← All books · Septuagint › Judges
True
Judges 20 Greek original · 48 verses · some words can be tapped for a gloss
← ch. 19 ch. 1 ch. 2 ch. 3 ch. 4 ch. 5 ch. 6 ch. 7 ch. 8 ch. 9 ch. 10 ch. 11 ch. 12 ch. 13 ch. 14 ch. 15 ch. 16 ch. 17 ch. 18 ch. 19 ch. 20 ch. 21 ch. 21 → 📖 This chapter exists in 3 other originals —
side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
ℹ️ This corpus has no verse-level morphological tagging . Lemmas come mainly from word-level tagging of other books in the same language (not from this verse), falling back to dictionary form-matching for the rest. Rare homographs can still be misread; verify against the original and a specialist lexicon where precision matters.
ℹ️ The Chinese and English alongside are this site's own translation , made directly from the original text on this page (not the CUV or the WEB, which follow the Masoretic Text and a different textual tradition).
⏮ ▶ Play chapter Read aloud in the original (synthesised on this site) –:–– Speed0.75× 1× 1.25× 1.5× Download mp3 20:1▷ ⧉ ⤴︎
καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Ισραηλ καὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ γῆ τοῦ Γαλααδ πρὸς κύριον εἰς Μασσηφα καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Ισραηλ καὶ ἐξεκκλησιάσθη πᾶσα ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ γῆ Γαλααδ πρὸς κύριον εἰς Μασσηφα
And all the sons of Israel went out, and the congregation was assembled as one man, from Dan even to Bersabee, and the land of Galaad, to the Lord at Massepha.
於是以色列眾子都出來,從但直到別是巴,並基列地,全會眾如同一人聚集起來,到米斯巴耶和華那裡。
20:2▷ ⧉ ⤴︎
καὶ ἐστάθησαν κατὰ πρόσωπον κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ Ισραηλ ἐν ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ θεοῦ τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν ἕλκοντες ῥομφαίαν καὶ ἔστη τὸ κλίμα παντὸς τοῦ λαοῦ πᾶσαι αἱ φυλαὶ Ισραηλ ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ θεοῦ τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν σπωμένων ῥομφαίαν
And all the tribes of Israel stood before the face of the Lord in the assembly of the people of God, four hundred thousand men on foot, drawing the sword.
以色列的眾支派都站在耶和華面前,在神百姓的會中,有四十萬步行的人,都是能拔刀的。
20:3▷ ⧉ ⤴︎
καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμιν ὅτι ἀνέβησαν οἱ υἱοὶ Ισραηλ εἰς Μασσηφα καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ Ισραηλ λαλήσατε ποῦ ἐγένετο ἡ πονηρία αὕτη καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμιν ὅτι ἀνέβησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον εἰς Μασσηφα καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ λαλήσατε ποῦ ἐγένετο ἡ κακία αὕτη
And the sons of Benjamin heard that the sons of Israel had gone up to Massepha. And having come, the sons of Israel said, "Speak: where did this wickedness come about?"
便雅憫人聽見以色列人上了米斯巴。以色列人來了,就說:「你們說吧,這惡事是在哪裡發生的?」
20:4▷ ⧉ ⤴︎
καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης καὶ εἶπεν εἰς Γαβαα τῆς Βενιαμιν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης ὁ ἀνὴρ τῆς γυναικὸς τῆς πεφονευμένης καὶ εἶπεν εἰς Γαβαα τῆς Βενιαμιν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου καταλῦσαι
And the Levite man, the husband of the woman who was murdered, answered and said, "I came to Gabaa of Benjamin, I and my concubine, to lodge.
那利未人,就是被殺之婦人的丈夫,回答說:「我和我的妾到了便雅憫的迦巴,要在那裡住宿。
20:5▷ ⧉ ⤴︎
καὶ ἀνέστησαν ἐπ’ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαα καὶ ἐκύκλωσαν ἐπ’ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός ἐμὲ ἠθέλησαν φονεῦσαι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἀπέθανεν καὶ ἀνέστησαν ἐπ’ ἐμὲ οἱ ἄνδρες οἱ παρὰ τῆς Γαβαα καὶ περιεκύκλωσαν ἐπ’ ἐμὲ τὴν οἰκίαν νυκτὸς καὶ ἐμὲ ἠθέλησαν ἀποκτεῖναι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἐνέπαιξαν αὐτῇ καὶ ἀπέθανεν
"And the men of Gabaa rose up against me and surrounded the house against me by night; they wished to murder me, and they humbled my concubine, and she died.
「迦巴的人夜間起來攻擊我,圍住我所在的房子,想要殺我;又凌辱我的妾,她就死了。
20:6▷ ⧉ ⤴︎
καὶ ἐκράτησα τὴν παλλακήν μου καὶ ἐμέλισα αὐτὴν καὶ ἀπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν Ισραηλ ὅτι ἐποίησαν ζεμα καὶ ἀπόπτωμα ἐν Ισραηλ καὶ ἐπελαβόμην τῆς παλλακῆς μου καὶ ἐμέλισα αὐτὴν καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας Ισραηλ ὅτι ἐποίησαν ἀφροσύνην ἐν τῷ Ισραηλ
"And I seized my concubine and cut her in pieces and sent her into every territory of the inheritance of the sons of Israel, because they committed lewdness and an outrage in Israel.
「我就抓住我的妾,把她切成塊子,送到以色列人產業的各境去,因為他們在以色列中行了淫行與可憎的事。
20:7▷ ⧉ ⤴︎
ἰδοὺ πάντες ὑμεῖς υἱοὶ Ισραηλ δότε ἑαυτοῖς λόγον καὶ βουλὴν ἐκεῖ ἰδοὺ πάντες ὑμεῖς οἱ υἱοὶ Ισραηλ δότε ἑαυτοῖς λόγον καὶ βουλήν
"Behold, all you sons of Israel, give yourselves a word and counsel there."
「看哪,你們以色列眾子都在這裡,你們要在那裡彼此商議定意。」
20:8▷ ⧉ ⤴︎
καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς λέγοντες οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς οἶκον αὐτοῦ καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς λέγων οὐκ εἰσελευσόμεθα ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ καὶ οὐκ ἐκκλινοῦμεν ἀνὴρ εἰς τὸν οἶκον αὐτοῦ
And all the people rose up as one man, saying, "We will not go away, each man to his tent, and we will not turn back, each man to his house.
眾民都如同一人起來,說:「我們無論誰都不回自己的帳棚去,誰也不轉回自己的家去。
20:9▷ ⧉ ⤴︎
καὶ νῦν τοῦτο τὸ ῥῆμα ὃ ποιηθήσεται τῇ Γαβαα ἀναβησόμεθα ἐπ’ αὐτὴν ἐν κλήρῳ καὶ νῦν τοῦτο τὸ ῥῆμα ὃ ποιήσομεν τῇ Γαβαα ἀναβησόμεθα ἐπ’ αὐτὴν ἐν κλήρῳ
"And now this is the thing that shall be done to Gabaa: we will go up against her by lot.
「現在我們要這樣對待迦巴:我們要按所掣的籤上去攻擊她。
20:10▷ ⧉ ⤴︎
πλὴν λημψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν εἰς πάσας φυλὰς Ισραηλ καὶ ἑκατὸν τοῖς χιλίοις καὶ χιλίους τοῖς μυρίοις λαβεῖν ἐπισιτισμὸν τοῦ ποιῆσαι ἐλθεῖν αὐτοὺς εἰς Γαβαα Βενιαμιν ποιῆσαι αὐτῇ κατὰ πᾶν τὸ ἀπόπτωμα ὃ ἐποίησεν ἐν Ισραηλ καὶ λημψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν καὶ ἑκατὸν τοῖς χιλίοις καὶ χιλίους τοῖς μυρίοις λαβεῖν ἐπισιτισμὸν τῷ λαῷ τοῖς εἰσπορευομένοις ἐπιτελέσαι τῇ Γαβαα τοῦ Βενιαμιν κατὰ πᾶσαν τὴν ἀφροσύνην ἣν ἐποίησαν ἐν Ισραηλ
"Only we will take ten men for the hundred throughout all the tribes of Israel, and a hundred for the thousand, and a thousand for the ten thousand, to take provisions, to make them come to Gabaa of Benjamin, to do to her according to all the outrage which she did in Israel."
「只是我們要在以色列各支派中,每百人取十人,每千人取百人,每萬人取千人,叫他們為民取糧,使眾人來到便雅憫的迦巴,照她在以色列中所行一切可憎的事待她。」
20:11▷ ⧉ ⤴︎
καὶ συνήχθη πᾶς ἀνὴρ Ισραηλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς καὶ συνήχθη πᾶς ἀνὴρ Ισραηλ ἐκ τῶν πόλεων ὡς ἀνὴρ εἷς ἐρχόμενοι
And every man of Israel was gathered to the city as one man.
於是以色列眾人如同一人,聚集到那城去。
20:12▷ ⧉ ⤴︎
καὶ ἀπέστειλαν αἱ φυλαὶ Ισραηλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμιν λέγοντες τίς ἡ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμῖν καὶ ἐξαπέστειλαν αἱ φυλαὶ Ισραηλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμιν λέγοντες τίς ἡ κακία αὕτη ἡ γενομένη ἐν ὑμῖν
And the tribes of Israel sent men throughout the whole tribe of Benjamin, saying, "What is this wickedness that has come to be among you?
以色列眾支派打發人到便雅憫全支派中,說:「你們中間所行的這惡事是怎麼回事呢?
20:13▷ ⧉ ⤴︎
καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαα καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ Ισραηλ καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ Βενιαμιν ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν Ισραηλ καὶ νῦν δότε τοὺς ἄνδρας τοὺς ἀσεβεῖς τοὺς ἐν Γαβαα τοὺς υἱοὺς Βελιαλ καὶ θανατώσομεν αὐτοὺς καὶ ἐξαροῦμεν κακίαν ἐξ Ισραηλ καὶ οὐκ ἠθέλησαν οἱ υἱοὶ Βενιαμιν εἰσακοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν τῶν υἱῶν Ισραηλ
"And now give up the men, the sons of lawless men, who are in Gabaa, and we will put them to death and purge out wickedness from Israel." But the sons of Benjamin were not willing to listen to the voice of their brothers, the sons of Israel.
「現在你們要把迦巴那些不法之徒的兒子交出來,我們好將他們處死,從以色列中除淨這惡。」便雅憫人卻不肯聽他們弟兄以色列人的話。
20:14▷ ⧉ ⤴︎
καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμιν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς Γαβαα ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Ισραηλ καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμιν ἐκ τῶν πόλεων αὐτῶν εἰς Γαβαα ἐξελθεῖν τοῦ πολεμῆσαι μετὰ υἱῶν Ισραηλ
And the sons of Benjamin gathered from their cities to Gabaa, to go out to battle array against the sons of Israel.
便雅憫人從他們各城聚集到迦巴,要出去與以色列人擺陣爭戰。
20:15▷ ⧉ ⤴︎
καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἴκοσι τρεῖς χιλιάδες ἀνὴρ ἕλκων ῥομφαίαν ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαα οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες ἐκλεκτοὶ καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν πόλεων εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν χωρὶς τῶν κατοικούντων τὴν Γαβαα οὗτοι ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες νεανίσκοι ἐκλεκτοὶ
And the sons of Benjamin were numbered in that day from the cities: twenty-three thousand men drawing the sword, besides those dwelling in Gabaa, who were numbered seven hundred chosen men.
那日便雅憫人從各城被數點,共有二萬三千能拔刀的人,此外還有住迦巴的人,被數點的共有七百精選的人。
20:16▷ ⧉ ⤴︎
ἐκ παντὸς λαοῦ ἀμφοτεροδέξιοι πάντες οὗτοι σφενδονῆται ἐν λίθοις πρὸς τρίχα καὶ οὐκ ἐξαμαρτάνοντες ἀμφοτεροδέξιοι πάντες οὗτοι σφενδονῆται βάλλοντες λίθους πρὸς τὴν τρίχα καὶ οὐ διαμαρτάνοντες
Out of all the people they were ambidextrous; all these were slingers with stones at a hair, and did not miss.
這眾民中都是左右手俱能的;這些人都是甩石的,能甩到一根頭髮,毫不失手。
20:17▷ ⧉ ⤴︎
καὶ ἀνὴρ Ισραηλ ἐπεσκέπησαν ἐκτὸς τοῦ Βενιαμιν τετρακόσιαι χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν πάντες οὗτοι ἄνδρες παρατάξεως καὶ πᾶς ἀνὴρ Ισραηλ ἐπεσκέπησαν χωρὶς τῶν υἱῶν Βενιαμιν τετρακόσιαι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν πάντες οὗτοι ἄνδρες πολεμισταί
And the men of Israel were numbered, besides Benjamin, four hundred thousand men drawing the sword; all these were men of the battle line.
便雅憫人以外,以色列人被數點的有四十萬能拔刀的人,都是擺陣爭戰的人。
20:18▷ ⧉ ⤴︎
καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθηλ καὶ ἠρώτησαν ἐν τῷ θεῷ καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῇ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν καὶ εἶπεν κύριος Ιουδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθηλ καὶ ἐπηρώτησαν ἐν τῷ θεῷ καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ τίς ἀναβήσεται ἡμῖν ἀφηγούμενος πολεμῆσαι μετὰ Βενιαμιν καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται ἀφηγούμενος
And they rose and went up to Baithel and inquired of God; and the sons of Israel said, "Who shall go up for us first to the battle line against the sons of Benjamin?" And the Lord said, "Judah shall go up first as leader."
他們就起來,上到伯特利去求問神。以色列人說:「我們中間誰當首先上去與便雅憫人擺陣爭戰呢?」耶和華說:「猶大要首先上去作首領。」
20:19▷ ⧉ ⤴︎
καὶ ἀνέστησαν οἱ υἱοὶ Ισραηλ τὸ πρωὶ καὶ παρενέβαλον ἐπὶ Γαβαα καὶ ἀνέστησαν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐπὶ τὴν Γαβαα
And the sons of Israel rose in the morning and encamped against Gabaa.
以色列人早晨起來,對著迦巴安營。
20:20▷ ⧉ ⤴︎
καὶ ἐξῆλθον πᾶς ἀνὴρ Ισραηλ εἰς παράταξιν πρὸς Βενιαμιν καὶ συνῆψαν αὐτοῖς ἐπὶ Γαβαα καὶ ἐξῆλθεν πᾶς ἀνὴρ Ισραηλ εἰς πόλεμον μετὰ Βενιαμιν καὶ παρετάξαντο μετ’ αὐτῶν εἰς πόλεμον ἀνὴρ Ισραηλ πρὸς τὴν Γαβαα
And every man of Israel went out to the battle line against Benjamin, and they joined battle with them at Gabaa.
以色列眾人出去與便雅憫擺陣爭戰,在迦巴與他們交戰。
20:21▷ ⧉ ⤴︎
καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν ἀπὸ τῆς Γαβαα καὶ διέφθειραν ἐν Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν ἐκ τῆς πόλεως καὶ διέφθειραν ἐν Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν
And the sons of Benjamin came out from Gabaa and destroyed in Israel on that day twenty-two thousand men, to the ground.
便雅憫人從迦巴出來,那日在以色列中擊殺了二萬二千人,使他們倒在地上。
20:22▷ ⧉ ⤴︎
καὶ ἐνίσχυσαν ἀνὴρ Ισραηλ καὶ προσέθηκαν συνάψαι παράταξιν ἐν τῷ τόπῳ ὅπου συνῆψαν ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ καὶ ἐνίσχυσεν ἀνὴρ Ισραηλ καὶ προσέθεντο παρατάξασθαι πόλεμον ἐν τῷ τόπῳ ᾧ παρετάξαντο ἐκεῖ ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ
And the men of Israel strengthened themselves and again joined the battle line in the place where they had joined on the first day.
以色列人仍然奮勇,又在頭一日擺陣的地方再擺陣。
20:23▷ ⧉ ⤴︎
καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἠρώτησαν ἐν κυρίῳ λέγοντες εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν ἀδελφοὺς ἡμῶν καὶ εἶπεν κύριος ἀνάβητε πρὸς αὐτούς καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἐπηρώτησαν ἐν κυρίῳ λέγοντες εἰ προσθῶ προσεγγίσαι εἰς πόλεμον μετὰ Βενιαμιν τοῦ ἀδελφοῦ μου καὶ εἶπεν κύριος ἀνάβητε πρὸς αὐτόν
And the sons of Israel went up and wept before the Lord until evening, and inquired of the Lord, saying, "Shall we again draw near to the battle line against the sons of Benjamin our brothers?" And the Lord said, "Go up against them."
以色列人上去,在耶和華面前哭號直到晚上,求問耶和華說:「我們可以再挨近,與我們弟兄便雅憫人擺陣爭戰嗎?」耶和華說:「你們可以上去攻擊他們。」
20:24▷ ⧉ ⤴︎
καὶ προσῆλθον οἱ υἱοὶ Ισραηλ πρὸς υἱοὺς Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ προσήλθοσαν οἱ υἱοὶ Ισραηλ πρὸς Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ
And the sons of Israel drew near to the sons of Benjamin on the second day.
第二日以色列人就上前攻擊便雅憫人。
20:25▷ ⧉ ⤴︎
καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς Γαβαα ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειραν ἀπὸ υἱῶν Ισραηλ ἔτι ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν πάντες οὗτοι ἕλκοντες ῥομφαίαν καὶ ἐξῆλθεν Βενιαμιν εἰς ἀπάντησιν αὐτῶν ἐκ τῆς Γαβαα ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειρεν ἐκ τοῦ λαοῦ ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν πάντες οὗτοι ἐσπασμένοι ῥομφαίαν
And the sons of Benjamin came out from Gabaa to meet them on the second day, and destroyed of the sons of Israel yet another eighteen thousand men, to the ground; all these drew the sword.
第二日便雅憫人從迦巴出來迎擊他們,又在以色列人中擊殺了一萬八千人,使他們倒在地上,這些人都是能拔刀的。
20:26▷ ⧉ ⤴︎
καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ισραηλ καὶ πᾶς ὁ λαὸς καὶ ἦλθον εἰς Βαιθηλ καὶ ἔκλαυσαν καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον κυρίου καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ισραηλ καὶ πᾶς ὁ λαὸς καὶ ἤλθοσαν εἰς Βαιθηλ καὶ ἔκλαυσαν ἔναντι κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου ἔναντι κυρίου
And all the sons of Israel and all the people went up and came to Baithel and wept and sat there before the Lord and fasted on that day until evening, and offered up whole burnt offerings and offerings of completion before the Lord.
以色列眾人和眾百姓就上去,來到伯特利,在耶和華面前坐著哭號,那日禁食直到晚上,又在耶和華面前獻上燔祭與完全祭。
20:27▷ ⧉ ⤴︎
ὅτι ἐκεῖ κιβωτὸς διαθήκης κυρίου τοῦ θεοῦ καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ καὶ ἐκεῖ ἡ κιβωτὸς διαθήκης κυρίου ἐν ταῖς ἡμέραις ἐκείναις
for the ark of the covenant of the Lord God was there;
因為神耶和華的約櫃在那裡;
20:28▷ ⧉ ⤴︎
καὶ Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ λέγοντες εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν ἀδελφοὺς ἡμῶν ἢ ἐπίσχωμεν καὶ εἶπεν κύριος ἀνάβητε ὅτι αὔριον δώσω αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν καὶ Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις λέγων εἰ προσθῶ ἔτι ἐξελθεῖν εἰς πόλεμον μετὰ υἱῶν Βενιαμιν τοῦ ἀδελφοῦ μου ἢ κοπάσω καὶ εἶπεν κύριος ἀνάβητε ὅτι αὔριον παραδώσω αὐτὸν ἐν χειρί σου
and Phinees son of Eleazar son of Aaron was standing before it in those days. And the sons of Israel inquired of the Lord, saying, "Shall we yet again go out to the battle line against the sons of Benjamin our brothers, or shall we cease?" And the Lord said, "Go up, for tomorrow I will give them into your hands."
當那些日子,亞倫的孫子、以利亞撒的兒子非尼哈侍立在約櫃前。以色列人求問耶和華說:「我們可以再出去與我們弟兄便雅憫人擺陣爭戰呢,還是該停止呢?」耶和華說:「你們上去吧,因為明日我必將他們交在你們手中。」
20:29▷ ⧉ ⤴︎
καὶ ἔθηκαν οἱ υἱοὶ Ισραηλ ἔνεδρα τῇ Γαβαα κύκλῳ καὶ ἔθηκαν οἱ υἱοὶ Ισραηλ ἔνεδρα ἐν τῇ Γαβαα κύκλῳ
And the sons of Israel set ambushes around Gabaa.
以色列人就在迦巴四圍設下伏兵。
20:30▷ ⧉ ⤴︎
καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ πρὸς υἱοὺς Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ συνῆψαν πρὸς τὴν Γαβαα ὡς ἅπαξ καὶ ἅπαξ καὶ ἔταξεν Ισραηλ πρὸς τὸν Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ παρετάξαντο πρὸς Γαβαα καθὼς ἅπαξ καὶ ἅπαξ
And the sons of Israel went up against the sons of Benjamin on the third day and joined battle against Gabaa as at the former times.
第三日以色列人上去攻擊便雅憫人,像前幾次一樣,在迦巴前擺陣。
20:31▷ ⧉ ⤴︎
καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν εἰς συνάντησιν τοῦ λαοῦ καὶ ἐξεκενώθησαν τῆς πόλεως καὶ ἤρξαντο πατάσσειν ἀπὸ τοῦ λαοῦ τραυματίας ὡς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς ἥ ἐστιν μία ἀναβαίνουσα εἰς Βαιθηλ καὶ μία εἰς Γαβαα ἐν ἀγρῷ ὡς τριάκοντα ἄνδρας ἐν Ισραηλ καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν εἰς ἀπάντησιν τοῦ λαοῦ καὶ ἐξειλκύσθησαν ἐκ τῆς πόλεως καὶ ἤρξαντο τύπτειν ἐκ τοῦ λαοῦ καθὼς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς ἥ ἐστιν μία ἀναβαίνουσα εἰς Βαιθηλ καὶ μία ἀναβαίνουσα εἰς Γαβαα ἐν τῷ ἀγρῷ ὡσεὶ τριάκοντα ἄνδρας ἐν τῷ Ισραηλ
And the sons of Benjamin went out to meet the people and were drawn away from the city, and they began to strike down wounded ones among the people as at the former times, on the roads, of which one goes up to Baithel and one to Gabaa in the field, about thirty men in Israel.
便雅憫人出來迎擊那民,就被引離了城;他們像前幾次一樣,開始在路上擊殺民中的人,使他們受傷倒下;那兩條路,一條通往伯特利,一條在田間通往迦巴,以色列中約有三十人被殺。
20:32▷ ⧉ ⤴︎
καὶ εἶπαν οἱ υἱοὶ Βενιαμιν πίπτουσιν ἐνώπιον ἡμῶν ὡς τὸ πρῶτον καὶ οἱ υἱοὶ Ισραηλ εἶπον φύγωμεν καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τῆς πόλεως εἰς τὰς ὁδούς καὶ ἐποίησαν οὕτως καὶ εἶπαν οἱ υἱοὶ Βενιαμιν προσκόπτουσιν ἐνώπιον ἡμῶν καθὼς ἔμπροσθεν καὶ οἱ υἱοὶ Ισραηλ εἶπαν φύγωμεν καὶ ἐκσπάσωμεν αὐτοὺς ἐκ τῆς πόλεως εἰς τὰς ὁδούς
And the sons of Benjamin said, "They are falling before us as at the first." But the sons of Israel said, "Let us flee and draw them away from the city onto the roads." And they did so.
便雅憫人說:「他們像先前一樣,仆倒在我們面前。」以色列人卻說:「我們逃跑吧,把他們從城裡引到路上來。」他們就這樣行了。
20:33▷ ⧉ ⤴︎
καὶ πᾶς ἀνὴρ ἀνέστη ἐκ τοῦ τόπου αὐτοῦ καὶ συνῆψαν ἐν Βααλθαμαρ καὶ τὸ ἔνεδρον Ισραηλ ἐπήρχετο ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ Μααραγαβε καὶ πᾶς ἀνὴρ Ισραηλ ἀνέστη ἐκ τοῦ τόπου αὐτοῦ καὶ παρετάξαντο ἐν Βααλθαμαρ καὶ τὸ ἔνεδρον Ισραηλ ἐπάλαιεν ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ δυσμῶν τῆς Γαβαα
And every man rose up from his place, and they joined battle at Baalthamar; and the ambush of Israel came up from its place, from Maaragabe.
眾人都從自己的地方起來,在巴力他瑪擺陣;以色列的伏兵也從自己的地方,從瑪拉迦巴衝出來。
20:34▷ ⧉ ⤴︎
καὶ ἦλθον ἐξ ἐναντίας Γαβαα δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ισραηλ καὶ παράταξις βαρεῖα καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι φθάνει ἐπ’ αὐτοὺς ἡ κακία καὶ παρεγένοντο ἐξ ἐναντίας τῆς Γαβαα δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ισραηλ καὶ ὁ πόλεμος ἐβαρύνθη καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι ἀφῆπται αὐτῶν ἡ κακία
And there came opposite Gabaa ten thousand chosen men out of all Israel, and the battle line was heavy; and they did not know that the evil was overtaking them.
有以色列全地中精選的一萬人來到迦巴對面,戰陣甚是猛烈;他們卻不知道禍患臨到自己身上。
20:35▷ ⧉ ⤴︎
καὶ ἐπάταξεν κύριος τὸν Βενιαμιν ἐνώπιον υἱῶν Ισραηλ καὶ διέφθειραν οἱ υἱοὶ Ισραηλ ἐκ τοῦ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας πάντες οὗτοι εἷλκον ῥομφαίαν καὶ ἐτρόπωσεν κύριος τὸν Βενιαμιν κατὰ πρόσωπον Ισραηλ καὶ διέφθειραν οἱ υἱοὶ Ισραηλ ἐν τῷ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας πάντες οὗτοι σπώμενοι ῥομφαίαν
And the Lord struck Benjamin before the sons of Israel, and the sons of Israel destroyed of Benjamin on that day twenty-five thousand one hundred men; all these drew the sword.
耶和華在以色列人面前擊打便雅憫;那日以色列人在便雅憫中擊殺了二萬五千一百人,這些人都是拔刀的。
20:36▷ ⧉ ⤴︎
καὶ εἶδον οἱ υἱοὶ Βενιαμιν ὅτι ἐπλήγησαν καὶ ἔδωκεν ἀνὴρ Ισραηλ τόπον τῷ Βενιαμιν ὅτι ἤλπισαν πρὸς τὸ ἔνεδρον ὃ ἔθηκαν ἐπὶ τὴν Γαβαα καὶ εἶδεν Βενιαμιν ὅτι τετρόπωται καὶ ἔδωκεν ἀνὴρ Ισραηλ τῷ Βενιαμιν τόπον ὅτι ἤλπισαν ἐπὶ τὸ ἔνεδρον ὃ ἔταξαν πρὸς τὴν Γαβαα
And the sons of Benjamin saw that they were struck. And the men of Israel gave place to Benjamin, because they trusted in the ambush which they had set against Gabaa.
便雅憫人見自己被擊敗了。以色列人向便雅憫讓出地方,因為他們仗賴所設下攻打迦巴的伏兵。
20:37▷ ⧉ ⤴︎
καὶ ἐν τῷ αὐτοὺς ὑποχωρῆσαι καὶ τὸ ἔνεδρον ἐκινήθη καὶ ἐξέτειναν ἐπὶ τὴν Γαβαα καὶ ἐξεχύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας καὶ τὸ ἔνεδρον ὥρμησεν καὶ ἐξεχύθησαν πρὸς τὴν Γαβαα καὶ ἐπορεύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν ὅλην τὴν πόλιν ἐν στόματι ῥομφαίας
And while they were withdrawing, the ambush moved and stretched out against Gabaa; and the ambush poured out and struck the city with the mouth of the sword.
他們退卻的時候,伏兵就動身,向迦巴伸展開來;伏兵傾巢而出,用刀口擊殺那城。
20:38▷ ⧉ ⤴︎
καὶ σημεῖον ἦν τοῖς υἱοῖς Ισραηλ μετὰ τοῦ ἐνέδρου τῆς μάχης ἀνενέγκαι αὐτοὺς σύσσημον καπνοῦ ἀπὸ τῆς πόλεως καὶ ἡ συνταγὴ ἦν ἀνδρὶ Ισραηλ πρὸς τὸ ἔνεδρον τοῦ ἀνενέγκαι αὐτοὺς πυρσὸν τοῦ καπνοῦ τῆς πόλεως
Now the sons of Israel had a sign with the ambush of the battle, that they should send up a smoke signal from the city.
以色列人與戰陣的伏兵之間有一個暗號,就是要他們從城中升起煙的信號。
20:39▷ ⧉ ⤴︎
καὶ εἶδον οἱ υἱοὶ Ισραηλ ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν Γαβαα καὶ ἔστησαν ἐν τῇ παρατάξει καὶ Βενιαμιν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν Ισραηλ ὡς τριάκοντα ἄνδρας ὅτι εἶπαν πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμῶν ὡς ἡ παράταξις ἡ πρώτη καὶ ἀνέστρεψαν ἀνὴρ Ισραηλ ἐν τῷ πολέμῳ καὶ Βενιαμιν ἦρκται τοῦ τύπτειν τραυματίας ἐν τῷ ἀνδρὶ Ισραηλ ὡσεὶ τριάκοντα ἄνδρας ὅτι εἶπαν πλὴν τροπούμενος τροποῦται ἐναντίον ἡμῶν καθὼς ὁ πόλεμος ὁ ἔμπροσθεν
And the sons of Israel saw that the ambush had already seized Gabaa, and they stood in the battle line; and Benjamin began to strike down wounded among the men of Israel, about thirty men, for they said, "Again they are surely falling before us, as in the first battle."
以色列人看見伏兵已先攻取了迦巴,他們就站在戰陣中;便雅憫動手擊殺以色列人,約有三十人受傷倒下,因為他們說:「他們又像頭一次的陣勢那樣,在我們面前直直倒下了。」
20:40▷ ⧉ ⤴︎
καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλεῖον ἐπὶ τῆς πόλεως ὡς στῦλος καπνοῦ καὶ ἐπέβλεψεν Βενιαμιν ὀπίσω αὐτοῦ καὶ ἰδοὺ ἀνέβη ἡ συντέλεια τῆς πόλεως ἕως οὐρανοῦ καὶ ὁ πυρσὸς ἤρξατο ἀναβαίνειν ἐκ τῆς πόλεως στῦλος καπνοῦ καὶ ἐπέβλεψεν Βενιαμιν ὀπίσω αὐτοῦ καὶ ἰδοὺ ἀνέβη συντέλεια τῆς πόλεως εἰς τὸν οὐρανόν
And the signal went up ever higher over the city like a pillar of smoke; and Benjamin looked behind him, and behold, the consuming of the city went up to heaven.
那信號從城上越發上騰,如同一柱煙;便雅憫回頭觀看,見那城的焚盡上騰,直達於天。
20:41▷ ⧉ ⤴︎
καὶ ἀνὴρ Ισραηλ ἐπέστρεψεν καὶ ἔσπευσαν ἄνδρες Βενιαμιν ὅτι εἶδον ὅτι συνήντησεν ἐπ’ αὐτοὺς ἡ πονηρία καὶ ἀνὴρ Ισραηλ ἀπέστρεψεν καὶ ἔσπευσεν ἀνὴρ Βενιαμιν καὶ εἶδεν ὅτι ἧπται αὐτοῦ ἡ κακία
And the man of Israel turned back, and the men of Benjamin hurried away, because they saw that evil had come upon them.
以色列人轉回過來,便雅憫人就急忙奔逃,因為他們看見災禍臨到了自己身上。
20:42▷ ⧉ ⤴︎
καὶ ἐπέβλεψαν ἐνώπιον υἱῶν Ισραηλ εἰς ὁδὸν τῆς ἐρήμου καὶ ἔφυγον καὶ ἡ παράταξις ἔφθασεν ἐπ’ αὐτούς καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσῳ αὐτῶν καὶ ἔκλιναν ἐνώπιον ἀνδρὸς Ισραηλ εἰς τὴν ὁδὸν τῆς ἐρήμου καὶ ὁ πόλεμος κατέφθασεν αὐτόν καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειραν αὐτὸν ἐν μέσῳ αὐτῶν
And they turned before the sons of Israel toward the way of the wilderness and fled, but the battle overtook them; and those from the cities destroyed them in their midst.
他們在以色列人面前轉向曠野的路逃跑,戰陣卻追上了他們;那從各城出來的人也在他們中間殺滅他們。
20:43▷ ⧉ ⤴︎
καὶ κατέκοπτον τὸν Βενιαμιν καὶ ἐδίωξαν αὐτὸν ἀπὸ Νουα κατὰ πόδα αὐτοῦ ἕως ἀπέναντι Γαβαα πρὸς ἀνατολὰς ἡλίου καὶ ἔκοψαν τὸν Βενιαμιν καταπαῦσαι αὐτὸν κατάπαυσιν καὶ κατεπάτησαν αὐτὸν ἕως ἐξ ἐναντίας τῆς Γαβαα ἀπὸ ἀνατολῶν ἡλίου
And they cut down Benjamin, and pursued him from Noua at his heel, as far as opposite Gabaa toward the risings of the sun.
他們砍殺便雅憫,從挪亞緊隨其後追趕他,直到迦巴對面、日出的方向。
20:44▷ ⧉ ⤴︎
καὶ ἔπεσαν ἀπὸ Βενιαμιν δέκα ὀκτὼ χιλιάδες ἀνδρῶν οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως καὶ ἔπεσαν ἐκ τοῦ Βενιαμιν ὀκτωκαίδεκα χιλιάδες ἀνδρῶν σὺν πᾶσιν τούτοις ἄνδρες δυνατοί
And there fell of Benjamin eighteen thousand men; all these were men of valour.
便雅憫中倒斃的有一萬八千人,這些全都是有勇力的人。
20:45▷ ⧉ ⤴︎
καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ρεμμων καὶ ἐκαλαμήσαντο ἐξ αὐτῶν οἱ υἱοὶ Ισραηλ πεντακισχιλίους ἄνδρας καὶ κατέβησαν ὀπίσω αὐτῶν οἱ υἱοὶ Ισραηλ ἕως Γεδαν καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ρεμμων καὶ ἐκαλαμήσαντο ἐν ταῖς ὁδοῖς πέντε χιλιάδας ἀνδρῶν καὶ προσεκολλήθησαν ὀπίσω αὐτοῦ ἕως Γαδααμ καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας
And the rest looked and fled into the wilderness, to the rock of Remmon; and the sons of Israel gleaned of them five thousand men, and the sons of Israel went down after them as far as Gedan and struck of them two thousand men.
其餘的人回頭往曠野逃跑,奔向臨門的磐石;以色列人從他們中間拾取了五千人,又緊追他們直到基但,從他們中間又擊殺了二千人。
20:46▷ ⧉ ⤴︎
καὶ ἐγένοντο πάντες οἱ πίπτοντες ἀπὸ Βενιαμιν εἴκοσι πέντε χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἐν τῷ Βενιαμιν εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σὺν πᾶσι τούτοις ἄνδρες δυνατοί
And all those of Benjamin who fell that day were twenty-five thousand men drawing the sword; all these were men of valour.
那日便雅憫中倒斃的共有二萬五千個拔刀的人,這些全都是有勇力的人。
20:47▷ ⧉ ⤴︎
καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ρεμμων ἑξακόσιοι ἄνδρες καὶ ἐκάθισαν ἐν πέτρᾳ Ρεμμων τέσσαρας μῆνας καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ρεμμων ἑξακόσιοι ἄνδρες καὶ ἐκάθισαν ἐν τῇ πέτρᾳ Ρεμμων τετράμηνον
And the rest looked and fled into the wilderness, to the rock of Remmon, six hundred men; and they remained at the rock of Remmon four months.
其餘的六百人回頭往曠野逃跑,奔向臨門的磐石,在臨門磐住了四個月。
20:48▷ ⧉ ⤴︎
καὶ οἱ υἱοὶ Ισραηλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως Μεθλα καὶ ἕως κτήνους καὶ ἕως παντὸς τοῦ εὑρισκομένου εἰς πάσας τὰς πόλεις καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐνέπρησαν ἐν πυρί καὶ ἀνὴρ Ισραηλ ἀπέκλεισεν τοὺς υἱοὺς Βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως ἑξῆς ἕως κτήνους ἕως παντὸς τοῦ εὑρεθέντος εἰς πάσας τὰς πόλεις καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐξαπέστειλαν ἐν πυρί
And the sons of Israel turned back against the sons of Benjamin and struck them with the mouth of the sword, from the city of Methla, both to the cattle and to everything found in all the cities; and the cities that were found they burned with fire.
以色列人又回到便雅憫人那裡,用刀口擊殺他們,從米特拉城起,連牲畜以及在各城中所尋見的一切都擊殺了;凡所尋見的城邑,他們都放火焚燒。
← ch. 19 ch. 1 ch. 2 ch. 3 ch. 4 ch. 5 ch. 6 ch. 7 ch. 8 ch. 9 ch. 10 ch. 11 ch. 12 ch. 13 ch. 14 ch. 15 ch. 16 ch. 17 ch. 18 ch. 19 ch. 20 ch. 21 ch. 21 → Tell me when new readings are published One email per new chapter reading. Double opt-in; one-click unsubscribe.
Subscribe