📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Judges

Judges 6

Greek original · 40 verses · some words can be tapped for a gloss

← ch. 5ch. 7 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
6:1
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Μαδιαμ ἑπτὰ ἔτη καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι κυρίου καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Μαδιαμ ἔτη ἑπτά
The children of Israel did that which was evil in Yahweh’s sight, so Yahweh delivered them into the hand of Midian seven years.
以色列人又行耶和華眼中看為惡的事,耶和華就把他們交在米甸人手裏七年。
6:2
καὶ ἴσχυσεν χεὶρ Μαδιαμ ἐπὶ Ισραηλ καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Μαδιαμ τὰς τρυμαλιὰς τὰς ἐν τοῖς ὄρεσιν καὶ τὰ σπήλαια καὶ τὰ κρεμαστά καὶ κατίσχυσεν χεὶρ Μαδιαμ ἐπὶ Ισραηλ καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Μαδιαμ μάνδρας ἐν τοῖς ὄρεσιν καὶ τοῖς σπηλαίοις καὶ τοῖς ὀχυρώμασιν
The hand of Midian prevailed against Israel; and because of Midian the children of Israel made themselves the dens which are in the mountains, the caves, and the strongholds.
米甸人壓制以色列人;以色列人因為米甸人,就在山中挖穴、挖洞、建造營寨。
6:3
καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ Ισραηλ καὶ ἀνέβαιναν Μαδιαμ καὶ Αμαληκ καὶ οἱ υἱοὶ ἀνατολῶν συνανέβαινον αὐτοῖς καὶ ἐγένετο ὅταν ἔσπειρεν ἀνὴρ Ισραηλ καὶ ἀνέβαινεν Μαδιαμ καὶ Αμαληκ καὶ οἱ υἱοὶ ἀνατολῶν καὶ ἀνέβαινον ἐπ’ αὐτόν
So it was, when Israel had sown, that the Midianites, the Amalekites, and the children of the east came up against them.
以色列人每逢撒種之後,米甸人、亞瑪力人,和東方人都上來攻打他們,
6:4
καὶ παρενέβαλον εἰς αὐτοὺς καὶ κατέφθειραν τοὺς καρποὺς αὐτῶν ἕως ἐλθεῖν εἰς Γάζαν καὶ οὐ κατέλιπον ὑπόστασιν ζωῆς ἐν τῇ γῇ Ισραηλ οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον καὶ παρενέβαλλον ἐπ’ αὐτοὺς καὶ διέφθειραν τὰ ἐκφόρια τῆς γῆς ἕως τοῦ ἐλθεῖν εἰς Γάζαν καὶ οὐχ ὑπελείποντο ὑπόστασιν ζωῆς ἐν Ισραηλ καὶ ποίμνιον καὶ μόσχον καὶ ὄνον
They encamped against them, and destroyed the increase of the earth, until you come to Gaza. They left no sustenance in Israel, and no sheep, ox, or donkey.
對着他們安營,毀壞土產,直到迦薩,沒有給以色列人留下食物,牛、羊、驢也沒有留下;
6:5
ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο καθὼς ἀκρὶς εἰς πλῆθος καὶ αὐτοῖς καὶ τοῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός καὶ ἤρχοντο εἰς τὴν γῆν Ισραηλ καὶ διέφθειρον αὐτήν ὅτι αὐτοὶ καὶ τὰ κτήνη αὐτῶν ἀνέβαινον καὶ τὰς σκηνὰς αὐτῶν παρέφερον καὶ παρεγίνοντο ὡς ἀκρὶς εἰς πλῆθος καὶ αὐτοῖς καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός καὶ παρεγίνοντο ἐν τῇ γῇ Ισραηλ τοῦ διαφθείρειν αὐτήν
For they came up with their livestock and their tents. They came in as locusts for multitude. Both they and their camels were without number; and they came into the land to destroy it.
因為那些人帶着牲畜帳棚來,像蝗蟲那樣多,人和駱駝無數,都進入國內,毀壞全地。
6:6
καὶ ἐπτώχευσεν Ισραηλ σφόδρα ἀπὸ προσώπου Μαδιαμ καὶ ἐβόησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἐπτώχευσεν Ισραηλ σφόδρα ἀπὸ προσώπου Μαδιαμ καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον
Israel was brought very low because of Midian; and the children of Israel cried to Yahweh.
以色列人因米甸人的緣故,極其窮乏,就呼求耶和華。
6:7
ἀπὸ προσώπου Μαδιαμ καὶ ἐγένετο ἐπεὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον διὰ Μαδιαμ
When the children of Israel cried to Yahweh because of Midian,
以色列人因米甸人的緣故,呼求耶和華,
6:8
καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ εἶπεν αὐτοῖς τάδε λέγει κύριος θεὸς Ισραηλ ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας ὑμῶν καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ εἶπεν αὐτοῖς τάδε λέγει κύριος θεὸς Ισραηλ ἐγώ εἰμι ἀναβιβάσας ὑμᾶς ἐξ Αἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας
Yahweh sent a prophet to the children of Israel; and he said to them, “Yahweh, the God of Israel, says, ‘I brought you up from Egypt, and brought you out of the house of bondage.
耶和華就差遣先知到以色列人那裏,對他們說:「耶和華-以色列的上帝如此說:『我曾領你們從埃及上來,出了為奴之家,
6:9
καὶ ἐρρυσάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν
I delivered you out of the hand of the Egyptians and out of the hand of all who oppressed you, and drove them out from before you, and gave you their land.
救你們脫離埃及人的手,並脫離一切欺壓你們之人的手,把他們從你們面前趕出,將他們的地賜給你們』;
6:10
καὶ εἶπα ὑμῖν ἐγὼ κύριος θεὸς ὑμῶν οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Αμορραίου ἐν οἷς ὑμεῖς καθήσεσθε ἐν τῇ γῇ αὐτῶν καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου καὶ εἶπα ὑμῖν ἐγὼ κύριος θεὸς ὑμῶν οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Αμορραίου ἐν οἷς ὑμεῖς ἐνοικεῖτε ἐν τῇ γῇ αὐτῶν καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου
I said to you, “I am Yahweh your God. You shall not fear the gods of the Amorites, in whose land you dwell.” But you have not listened to my voice.’”
又對你們說:『我是耶和華-你們的上帝。你們住在亞摩利人的地,不可敬畏他們的神。你們竟不聽從我的話。』」
6:11
καὶ ἦλθεν ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Εφραθα τὴν Ιωας πατρὸς τοῦ Εσδρι καὶ Γεδεων υἱὸς αὐτοῦ ῥαβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδιαμ καὶ ἦλθεν ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν δρῦν τὴν οὖσαν ἐν Εφραθα τὴν τοῦ Ιωας πατρὸς Αβιεζρι καὶ Γεδεων υἱὸς αὐτοῦ ἐρράβδιζεν πυροὺς ἐν ληνῷ τοῦ ἐκφυγεῖν ἐκ προσώπου Μαδιαμ
Yahweh’s angel came and sat under the oak which was in Ophrah, that belonged to Joash the Abiezrite. His son Gideon was beating out wheat in the wine press, to hide it from the Midianites.
耶和華的使者到了俄弗拉,坐在亞比以謝族人約阿施的橡樹下。約阿施的兒子基甸正在酒醡那裏打麥子,為要防備米甸人。
6:12
καὶ ὤφθη αὐτῷ ἄγγελος κυρίου καὶ εἶπεν πρὸς αὐτόν κύριος μετὰ σοῦ ἰσχυρὸς τῶν δυνάμεων καὶ ὤφθη αὐτῷ ἄγγελος κυρίου καὶ εἶπεν πρὸς αὐτόν κύριος μετὰ σοῦ δυνατὸς τῇ ἰσχύι
Yahweh’s angel appeared to him, and said to him, “Yahweh is with you, you mighty man of valor!”
耶和華的使者向基甸顯現,對他說:「大能的勇士啊,耶和華與你同在!」
6:13
καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων ἐν ἐμοί κύριέ μου καὶ εἰ ἔστιν κύριος μεθ’ ἡμῶν εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες μὴ οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς κύριος καὶ νῦν ἐξέρριψεν ἡμᾶς καὶ ἔδωκεν ἡμᾶς ἐν χειρὶ Μαδιαμ καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων ἐν ἐμοί κύριε καὶ εἰ ἔστιν κύριος μεθ’ ἡμῶν ἵνα τί εὗρεν ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς κύριος καὶ νῦν ἀπώσατο ἡμᾶς καὶ παρέδωκεν ἡμᾶς ἐν χειρὶ Μαδιαμ
Gideon said to him, “Oh, my lord, if Yahweh is with us, why then has all this happened to us? Where are all his wondrous works which our fathers told us of, saying, ‘Didn’t Yahweh bring us up from Egypt?’ But now Yahweh has cast us off, and delivered us into the hand of Midian.”
基甸說:「主啊,耶和華若與我們同在,我們何致遭遇這一切事呢?我們的列祖不是向我們說『耶和華領我們從埃及上來』嗎?他那樣奇妙的作為在哪裏呢?現在他卻丟棄我們,將我們交在米甸人手裏。」
6:14
καὶ ἐπέστρεψεν πρὸς αὐτὸν ἄγγελος κυρίου καὶ εἶπεν πορεύου ἐν ἰσχύι σου ταύτῃ καὶ σώσεις τὸν Ισραηλ ἐκ χειρὸς Μαδιαμ ἰδοὺ ἐξαπέστειλά σε καὶ ἐπέβλεψεν πρὸς αὐτὸν ἄγγελος κυρίου καὶ εἶπεν αὐτῷ πορεύου ἐν τῇ ἰσχύι σου καὶ σώσεις τὸν Ισραηλ καὶ ἰδοὺ ἐξαπέστειλά σε
Yahweh looked at him, and said, “Go in this your might, and save Israel from the hand of Midian. Haven’t I sent you?”
耶和華觀看基甸,說:「你靠着你這能力去從米甸人手裏拯救以色列人,不是我差遣你去的嗎?」
6:15
καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων ἐν ἐμοί κύριέ μου ἐν τίνι σώσω τὸν Ισραηλ ἰδοὺ χιλιάς μου ἠσθένησεν ἐν Μανασση καὶ ἐγώ εἰμι μικρότερος ἐν οἴκῳ πατρός μου καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων ἐν ἐμοί κύριε ἐν τίνι σώσω τὸν Ισραηλ ἰδοὺ χιλιάς μου ταπεινοτέρα ἐν Μανασση καὶ ἐγώ εἰμι μικρὸς ἐν τῷ οἴκῳ τοῦ πατρός μου
He said to him, “O Lord, how shall I save Israel? Behold, my family is the poorest in Manasseh, and I am the least in my father’s house.”
基甸說:「主啊,我有何能拯救以色列人呢?我家在瑪拿西支派中是至貧窮的。我在我父家是至微小的。」
6:16
καὶ εἶπεν πρὸς αὐτὸν ἄγγελος κυρίου κύριος ἔσται μετὰ σοῦ καὶ πατάξεις τὴν Μαδιαμ ὡσεὶ ἄνδρα ἕνα καὶ εἶπεν πρὸς αὐτὸν ἄγγελος κυρίου κύριος ἔσται μετὰ σοῦ καὶ πατάξεις τὴν Μαδιαμ ὡσεὶ ἄνδρα ἕνα
Yahweh said to him, “Surely I will be with you, and you shall strike the Midianites as one man.”
耶和華對他說:「我與你同在,你就必擊打米甸人,如擊打一人一樣。」
6:17
καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων εἰ δὲ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου καὶ ποιήσεις μοι σήμερον πᾶν τι ἐλάλησας μετ’ ἐμοῦ καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων καὶ εἰ εὗρον χάριν ἐν ὀφθαλμοῖς σου καὶ ποιήσεις μοι σημεῖον ὅτι σὺ λαλεῖς μετ’ ἐμοῦ
He said to him, “If now I have found favor in your sight, then show me a sign that it is you who talk with me.
基甸說:「我若在你眼前蒙恩,求你給我一個證據,使我知道與我說話的就是主。
6:18
μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ καὶ ἐξοίσω τὴν θυσίαν καὶ θήσω ἐνώπιόν σου καὶ εἶπεν ἐγώ εἰμι καθίομαι ἕως τοῦ ἐπιστρέψαι σε μὴ κινηθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ καὶ οἴσω τὴν θυσίαν μου καὶ θήσω ἐνώπιόν σου καὶ εἶπεν ἐγώ εἰμι καθήσομαι ἕως τοῦ ἐπιστρέψαι σε
Please don’t go away until I come to you, and bring out my present, and lay it before you.” He said, “I will wait until you come back.”
求你不要離開這裏,等我歸回將禮物帶來供在你面前。」主說:「我必等你回來。」
6:19
καὶ Γεδεων εἰσῆλθεν καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οιφι ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον καὶ προσήγγισεν καὶ Γεδεων εἰσῆλθεν καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οιφι ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἐπέθηκεν ἐπὶ τὸ κανοῦν καὶ τὸν ζωμὸν ἐνέχεεν εἰς χύτραν καὶ ἐξήνεγκεν πρὸς αὐτὸν ὑπὸ τὴν δρῦν καὶ προσεκύνησεν
Gideon went in and prepared a young goat and unleavened cakes of an ephah of meal. He put the meat in a basket and he put the broth in a pot, and brought it out to him under the oak, and presented it.
基甸去預備了一隻山羊羔,用一伊法細麵做了無酵餅,將肉放在筐內,把湯盛在壺中,帶到橡樹下,獻在使者面前。
6:20
καὶ εἶπεν πρὸς αὐτὸν ἄγγελος τοῦ θεοῦ λαβὲ τὰ κρέα καὶ τὰ ἄζυμα καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε καὶ ἐποίησεν οὕτως καὶ εἶπεν πρὸς αὐτὸν ἄγγελος κυρίου λαβὲ τὰ κρέα καὶ τοὺς ἄρτους τοὺς ἀζύμους καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἔκχεον καὶ ἐποίησεν οὕτως
The angel of God said to him, “Take the meat and the unleavened cakes, and lay them on this rock, and pour out the broth.” He did so.
上帝的使者吩咐基甸說:「將肉和無酵餅放在這磐石上,把湯倒出來。」他就這樣行了。
6:21
καὶ ἐξέτεινεν ἄγγελος κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους καὶ ἄγγελος κυρίου ἐπορεύθη ἀπὸ ὀφθαλμῶν αὐτοῦ καὶ ἐξέτεινεν ἄγγελος κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων καὶ ἀνήφθη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους καὶ ἄγγελος κυρίου ἀπῆλθεν ἐξ ὀφθαλμῶν αὐτοῦ
Then Yahweh’s angel stretched out the end of the staff that was in his hand, and touched the meat and the unleavened cakes; and fire went up out of the rock and consumed the meat and the unleavened cakes. Then Yahweh’s angel departed out of his sight.
耶和華的使者伸出手內的杖,杖頭挨了肉和無酵餅,就有火從磐石中出來,燒盡了肉和無酵餅。耶和華的使者也就不見了。
6:22
καὶ εἶδεν Γεδεων ὅτι ἄγγελος κυρίου οὗτός ἐστιν καὶ εἶπεν Γεδεων κύριέ μου κύριε ὅτι εἶδον ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον καὶ εἶδεν Γεδεων ὅτι ἄγγελος κυρίου ἐστίν καὶ εἶπεν Γεδεων κύριε κύριε ὅτι εἶδον τὸν ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον
Gideon saw that he was Yahweh’s angel; and Gideon said, “Alas, Lord Yahweh! Because I have seen Yahweh’s angel face to face!”
基甸見他是耶和華的使者,就說:「哀哉!主耶和華啊,我不好了,因為我覿面看見耶和華的使者。」
6:23
καὶ εἶπεν αὐτῷ κύριος εἰρήνη σοι μὴ φοβοῦ οὐ μὴ ἀποθάνῃς καὶ εἶπεν αὐτῷ κύριος εἰρήνη σοι μὴ φοβοῦ μὴ ἀποθάνῃς
Yahweh said to him, “Peace be to you! Don’t be afraid. You shall not die.”
耶和華對他說:「你放心,不要懼怕,你必不致死。」
6:24
καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεων θυσιαστήριον τῷ κυρίῳ καὶ ἐπεκάλεσεν αὐτῷ εἰρήνη κυρίου ἕως τῆς ἡμέρας ταύτης ἔτι αὐτοῦ ὄντος ἐν Εφραθα πατρὸς τοῦ Εσδρι καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεων θυσιαστήριον τῷ κυρίῳ καὶ ἐκάλεσεν αὐτὸ Εἰρήνη κυρίου ἕως τῆς ἡμέρας ταύτης ἔτι αὐτοῦ ὄντος ἐν Εφραθα πατρὸς τοῦ Εζρι
Then Gideon built an altar there to Yahweh, and called it “Yahweh is Peace.” To this day it is still in Ophrah of the Abiezrites.
於是基甸在那裏為耶和華築了一座壇,起名叫「耶和華沙龍」 。(這壇在亞比以謝族的俄弗拉直到如今。)
6:25
καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ κύριος λαβὲ τὸν μόσχον τὸν ταῦρον ὅς ἐστιν τῷ πατρί σου καὶ μόσχον δεύτερον ἑπταετῆ καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βααλ ἐστιν τῷ πατρί σου καὶ τὸ ἄλσος τὸ ἐπ’ αὐτὸ ὀλεθρεύσεις καὶ ἐγενήθη τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ κύριος λαβὲ τὸν μόσχον τὸν σιτευτὸν τοῦ πατρός σου μόσχον τὸν ἑπταετῆ καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βααλ ἐστιν τοῦ πατρός σου καὶ τὸ ἄλσος τὸ ἐπ’ αὐτῷ ἐκκόψεις
That same night, Yahweh said to him, “Take your father’s bull, even the second bull seven years old, and throw down the altar of Baal that your father has, and cut down the Asherah that is by it.
當那夜,耶和華吩咐基甸說:「你取你父親的牛來,就是 那七歲的第二隻牛,並拆毀你父親為巴力所築的壇,砍下壇旁的木偶,
6:26
καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου ἐπὶ κορυφὴν τοῦ Μαουεκ τούτου ἐν τῇ παρατάξει καὶ λήμψῃ τὸν μόσχον τὸν δεύτερον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους οὗ ἐξολεθρεύσεις καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου τῷ ὀφθέντι σοι ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους Μαωζ τούτου ἐν τῇ παρατάξει καὶ λήμψῃ τὸν μόσχον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους οὗ ἐκκόψεις
Then build an altar to Yahweh your God on the top of this stronghold, in an orderly way, and take the second bull, and offer a burnt offering with the wood of the Asherah which you shall cut down.”
在這磐石 上整整齊齊地為耶和華-你的上帝築一座壇,將第二隻牛獻為燔祭,用你所砍下的木偶作柴。」
6:27
καὶ ἔλαβεν Γεδεων δέκα ἄνδρας ἀπὸ τῶν δούλων ἑαυτοῦ καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησεν πρὸς αὐτὸν κύριος καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως τοῦ ποιῆσαι ἡμέρας καὶ ἐποίησεν νυκτός καὶ ἔλαβεν Γεδεων τρεῖς καὶ δέκα ἄνδρας ἀπὸ τῶν δούλων αὐτοῦ καὶ ἐποίησεν καθὰ ἐλάλησεν πρὸς αὐτὸν κύριος καὶ ἐγένετο ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως μὴ ποιῆσαι ἡμέρας καὶ ἐποίησεν νυκτός
Then Gideon took ten men of his servants, and did as Yahweh had spoken to him. Because he feared his father’s household and the men of the city, he could not do it by day, but he did it by night.
基甸就從他僕人中挑了十個人,照着耶和華吩咐他的行了。他因怕父家和本城的人,不敢在白晝行這事,就在夜間行了。
6:28
καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωί καὶ ἰδοὺ καθῄρητο τὸ θυσιαστήριον τοῦ Βααλ καὶ τὸ ἄλσος τὸ ἐπ’ αὐτῷ ὠλέθρευτο καὶ εἶδαν τὸν μόσχον τὸν δεύτερον ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωί καὶ ἰδοὺ κατεσκαμμένον τὸ θυσιαστήριον τοῦ Βααλ καὶ τὸ ἄλσος τὸ ἐπ’ αὐτῷ ἐκκεκομμένον καὶ μόσχος σιτευτὸς ἀνηνεγμένος εἰς ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον
When the men of the city arose early in the morning, behold, the altar of Baal was broken down, and the Asherah was cut down that was by it, and the second bull was offered on the altar that was built.
城裏的人清早起來,見巴力的壇拆毀,壇旁的木偶砍下,第二隻牛獻在新築的壇上,
6:29
καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν καὶ ἔγνωσαν ὅτι Γεδεων υἱὸς Ιωας ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο καὶ ἀνήταζον καὶ ἐξεζήτουν καὶ εἶπαν Γεδεων υἱὸς Ιωας ἐποίησεν τὸ πρᾶγμα τοῦτο
They said to one another, “Who has done this thing?” When they inquired and asked, they said, “Gideon the son of Joash has done this thing.”
就彼此說:「這事是誰做的呢?」他們訪查之後,就說:「這是約阿施的兒子基甸做的。」
6:30
καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ιωας ἐξένεγκε τὸν υἱόν σου καὶ ἀποθανέτω ὅτι καθεῖλεν τὸ θυσιαστήριον τοῦ Βααλ καὶ ὅτι ὠλέθρευσεν τὸ ἄλσος τὸ ἐπ’ αὐτῷ καὶ εἶπαν οἱ ἄνδρες τῆς πόλεως πρὸς Ιωας ἐξάγαγε τὸν υἱόν σου καὶ ἀποθανέτω ὅτι κατέσκαψεν τὸ θυσιαστήριον τοῦ Βααλ καὶ ὅτι ἔκοψεν τὸ ἄλσος τὸ ἐπ’ αὐτῷ
Then the men of the city said to Joash, “Bring out your son, that he may die, because he has broken down the altar of Baal, and because he has cut down the Asherah that was by it.”
城裏的人對約阿施說:「將你兒子交出來,好治死他;因為他拆毀了巴力的壇,砍下壇旁的木偶。」
6:31
καὶ εἶπεν Ιωας τοῖς ἀνδράσιν πᾶσιν οἳ ἐπανέστησαν αὐτῷ μὴ ὑμεῖς νῦν δικάζεσθε ὑπὲρ τοῦ Βααλ ὑμεῖς σώσετε αὐτόν ὃς ἐὰν δικάσηται αὐτῷ θανατωθήτω ἕως πρωί εἰ θεός ἐστιν δικαζέσθω αὐτῷ ὅτι καθεῖλεν τὸ θυσιαστήριον αὐτοῦ καὶ εἶπεν Ιωας πρὸς τοὺς ἄνδρας τοὺς ἑσταμένους ἐπ’ αὐτόν μὴ ὑμεῖς νῦν δικάζεσθε περὶ τοῦ Βααλ ὑμεῖς σῴζετε αὐτόν ὃς ἀντεδίκησεν αὐτόν ἀποθανεῖται ἕως πρωί εἰ ἔστιν θεός αὐτὸς ἐκδικήσει αὐτόν ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτοῦ
Joash said to all who stood against him, “Will you contend for Baal? Or will you save him? He who will contend for him, let him be put to death by morning! If he is a god, let him contend for himself, because someone has broken down his altar!”
約阿施回答站着攻擊他的眾人說:「你們是為巴力爭論嗎?你們要救他嗎?誰為他爭論,趁早將誰治死!巴力若果是神,有人拆毀他的壇,讓他為自己爭論吧!」
6:32
καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ιαρβααλ λέγων δικασάσθω ἐν αὐτῷ Βααλ ὅτι καθῃρέθη τὸ θυσιαστήριον αὐτοῦ καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Δικαστήριον τοῦ Βααλ ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτοῦ
Therefore on that day he named him Jerub-Baal, saying, “Let Baal contend against him, because he has broken down his altar.”
所以當日人稱基甸為耶路‧巴力,意思說:「他拆毀巴力的壇,讓巴力與他爭論。」
6:33
καὶ πᾶσα Μαδιαμ καὶ Αμαληκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐν κοιλάδι Εζερεελ καὶ πᾶσα Μαδιαμ καὶ Αμαληκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ διέβησαν καὶ παρενέβαλον ἐν τῇ κοιλάδι Ιεζραελ
Then all the Midianites and the Amalekites and the children of the east assembled themselves together; and they passed over, and encamped in the valley of Jezreel.
那時,米甸人、亞瑪力人,和東方人都聚集過河,在耶斯列平原安營。
6:34
καὶ πνεῦμα κυρίου ἐνεδυνάμωσεν τὸν Γεδεων καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ ἐφοβήθη Αβιεζερ ὀπίσω αὐτοῦ καὶ πνεῦμα θεοῦ ἐνέδυσεν τὸν Γεδεων καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ ἐβόησεν Αβιεζερ ὀπίσω αὐτοῦ
But Yahweh’s Spirit came on Gideon, and he blew a trumpet; and Abiezer was gathered together to follow him.
耶和華的靈降在基甸身上,他就吹角;亞比以謝族都聚集跟隨他。
6:35
καὶ ἀγγέλους ἀπέστειλεν εἰς πάντα Μανασση καὶ ἐν Ασηρ καὶ ἐν Ζαβουλων καὶ Νεφθαλι καὶ ἀνέβη εἰς συνάντησιν αὐτῶν καὶ ἀγγέλους ἐξαπέστειλεν ἐν παντὶ Μανασση καὶ ἐβόησεν καὶ αὐτὸς ὀπίσω αὐτοῦ καὶ ἐξαπέστειλεν ἀγγέλους ἐν Ασηρ καὶ ἐν Ζαβουλων καὶ ἐν Νεφθαλι καὶ ἀνέβησαν εἰς συνάντησιν αὐτοῦ
He sent messengers throughout all Manasseh, and they also were gathered together to follow him. He sent messengers to Asher, to Zebulun, and to Naphtali; and they came up to meet them.
他打發人走遍瑪拿西地,瑪拿西人也聚集跟隨他;又打發人去見亞設人、西布倫人、拿弗他利人,他們也都出來與他們會合。
6:36
καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν εἰ σὺ σῴζεις ἐν χειρί μου τὸν Ισραηλ καθὼς ἐλάλησας καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν εἰ σῴζεις ἐν τῇ χειρί μου τὸν Ισραηλ ὃν τρόπον ἐλάλησας
Gideon said to God, “If you will save Israel by my hand, as you have spoken,
基甸對上帝說:「你若果照着所說的話,藉我手拯救以色列人,
6:37
ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον τοῦ ἐρίου ἐν τῇ ἅλωνι ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν Ισραηλ καθὼς ἐλάλησας ἰδοὺ ἐγὼ ἀπερείδομαι τὸν πόκον τῶν ἐρίων ἐν τῷ ἅλωνι καὶ ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία καὶ γνώσομαι ὅτι σῴζεις ἐν τῇ χειρί μου τὸν Ισραηλ ὃν τρόπον ἐλάλησας
behold, I will put a fleece of wool on the threshing floor. If there is dew on the fleece only, and it is dry on all the ground, then I’ll know that you will save Israel by my hand, as you have spoken.”
我就把一團羊毛放在禾場上:若單是羊毛上有露水,別的地方都是乾的,我就知道你必照着所說的話,藉我手拯救以色列人。」
6:38
καὶ ἐγένετο οὕτως καὶ ὤρθρισεν τῇ ἐπαύριον καὶ ἐξεπίασεν τὸν πόκον καὶ ἔσταξεν δρόσος ἀπὸ τοῦ πόκου πλήρης λεκάνη ὕδατος καὶ ἐγένετο οὕτως καὶ ὤρθρισεν Γεδεων τῇ ἐπαύριον καὶ ἀπεπίασεν τὸν πόκον καὶ ἀπερρύη δρόσος ἐκ τοῦ πόκου πλήρης λεκάνη ὕδατος
It was so; for he rose up early on the next day, and pressed the fleece together, and wrung the dew out of the fleece, a bowl full of water.
次日早晨基甸起來,見果然是這樣;將羊毛擠一擠,從羊毛中擰出滿盆的露水來。
6:39
καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν μὴ δὴ ὀργισθήτω θυμός σου ἐν ἐμοί καὶ λαλήσω ἔτι ἅπαξ πειράσω δὲ καί γε ἔτι ἅπαξ ἐν τῷ πόκῳ καὶ γενέσθω ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν μὴ ὀργισθήτω θυμός σου ἐν ἐμοί καὶ λαλήσω ἔτι ἅπαξ καὶ πειράσω ἔτι ἅπαξ ἐν τῷ πόκῳ καὶ γενηθήτω ξηρασία ἐπὶ τὸν πόκον μόνον ἐπὶ δὲ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος
Gideon said to God, “Don’t let your anger be kindled against me, and I will speak but this once. Please let me make a trial just this once with the fleece. Let it now be dry only on the fleece, and on all the ground let there be dew.”
基甸又對上帝說:「求你不要向我發怒,我再說這一次:讓我將羊毛再試一次。但願羊毛是乾的,別的地方都有露水。」
6:40
καὶ ἐποίησεν οὕτως θεὸς ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐγενήθη δρόσος καὶ ἐποίησεν θεὸς οὕτως ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον ἐπὶ δὲ πᾶσαν τὴν γῆν ἐγένετο δρόσος
God did so that night; for it was dry on the fleece only, and there was dew on all the ground.
這夜上帝也如此行:獨羊毛上是乾的,別的地方都有露水。
← ch. 5ch. 7 →
123456789101112131415161718192021