📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 巴拿巴書

巴拿巴書 第 1 章

希臘文原文.8 節.部分字詞可點開查義

第 2 章 →
1:1
Χαίρετε, υἱοὶ καὶ θυγατέρες, ἐν ὀνόματι κυρίου τοῦ ἀγαπήσαντος ἡμᾶς, ἐν εἰρήνῃ
眾子眾女啊,願你們在那愛我們之主的名裡,平安喜樂。
Greetings, sons and daughters, in the name of the Lord who loved us, in peace.
1:2
Μεγάλων μὲν ὄντων καὶ πλουσίων τῶν τοῦ θεοῦ δικαιωμάτων εἰς ὑμᾶς, ὑπέρ τι καὶ καθ̓ ὑπερβολὴν ὑπερευφραίνομαι ἐπὶ τοῖς μακαρίοις καὶ ἐνδόξοις ὑμῶν πνεύμασιν: οὕτως ἔμφυτον τῆς δωρεᾶς πνευματικῆς χάριν εἰλήφατε
神向你們所施的公義恩典既是浩大豐厚,我便為你們那蒙福而榮耀的靈格外歡喜,超乎尋常;可見你們已經如此深地領受了那屬靈恩賜所栽種的恩。
Since the righteous ordinances of God toward you are great and rich, I rejoice over your blessed and glorious spirits beyond measure and exceedingly; so deeply have you received the implanted grace of the spiritual gift.
1:3
διὸ καὶ μᾶλλον συγχαίρω ἐμαυτῷ ἐλπίζων σωθῆναι. ὅτι ἀληθῶς βλέπω ἐν ὑμῖν ἐκκεχυμένον ἀπὸ τοῦ πλουσίου τῆς πηγῆς κυρίου πνεῦμα ἐφ̓ ὑμᾶς. οὕτω με ἐξέπληξεν ἐπὶ ὑμῶν ἐμοὶ ἐπιποθήτη ὄψις ὑμῶν
因此我更與自己同樂,盼望得救;因為我真看見那靈從主豐富的泉源傾澆在你們身上。你們那令我渴慕的容貌,叫我為你們大大驚奇。
Therefore I rejoice with myself all the more, hoping to be saved; for truly I see the Spirit poured out upon you from the rich fountain of the Lord. So greatly has the sight of you, which I have longed for, amazed me concerning you.
1:4
πεπεισμένος οὖν τοῦτο καὶ συνειδὼς ἐμαυτῷ, ὅτι ἐν ὑμῖν λαλήσας πολλὰ ἐπίσταμαι, ὅτι ἐμοὶ συνώδευσεν ἐν ὁδῷ δικαιοσύνης κύριος, καὶ πάντως ἀναγκάζομαι κἀγὼ εἰς τοῦτο, ἀγαπᾶν ὑμᾶς ὑπὲρ τὴν ψυχήν μου, ὅτι μεγάλη πίστις καὶ ἀγάπη ἐγκατοικεῖ ἐν ὑμῖν ἐπ ἐλπίδι ζωῆς αὐτοῦ
我既確信此事,自覺在你們中間講說許多,知道主在公義的路上與我同行,便也不得不如此:愛你們勝過愛自己的性命,因為在你們裡面有極大的信心與愛,懷著祂生命的盼望。
Being persuaded of this, then, and conscious within myself that, having spoken many things among you, I know that the Lord journeyed with me on the way of righteousness, I too am wholly compelled to this: to love you above my own life, because great faith and love dwell in you in the hope of His life.
1:5
λογισάμενος οὖν τοῦτο, ὅτι ἐὰν μελήσῃ μοι περὶ ὑμῶν τοῦ μέρος τι μεταδοῦναι ἀφ̓ οὗ ἔλαβον, ὅτι ἔσται μοι τοιούτοις πνεύμασιν ὑπηρετήσαντι εἰς μισθόν, ἐσπούδασα κατὰ μικρὸν ὑμῖν πέμπειν, ἵνα μετὰ τῆς πίστεως ὑμῶν τελείαν ἔχητε τὴν γνῶσιν
我這樣思量:我若顧念你們,將我所領受的分一些給你們,這對我這服事這樣之靈的人就成了賞賜;於是我切願略寄些給你們,叫你們在信心之外,還能得著完全的知識。
Considering this, then, that if I take care to impart to you some portion of what I received, it will be to me as a reward for having ministered to such spirits, I have been eager to send to you a little, that together with your faith you may have perfect knowledge.
1:6
Τρία οὖν δόγματά ἐστιν κυρίου: ζωῆς ἐλπίς, ἀρχὴ καὶ τέλος πίστεως ἡμῶν: καὶ δικαιοσύνη, κρίσεως ἀρχὴ καὶ τέλος: ἀγάπη εὐφροσύνης καὶ ἀγαλλιάσεως ἔργων δικαιοσύνης μαρτυρία
主有三項命定:生命的盼望,是我們信心的開端與終結;公義,是審判的開端與終結;愛,是在公義之工上歡欣踴躍的見證。
There are, then, three decrees of the Lord: the hope of life, the beginning and end of our faith; and righteousness, the beginning and end of judgment; and love, the testimony of gladness and exultation in works of righteousness.
1:7
ἐγνώρισεν γὰρ ἡμῖν δεσπότης διὰ τῶν προφητῶν τὰ παρεληλυθότα καὶ τὰ ἐνεστῶτα, καὶ τῶν μελλόντων δοὺς ἀπαρχὰς ἡμῖν γεύσεως, ὧν τὰ καθ̓ ἕκαστα βλέποντες ἐνεργούμενα, καθὼς ἐλάλησεν, ὀφείλομεν πλουσιώτερον καὶ ὑψηλότερον προσάγειν τῷ φόβῳ αὐτοῦ
因為主藉著眾先知將過去與現今的事指示我們,又賜給我們嘗到將來之事的初熟果子;我們既照祂所說的,看見這些事一一應驗,就當以更豐富、更崇高的敬畏獻給祂。
For the Master made known to us through the prophets the things past and present, and giving us the firstfruits of a foretaste of things to come; seeing these things being fulfilled one by one, just as He spoke, we ought to make a richer and loftier offering to the fear of Him.
1:8
ἐγὼ δὲ οὐχ ὡς διδάσκαλος, ἀλλ̓ ὧς εἰς ἐξ ὑμῶν ὑποδείξω ὀλίγα, δἰ ὧν ἐν τοῖς παροῦσιν εὐφρανθήσεσθε
我不是以教師的身分,乃是作你們中間的一員,要指明幾件事,叫你們在如今的處境中得著喜樂。
And I, not as a teacher but as one of you, will point out a few things by which in present circumstances you may be gladdened.
第 2 章 →
123456789101112131415161718192021