρξάμην διαλογίζεσθαι καὶ λέγειν: Ἐγὼ τί ἔχω διψυχῆσαι, οὕτω τεθεμελιωμένος ὑπὸ τοῦ κυρίου καὶ ἰδὼν ἔνδοξα πράγματα
And as I was glorifying and giving thanks to him, something like the echo of a voice answered me: Do not be double-minded, Hermas. I began to debate within myself and to say: What have I to be double-minded about, I who have been so firmly established by the Lord and have seen glorious things?
我正頌讚、感謝他的時候,彷彿有一個聲音的回響回答我說:「黑馬,不要三心二意。」我心裡開始思量說:「我有什麼可三心二意的呢?我既已被主這樣堅立,又看見了榮耀的事。」
4:1.5
καὶ προσέβην μικρόν, ἀδελφοί, καὶ ἰδού, βλέπω κονιορτὸν ὡς εἰς τὸν οὐρανὸν καὶ ἠρξάμην λέγειν ἐν ἐμαυτῷ: Μήποτε κτήνη ἔρχονται καὶ κονιορτὸν ἐγείρουσιν; οὕτω δὲ ἦν ἀπ̓ ἐμοῦ ὡς ἀπὸ σταδίου
And I went forward a little, brethren, and behold, I saw dust as it were rising to heaven, and I began to say within myself: Are cattle perhaps coming and raising the dust? It was about a stadium away from me.
弟兄們,我又往前走了一小段,看哪,我看見塵土彷彿直衝上天,便心裡開始說:「莫非有牲畜過來揚起塵土?」那塵土離我約有一斯塔德。
4:1.6
γινομένου μείζονος καὶ μείζονος κονιορτοῦ ὑπενόησα εἶναί τι θεῖον: μικρὸν ἐξέλαμψεν ἥλιος καὶ ἰδού, βλέπω θηρίον μέγιστον ὡσεὶ κῆτός τι, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἀκρίδες πύριναι ἐξεπορεύοντο: ἦν δὲ τὸ θηρίον τῷ μήκει ὡσεὶ ποδῶν ρ, τὴν δὲ κεφαλὴν εἶχεν ὡσεὶ κεράμου
As the dust grew greater and greater, I suspected it was something supernatural. The sun shone out a little, and behold, I saw an enormous beast like some sea-monster, and out of its mouth fiery locusts were going forth; the beast was about a hundred feet in length, and it had a head like an earthen jar.
塵土越來越大,我便猜想這是某種超自然之物。太陽稍微透出來,看哪,我看見一隻極大的獸,像某種海怪;從牠口中有火的蝗蟲冒出來;那獸長約一百尺,頭像一個陶罐。
4:1.7
καὶ ἠρξάμην κλαίειν καὶ ἐρωτᾶν τὸν κύριον, ἵνα με λυτρώσηται ἐξ αὐτοῦ: καὶ ἐπανεμνήσθην τοῦ ῥήματος οὗ ἀκηκόειν: Μὴ διψυχήσεις, Ἑρμᾶ
And I began to weep and to entreat the Lord to deliver me from it; and I called to mind the word I had heard: Do not be double-minded, Hermas.
我便開始哭泣,懇求主救我脫離牠;又想起我所聽見的話:「黑馬,不要三心二意。」
4:1.8
ἐνδυσάμενος οὖν, ἀδελφοί, τὴν πίστιν τοῦ κυρίου καὶ μνησθεὶς ὧν ἐδίδαξέν με μεγαλείων, θαρσήσας εἰς τὸ θηρίον ἐμαυτὸν ἔδωκα. οὕτω δὲ ἤρχετο τὸ θηρίον ῥοίζῳ, ὥστε δύνασθαι αὐτὸ πόλιν λυμᾶναι
So having put on the faith of the Lord, brethren, and remembering the great things he had taught me, I took courage and gave myself up to the beast. The beast was coming on with such a rush that it could have ruined a city.
弟兄們,於是我披上了對主的信心,又想起他教導我的大事,就壯起膽來,把自己交給那獸。那獸來勢洶洶,連一座城都能毀掉。
4:1.9
ἔρχομαι ἐγγὺς αὐτοῦ, καὶ τὸ τηλικοῦτο κῆτος ἐκτείνει ἑαυτὸ χαμαὶ καὶ οὐδὲν εἰ μὴ τὴν γλῶσσαν προέβαλλεν καὶ ὅλως οὐκ ἐκινήθη, μέχρις ὅτε παρῆλθον αὐτό:
I came near it, and the great sea-monster stretched itself out on the ground and put forth nothing but its tongue, and did not move at all, until I had passed it by.
我走近牠,那巨大的海怪卻把自己平伏在地上,除了伸出舌頭外什麼也沒做,全然不動,直到我從牠旁邊走過去。
4:1.10
εἶχεν δὲ τὸ θηρίον ἐπὶ τῆς κεφαλῆς χρώματα τέσσαρα: μέλαν, εἶτα πυροειδὲς καὶ αἱματῶδες, εἶτα χρυσοῦν, εἶτα λευκόν
The beast had on its head four colors: black, then fiery and blood-red, then golden, then white.
那獸頭上有四種顏色:黑色,其次是火紅帶血色,再次是金色,最後是白色。
4:2.1
Μετὰ δὲ τὸ παρελθεῖν με τὸ θηρίον καὶ προελθεῖν ὡσεὶ πόδας λ, ἰδού, ὑπαντᾷ μοι παρθένος κεκοσμημένη ὡς ἐκ νυμφῶνος ἐκπορευομένη, ὅλη ἐν λευκοῖς καὶ ὑποδήμασιν λευκοῖς, κατακεκαλυμμένη ἕως τοῦ μετώπου, ἐν μίτρᾳ δὲ ἦν κατακάλυψις αὐτῆς: εἶχεν δὲ τὰς τρίχας αὐτῆς λευκάς
After I had passed by the beast and gone forward about thirty feet, behold, a maiden met me, adorned as though coming forth from a bridal chamber, all in white and with white sandals, veiled to the forehead, her veiling being a turban; and her hair was white.
我經過那獸、又往前走了約三十尺,看哪,有一位少女迎著我來,妝飾得像從新房裡出來一樣,全身穿白,腳穿白鞋,蒙著面直到額頭,她的面紗是一條頭巾;她的頭髮是白的。
4:2.2
ἔγνων ἐγὼ ἐκ τῶν προτέρων ὁραμάτων, ὅτι Ἐκκλησία ἐστίν, καὶ ἱλαρώτερος ἐγενόμην. ἀσπάζεταί με λέγουσα: Χαῖρε σύ, ἄνθρωπε. καὶ ἐγὼ αὐτὴν ἀντησπασάμην: Κυρία, χαῖρε
I knew from the previous visions that it was the Church, and I became more cheerful. She greeted me, saying: Hail, you man. And I greeted her in return: Lady, hail.
我從先前的異象知道這就是教會,便更加歡喜。她向我問安說:「你好,這人哪。」我也向她回問安:「夫人,你好。」
4:2.3
ἀποκριθεῖσά μοι λέγει: Οὐδέν σοι ἀπήντησεν; λέγω αὐτῇ: Κυρία, τηλικοῦτο θηρίον, δυνάμενον λαοὺς διαφθεῖραι: ἀλλὰ τῇ δυνάμει τοῦ κυρίου καὶ τῇ πολυσπλαγχνίᾳ αὐτοῦ ἐξέφυγον αὐτό
Answering me she said: Did nothing meet you? I said to her: Lady, a beast so great that it could destroy whole peoples; but by the power of the Lord and his great compassion I escaped it.
她回答我說:「沒有什麼東西攔住你嗎?」我對她說:「夫人,有一隻獸,大到能毀滅萬民;但靠著主的能力和他極大的憐憫,我逃脫了牠。」
4:2.4
Καλῶς ἐξέφυγες, φησίν, ὅτι τὴν μέριμνάν σου ἐπὶ τὸν θεὸν ἐπέριψας καὶ τὴν καρδίαν σου ἤνοιξας πρὸς τὸν κύριον, πιστεύσας, ὅτι δἰ οὐδενὸς δύνῃ σωθῆναι εἰ μὴ διὰ τοῦ μεγάλου καὶ ἐνδόξου ὀνόματος. διὰ τοῦτο κύριος ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ τὸν ἐπὶ τῶν θηρίων ὄντα, οὗ τὸ ὄνομά ἐστιν Θεγρί, καὶ ἐνέφραξεν τὸ στόμα αὐτοῦ, ἵνα μή σε λυμάνῃ. μεγάλην θλῖψιν ἐκπέφευγας διὰ τὴν πίστιν σου καὶ ὅτι τηλικοῦτο θηρίον ἰδὼν οὐκ ἐδιψύχησας:
You escaped well, she said, because you cast your care upon God and opened your heart to the Lord, believing that you can be saved by nothing except by the great and glorious Name. For this reason the Lord sent his angel who is over the beasts, whose name is Thegri, and he stopped its mouth, so that it might not harm you. You have escaped a great tribulation because of your faith, and because, though you saw so great a beast, you were not double-minded.
她說:「你逃脫得好,因為你把你的憂慮卸給了神,向主敞開了你的心,深信除了藉著那大而榮耀的名,你斷不能得救。為此主差遣了管理百獸的天使來,他名叫特革里(Thegri),他堵住了那獸的口,叫牠不能害你。你因你的信心逃脫了一場大患難,又因你雖看見這樣大的獸卻不三心二意。
4:2.5
ὕπαγε οὖν καὶ ἐξήγησαι τοῖς ἐκλεκτοῖς τοῦ κυρίου τὰ μεγαλεῖα αὐτοῦ καὶ εἰπὲ αὐτοῖς, ὅτι τὸ θηρίον τοῦτο τύπος ἐστὶν θλίψεως τῆς μελλούσης τῆς μεγάλης: ἐὰν οὖν προετοιμάσησθε καὶ μετανοήσητε ἐξ ὅλης καρδίας ὑμῶν πρὸς τὸν κύριον, δυνήσεσθε ἐκφυγεῖν αὐτήν, ἐὰν καρδία ὑμῶν γένηται καθαρὰ καὶ ἄμωμος καὶ τὰς λοιπὰς τῆς ζωῆς ἡμέρας ὑμῶν δουλεύσητε τῷ κυρίῳ ἀμέμπτως. ἐπιρίψατε τὰς μερίμνας ὑμῶν ἐπὶ τὸν κύριον, καὶ αὐτὸς κατορθώσει αὐτάς
Go, then, and recount to the elect of the Lord his mighty works, and tell them that this beast is a type of the great tribulation that is coming. If, then, you prepare yourselves beforehand and repent with all your heart toward the Lord, you shall be able to escape it, if your heart becomes pure and blameless and you serve the Lord without blame the remaining days of your life. Cast your cares upon the Lord, and he will set them straight.
所以你去,向主的選民述說他的大能作為,告訴他們這獸是那將要來的大患難的預表。所以你們若預先豫備,全心向主悔改,就必能逃脫它——只要你們的心變為純潔無瑕,並在你們餘下的日子裡無可指摘地事奉主。要把你們的憂慮卸給主,他必為你們料理妥當。
4:2.6
πιστεύσατε τῷ κυρίῳ, οἱ δίψυχοι, ὅτι πάντα δύναται καὶ ἀποστρέφει τὴν ὀργὴν αὐτοῦ ἀφ̓ ὑμῶν καὶ ἐξαποστέλλει μάστιγας ὑμῖν τοῖς διψύχοις. οὐαὶ τοῖς ἀκούσασιν τὰ ῥήματα ταῦτα καὶ παρακούσασιν: αἱρετώτερον ἦν αὐτοῖς τὸ μὴ γεννηθῆναι
Believe the Lord, you double-minded, that he can do all things, and turns away his wrath from you, and sends out scourges upon you who are double-minded. Woe to those who hear these words and disobey; it would have been better for them not to have been born.
你們三心二意的人哪,要信靠主,因為他凡事都能作,又能使他的忿怒離開你們,並向你們這三心二意的人發出鞭責。那些聽見這些話卻不順從的人有禍了;他們倒不如不生下來的好。」
4:3.1
Ἠρώτησα αὐτὴν περὶ τῶν τεσσάρων χρωμάτων ὧν εἶχεν τὸ θηρίον εἰς τὴν κεφαλήν. δὲ ἀποκριθεῖσά μοι λέγει: Πάλιν περίεργος εἶ περὶ τοιούτων πραγμάτων. Ναί, φημί, κυρία: γνώρισόν μοι, τί ἐστιν ταῦτα
I asked her concerning the four colors which the beast had on its head. Answering me she said: Again you are inquisitive about such matters. Yes, I said, lady; make known to me what these are.
我問她那獸頭上的四種顏色。她回答我說:「你又對這樣的事追根究底了。」我說:「是的,夫人;求你把這些是什麼向我說明。」
4:3.2
Ἄκουε, φησίν: τὸ μὲν μέλαν οὗτος κόσμος ἐστίν, ἐν κατοικεῖτε:
Hear, she said: the black is this world in which you dwell;
她說:「你聽:黑色就是你們所居住的這世界;
4:3.3
τὸ δὲ πυροειδὲς καὶ αἱματῶδες, ὅτι δεῖ τὸν κόσμον τοῦτον δἰ αἵματος καὶ πυρὸς ἀπόλλυσθαι:
the fiery and blood-red signifies that this world must perish through blood and fire;
火紅帶血色的,表明這世界必要藉著血和火滅亡;
4:3.4
τὸ δὲ χρυσοῦν μέρος ὑμεῖς ἐστε οἱ ἐκφυγόντες τὸν κόσμον τοῦτον. ὥσπερ γὰρ τὸ χρυσίον δοκιμάζεται διὰ τοῦ πυρὸς καὶ εὔχρηστον γίνεται, οὕτως καὶ ὑμεῖς δοκιμάζεσθε οἱ κατοικοῦντες ἐν αὐτοῖς. οἱ οὖν μείναντες καὶ πυρωθέντες ὑπ αὐτῶν καθαρισθήσεσθε. ὥσπερ τὸ χρυσίον ἀποβάλλει τὴν σκωρίαν αὐτοῦ, οὕτω καὶ ὑμεῖς ἀποβαλεῖτε πᾶσαν λύπην καὶ στενοχωρίαν, καὶ καθαρισθήσεσθε καὶ χρήσιμοι ἔσεσθε εἰς τὴν οἰκοδομὴν τοῦ πύργου
the golden part is you who have escaped this world. For just as gold is tested by fire and becomes useful, so also you who dwell among them are being tested. Those, then, who remain and are refined by them shall be cleansed. Just as gold casts off its dross, so also you shall cast off all grief and distress, and shall be cleansed and become useful for the building of the tower.
金色的部分就是你們這些已逃脫這世界的人。正如金子被火試驗,變為有用,照樣你們這些住在他們中間的人也正受試驗。所以那些堅忍到底、被這些事煉淨的人,必得潔淨。正如金子去掉它的渣滓,照樣你們也要除去一切的憂愁和困苦,得著潔淨,成為對建樓有用的。
4:3.5
τὸ δὲ λευκὸν μέρος αἰὼν ἐπερχόμενός ἐστιν, ἐν κατοικήσουσιν οἱ ἐκλεκτοὶ τοῦ θεοῦ: ὅτι ἄσπιλοι καὶ καθαροὶ ἔσονται οἱ ἐκλελεγμένοι ὑπὸ τοῦ θεοῦ εἰς ζωὴν αἰώνιον
But the white part is the age that is coming, in which the elect of God shall dwell; because those chosen by God unto eternal life shall be spotless and pure.
至於白色的部分,就是那將要來的時代,神的選民要住在其中;因為那些蒙神揀選得永生的人,必要無瑕無疵、純潔無垢。
4:3.6
σὺ οὖν μὴ διαλίπῃς λαλῶν εἰς τὰ ὦτα τῶν ἁγίων. ἔχετε καὶ τὸν τύπον τῆς θλίψεως τῆς ἐρχομένης μεγάλης. ἐὰν δὲ ὑμεῖς θελήσητε, οὐδὲν ἔσται. μνημονεύετε τὰ προγεγραμμένα
Do not cease, then, to speak into the ears of the saints. You also have the type of the great tribulation that is coming. But if you yourselves are willing, it shall be nothing. Remember the things written beforehand.
所以你不要停止講說在眾聖徒耳中。你們也已有了那將要來之大患難的預表。但你們自己若願意,這患難就算不得什麼。要記住先前所寫的話。
4:3.7
ταῦτα εἴπασα ἀπῆλθεν, καὶ οὐκ εἶδον, ποίῳ τόπῳ ἀπῆλθεν: νέφος γὰρ ἐγένετο: κἀγὼ ἐπεστράφην εἰς τὰ ὀπίσω φοβηθείς, δοκῶν ὅτι τὸ θηρίον ἔρχεται
When she had said these things she departed, and I did not see to what place she went; for there was a cloud; and I turned back behind me in fear, thinking that the beast was coming.
她說完這些話就離去了,我沒看見她往哪裡去;因為起了一團雲;我便驚恐地回頭往後看,以為那獸來了。
← ch. 3ch. 5 →
123456789101112131415161718192021222324252627