📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Numbers

Numbers 19

Greek original · 22 verses · some words can be tapped for a gloss

← ch. 18ch. 20 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
19:1
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Yahweh spoke to Moses and to Aaron, saying,
耶和華曉諭摩西、亞倫說:
19:2
αὕτη διαστολὴ τοῦ νόμου ὅσα συνέταξεν κύριος λέγων λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυρρὰν ἄμωμον ἥτις οὐκ ἔχει ἐν αὐτῇ μῶμον καὶ οὐκ ἐπεβλήθη ἐπ’ αὐτὴν ζυγός
“This is the statute of the law which Yahweh has commanded. Tell the children of Israel to bring you a red heifer without spot, in which is no defect, and which was never yoked.
「耶和華命定律法中的一條律例乃是這樣說:你要吩咐以色列人,把一隻沒有殘疾、未曾負軛、純紅的母牛牽到你這裏來,
19:3
καὶ δώσεις αὐτὴν πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ
You shall give her to Eleazar the priest, and he shall bring her outside of the camp, and one shall kill her before his face.
交給祭司以利亞撒;他必牽到營外,人就把牛宰在他面前。
19:4
καὶ λήμψεται Ελεαζαρ ἀπὸ τοῦ αἵματος αὐτῆς καὶ ῥανεῖ ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις
Eleazar the priest shall take some of her blood with his finger, and sprinkle her blood toward the front of the Tent of Meeting seven times.
祭司以利亞撒要用指頭蘸這牛的血,向會幕前面彈七次。
19:5
καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτῆς καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ κόπρῳ αὐτῆς κατακαυθήσεται
One shall burn the heifer in his sight; her skin, and her meat, and her blood, with her dung, shall he burn.
人要在他眼前把這母牛焚燒;牛的皮、肉、血、糞都要焚燒。
19:6
καὶ λήμψεται ἱερεὺς ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον καὶ ἐμβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως
The priest shall take cedar wood, hyssop, and scarlet, and cast it into the middle of the burning of the heifer.
祭司要把香柏木、牛膝草、朱紅色線都丟在燒牛的火中。
19:7
καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ἱερεὺς καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν καὶ ἀκάθαρτος ἔσται ἱερεὺς ἕως ἑσπέρας
Then the priest shall wash his clothes, and he shall bathe his flesh in water, and afterward he shall come into the camp, and the priest shall be unclean until the evening.
祭司必不潔淨到晚上,要洗衣服,用水洗身,然後可以進營。
19:8
καὶ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
He who burns her shall wash his clothes in water, and bathe his flesh in water, and shall be unclean until the evening.
燒牛的人必不潔淨到晚上,也要洗衣服,用水洗身。
19:9
καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τῆς δαμάλεως καὶ ἀποθήσει ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν καὶ ἔσται τῇ συναγωγῇ υἱῶν Ισραηλ εἰς διατήρησιν ὕδωρ ῥαντισμοῦ ἅγνισμά ἐστιν
“A man who is clean shall gather up the ashes of the heifer, and lay them up outside of the camp in a clean place; and it shall be kept for the congregation of the children of Israel for use in water for cleansing impurity. It is a sin offering.
必有一個潔淨的人收起母牛的灰,存在營外潔淨的地方,為以色列會眾調做除污穢的水。這本是除罪的。
19:10
καὶ πλυνεῖ τὰ ἱμάτια συνάγων τὴν σποδιὰν τῆς δαμάλεως καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ ἔσται τοῖς υἱοῖς Ισραηλ καὶ τοῖς προσκειμένοις προσηλύτοις νόμιμον αἰώνιον
He who gathers the ashes of the heifer shall wash his clothes, and be unclean until the evening. It shall be to the children of Israel, and to the stranger who lives as a foreigner among them, for a statute forever.
收起母牛灰的人必不潔淨到晚上,要洗衣服。這要給以色列人和寄居在他們中間的外人作為永遠的定例。」
19:11
ἁπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας
“He who touches the dead body of any man shall be unclean seven days.
「摸了人死屍的,就必七天不潔淨。
19:12
οὗτος ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ καθαρὸς ἔσται ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ οὐ καθαρὸς ἔσται
He shall purify himself with water on the third day, and on the seventh day he shall be clean; but if he doesn’t purify himself the third day, then the seventh day he shall not be clean.
那人到第三天要用這除污穢的水潔淨自己,第七天就潔淨了。他若在第三天不潔淨自己,第七天就不潔淨了。
19:13
πᾶς ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου ἐὰν ἀποθάνῃ καὶ μὴ ἀφαγνισθῇ τὴν σκηνὴν κυρίου ἐμίανεν ἐκτριβήσεται ψυχὴ ἐκείνη ἐξ Ισραηλ ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν ἀκάθαρτός ἐστιν ἔτι ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ ἐστιν
Whoever touches a dead person, the body of a man who has died, and doesn’t purify himself, defiles Yahweh’s tabernacle; and that soul shall be cut off from Israel; because the water for impurity was not sprinkled on him, he shall be unclean. His uncleanness is yet on him.
凡摸了人死屍、不潔淨自己的,就玷污了耶和華的帳幕,這人必從以色列中剪除;因為那除污穢的水沒有灑在他身上,他就為不潔淨,污穢還在他身上。
19:14
καὶ οὗτος νόμος ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκίᾳ πᾶς εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ ἀκάθαρτα ἔσται ἑπτὰ ἡμέρας
“This is the law when a man dies in a tent: everyone who comes into the tent, and everyone who is in the tent, shall be unclean seven days.
「人死在帳棚裏的條例乃是這樣:凡進那帳棚的,和一切在帳棚裏的,都必七天不潔淨。
19:15
καὶ πᾶν σκεῦος ἀνεῳγμένον ὅσα οὐχὶ δεσμὸν καταδέδεται ἐπ’ αὐτῷ ἀκάθαρτά ἐστιν
Every open vessel, which has no covering bound on it, is unclean.
凡敞口的器皿,就是沒有紮上蓋的,也是不潔淨。
19:16
καὶ πᾶς ὃς ἐὰν ἅψηται ἐπὶ προσώπου τοῦ πεδίου τραυματίου νεκροῦ ὀστέου ἀνθρωπίνου μνήματος ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται
“Whoever in the open field touches one who is slain with a sword, or a dead body, or a bone of a man, or a grave, shall be unclean seven days.
無論何人在田野裏摸了被刀殺的,或是屍首,或是人的骨頭,或是墳墓,就要七天不潔淨。
19:17
καὶ λήμψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ καὶ ἐκχεοῦσιν ἐπ’ αὐτὴν ὕδωρ ζῶν εἰς σκεῦος
“For the unclean, they shall take of the ashes of the burning of the sin offering; and running water shall be poured on them in a vessel.
要為這不潔淨的人拿些燒成的除罪灰放在器皿裏,倒上活水。
19:18
καὶ λήμψεται ὕσσωπον καὶ βάψει εἰς τὸ ὕδωρ ἀνὴρ καθαρὸς καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ ἐπὶ τὰ σκεύη καὶ ἐπὶ τὰς ψυχάς ὅσαι ἐὰν ὦσιν ἐκεῖ καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου τοῦ τραυματίου τοῦ τεθνηκότος τοῦ μνήματος
A clean person shall take hyssop, dip it in the water, and sprinkle it on the tent, on all the vessels, on the persons who were there, and on him who touched the bone, or the slain, or the dead, or the grave.
必當有一個潔淨的人拿牛膝草蘸在這水中,把水灑在帳棚上,和一切器皿並帳棚內的眾人身上,又灑在摸了骨頭,或摸了被殺的,或摸了自死的,或摸了墳墓的那人身上。
19:19
καὶ περιρρανεῖ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀφαγνισθήσεται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
The clean person shall sprinkle on the unclean on the third day, and on the seventh day. On the seventh day, he shall purify him. He shall wash his clothes and bathe himself in water, and shall be clean at evening.
第三天和第七天,潔淨的人要灑水在不潔淨的人身上,第七天就使他成為潔淨。那人要洗衣服,用水洗澡,到晚上就潔淨了。
19:20
καὶ ἄνθρωπος ὃς ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ ἐξολεθρευθήσεται ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς ὅτι τὰ ἅγια κυρίου ἐμίανεν ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν ἀκάθαρτός ἐστιν
But the man who shall be unclean, and shall not purify himself, that soul shall be cut off from among the assembly, because he has defiled the sanctuary of Yahweh. The water for impurity has not been sprinkled on him. He is unclean.
「但那污穢而不潔淨自己的,要將他從會中剪除,因為他玷污了耶和華的聖所。除污穢的水沒有灑在他身上,他是不潔淨的。
19:21
καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον καὶ περιρραίνων ὕδωρ ῥαντισμοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἁπτόμενος τοῦ ὕδατος τοῦ ῥαντισμοῦ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
It shall be a perpetual statute to them. He who sprinkles the water for impurity shall wash his clothes, and he who touches the water for impurity shall be unclean until evening.
這要給你們作為永遠的定例。並且那灑除污穢水的人要洗衣服。凡摸除污穢水的,必不潔淨到晚上。
19:22
καὶ παντός οὗ ἐὰν ἅψηται αὐτοῦ ἀκάθαρτος ἀκάθαρτον ἔσται καὶ ψυχὴ ἁπτομένη ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
“Whatever the unclean person touches shall be unclean; and the soul that touches it shall be unclean until evening.”
不潔淨人所摸的一切物就不潔淨;摸了這物的人必不潔淨到晚上。」
← ch. 18ch. 20 →
123456789101112131415161718192021222324252627282930313233343536