← All books · Septuagint › Judges
Judges 4 Greek original · 24 verses · some words can be tapped for a gloss
← ch. 3 ch. 1 ch. 2 ch. 3 ch. 4 ch. 5 ch. 6 ch. 7 ch. 8 ch. 9 ch. 10 ch. 11 ch. 12 ch. 13 ch. 14 ch. 15 ch. 16 ch. 17 ch. 18 ch. 19 ch. 20 ch. 21 ch. 5 → 📖 This chapter exists in 3 other originals —
side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
4:1
καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ Αωδ ἀπέθανεν καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου
The children of Israel again did that which was evil in Yahweh’s sight, when Ehud was dead.
以笏死後,以色列人又行耶和華眼中看為惡的事,
4:2
καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ιαβιν βασιλέως Χανααν ὃς ἐβασίλευσεν ἐν Ασωρ καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισαρα καὶ αὐτὸς κατῴκει ἐν Αρισωθ τῶν ἐθνῶν καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ιαβιν βασιλέως Χανααν ὃς ἐβασίλευσεν ἐν Ασωρ καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισαρα καὶ αὐτὸς κατῴκει ἐν Αρισωθ τῶν ἐθνῶν
Yahweh sold them into the hand of Jabin king of Canaan, who reigned in Hazor; the captain of whose army was Sisera, who lived in Harosheth of the Gentiles.
耶和華就把他們付與在夏瑣作王的迦南王耶賓手中;他的將軍是西西拉,住在外邦人的夏羅設。
4:3
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ καὶ αὐτὸς ἔθλιψεν τὸν Ισραηλ κατὰ κράτος εἴκοσι ἔτη καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ καὶ αὐτὸς ἔθλιψεν τὸν Ισραηλ κατὰ κράτος εἴκοσι ἔτη
The children of Israel cried to Yahweh, for he had nine hundred chariots of iron; and he mightily oppressed the children of Israel for twenty years.
耶賓王有鐵車九百輛。他大大欺壓以色列人二十年,以色列人就呼求耶和華。
4:4
καὶ Δεββωρα γυνὴ προφῆτις γυνὴ Λαφιδωθ αὐτὴ ἔκρινεν τὸν Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Δεββωρα γυνὴ προφῆτις γυνὴ Λαφιδωθ αὐτὴ ἔκρινεν τὸν Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ
Now Deborah, a prophetess, the wife of Lappidoth, judged Israel at that time.
有一位女先知名叫底波拉,是拉比多的妻,當時作以色列的士師。
4:5
καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββωρα ἀνὰ μέσον τῆς Ραμα καὶ ἀνὰ μέσον τῆς Βαιθηλ ἐν τῷ ὄρει Εφραιμ καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ισραηλ εἰς κρίσιν καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββωρα ἀνὰ μέσον Ραμα καὶ ἀνὰ μέσον Βαιθηλ ἐν ὄρει Εφραιμ καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ισραηλ ἐκεῖ τοῦ κρίνεσθαι
She lived under Deborah’s palm tree between Ramah and Bethel in the hill country of Ephraim; and the children of Israel came up to her for judgment.
她住在以法蓮山地拉瑪和伯特利中間,在底波拉的棕樹下。以色列人都上她那裏去聽判斷。
4:6
καὶ ἀπέστειλεν Δεββωρα καὶ ἐκάλεσεν τὸν Βαρακ υἱὸν Αβινεεμ ἐκ Καδης Νεφθαλι καὶ εἶπεν πρὸς αὐτόν οὐχὶ ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ σοὶ καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβωρ καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλι καὶ ἐκ τῶν υἱῶν Ζαβουλων καὶ ἀπέστειλεν Δεββωρα καὶ ἐκάλεσεν τὸν Βαρακ υἱὸν Αβινεεμ ἐκ Κεδες Νεφθαλι καὶ εἶπεν πρὸς αὐτόν οὐχὶ σοὶ ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβωρ καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν Νεφθαλι καὶ ἀπὸ τῶν υἱῶν Ζαβουλων
She sent and called Barak the son of Abinoam out of Kedesh Naphtali, and said to him, “Hasn’t Yahweh, the God of Israel, commanded, ‘Go and lead the way to Mount Tabor, and take with you ten thousand men of the children of Naphtali and of the children of Zebulun?
她打發人從拿弗他利的基低斯將亞比挪菴的兒子巴拉召了來,對他說:「耶和華-以色列的上帝吩咐你說:『你率領一萬拿弗他利和西布倫人上他泊山去。
4:7
καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισων τὸν Σισαρα ἄρχοντα τῆς δυνάμεως Ιαβιν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτὸν εἰς τὰς χεῖράς σου καὶ ἀπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισων τὸν Σισαρα ἄρχοντα τῆς δυνάμεως Ιαβιν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτὸν ἐν τῇ χειρί σου
I will draw to you, to the river Kishon, Sisera, the captain of Jabin’s army, with his chariots and his multitude; and I will deliver him into your hand.’”
我必使耶賓的將軍西西拉率領他的車輛和全軍往基順河,到你那裏去;我必將他交在你手中。』」
4:8
καὶ εἶπεν πρὸς αὐτὴν Βαρακ ἐὰν πορευθῇς μετ’ ἐμοῦ πορεύσομαι καὶ ἐὰν μὴ πορευθῇς οὐ πορεύσομαι ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν ᾗ εὐοδοῖ τὸν ἄγγελον κύριος μετ’ ἐμοῦ καὶ εἶπεν πρὸς αὐτὴν Βαρακ ἐὰν πορευθῇς μετ’ ἐμοῦ πορεύσομαι καὶ ἐὰν μὴ πορευθῇς μετ’ ἐμοῦ οὐ πορεύσομαι ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν ᾗ εὐοδοῖ κύριος τὸν ἄγγελον μετ’ ἐμοῦ
Barak said to her, “If you will go with me, then I will go; but if you will not go with me, I will not go.”
巴拉說:「你若同我去,我就去;你若不同我去,我就不去。」
4:9
καὶ εἶπεν πορευομένη πορεύσομαι μετὰ σοῦ πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν ἣν σὺ πορεύῃ ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισαρα καὶ ἀνέστη Δεββωρα καὶ ἐπορεύθη μετὰ Βαρακ ἐκ Καδης καὶ εἶπεν πρὸς αὐτὸν Δεββωρα πορευομένη πορεύσομαι μετὰ σοῦ πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου εἰς τὴν ὁδόν ἣν σὺ πορεύῃ ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισαρα καὶ ἀνέστη Δεββωρα καὶ ἐπορεύθη μετὰ τοῦ Βαρακ εἰς Κεδες
She said, “I will surely go with you. Nevertheless, the journey that you take won’t be for your honor; for Yahweh will sell Sisera into a woman’s hand.” Deborah arose, and went with Barak to Kedesh.
底波拉說:「我必與你同去,只是你在所行的路上得不着榮耀,因為耶和華要將西西拉交在一個婦人手裏。」於是底波拉起來,與巴拉一同往基低斯去了。
4:10
καὶ ἐβόησεν Βαρακ τὸν Ζαβουλων καὶ τὸν Νεφθαλι ἐκ Καδης καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν καὶ ἀνέβη μετ’ αὐτοῦ Δεββωρα καὶ παρήγγειλεν Βαρακ τῷ Ζαβουλων καὶ τῷ Νεφθαλι εἰς Κεδες καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν καὶ Δεββωρα ἀνέβη μετ’ αὐτοῦ
Barak called Zebulun and Naphtali together to Kedesh. Ten thousand men followed him; and Deborah went up with him.
巴拉就招聚西布倫人和拿弗他利人到基低斯,跟他上去的有一萬人。底波拉也同他上去。
4:11
καὶ Χαβερ ὁ Κιναῖος ἐχωρίσθη ἀπὸ Καινα ἀπὸ τῶν υἱῶν Ιωβαβ γαμβροῦ Μωυσῆ καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων ἥ ἐστιν ἐχόμενα Κεδες καὶ οἱ πλησίον τοῦ Κιναίου ἐχωρίσθησαν ἀπὸ τῶν υἱῶν Ιωβαβ γαμβροῦ Μωυσῆ καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ πρὸς δρῦν ἀναπαυομένων ἥ ἐστιν ἐχόμενα Κεδες
Now Heber the Kenite had separated himself from the Kenites, even from the children of Hobab, Moses’ brother-in-law, and had pitched his tent as far as the oak in Zaanannim, which is by Kedesh.
摩西岳父 何巴的後裔,基尼人希百曾離開基尼族,到靠近基低斯、撒拿音的橡樹旁支搭帳棚。
4:12
καὶ ἀνηγγέλη Σισαρα ὅτι ἀνέβη Βαρακ υἱὸς Αβινεεμ εἰς ὄρος Θαβωρ καὶ ἀνήγγειλαν τῷ Σισαρα ὅτι ἀνέβη Βαρακ υἱὸς Αβινεεμ ἐπ’ ὄρος Θαβωρ
They told Sisera that Barak the son of Abinoam had gone up to Mount Tabor.
有人告訴西西拉說:「亞比挪菴的兒子巴拉已經上他泊山了。」
4:13
καὶ ἐκάλεσεν Σισαρα πάντα τὰ ἅρματα αὐτοῦ ἐννακόσια ἅρματα σιδηρᾶ καὶ πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ ἀπὸ Αρισωθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισων καὶ ἐκάλεσεν Σισαρα πάντα τὰ ἅρματα αὐτοῦ ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ καὶ πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ ἀπὸ Αρισωθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισων
Sisera gathered together all his chariots, even nine hundred chariots of iron, and all the people who were with him, from Harosheth of the Gentiles, to the river Kishon.
西西拉就聚集所有的鐵車九百輛和跟隨他的全軍,從外邦人的夏羅設出來,到了基順河。
4:14
καὶ εἶπεν Δεββωρα πρὸς Βαρακ ἀνάστηθι ὅτι αὕτη ἡ ἡμέρα ἐν ᾗ παρέδωκεν κύριος τὸν Σισαρα ἐν τῇ χειρί σου ὅτι κύριος ἐξελεύσεται ἔμπροσθέν σου καὶ κατέβη Βαρακ ἀπὸ τοῦ ὄρους Θαβωρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ καὶ εἶπεν Δεββωρα πρὸς Βαρακ ἀνάστηθι ὅτι αὕτη ἡ ἡμέρα ἐν ᾗ παρέδωκεν κύριος τὸν Σισαρα ἐν χειρί σου οὐκ ἰδοὺ κύριος ἐλεύσεται ἔμπροσθέν σου καὶ κατέβη Βαρακ ἀπὸ τοῦ ὄρους Θαβωρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ
Deborah said to Barak, “Go; for this is the day in which Yahweh has delivered Sisera into your hand. Hasn’t Yahweh gone out before you?” So Barak went down from Mount Tabor, and ten thousand men after him.
底波拉對巴拉說:「你起來,今日就是耶和華將西西拉交在你手的日子。耶和華豈不在你前頭行嗎?」於是巴拉下了他泊山,跟隨他有一萬人。
4:15
καὶ ἐξέστησεν κύριος τὸν Σισαρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαρακ καὶ κατέβη Σισαρα ἐπάνωθεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ καὶ ἐξέστησεν κύριος τὸν Σισαρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαρακ καὶ κατέβη Σισαρα ἀπὸ τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ
Yahweh confused Sisera, all his chariots, and all his army, with the edge of the sword before Barak. Sisera abandoned his chariot and fled away on his feet.
耶和華使西西拉和他一切車輛全軍潰亂,在巴拉面前被刀殺敗;西西拉下車步行逃跑。
4:16
καὶ Βαρακ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Αρισωθ τῶν ἐθνῶν καὶ ἔπεσεν πᾶσα παρεμβολὴ Σισαρα ἐν στόματι ῥομφαίας οὐ κατελείφθη ἕως ἑνός καὶ Βαρακ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως δρυμοῦ τῶν ἐθνῶν καὶ ἔπεσεν πᾶσα ἡ παρεμβολὴ Σισαρα ἐν στόματι ῥομφαίας οὐ κατελείφθη ἕως ἑνός
But Barak pursued the chariots and the army to Harosheth of the Gentiles; and all the army of Sisera fell by the edge of the sword. There was not a man left.
巴拉追趕車輛、軍隊,直到外邦人的夏羅設。西西拉的全軍都倒在刀下,沒有留下一人。
4:17
καὶ Σισαρα ἔφυγεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ιαηλ γυναικὸς Χαβερ ἑταίρου τοῦ Κιναίου ὅτι εἰρήνη ἦν ἀνὰ μέσον Ιαβιν βασιλέως Ασωρ καὶ ἀνὰ μέσον οἴκου Χαβερ τοῦ Κιναίου καὶ Σισαρα ἀνεχώρησεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ιαηλ γυναικὸς Χαβερ τοῦ Κιναίου ὅτι εἰρήνη ἀνὰ μέσον Ιαβιν βασιλέως Ασωρ καὶ ἀνὰ μέσον οἴκου Χαβερ τοῦ Κιναίου
However Sisera fled away on his feet to the tent of Jael the wife of Heber the Kenite; for there was peace between Jabin the king of Hazor and the house of Heber the Kenite.
只有西西拉步行逃跑,到了基尼人希百之妻雅億的帳棚,因為夏瑣王耶賓與基尼人希百家和好。
4:18
καὶ ἐξῆλθεν Ιαηλ εἰς συνάντησιν Σισαρα καὶ εἶπεν αὐτῷ ἔκκλινον κύριέ μου ἔκκλινον πρός με μὴ φοβοῦ καὶ ἐξέκλινεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ καὶ ἐξῆλθεν Ιαηλ εἰς ἀπάντησιν Σισαρα καὶ εἶπεν πρὸς αὐτόν ἔκνευσον κύριέ μου ἔκνευσον πρός με μὴ φοβοῦ καὶ ἐξένευσεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς
Jael went out to meet Sisera, and said to him, “Turn in, my lord, turn in to me; don’t be afraid.” He came in to her into the tent, and she covered him with a rug.
雅億出來迎接西西拉,對他說:「請我主進來,不要懼怕」;西西拉就進了她的帳棚。雅億用被將他遮蓋。
4:19
καὶ εἶπεν Σισαρα πρὸς αὐτήν πότισόν με δὴ μικρὸν ὕδωρ ὅτι ἐδίψησα καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ περιέβαλεν αὐτόν καὶ εἶπεν Σισαρα πρὸς αὐτήν πότισόν με δὴ μικρὸν ὕδωρ ὅτι ἐδίψησα καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ συνεκάλυψεν τὸ πρόσωπον αὐτοῦ
He said to her, “Please give me a little water to drink; for I am thirsty.” She opened a container of milk, and gave him a drink, and covered him.
西西拉對雅億說:「我渴了,求你給我一點水喝。」雅億就打開皮袋,給他奶子喝,仍舊把他遮蓋。
4:20
καὶ εἶπεν πρὸς αὐτὴν Σισαρα στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ εἰ ἔστιν ὧδε ἀνήρ καὶ ἐρεῖς οὐκ ἔστιν καὶ εἶπεν πρὸς αὐτήν στῆθι ἐν τῇ θύρᾳ τῆς σκηνῆς καὶ ἔσται ἐάν τις ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ σοι ἔστιν ἐνταῦθα ἀνήρ καὶ ἐρεῖς οὐκ ἔστιν καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς
He said to her, “Stand in the door of the tent, and if any man comes and inquires of you, and says, ‘Is there any man here?’ you shall say, ‘No.’”
西西拉又對雅億說:「請你站在帳棚門口,若有人來問你說:『有人在這裏沒有?』你就說:『沒有。』」
4:21
καὶ ἔλαβεν Ιαηλ γυνὴ Χαβερ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκεν τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθεν πρὸς αὐτὸν ἐν κρυφῇ καὶ ἔπηξεν τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ καὶ διεξῆλθεν ἐν τῇ γῇ καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανεν καὶ ἔλαβεν Ιαηλ γυνὴ Χαβερ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκεν τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθεν πρὸς αὐτὸν ἡσυχῇ καὶ ἐνέκρουσεν τὸν πάσσαλον ἐν τῇ γνάθῳ αὐτοῦ καὶ διήλασεν ἐν τῇ γῇ καὶ αὐτὸς ἀπεσκάρισεν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς καὶ ἐξέψυξεν καὶ ἀπέθανεν
Then Jael, Heber’s wife, took a tent peg, and took a hammer in her hand, and went softly to him, and struck the pin into his temples, and it pierced through into the ground, for he was in a deep sleep; so he fainted and died.
西西拉疲乏沉睡。希百的妻雅億取了帳棚的橛子,手裏拿着錘子,輕悄悄地到他旁邊,將橛子從他鬢邊釘進去,釘入地裏。西西拉就死了。
4:22
καὶ ἰδοὺ Βαρακ διώκων τὸν Σισαρα καὶ ἐξῆλθεν Ιαηλ εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν αὐτῷ δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητεῖς καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἰδοὺ Σισαρα ῥεριμμένος νεκρός καὶ ὁ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ καὶ ἰδοὺ Βαρακ διώκων τὸν Σισαρα καὶ ἐξῆλθεν Ιαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητεῖς καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἰδοὺ Σισαρα πεπτωκὼς νεκρός καὶ ὁ πάσσαλος ἐν τῇ γνάθῳ αὐτοῦ
Behold, as Barak pursued Sisera, Jael came out to meet him, and said to him, “Come, and I will show you the man whom you seek.” He came to her; and behold, Sisera lay dead, and the tent peg was in his temples.
巴拉追趕西西拉的時候,雅億出來迎接他說:「來吧,我將你所尋找的人給你看。」他就進入帳棚,看見西西拉已經死了,倒在地上,橛子還在他鬢中。
4:23
καὶ ἐτρόπωσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ιαβιν βασιλέα Χανααν ἔμπροσθεν τῶν υἱῶν Ισραηλ καὶ ἐταπείνωσεν κύριος ὁ θεὸς τὸν Ιαβιν βασιλέα Χανααν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον υἱῶν Ισραηλ
So God subdued Jabin the king of Canaan before the children of Israel on that day.
這樣,上帝使迦南王耶賓被以色列人制伏了。
4:24
καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν ἕως οὗ ἐξωλέθρευσαν τὸν Ιαβιν βασιλέα Χανααν καὶ ἐπορεύθη χεὶρ τῶν υἱῶν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν ἕως ἐξωλέθρευσαν αὐτόν
The hand of the children of Israel prevailed more and more against Jabin the king of Canaan, until they had destroyed Jabin king of Canaan.
從此以色列人的手越發有力,勝了迦南王耶賓,直到將他滅絕了。
← ch. 3 ch. 1 ch. 2 ch. 3 ch. 4 ch. 5 ch. 6 ch. 7 ch. 8 ch. 9 ch. 10 ch. 11 ch. 12 ch. 13 ch. 14 ch. 15 ch. 16 ch. 17 ch. 18 ch. 19 ch. 20 ch. 21 ch. 5 →