← All books · Septuagint › Judges
Judges 16 Greek original · 31 verses · some words can be tapped for a gloss
← ch. 15 ch. 1 ch. 2 ch. 3 ch. 4 ch. 5 ch. 6 ch. 7 ch. 8 ch. 9 ch. 10 ch. 11 ch. 12 ch. 13 ch. 14 ch. 15 ch. 16 ch. 17 ch. 18 ch. 19 ch. 20 ch. 21 ch. 17 → 📖 This chapter exists in 3 other originals —
side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
16:1
καὶ ἐπορεύθη Σαμψων εἰς Γάζαν καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἐπορεύθη Σαμψων ἐκεῖθεν εἰς Γάζαν καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ εἰσῆλθεν πρὸς αὐτήν
Samson went to Gaza, and saw there a prostitute, and went in to her.
參孫到了迦薩,在那裏看見一個妓女,就與她親近。
16:2
καὶ ἀνηγγέλη τοῖς Γαζαίοις λέγοντες ἥκει Σαμψων ὧδε καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν ἐπ’ αὐτὸν ὅλην τὴν νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες ἕως διαφαύσῃ ὁ ὄρθρος καὶ φονεύσωμεν αὐτόν καὶ ἀπηγγέλη τοῖς Γαζαίοις λέγοντες ἥκει Σαμψων ἐνταῦθα καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν αὐτὸν ὅλην τὴν νύκτα ἐπὶ τῆς πύλης τῆς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες ἕως φωτὸς πρωὶ μείνωμεν καὶ ἀποκτείνωμεν αὐτόν
The Gazites were told, “Samson is here!” They surrounded him and laid wait for him all night in the gate of the city, and were quiet all the night, saying, “Wait until morning light; then we will kill him.”
有人告訴迦薩人說:「參孫到這裏來了!」他們就把他團團圍住,終夜在城門悄悄埋伏,說:「等到天亮我們便殺他。」
16:3
καὶ ἐκοιμήθη Σαμψων ἕως μεσονυκτίου καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτὸς καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς καὶ ἀνεβάστασεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἔθηκεν ἐπ’ ὤμων αὐτοῦ καὶ ἀνέβη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους τοῦ ἐπὶ προσώπου Χεβρων καὶ ἔθηκεν αὐτὰ ἐκεῖ καὶ ἐκοιμήθη Σαμψων ἕως τοῦ μεσονυκτίου καὶ ἀνέστη περὶ τὸ μεσονύκτιον καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως καὶ τῶν δύο σταθμῶν καὶ ἀνεβάστασεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἐπέθηκεν ἐπὶ τῷ ὤμῳ αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὰ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους ὅ ἐστιν ἐπὶ πρόσωπον Χεβρων καὶ ἔθηκεν αὐτὰ ἐκεῖ
Samson lay until midnight, then arose at midnight and took hold of the doors of the gate of the city, with the two posts, and plucked them up, bar and all, and put them on his shoulders and carried them up to the top of the mountain that is before Hebron.
參孫睡到半夜,起來,將城門的門扇、門框、門閂,一齊拆下來,扛在肩上,扛到希伯崙前的山頂上。
16:4
καὶ ἐγένετο μετὰ τοῦτο καὶ ἠγάπησεν γυναῖκα ἐν Αλσωρηχ καὶ ὄνομα αὐτῇ Δαλιδα καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠγάπησεν γυναῖκα ἐπὶ τοῦ χειμάρρου Σωρηχ καὶ ὄνομα αὐτῇ Δαλιλα
It came to pass afterward that he loved a woman in the valley of Sorek, whose name was Delilah.
後來,參孫在梭烈谷喜愛一個婦人,名叫大利拉。
16:5
καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ εἶπαν αὐτῇ ἀπάτησον αὐτὸν καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα αὐτῷ καὶ δήσομεν αὐτὸν τοῦ ταπεινῶσαι αὐτόν καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ σατράπαι τῶν ἀλλοφύλων καὶ εἶπαν αὐτῇ ἀπάτησον αὐτὸν καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἐστιν ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα πρὸς αὐτὸν καὶ δήσομεν αὐτὸν ὥστε ταπεινῶσαι αὐτόν καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου
The lords of the Philistines came up to her and said to her, “Entice him, and see in which his great strength lies, and by what means we may prevail against him, that we may bind him to afflict him; and we will each give you eleven hundred pieces of silver.”
非利士人的首領上去見那婦人,對她說:「求你誆哄參孫,探探他因何有這麼大的力氣,我們用何法能勝他,捆綁剋制他。我們就每人給你一千一百舍客勒銀子。」
16:6
καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων ἀπάγγειλον δή μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ἀνάγγειλόν μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε
Delilah said to Samson, “Please tell me where your great strength lies, and what you might be bound to afflict you.”
大利拉對參孫說:「求你告訴我,你因何有這麼大的力氣,當用何法捆綁剋制你。」
16:7
καὶ εἶπεν πρὸς αὐτὴν Σαμψων ἐὰν δήσωσίν με ἐν ἑπτὰ νευρέαις ὑγραῖς μὴ διεφθαρμέναις καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων καὶ εἶπεν πρὸς αὐτὴν Σαμψων ἐὰν δήσωσίν με ἐν ἑπτὰ νευραῖς ὑγραῖς μὴ ἠρημωμέναις καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων
Samson said to her, “If they bind me with seven green cords that were never dried, then shall I become weak, and be as another man.”
參孫回答說:「人若用七條未乾的青繩子捆綁我,我就軟弱像別人一樣。」
16:8
καὶ ἀνήνεγκαν αὐτῇ οἱ ἄρχοντες τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ διεφθαρμένας καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς καὶ ἀνήνεγκαν αὐτῇ οἱ σατράπαι τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ ἠρημωμένας καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς
Then the lords of the Philistines brought up to her seven green cords which had not been dried, and she bound him with them.
於是非利士人的首領拿了七條未乾的青繩子來,交給婦人,她就用繩子捆綁參孫。
16:9
καὶ τὸ ἔνεδρον αὐτῇ ἐκάθητο ἐν τῷ ταμιείῳ καὶ εἶπεν αὐτῷ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ διέσπασεν τὰς νευρέας ὡς εἴ τις ἀποσπάσοι στρέμμα στιππύου ἐν τῷ ὀσφρανθῆναι αὐτὸ πυρός καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ καὶ τὸ ἔνεδρον αὐτοῦ ἐκάθητο ἐν τῷ ταμιείῳ καὶ εἶπεν πρὸς αὐτόν ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ διέρρηξεν τὰς νευράς ὃν τρόπον διασπᾶται κλῶσμα τοῦ ἀποτινάγματος ἐν τῷ ὀσφρανθῆναι πυρός καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ
Now she had an ambush waiting in the inner room. She said to him, “The Philistines are on you, Samson!” He broke the cords as a flax thread is broken when it touches the fire. So his strength was not known.
有人預先埋伏在婦人的內室裏。婦人說:「參孫哪,非利士人拿你來了!」參孫就掙斷繩子,如掙斷經火的麻線一般。這樣,他力氣的根由人還是不知道。
16:10
καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρός με ψευδῆ νῦν οὖν ἀνάγγειλόν μοι ἐν τίνι δεθήσῃ καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ἰδοὺ παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδῆ νῦν οὖν ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ
Delilah said to Samson, “Behold, you have mocked me, and told me lies. Now please tell me how you might be bound.”
大利拉對參孫說:「你欺哄我,向我說謊言。現在求你告訴我當用何法捆綁你。」
16:11
καὶ εἶπεν πρὸς αὐτήν ἐὰν δεσμεύοντες δήσωσίν με ἐν καλωδίοις καινοῖς οἷς οὐκ ἐγένετο ἐν αὐτοῖς ἔργον καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων καὶ εἶπεν πρὸς αὐτήν ἐὰν δεσμῷ δήσωσίν με ἐν ἑπτὰ καλωδίοις καινοῖς ἐν οἷς οὐκ ἐγενήθη ἔργον καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων
He said to her, “If they only bind me with new ropes with which no work has been done, then I will become weak, and be as another man.”
參孫回答說:「人若用沒有使過的新繩捆綁我,我就軟弱像別人一樣。」
16:12
καὶ ἔλαβεν Δαλιδα καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς καὶ τὰ ἔνεδρα ἐξῆλθεν ἐκ τοῦ ταμιείου καὶ εἶπεν ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ διέσπασεν αὐτὰ ἀπὸ βραχιόνων αὐτοῦ ὡς σπαρτίον καὶ ἔλαβεν αὐτῷ Δαλιλα καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς καὶ εἶπεν πρὸς αὐτόν οἱ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ τὸ ἔνεδρον ἐκάθητο ἐν τῷ ταμιείῳ καὶ διέσπασεν αὐτὰ ἀπὸ τῶν βραχιόνων αὐτοῦ ὡς ῥάμμα
So Delilah took new ropes and bound him with them, then said to him, “The Philistines are on you, Samson!” The ambush was waiting in the inner room. He broke them off his arms like a thread.
大利拉就用新繩捆綁他,對他說:「參孫哪,非利士人拿你來了!」有人預先埋伏在內室裏。參孫將臂上的繩掙斷了,如掙斷一條線一樣。
16:13
καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρὸς ἐμὲ ψευδῆ ἀπάγγειλον δή μοι ἐν τίνι δεθήσῃ καὶ εἶπεν πρὸς αὐτήν ἐὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου σὺν τῷ διάσματι καὶ ἐγκρούσῃς τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων ἀσθενής καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ἕως νῦν παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδῆ ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ καὶ εἶπεν πρὸς αὐτήν ἐὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου μετὰ τοῦ διάσματος καὶ ἐγκρούσῃς ἐν τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ ἔσομαι ἀσθενὴς ὡς εἷς τῶν ἀνθρώπων
Delilah said to Samson, “Until now, you have mocked me and told me lies. Tell me with what you might be bound.” He said to her, “If you weave the seven locks of my head with the fabric on the loom.”
大利拉對參孫說:「你到如今還是欺哄我,向我說謊言。求你告訴我,當用何法捆綁你。」參孫回答說:「你若將我頭上的七條髮綹,與緯線同織就可以了。」
16:14
καὶ ἐγένετο ἐν τῷ κοιμᾶσθαι αὐτὸν καὶ ἔλαβεν Δαλιδα τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ὕφανεν ἐν τῷ διάσματι καὶ ἔπηξεν τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ εἶπεν ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ ἐξῆρεν τὸν πάσσαλον τοῦ ὑφάσματος ἐκ τοῦ τοίχου καὶ ἐκοίμισεν αὐτὸν Δαλιλα καὶ ἐδιάσατο τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς αὐτοῦ μετὰ τῆς ἐκτάσεως καὶ κατέκρουσεν ἐν τοῖς πασσάλοις εἰς τὸν τοῖχον καὶ εἶπεν πρὸς αὐτόν οἱ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξηγέρθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ ἐξέσπασεν τοὺς πασσάλους σὺν τῷ ὑφάσματι ἐκ τοῦ τοίχου καὶ τὸ δίασμα καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ
She fastened it with the pin, and said to him, “The Philistines are on you, Samson!” He awakened out of his sleep, and plucked away the pin of the beam and the fabric.
於是大利拉將他的髮綹與緯線同織,用橛子釘住,對他說:「參孫哪,非利士人拿你來了!」參孫從睡中醒來,將機上的橛子和緯線一齊都拔出來了。
16:15
καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων πῶς λέγεις ἠγάπηκά σε καὶ οὐκ ἔστιν ἡ καρδία σου μετ’ ἐμοῦ τοῦτο τρίτον ἐπλάνησάς με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ εἶπεν πρὸς αὐτὸν Δαλιλα πῶς ἐρεῖς ἠγάπηκά σε καὶ ἡ καρδία σου οὐκ ἔστιν μετ’ ἐμοῦ τοῦτο τρίτον παρελογίσω με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη
She said to him, “How can you say, ‘I love you,’ when your heart is not with me? You have mocked me these three times, and have not told me where your great strength lies.”
大利拉對參孫說:「你既不與我同心,怎麼說你愛我呢?你這三次欺哄我,沒有告訴我,你因何有這麼大的力氣。」
16:16
καὶ ἐγένετο ὅτε ἐξέθλιψεν αὐτὸν ἐν λόγοις αὐτῆς πάσας τὰς ἡμέρας καὶ ἐστενοχώρησεν αὐτόν καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν καὶ ἐγένετο ὅτε κατειργάσατο αὐτὸν τοῖς λόγοις αὐτῆς ὅλην τὴν νύκτα καὶ παρηνώχλησεν αὐτόν καὶ ὠλιγοψύχησεν ἕως εἰς θάνατον
When she pressed him daily with her words and urged him, his soul was troubled to death.
大利拉天天用話催逼他,甚至他心裏煩悶要死。
16:17
καὶ ἀνήγγειλεν αὐτῇ τὴν πᾶσαν καρδίαν αὐτοῦ καὶ εἶπεν αὐτῇ σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου ὅτι ἅγιος θεοῦ ἐγώ εἰμι ἀπὸ κοιλίας μητρός μου ἐὰν οὖν ξυρήσωμαι ἀποστήσεται ἀπ’ ἐμοῦ ἡ ἰσχύς μου καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς πάντες οἱ ἄνθρωποι καὶ ἀπήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ καὶ εἶπεν αὐτῇ ξυρὸν οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλήν μου ὅτι ναζιραῖος θεοῦ ἐγώ εἰμι ἐκ κοιλίας μητρός μου καὶ ἐὰν ξυρήσωμαι ἀποστήσεται ἀπ’ ἐμοῦ ἡ ἰσχύς μου καὶ ἀσθενήσω καὶ ἔσομαι κατὰ πάντας τοὺς ἀνθρώπους
He told her all his heart and said to her, “No razor has ever come on my head; for I have been a Nazirite to God from my mother’s womb. If I am shaved, then my strength will go from me and I will become weak, and be like any other man.”
參孫就把心中所藏的都告訴了她,對她說:「向來人沒有用剃頭刀剃我的頭,因為我自出母胎就歸上帝作拿細耳人;若剃了我的頭髮,我的力氣就離開我,我便軟弱像別人一樣。」
16:18
καὶ εἶδεν Δαλιδα ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν τοὺς ἄρχοντας τῶν ἀλλοφύλων λέγουσα ἀνάβητε ἔτι τὸ ἅπαξ τοῦτο ὅτι ἀπήγγειλέν μοι τὴν πᾶσαν καρδίαν αὐτοῦ καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ ἀνήνεγκαν τὸ ἀργύριον ἐν χερσὶν αὐτῶν καὶ εἶδεν Δαλιλα ὅτι ἀνήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν πάντας τοὺς σατράπας τῶν ἀλλοφύλων λέγουσα ἀνάβητε τὸ ἅπαξ ὅτι ἀνήγγειλέν μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ καὶ ἀνέβησαν πρὸς αὐτὴν πᾶσαι αἱ σατραπίαι τῶν ἀλλοφύλων καὶ ἤνεγκαν τὸ ἀργύριον ἐν ταῖς χερσὶν αὐτῶν
When Delilah saw that he had told her all his heart, she sent and called for the lords of the Philistines, saying, “Come up this once, for he has told me all his heart.” Then the lords of the Philistines came up to her and brought the money in their hand.
大利拉見他把心中所藏的都告訴了她,就打發人到非利士人的首領那裏,對他們說:「他已經把心中所藏的都告訴了我,請你們再上來一次。」於是非利士人的首領手裏拿着銀子,上到婦人那裏。
16:19
καὶ ἐκοίμισεν Δαλιδα τὸν Σαμψων ἐπὶ τὰ γόνατα αὐτῆς καὶ ἐκάλεσεν ἄνδρα καὶ ἐξύρησεν τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ἤρξατο ταπεινῶσαι αὐτόν καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ’ αὐτοῦ καὶ ἐκοίμισεν αὐτὸν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς καὶ ἐκάλεσεν τὸν κουρέα καὶ ἐξύρησεν τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς αὐτοῦ καὶ ἤρξατο ταπεινοῦσθαι καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ’ αὐτοῦ
She made him sleep on her knees; and she called for a man and shaved off the seven locks of his head; and she began to afflict him, and his strength went from him.
大利拉使參孫枕着她的膝睡覺,叫了一個人來剃除他頭上的七條髮綹。於是大利拉剋制他,他的力氣就離開他了。
16:20
καὶ εἶπεν Δαλιδα ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ καὶ ἐκτιναχθήσομαι καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ἀπέστη ὁ κύριος ἀπάνωθεν αὐτοῦ καὶ εἶπεν αὐτῷ Δαλιλα οἱ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξηγέρθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ἐξελεύσομαι καὶ ποιήσω καθὼς ἀεὶ καὶ ἀποτινάξομαι καὶ αὐτὸς οὐκ ἔγνω ὅτι κύριος ἀπέστη ἀπ’ αὐτοῦ
She said, “The Philistines are upon you, Samson!” He awoke out of his sleep, and said, “I will go out as at other times, and shake myself free.” But he didn’t know that Yahweh had departed from him.
大利拉說:「參孫哪,非利士人拿你來了!」參孫從睡中醒來,心裏說:「我要像前幾次出去活動身體」;他卻不知道耶和華已經離開他了。
16:21
καὶ ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι καὶ ἐξέκοψαν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ κατήνεγκαν αὐτὸν εἰς Γάζαν καὶ ἐπέδησαν αὐτὸν ἐν πέδαις χαλκείαις καὶ ἦν ἀλήθων ἐν οἴκῳ τοῦ δεσμωτηρίου καὶ ἐπελάβοντο αὐτοῦ οἱ ἀλλόφυλοι καὶ ἐξώρυξαν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ κατήγαγον αὐτὸν εἰς Γάζαν καὶ ἔδησαν αὐτὸν ἐν πέδαις χαλκαῖς καὶ ἦν ἀλήθων ἐν οἴκῳ τῆς φυλακῆς
The Philistines laid hold on him and put out his eyes; and they brought him down to Gaza and bound him with fetters of bronze; and he ground at the mill in the prison.
非利士人將他拿住,剜了他的眼睛,帶他下到迦薩,用銅鍊拘索他;他就在監裏推磨。
16:22
καὶ ἤρξατο θρὶξ τῆς κεφαλῆς αὐτοῦ βλαστάνειν καθὼς ἐξυρήσατο καὶ ἤρξατο ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ἀνατεῖλαι ἡνίκα ἐξυρήθη
However, the hair of his head began to grow again after he was shaved.
然而他的頭髮被剃之後,又漸漸長起來了。
16:23
καὶ οἱ ἄρχοντες τῶν ἀλλοφύλων συνήχθησαν θῦσαι θυσίασμα μέγα τῷ Δαγων θεῷ αὐτῶν καὶ εὐφρανθῆναι καὶ εἶπαν ἔδωκεν ὁ θεὸς ἐν χειρὶ ἡμῶν τὸν Σαμψων τὸν ἐχθρὸν ἡμῶν καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων συνήχθησαν τοῦ θῦσαι θυσίαν μεγάλην Δαγων τῷ θεῷ αὐτῶν καὶ τοῦ εὐφρανθῆναι καὶ εἶπαν παρέδωκεν ὁ θεὸς ἡμῶν ἐν χειρὶ ἡμῶν Σαμψων τὸν ἐχθρὸν ἡμῶν
The lords of the Philistines gathered together to offer a great sacrifice to Dagon their god, and to rejoice; for they said, “Our god has delivered Samson our enemy into our hand.”
非利士人的首領聚集,要給他們的神大袞獻大祭,並且歡樂,因為他們說:「我們的神將我們的仇敵參孫交在我們手中了。」
16:24
καὶ εἶδαν αὐτὸν ὁ λαὸς καὶ ὕμνησαν τὸν θεὸν αὐτῶν ὅτι παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν τὸν ἐρημοῦντα τὴν γῆν ἡμῶν καὶ ὃς ἐπλήθυνεν τοὺς τραυματίας ἡμῶν καὶ εἶδεν αὐτὸν ὁ λαὸς καὶ ᾔνεσαν τοὺς θεοὺς αὐτῶν καὶ εἶπαν παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν καὶ τὸν ἐξερημοῦντα τὴν γῆν ἡμῶν ὅστις ἐπλήθυνεν τοὺς τραυματίας ἡμῶν
When the people saw him, they praised their god; for they said, “Our god has delivered our enemy and the destroyer of our country, who has slain many of us, into our hand.”
眾人看見參孫,就讚美他們的神說:「我們的神將毀壞我們地、殺害我們許多人的仇敵交在我們手中了。」
16:25
καὶ ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν καὶ εἶπαν καλέσατε τὸν Σαμψων ἐξ οἴκου φυλακῆς καὶ παιξάτω ἐνώπιον ἡμῶν καὶ ἐκάλεσαν τὸν Σαμψων ἀπὸ οἴκου δεσμωτηρίου καὶ ἔπαιζεν ἐνώπιον αὐτῶν καὶ ἐρράπιζον αὐτὸν καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν κιόνων καὶ ἐγένετο ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν καὶ εἶπαν καλέσατε τὸν Σαμψων ἐξ οἴκου φυλακῆς καὶ παιξάτω ἐνώπιον ἡμῶν καὶ ἐκάλεσαν τὸν Σαμψων ἐξ οἴκου τῆς φυλακῆς καὶ ἐνέπαιζον αὐτῷ καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν δύο στύλων
When their hearts were merry, they said, “Call for Samson, that he may entertain us.” They called for Samson out of the prison; and he performed before them. They set him between the pillars;
他們正宴樂的時候,就說:「叫參孫來,在我們面前戲耍戲耍。」於是將參孫從監裏提出來,他就在眾人面前戲耍。他們使他站在兩柱中間。
16:26
καὶ εἶπεν Σαμψων πρὸς τὸν νεανίαν τὸν κρατοῦντα τὴν χεῖρα αὐτοῦ ἄφες με καὶ ψηλαφήσω τοὺς κίονας ἐφ’ οἷς ὁ οἶκος στήκει ἐπ’ αὐτούς καὶ ἐπιστηριχθήσομαι ἐπ’ αὐτούς καὶ εἶπεν Σαμψων πρὸς τὸ παιδάριον τὸν χειραγωγοῦντα αὐτόν ἐπανάπαυσόν με δὴ καὶ ποίησον ψηλαφῆσαί με ἐπὶ τοὺς στύλους ἐφ’ ὧν ὁ οἶκος ἐπεστήρικται ἐπ’ αὐτῶν καὶ ἐπιστηρίσομαι ἐπ’ αὐτούς ὁ δὲ παῖς ἐποίησεν οὕτως
and Samson said to the boy who held him by the hand, “Allow me to feel the pillars on which the house rests, that I may lean on them.”
參孫向拉他手的童子說:「求你讓我摸着托房的柱子,我要靠一靠。」
16:27
καὶ ὁ οἶκος πλήρης τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν καὶ ἐκεῖ πάντες οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ ἐπὶ τὸ δῶμα ὡς ἑπτακόσιοι ἄνδρες καὶ γυναῖκες οἱ θεωροῦντες ἐν παιγνίαις Σαμψων ὁ δὲ οἶκος ἦν πλήρης ἀνδρῶν καὶ γυναικῶν καὶ ἐκεῖ πάντες οἱ σατράπαι τῶν ἀλλοφύλων καὶ ἐπὶ τοῦ δώματος ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ γυναῖκες ἐμβλέποντες ἐμπαιζόμενον τὸν Σαμψων
Now the house was full of men and women; and all the lords of the Philistines were there; and there were on the roof about three thousand men and women, who saw while Samson performed.
那時房內充滿男女,非利士人的眾首領也都在那裏。房的平頂上約有三千男女觀看參孫戲耍。
16:28
καὶ ἔκλαυσεν Σαμψων πρὸς κύριον καὶ εἶπεν Αδωναιε κύριε μνήσθητι δή μου νῦν καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ τοῦτο θεέ καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις καὶ ἐβόησεν Σαμψων πρὸς κύριον καὶ εἶπεν κύριε κύριε μνήσθητί μου καὶ ἐνίσχυσόν με δὴ πλὴν ἔτι τὸ ἅπαξ τοῦτο καὶ ἐκδικήσω ἐκδίκησιν μίαν ἀντὶ τῶν δύο ὀφθαλμῶν μου ἐκ τῶν ἀλλοφύλων
Samson called to Yahweh, and said, “Lord Yahweh, remember me, please, and strengthen me, please, only this once, God, that I may be at once avenged of the Philistines for my two eyes.”
參孫求告耶和華說:「主耶和華啊,求你眷念我。上帝啊,求你賜我這一次的力量,使我在非利士人身上報那剜我雙眼的仇。」
16:29
καὶ περιέλαβεν Σαμψων τοὺς δύο κίονας τοῦ οἴκου ἐφ’ οὓς ὁ οἶκος εἱστήκει καὶ ἐπεστηρίχθη ἐπ’ αὐτοὺς καὶ ἐκράτησεν ἕνα τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα τῇ ἀριστερᾷ αὐτοῦ καὶ περιέλαβεν Σαμψων τοὺς δύο στύλους τοὺς μέσους ἐφ’ ὧν ὁ οἶκος ἐπεστήρικτο ἐπ’ αὐτῶν καὶ ἐπεστηρίσατο ἐπ’ αὐτοῖς ἕνα ἐν τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα ἐν τῇ ἀριστερᾷ αὐτοῦ
Samson took hold of the two middle pillars on which the house rested and leaned on them, the one with his right hand and the other with his left.
參孫就抱住托房的那兩根柱子:左手抱一根,右手抱一根,
16:30
καὶ εἶπεν Σαμψων ἀποθανέτω ψυχή μου μετὰ ἀλλοφύλων καὶ ἐβάσταξεν ἐν ἰσχύι καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ καὶ ἦσαν οἱ τεθνηκότες οὓς ἐθανάτωσεν Σαμψων ἐν τῷ θανάτῳ αὐτοῦ πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ καὶ εἶπεν Σαμψων ἀποθανέτω ἡ ψυχή μου μετὰ τῶν ἀλλοφύλων καὶ ἔκλινεν ἐν ἰσχύι καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς σατράπας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ καὶ ἐγένοντο οἱ τεθνηκότες οὓς ἐθανάτωσεν Σαμψων ἐν τῷ θανάτῳ αὐτοῦ πλείους ὑπὲρ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ
Samson said, “Let me die with the Philistines!” He bowed himself with all his might; and the house fell on the lords, and on all the people who were in it. So the dead that he killed at his death were more than those who he killed in his life.
說:「我情願與非利士人同死!」就盡力屈身,房子倒塌,壓住首領和房內的眾人。這樣,參孫死時所殺的人比活着所殺的還多。
16:31
καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ ἐν τῷ τάφῳ Μανωε τοῦ πατρὸς αὐτοῦ καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶς ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ ἐν τῷ τάφῳ Μανωε τοῦ πατρὸς αὐτοῦ καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη
Then his brothers and all the house of his father came down and took him, and brought him up and buried him between Zorah and Eshtaol in the burial site of Manoah his father. He judged Israel twenty years.
參孫的弟兄和他父的全家都下去取他的屍首,抬上來葬在瑣拉和以實陶中間,在他父瑪挪亞的墳墓裏。參孫作以色列的士師二十年。
← ch. 15 ch. 1 ch. 2 ch. 3 ch. 4 ch. 5 ch. 6 ch. 7 ch. 8 ch. 9 ch. 10 ch. 11 ch. 12 ch. 13 ch. 14 ch. 15 ch. 16 ch. 17 ch. 18 ch. 19 ch. 20 ch. 21 ch. 17 →