📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Numbers

Numbers 4

Greek original · 49 verses · some words can be tapped for a gloss

← ch. 3ch. 5 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
4:1
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Yahweh spoke to Moses and to Aaron, saying,
耶和華曉諭摩西、亞倫說:
4:2
λαβὲ τὸ κεφάλαιον τῶν υἱῶν Κααθ ἐκ μέσου υἱῶν Λευι κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν
“Take a census of the sons of Kohath from among the sons of Levi, by their families, by their fathers’ houses,
「你從利未人中,將哥轄子孫的總數,照他們的家室、宗族,
4:3
ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν καὶ ἐπάνω καὶ ἕως πεντήκοντα ἐτῶν πᾶς εἰσπορευόμενος λειτουργεῖν ποιῆσαι πάντα τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου
from thirty years old and upward even until fifty years old, all who enter into the service to do the work in the Tent of Meeting.
從三十歲直到五十歲,凡前來任職、在會幕裏辦事的,全都計算。
4:4
καὶ ταῦτα τὰ ἔργα τῶν υἱῶν Κααθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἅγιον τῶν ἁγίων
“This is the service of the sons of Kohath in the Tent of Meeting, regarding the most holy things.
哥轄子孫在會幕搬運至聖之物,所辦的事乃是這樣:
4:5
καὶ εἰσελεύσεται Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ὅταν ἐξαίρῃ παρεμβολή καὶ καθελοῦσιν τὸ καταπέτασμα τὸ συσκιάζον καὶ κατακαλύψουσιν ἐν αὐτῷ τὴν κιβωτὸν τοῦ μαρτυρίου
When the camp moves forward, Aaron shall go in with his sons; and they shall take down the veil of the screen, cover the ark of the Testimony with it,
起營的時候,亞倫和他兒子要進去摘下遮掩櫃的幔子,用以蒙蓋法櫃,
4:6
καὶ ἐπιθήσουσιν ἐπ’ αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον καὶ ἐπιβαλοῦσιν ἐπ’ αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν καὶ διεμβαλοῦσιν τοὺς ἀναφορεῖς
put a covering of sealskin on it, spread a blue cloth over it, and put in its poles.
又用海狗皮蓋在上頭,再蒙上純藍色的毯子,把槓穿上。
4:7
καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλοῦσιν ἐπ’ αὐτὴν ἱμάτιον ὁλοπόρφυρον καὶ τὰ τρυβλία καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδεῖα ἐν οἷς σπένδει καὶ οἱ ἄρτοι οἱ διὰ παντὸς ἐπ’ αὐτῆς ἔσονται
“On the table of show bread they shall spread a blue cloth, and put on it the dishes, the spoons, the bowls, and the cups with which to pour out; and the continual bread shall be on it.
又用藍色毯子鋪在陳設餅的桌子上,將盤子、調羹、奠酒的爵,和杯擺在上頭。桌子上也必有常設的餅。
4:8
καὶ ἐπιβαλοῦσιν ἐπ’ αὐτὴν ἱμάτιον κόκκινον καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνῳ ὑακινθίνῳ καὶ διεμβαλοῦσιν δῑ αὐτῆς τοὺς ἀναφορεῖς
They shall spread on them a scarlet cloth, and cover it with a covering of sealskin, and shall put in its poles.
在其上又要蒙朱紅色的毯子,再蒙上海狗皮,把槓穿上。
4:9
καὶ λήμψονται ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν τὴν λυχνίαν τὴν φωτίζουσαν καὶ τοὺς λύχνους αὐτῆς καὶ τὰς λαβίδας αὐτῆς καὶ τὰς ἐπαρυστρίδας αὐτῆς καὶ πάντα τὰ ἀγγεῖα τοῦ ἐλαίου οἷς λειτουργοῦσιν ἐν αὐτοῖς
“They shall take a blue cloth and cover the lamp stand of the light, its lamps, its snuffers, its snuff dishes, and all its oil vessels, with which they minister to it.
要拿藍色毯子,把燈臺和燈臺上所用的燈盞、剪子、蠟花盤,並一切盛油的器皿,全都遮蓋。
4:10
καὶ ἐμβαλοῦσιν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν αὐτὴν ἐπ’ ἀναφορέων
They shall put it and all its vessels within a covering of sealskin, and shall put it on the frame.
又要把燈臺和燈臺的一切器具包在海狗皮裏,放在抬架上。
4:11
καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνῳ ὑακινθίνῳ καὶ διεμβαλοῦσιν τοὺς ἀναφορεῖς αὐτοῦ
“On the golden altar they shall spread a blue cloth, and cover it with a covering of sealskin, and shall put in its poles.
在金壇上要鋪藍色毯子,蒙上海狗皮,把槓穿上。
4:12
καὶ λήμψονται πάντα τὰ σκεύη τὰ λειτουργικά ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ἐν τοῖς ἁγίοις καὶ ἐμβαλοῦσιν εἰς ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνῳ ὑακινθίνῳ καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς
“They shall take all the vessels of ministry with which they minister in the sanctuary, and put them in a blue cloth, cover them with a covering of sealskin, and shall put them on the frame.
又要把聖所用的一切器具包在藍色毯子裏,用海狗皮蒙上,放在抬架上。
4:13
καὶ τὸν καλυπτῆρα ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπικαλύψουσιν ἐπ’ αὐτὸ ἱμάτιον ὁλοπόρφυρον
“They shall take away the ashes from the altar, and spread a purple cloth on it.
要收去壇上的灰,把紫色毯子鋪在壇上;
4:14
καὶ ἐπιθήσουσιν ἐπ’ αὐτὸ πάντα τὰ σκεύη ὅσοις λειτουργοῦσιν ἐπ’ αὐτὸ ἐν αὐτοῖς καὶ τὰ πυρεῖα καὶ τὰς κρεάγρας καὶ τὰς φιάλας καὶ τὸν καλυπτῆρα καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου καὶ ἐπιβαλοῦσιν ἐπ’ αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον καὶ διεμβαλοῦσιν τοὺς ἀναφορεῖς αὐτοῦ καὶ λήμψονται ἱμάτιον πορφυροῦν καὶ συγκαλύψουσιν τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ καὶ ἐμβαλοῦσιν αὐτὰ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς
They shall put on it all its vessels with which they minister about it, the fire pans, the meat hooks, the shovels, and the basins—all the vessels of the altar; and they shall spread on it a covering of sealskin, and put in its poles.
又要把所用的一切器具,就是火鼎、肉鍤子、鏟子、盤子,一切屬壇的器具都擺在壇上,又蒙上海狗皮,把槓穿上。
4:15
καὶ συντελέσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ καλύπτοντες τὰ ἅγια καὶ πάντα τὰ σκεύη τὰ ἅγια ἐν τῷ ἐξαίρειν τὴν παρεμβολήν καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ Κααθ αἴρειν καὶ οὐχ ἅψονται τῶν ἁγίων ἵνα μὴ ἀποθάνωσιν ταῦτα ἀροῦσιν οἱ υἱοὶ Κααθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου
“When Aaron and his sons have finished covering the sanctuary and all the furniture of the sanctuary, as the camp moves forward; after that, the sons of Kohath shall come to carry it; but they shall not touch the sanctuary, lest they die. The sons of Kohath shall carry these things belonging to the Tent of Meeting.
將要起營的時候,亞倫和他兒子把聖所和聖所的一切器具遮蓋完了,哥轄的子孫就要來抬,只是不可摸聖物,免得他們死亡。會幕裏這些物件是哥轄子孫所當抬的。
4:16
ἐπίσκοπος Ελεαζαρ υἱὸς Ααρων τοῦ ἱερέως τὸ ἔλαιον τοῦ φωτὸς καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ θυσία καθ’ ἡμέραν καὶ τὸ ἔλαιον τῆς χρίσεως ἐπισκοπὴ ὅλης τῆς σκηνῆς καὶ ὅσα ἐστὶν ἐν αὐτῇ ἐν τῷ ἁγίῳ ἐν πᾶσι τοῖς ἔργοις
“The duty of Eleazar the son of Aaron the priest shall be the oil for the light, the sweet incense, the continual meal offering, and the anointing oil, the requirements of all the tabernacle, and of all that is in it, the sanctuary, and its furnishings.”
「祭司亞倫的兒子以利亞撒所要看守的是點燈的油與香料,並當獻的素祭和膏油,也要看守全帳幕與其中所有的,並聖所和聖所的器具。」
4:17
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Yahweh spoke to Moses and to Aaron, saying,
耶和華曉諭摩西、亞倫說:
4:18
μὴ ὀλεθρεύσητε τῆς φυλῆς τὸν δῆμον τὸν Κααθ ἐκ μέσου τῶν Λευιτῶν
“Don’t cut off the tribe of the families of the Kohathites from among the Levites;
「你們不可將哥轄人的支派從利未人中剪除。
4:19
τοῦτο ποιήσατε αὐτοῖς καὶ ζήσονται καὶ οὐ μὴ ἀποθάνωσιν προσπορευομένων αὐτῶν πρὸς τὰ ἅγια τῶν ἁγίων Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ προσπορευέσθωσαν καὶ καταστήσουσιν αὐτοὺς ἕκαστον κατὰ τὴν ἀναφορὰν αὐτοῦ
but do this to them, that they may live, and not die, when they approach the most holy things: Aaron and his sons shall go in and appoint everyone to his service and to his burden;
他們挨近至聖物的時候,亞倫和他兒子要進去派他們各人所當辦的,所當抬的。這樣待他們,好使他們活着,不致死亡。
4:20
καὶ οὐ μὴ εἰσέλθωσιν ἰδεῖν ἐξάπινα τὰ ἅγια καὶ ἀποθανοῦνται
but they shall not go in to see the sanctuary even for a moment, lest they die.”
只是他們連片時不可進去觀看聖所,免得他們死亡。」
4:21
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Yahweh spoke to Moses, saying,
耶和華曉諭摩西說:
4:22
λαβὲ τὴν ἀρχὴν τῶν υἱῶν Γεδσων καὶ τούτους κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ δήμους αὐτῶν
“Take a census of the sons of Gershon also, by their fathers’ houses, by their families;
「你要將革順子孫的總數,照着宗族、家室,
4:23
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπίσκεψαι αὐτούς πᾶς εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου
you shall count them from thirty years old and upward until fifty years old: all who enter in to wait on the service, to do the work in the Tent of Meeting.
從三十歲直到五十歲,凡前來任職、在會幕裏辦事的,全都數點。
4:24
αὕτη λειτουργία τοῦ δήμου τοῦ Γεδσων λειτουργεῖν καὶ αἴρειν
“This is the service of the families of the Gershonites, in serving and in bearing burdens:
革順人各族所辦的事、所抬的物乃是這樣:
4:25
καὶ ἀρεῖ τὰς δέρρεις τῆς σκηνῆς καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ κάλυμμα αὐτῆς καὶ τὸ κάλυμμα τὸ ὑακίνθινον τὸ ὂν ἐπ’ αὐτῆς ἄνωθεν καὶ τὸ κάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
they shall carry the curtains of the tabernacle and the Tent of Meeting, its covering, the covering of sealskin that is on it, the screen for the door of the Tent of Meeting,
他們要抬帳幕的幔子和會幕,並會幕的蓋與其上的海狗皮,和會幕的門簾,
4:26
καὶ τὰ ἱστία τῆς αὐλῆς ὅσα ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰ περισσὰ καὶ πάντα τὰ σκεύη τὰ λειτουργικά ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ποιήσουσιν
the hangings of the court, the screen for the door of the gate of the court which is by the tabernacle and around the altar, their cords, and all the instruments of their service, and whatever shall be done with them. They shall serve in there.
院子的帷子和門簾(院子是圍帳幕和壇的)、繩子,並所用的器具,不論是做甚麼用的,他們都要經理。
4:27
κατὰ στόμα Ααρων καὶ τῶν υἱῶν αὐτοῦ ἔσται λειτουργία τῶν υἱῶν Γεδσων κατὰ πάσας τὰς λειτουργίας αὐτῶν καὶ κατὰ πάντα τὰ ἀρτὰ δῑ αὐτῶν καὶ ἐπισκέψῃ αὐτοὺς ἐξ ὀνομάτων πάντα τὰ ἀρτὰ ὑπ’ αὐτῶν
At the commandment of Aaron and his sons shall be all the service of the sons of the Gershonites, in all their burden and in all their service; and you shall appoint their duty to them in all their responsibilities.
革順的子孫在一切抬物辦事之上都要憑亞倫和他兒子的吩咐;他們所當抬的,要派他們看守。
4:28
αὕτη λειτουργία τῶν υἱῶν Γεδσων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ φυλακὴ αὐτῶν ἐν χειρὶ Ιθαμαρ τοῦ υἱοῦ Ααρων τοῦ ἱερέως
This is the service of the families of the sons of the Gershonites in the Tent of Meeting. Their duty shall be under the hand of Ithamar the son of Aaron the priest.
這是革順子孫的各族在會幕裏所辦的事;他們所看守的,必在祭司亞倫兒子以他瑪的手下。」
4:29
υἱοὶ Μεραρι κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν ἐπισκέψασθε αὐτούς
“As for the sons of Merari, you shall count them by their families, by their fathers’ houses;
「至於米拉利的子孫,你要照着家室、宗族把他們數點。
4:30
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπισκέψασθε αὐτούς πᾶς εἰσπορευόμενος λειτουργεῖν τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου
you shall count them from thirty years old and upward even to fifty years old—everyone who enters on the service, to do the work of the Tent of Meeting.
從三十歲直到五十歲,凡前來任職、在會幕裏辦事的,你都要數點。
4:31
καὶ ταῦτα τὰ φυλάγματα τῶν αἰρομένων ὑπ’ αὐτῶν κατὰ πάντα τὰ ἔργα αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς καὶ τὸ κατακάλυμμα καὶ αἱ βάσεις αὐτῶν καὶ οἱ στύλοι αὐτῶν καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς
This is the duty of their burden, according to all their service in the Tent of Meeting: the tabernacle’s boards, its bars, its pillars, its sockets,
他們辦理會幕的事,就是抬帳幕的板、閂、柱子,和帶卯的座,
4:32
καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ αἱ βάσεις αὐτῶν καὶ τοὺς στύλους τοῦ καταπετάσματος τῆς πύλης τῆς αὐλῆς καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους αὐτῶν καὶ τοὺς κάλους αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ πάντα τὰ λειτουργήματα αὐτῶν ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς καὶ πάντα τὰ σκεύη τῆς φυλακῆς τῶν αἰρομένων ὑπ’ αὐτῶν
the pillars of the court around it, their sockets, their pins, their cords, with all their instruments, and with all their service. You shall appoint the instruments of the duty of their burden to them by name.
院子四圍的柱子和其上帶卯的座、橛子、繩子,並一切使用的器具。他們所抬的器具,你們要按名指定。
4:33
αὕτη λειτουργία δήμου υἱῶν Μεραρι ἐν πᾶσιν τοῖς ἔργοις αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν χειρὶ Ιθαμαρ υἱοῦ Ααρων τοῦ ἱερέως
This is the service of the families of the sons of Merari, according to all their service in the Tent of Meeting, under the hand of Ithamar the son of Aaron the priest.”
這是米拉利子孫各族在會幕裏所辦的事,都在祭司亞倫兒子以他瑪的手下。」
4:34
καὶ ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ τοὺς υἱοὺς Κααθ κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν
Moses and Aaron and the princes of the congregation counted the sons of the Kohathites by their families, and by their fathers’ houses,
摩西、亞倫與會眾的諸首領將哥轄的子孫,照着家室、宗族,
4:35
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς πᾶς εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου
from thirty years old and upward even to fifty years old, everyone who entered into the service for work in the Tent of Meeting.
從三十歲直到五十歲,凡前來任職、在會幕裏辦事的,都數點了。
4:36
καὶ ἐγένετο ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν δισχίλιοι διακόσιοι πεντήκοντα
Those who were counted of them by their families were two thousand seven hundred fifty.
被數的共有二千七百五十名。
4:37
αὕτη ἐπίσκεψις δήμου Κααθ πᾶς λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καθὰ ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ
These are those who were counted of the families of the Kohathites, all who served in the Tent of Meeting, whom Moses and Aaron counted according to the commandment of Yahweh by Moses.
這是哥轄各族中被數的,是在會幕裏辦事的,就是摩西、亞倫照耶和華藉摩西所吩咐數點的。
4:38
καὶ ἐπεσκέπησαν υἱοὶ Γεδσων κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν
Those who were counted of the sons of Gershon, by their families, and by their fathers’ houses,
革順子孫被數的,照着家室、宗族,
4:39
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς πᾶς εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου
from thirty years old and upward even to fifty years old—everyone who entered into the service for work in the Tent of Meeting,
從三十歲直到五十歲,凡前來任職、在會幕裏辦事的,共有二千六百三十名。
4:40
καὶ ἐγένετο ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν δισχίλιοι ἑξακόσιοι τριάκοντα
even those who were counted of them, by their families, by their fathers’ houses, were two thousand six hundred thirty.
從三十歲直到五十歲,凡前來任職、在會幕裏辦事的,共有二千六百三十名。
4:41
αὕτη ἐπίσκεψις δήμου υἱῶν Γεδσων πᾶς λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ
These are those who were counted of the families of the sons of Gershon, all who served in the Tent of Meeting, whom Moses and Aaron counted according to the commandment of Yahweh.
這是革順子孫各族中被數的,是在會幕裏辦事的,就是摩西、亞倫照耶和華藉摩西所吩咐數點的。
4:42
ἐπεσκέπησαν δὲ καὶ δῆμος υἱῶν Μεραρι κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν
Those who were counted of the families of the sons of Merari, by their families, by their fathers’ houses,
米拉利子孫中各族被數的,照着家室、宗族,
4:43
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς πᾶς εἰσπορευόμενος λειτουργεῖν πρὸς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου
from thirty years old and upward even to fifty years old—everyone who entered into the service for work in the Tent of Meeting,
從三十歲直到五十歲,凡前來任職、在會幕裏辦事的,共有三千二百名。
4:44
καὶ ἐγενήθη ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν τρισχίλιοι καὶ διακόσιοι
even those who were counted of them by their families, were three thousand two hundred.
從三十歲直到五十歲,凡前來任職、在會幕裏辦事的,共有三千二百名。
4:45
αὕτη ἐπίσκεψις δήμου υἱῶν Μεραρι οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ
These are those who were counted of the families of the sons of Merari, whom Moses and Aaron counted according to the commandment of Yahweh by Moses.
這是米拉利子孫各族中被數的,就是摩西、亞倫照耶和華藉摩西所吩咐數點的。
4:46
πάντες οἱ ἐπεσκεμμένοι οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ τοὺς Λευίτας κατὰ δήμους κατ’ οἴκους πατριῶν αὐτῶν
All those who were counted of the Levites whom Moses and Aaron and the princes of Israel counted, by their families and by their fathers’ houses,
凡被數的利未人,就是摩西、亞倫並以色列眾首領,照着家室、宗族所數點的,
4:47
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς πᾶς εἰσπορευόμενος πρὸς τὸ ἔργον τῶν ἔργων καὶ τὰ ἔργα τὰ αἰρόμενα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου
from thirty years old and upward even to fifty years old, everyone who entered in to do the work of service and the work of bearing burdens in the Tent of Meeting,
從三十歲直到五十歲,凡前來任職、在會幕裏做抬物之工的,共有八千五百八十名。
4:48
καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα
even those who were counted of them, were eight thousand five hundred eighty.
從三十歲直到五十歲,凡前來任職、在會幕裏做抬物之工的,共有八千五百八十名。
4:49
διὰ φωνῆς κυρίου ἐπεσκέψατο αὐτοὺς ἐν χειρὶ Μωυσῆ ἄνδρα κατ’ ἄνδρα ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ ὧν αἴρουσιν αὐτοί καὶ ἐπεσκέπησαν ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
According to the commandment of Yahweh they were counted by Moses, everyone according to his service and according to his burden. Thus they were counted by him, as Yahweh commanded Moses.
摩西按他們所辦的事、所抬的物,憑耶和華的吩咐數點他們;他們這樣被摩西數點,正如耶和華所吩咐他的。
← ch. 3ch. 5 →
123456789101112131415161718192021222324252627282930313233343536